Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa Mis notas EN
‹ Plotino: Enéadas
Filosofía y hermetismo · Plotino: Enéadas

Enéada I, 4 · Sobre la felicidad

ΠΕΡΙ ΕΥΔΑΙΜΟΝΙΑΣ

1

Τὸ εὖ ζῆν καὶ τὸ εὐδαιμονεῖν ἐν τῷ αὐτῷ τιθέμενοι καὶ τοῖς ἄλλοις ζῴοις ἆρα τούτων μεταδώσομεν; εἰ γὰρ ἔστιν αὐτοῖς ᾗ πεφύκασιν ἀνεμποδίστως διεξάγειν, κἀκεῖνα τί κωλύει ἐν εὐζωίᾳ λέγειν εἶναι; καὶ γὰρ εἴτε ἐν εὐπαθείᾳ τὴν εὐζωίαν τις θήσεται, εἴτε ἐν ἔργῳ οἰκείῳ τελουμένῳ, κατ’ ἄμφω καὶ τοῖς ἄλλοις ζῴοις ὑπάρξει. καὶ γὰρ εὐπαθεῖν ἐνδέχοιτο ἂν καὶ ἐν τῷ κατὰ φύσιν ἔργῳ εἶναι: οἷον καὶ τὰ μουσικὰ τῶν ζῴων ὅσα τοῖς τε ἄλλοις εὐπαθεῖ καὶ δὴ καὶ ᾅδοντα ᾗ πέφυκε καὶ ταύτῃ αἱρετὴν αὑτοῖς τὴν ζωὴν ἔχει. καὶ τοίνυν καὶ εἰ τέλος τι τὸ εὐδαιμονεῖν τιθέμεθα, ὅπερ ἐστὶν ἔσχατον τῆς ἐν φύσει ὀρέξεως, καὶ ταύτῃ ἂν αὐτοῖς μεταδοίημεν τοῦ εὐδαιμονεῖν εἰς ἔσχατον ἀφικνουμένων, εἰς ὃ ἐλθοῦσιν ἵσταται ἡ ἐν αὐτοῖς φύσις πᾶσαν ζωὴν αὑτῆς διεξελθοῦσα καὶ πληρώσασα ἐξ ἀρχῆς εἰς τέλος. εἰ δέ τις δυσχεραίνει τὸ τῆς εὐδαιμονίας καταφέρειν εἰς τὰ ζῷα τὰ ἄλλα — οὕτω γὰρ ἂν καὶ τοῖς ἀτιμοτάτοις αὐτῶν μεταδώσειν: μεταδώσειν δὲ καὶ τοῖς φυτοῖς ζῶσι καὶ αὐτοῖς καὶ ζωὴν ἐξελιττομένην εἰς τέλος ἔχουσι — πρῶτον μὲν ἄτοπος εἶναι οὐ δόξει μὴ ζῆν εὖ τὰ ἄλλα ζῷα λέγων, ὅτι μὴ πολλοῦ ἄξια αὐτῷ δοκεῖ εἶναι; τοῖς δὲ φυτοῖς οὐκ ἀναγκάζοιτο ἂν διδόναι ὃ τοῖς ἅπασι ζῴοις δίδωσιν, ὅτι μὴ αἴσθησις πάρεστιν αὐτοῖς. εἴη δ’ ἄν τις ἴσως καὶ ὁ διδοὺς τοῖς φυτοῖς, εἴπερ καὶ τὸ ζῆν: ζωὴ δὲ ἡ μὲν εὖ ἂν εἴη, ἡ δὲ τοὐναντίον: οἷον ἔστι καὶ ἐπὶ φυτῶν εὐπαθεῖν καὶ μή, καὶ καρπὸν αὖ φέρειν καὶ μὴ φέρειν. εἰ μὲν οὖν ἡδονὴ τὸ τέλος καὶ ἐν τούτῳ τὸ εὖ ζῆν, ἄτοπος ὁ ἀφαιρούμενος τὰ ἄλλα ζῷα τὸ εὖ ζῆν: καὶ εἰ ἀταραξία δὲ εἴη, ὡσαύτως: καὶ εἰ τὸ κατὰ φύσιν ζῆν δὲ λέγοιτο τὸ εὖ ζῆν εἶναι.

Si ponemos el vivir bien y el ser feliz en lo mismo, ¿haremos partícipes de ellos también a los demás animales? Pues si les es posible llevar su vida sin impedimento según su naturaleza, ¿qué impide decir que también aquellos están en buena vida? Y es que, ya se ponga la buena vida en el bienestar, ya en el cumplimiento de la obra propia, en ambos casos se dará también en los demás animales. Pues cabría que el bienestar consistiera también en estar en la obra conforme a la naturaleza: así, los animales musicales, cuantos gozan de bienestar en lo demás y además cantan como es su naturaleza, tienen también por ello una vida elegible para sí mismos. Y así, si ponemos la felicidad como un fin, que es lo último del apetito en la naturaleza, también por este lado les haríamos partícipes de la felicidad, pues llegan a lo último, y una vez llegados a ello se detiene la naturaleza que hay en ellos, tras haber recorrido toda su vida y haberla colmado desde el principio hasta el fin. Y si alguien se disgusta de rebajar la felicidad a los demás animales —pues así se la daríamos también a los más viles de ellos, y se la daríamos también a las plantas, que también viven y tienen una vida que se despliega hasta un fin—, primero, ¿no parecerá absurdo el que dice que los demás animales no viven bien porque no le parecen de mucho valor? A las plantas, en cambio, no estaría obligado a darles lo que da a todos los animales, porque en ellas no hay sensación. Pero quizá habría quien se lo diera también a las plantas, si es que también ellas tienen el vivir: y la vida puede ser buena o lo contrario, como también en las plantas cabe el bienestar y su contrario, y llevar fruto y no llevarlo. Pues bien, si el placer es el fin y en esto está el vivir bien, es absurdo quien priva a los demás animales del vivir bien; y lo mismo si el fin fuera la ausencia de perturbación; y también si se dijera que el vivir bien es vivir conforme a la naturaleza.✦

2

τοῖς μέντοι φυτοῖς διὰ τὸ μὴ αἰσθάνεσθαι οὐ διδόντες κινδυνεύουσιν οὐδὲ τοῖς ζῴοις ἤδη ἅπασι διδόναι. εἰ μὲν γὰρ τὸ αἰσθάνεσθαι τοῦτο λέγουσι, τὸ τὸ πάθος μὴ λανθάνειν, δεῖ αὐτὸ ἀγαθὸν εἶναι τὸ πάθος πρὸ τοῦ μὴ λανθάνειν, οἷον τὸ κατὰ φύσιν ἔχειν, κἂν λανθάνῃ, καὶ [τὸ] οἰκεῖον εἶναι, κἂν μήπω γινώσκηται ὅτι οἰκεῖον καὶ ὅτι ἡδύ: δεῖ γὰρ ἡδὺ εἶναι: ὥστε ἀγαθοῦ τούτου ὄντος καὶ παρόντος ἤδη ἐστὶν ἐν τῷ εὖ τὸ ἔχον. ὥστε τί δεῖ τὴν αἴσθησιν προσλαμβάνειν; εἰ μὴ ἄρα οὐκ ἐν τῷ γινομένῳ πάθει τῇ καταστάσει τὸ ἀγαθὸν διδόασιν, ἀλλὰ τῇ γνώσει καὶ τῇ αἰσθήσει. ἀλλ’ οὕτω γε τὴν αἴσθησιν αὐτὴν τὸ ἀγαθὸν ἐροῦσι καὶ ἐνέργειαν ζωῆς αἰσθητικῆς: ὥστε καὶ ὁτουοῦν ἀντιλαμβανομένοις. εἰ δὲ ἐξ ἀμφοῖν τὸ ἀγαθὸν λέγουσιν, οἷον αἰσθήσεως τοιούτου, πῶς ἑκατέρου ἀδιαφόρου ὄντος τὸ ἐξ ἀμφοῖν ἀγαθὸν εἶναι λέγουσιν; εἰ δὲ ἀγαθὸν μὲν τὸ πάθος, καὶ τὴν τοιάνδε κατάστασιν τὸ εὖ ζῆν, ὅταν γνῷ τις τὸ ἀγαθὸν αὑτῷ παρόν, ἐρωτητέον αὐτούς, εἰ γνοὺς τὸ παρὸν δὴ τοῦτο ὅτι πάρεστιν εὖ ζῇ, ἢ δεῖ γνῶναι οὐ μόνον ὅτι ἡδύ, ἀλλ’ ὅτι τοῦτο τὸ ἀγαθόν. ἀλλ’ εἰ ὅτι τοῦτο τὸ ἀγαθόν, οὐκ αἰσθήσεως τοῦτο ἔργον ἤδη, ἀλλ’ ἑτέρας μείζονος ἢ κατ’ αἴσθησιν δυνάμεως. οὐ τοίνυν τοῖς ἡδομένοις τὸ εὖ ζῆν ὑπάρξει, ἀλλὰ τῷ γινώσκειν δυναμένῳ, ὅτι ἡδονὴ τὸ ἀγαθόν. αἴτιον δὴ τοῦ εὖ ζῆν οὐχ ἡδονὴ ἔσται, ἀλλὰ τὸ κρίνειν δυνάμενον, ὅτι ἡδονὴ ἀγαθόν. καὶ τὸ μὲν κρῖνον βέλτιον ἢ κατὰ πάθος: λόγος γὰρ ἢ νοῦς: ἡδονὴ δὲ πάθος: οὐδαμοῦ δὲ κρεῖττον ἄλογον λόγου. πῶς ἂν οὖν ὁ λόγος αὑτὸν ἀφεὶς ἄλλο θήσεται ἐν τῷ ἐναντίῳ γένει κείμενον κρεῖττον εἶναι ἑαυτοῦ; ἀλλὰ γὰρ ἐοίκασιν, ὅσοι τε τοῖς φυτοῖς οὐ διδόασι καὶ ὅσοι αἰσθήσει τοιᾷδε τὸ εὖ, λανθάνειν ἑαυτοὺς μεῖζόν τι τὸ εὖ ζῆν ζητοῦντες καὶ ἐν τρανοτέρᾳ ζωῇ τὸ ἄμεινον τιθέντες. καὶ ὅσοι δὲ ἐν λογικῇ ζωῇ εἶναι λέγουσιν, ἀλλ’ οὐχ ἁπλῶς ζωῇ, οὐδ’ εἰ αἰσθητικὴ εἴη, καλῶς μὲν ἴσως ἂν λέγοιεν. διὰ τί δὲ οὕτω καὶ περὶ τὸ λογικὸν ζῷον μόνον τὸ εὐδαιμονεῖν τίθενται ἐρωτᾶν αὐτοὺς προσήκει: ʽἆρά γε τὸ λογικὸν προσλαμβάνετε, ὅτι εὐμήχανος μᾶλλον ὁ λόγος καὶ ῥᾳδίως ἀνιχνεύειν καὶ περιποιεῖν τὰ πρῶτα κατὰ φύσιν δύναται, ἢ κἂν μὴ δυνατὸς ᾖ ἀνιχνεύειν μηδὲ τυγχάνειν; ἀλλ’ εἰ μὲν διὰ τὸ ἀνευρίσκειν μᾶλλον δύνασθαι, ἔσται καὶ τοῖς μὴ λόγον ἔχουσιν, εἰ ἄνευ λόγου φύσει τυγχάνοιεν τῶν πρώτων, κατὰ φύσιν τὸ εὐδαιμονεῖν, καὶ ὑπουργὸς ἂν ὁ λόγος καὶ οὐ δἰ αὑτὸν αἱρετὸς γίγνοιτο οὐδ’ αὖ ἡ τελείωσις αὐτοῦ, ἥν φαμεν ἀρετὴν εἶναι. εἰ δὲ φήσετε μὴ διὰ τὰ κατὰ φύσιν πρῶτα ἔχειν τὸ τίμιον, ἀλλὰ δἰ αὑτὸν ἀσπαστὸν εἶναι, λεκτέον τί τε ἄλλο ἔργον αὐτοῦ καὶ τίς ἡ φύσις αὐτοῦ καὶ ʽ??ʼ τέλειον αὐτὸν ποιεῖ.ʼ ποιεῖν γὰρ δεῖ αὐτὸν τέλειον οὐ τὴν θεωρίαν τὴν περὶ ταῦτα, ἀλλὰ ἄλλο τι τὸ τέλειον αὐτῷ εἶναι καὶ φύσιν ἄλλην εἶναι αὐτῷ καὶ μὴ εἶναι αὐτὸν τούτων τῶν πρώτων κατὰ φύσιν μηδὲ ἐξ ὧν τὰ πρῶτα κατὰ φύσιν μηδ’ ὅλως τούτου τοῦ γένους εἶναι, ἀλλὰ κρείττονα τούτων ἁπάντων: ἢ πῶς τὸ τίμιον αὐτῷ οὐκ οἶμαι ἕξειν αὐτοὺς λέγειν. ἀλλ’ οὗτοι μέν, ἕως ἂν κρείττονα εὕρωσι φύσιν τῶν περὶ ἃ νῦν ἵστανται, ἐατέοι ἐνταυθοῖ εἶναι, οὗπερ μένειν ἐθέλουσιν, ἀπόρως ἔχοντες ὅπῃ τὸ εὖ ζῆν, οἷς δυνατόν ἐστι τούτων.

Sin embargo, quienes no se lo dan a las plantas por no sentir corren el riesgo de no dárselo ya tampoco a ninguno de los animales. Pues si por sentir entienden esto: que la afección no pase inadvertida, entonces la afección misma debe ser un bien antes de no pasar inadvertida, es decir, estar conforme a la naturaleza aunque pase inadvertida, y ser algo propio aunque todavía no se conozca que es propio y que es agradable (pues debe ser agradable); de modo que, siendo esto un bien y estando ya presente, lo que lo posee está ya en el bien. ¿Para qué hace falta, entonces, añadir la sensación? A menos que no pongan el bien en la disposición que resulta de la afección, sino en el conocimiento y la sensación. Pero así dirán que el bien es la sensación misma y el acto de una vida sensitiva; de modo que [lo tendrían] también los que perciben cualquier cosa. Y si dicen que el bien resulta de ambas cosas, es decir, de una sensación de tal clase [de afección], ¿cómo, siendo cada una de ellas indiferente, dicen que lo que resulta de ambas es un bien? Y si el bien es la afección, y el vivir bien es una disposición tal, cuando uno conoce que el bien está presente en él, hay que preguntarles si, al conocer esto presente, que está presente, vive bien, o si debe conocer no solo que es agradable, sino que esto es el bien. Pero si debe conocer que esto es el bien, ya esto no es obra de la sensación, sino de otra facultad mayor que la sensación. Entonces el vivir bien no corresponderá a los que gozan, sino al que puede conocer que el placer es el bien. La causa del vivir bien no será, pues, el placer, sino lo que puede juzgar que el placer es un bien. Y lo que juzga es mejor que lo que es según la afección: pues es razón o intelecto, mientras que el placer es afección; y en ninguna parte lo irracional es superior a la razón. ¿Cómo, entonces, la razón, dejándose a sí misma, pondrá como superior a sí misma otra cosa, situada en el género contrario? Pero, en realidad, tanto los que no se lo dan a las plantas como los que ponen el bien en una sensación de tal clase parecen estar buscando, sin darse cuenta, un vivir bien mayor y poner lo mejor en una vida más lúcida. Y los que dicen que está en la vida racional, y no simplemente en la vida, ni siquiera si fuera sensitiva, quizá dirían bien. Pero conviene preguntarles por qué ponen así la felicidad solo en el animal racional: «¿Acaso añaden lo racional porque la razón es más ingeniosa y puede rastrear y procurar con facilidad los primeros [bienes] según la naturaleza, o [lo añaden] aunque no pueda rastrearlos ni alcanzarlos?» Pero si es porque puede descubrirlos mejor, también los que no tienen razón, si sin razón alcanzaran por naturaleza los primeros [bienes], tendrían la felicidad conforme a la naturaleza, y la razón sería una auxiliar y no sería elegible por sí misma, ni tampoco su perfección, que decimos que es la virtud. Y si dicen que no tiene su valor por los primeros [bienes] según la naturaleza, sino que es aceptable por sí misma, hay que decir cuál es su otra obra, cuál su naturaleza y qué [¿?] la hace perfecta. Pues no la contemplación acerca de estas cosas debe hacerla perfecta, sino que su perfección ha de ser otra cosa, y su naturaleza ha de ser otra, y no ha de ser de estos primeros [bienes] según la naturaleza ni de aquello de que se componen, ni en absoluto de este género, sino superior a todos ellos; o cómo tendrá su valor, no creo que puedan decirlo. Pero a estos, hasta que encuentren una naturaleza superior a aquellas en las que ahora se detienen, hay que dejarlos aquí, donde quieren permanecer, perplejos sobre dónde está el vivir bien, aquellos de ellos a quienes les es posible [alcanzar] estas cosas.✦

3

ἡμεῖς δὲ λέγωμεν ἐξ ἀρχῆς, τί ποτε τὸ εὐδαιμονεῖν ὑπολαμβάνομεν εἶναι. τιθέμενοι δὴ το εὐδαιμονεῖν ἐν ζωῇ, εἰ μὲν συνώνυμον τὸ ζῆς ἐποιούμεθα, πᾶσι μὲν ἂν τοῖς ζῶσιν ἀπέδομεν δεκτικοῖς εὐδαιμονίας εἶναι, εὖ δὲ ζῆν ἐνεργείᾳ ἐκεῖνα, οἷς παρῆν ἕν τι καὶ ταὐτόν, οὗ ἐπεφύκει δεκτικὰ πάντα τὰ ζῷα εἶναι, καὶ οὐκ ἂν τῷ μὲν λογικῷ ἔδομεν δύνασθαι τοῦτο, τῷ δ’ ἀλόγῳ οὐκέτι: ζωὴ γὰρ ἦν τὸ κοινόν, ὃ δεκτικὸν τοῦ αὐτοῦ πρὸς τὸ εὐδαιμονεῖν ἔμελλεν εἶναι, εἴπερ ἐν ζωῇ τινι τὸ εὐδαιμονεῖν ὑπῆρχεν. ὅθεν, οἶμαι, καὶ οἱ ἐν λογικῇ ζωῇ λέγοντες τὸ εὐδαιμονεῖν γίνεσθαι οὐκ ἐν τῇ κοινῇ ζωῇ τιθέντες ἠγνόησαν τὸ εὐδαιμονεῖν οὐδὲ ζωὴν ὑποτιθέμενοι. ποιότητα δὴ τὴν λογικὴν δύναμιν, περὶ ἣν ἡ εὐδαιμονία συνίσταται, ἀναγκάζοιντο ἂν λέγειν. ἀλλὰ τὸ ὑποκείμενον αὐτοῖς λογική ἐστι ζωή: περὶ γὰρ τὸ ὅλον τοῦτο ἡ εὐδαιμονία συνίσταται: ὥστε περὶ ἄλλο εἶδος ζωῆς. λέγω δὲ οὐχ ὡς ἀντιδιῃρημένον τῷ λόγῳ, ἀλλ’ ὡς ἡμεῖς φαμεν [τὸ μὲν] πρότερον, τὸ δὲ ὕστερον εἶναι. πολλαχῶς τοίνυν τῆς ζωῆς λεγομένης καὶ τὴν διαφορὰν ἐχούσης κατὰ τὰ πρῶτα καὶ δεύτερα καὶ ἐφεξῆς καὶ ὁμωνύμως τοῦ ζῆν λεγομένου — ἄλλως μὲν τοῦ φυτοῦ, ἄλλως δὲ τοῦ ἀλόγου — καὶ τρανότητι καὶ ἀμυδρότητι τὴν διαφορὰν ἐχόντων, ἀνάλογον δηλονότι καὶ τὸ εὖ. καὶ εἰ εἴδωλον ἄλλο ἄλλου, δηλονότι καὶ τὸ εὖ ὡς εἴδωλον τοῦ εὖ. εἰ δὲ ὅτῳ ἄγαν ὑπάρχει τὸ ζῆν — τοῦτο δέ ἐστιν ὃ μηδενὶ τοῦ ζῆν ἐλλείπει — τὸ εὐδαιμονεῖν, μόνῳ ἂν τῷ ἄγαν ζῶντι τὸ εὐδαιμονεῖν ὑπάρχοι: τούτῳ γὰρ καὶ τὸ ἄριστον, εἴπερ ἐν τοῖς οὖσι τὸ ἄριστον τὸ ὄντως ἐν ζωῇ καὶ ἡ τέλειος ζωή: οὕτω γὰρ ἂν οὐδὲ ἐπακτὸν τὸ ἀγαθὸν ὑπάρχοι, οὐδ’ ἄλλο τὸ ὑποκείμενον ἀλλαχόθεν γενόμενον παρέξει αὐτῷ ἐν ἀγαθῷ εἶναι. τί γὰρ τῇ τελείᾳ ζωῇ ἂν προσγένοιτο εἰς τὸ ἀρίστην εἶναι; εἰ δέ τις τὴν τοῦ ἀγαθοῦ φύσιν ἐρεῖ, οἰκεῖος μὲν ὁ λόγος ἡμῖν, οὐ μὴν τὸ αἴτιον, ἀλλὰ τὸ ἐνυπάρχον ζητοῦμεν. ὅτι δ’ ἡ τελεία ζωὴ καὶ ἡ ἀληθινὴ καὶ ὄντως ἐν ἐκείνῃ τῇ νοερᾷ φύσει, καὶ ὅτι αἱ ἄλλαι ἀτελεῖς καὶ ἰνδάλματα ζωῆς καὶ οὐ τελείως οὐδὲ καθαρῶς καὶ οὐ μᾶλλον ζωαὶ ἢ τοὐναντίον, πολλάκις μὲν εἴρηται: καὶ νῦν δὲ λελέχθω συντόμως ὡς, ἕως ἂν πάντα τὰ ζῶντα ἐκ μιᾶς ἀρχῆς ᾖ, μὴ ἐπίσης δὲ τὰ ἄλλα ζῇ; ἀνάγκη τὴν ἀρχὴν τὴν πρώτην ζωὴν καὶ τὴν τελειοτάτην εἶναι.

Nosotros, en cambio, digamos desde el principio qué suponemos que es, al fin y al cabo, el ser feliz. Si, al poner el ser feliz en la vida, hiciéramos de «vivir» un término sinónimo, se lo habríamos atribuido a todos los que viven, como capaces de recibir la felicidad, y [diríamos que] viven bien en acto aquellos en quienes estuviera presente una sola y misma cosa, de la que todos los animales fueran por naturaleza capaces; y no habríamos concedido al racional poder esto y al irracional ya no: pues la vida sería lo común, que sería receptivo de lo mismo para la felicidad, si es que la felicidad consistía en alguna vida. De ahí, creo, que también quienes dicen que el ser feliz se da en la vida racional, al no ponerlo en la vida común, ignoraron qué es el ser feliz, sin suponer siquiera una vida. Se verían forzados a llamar cualidad a la facultad racional, en torno a la cual se constituye la felicidad. Pero el sujeto para ellos es la vida racional: pues en torno a este todo se constituye la felicidad; de modo que es en torno a otra especie de vida. Y no lo digo como algo opuesto a la razón, sino en el sentido en que nosotros decimos que lo uno es anterior y lo otro posterior. Dado, pues, que la vida se dice de muchas maneras y tiene diferencia según lo primero, lo segundo y lo que sigue, y que el «vivir» se dice por homonimia —de un modo de la planta, de otro del irracional—, y que las vidas difieren por su claridad y su tenuidad, es evidente que, proporcionalmente, [difiere] también el «bien». Y si una cosa es imagen de otra, es evidente que también el «bien» es como imagen del bien. Y si el ser feliz corresponde a aquel a quien el vivir le pertenece en sumo grado —esto es, aquel a quien nada falta del vivir—, solo al que vive en sumo grado le correspondería el ser feliz: pues a este pertenece también lo mejor, si entre los seres lo mejor es lo que realmente está en la vida, es decir, la vida perfecta; así el bien no sería adventicio, ni otro sujeto, llegado de otra parte, le procurará estar en el bien. Pues ¿qué podría añadirse a la vida perfecta para que sea la mejor? Y si alguien alega la naturaleza del Bien, ese argumento nos es propio, pero no buscamos la causa, sino lo que está presente en [el ser feliz]. Que la vida perfecta, la verdadera y real, está en aquella naturaleza intelectiva, y que las otras son imperfectas, imágenes de vida, ni perfectas ni puras, y no más vidas que lo contrario, se ha dicho muchas veces; y ahora digámoslo brevemente: dado que todos los vivientes proceden de un único principio, y los demás no viven por igual, es necesario que el principio sea la primera vida y la más perfecta.✦

4

εἰ μὲν οὖν τὴν τελείαν ζωὴν ἔχειν οἷός τε ἄνθρωπος, καὶ ἄνθρωπος ὁ ταύτην ἔχων τὴν ζωὴν εὐδαίμων. εἰ δὲ μή, ἐν θεοῖς ἄν τις τὸ εὐδαιμονεῖν θεῖτο, εἰ ἐν ἐκείνοις μόνοις ἡ τοιαύτη ζωή. ἐπειδὴ τοίνυν φαμὲν εἶναι καὶ ἐν ἀνθρώποις τὸ εὐδαιμονεῖν, σκεπτέον πῶς ἔστι τοῦτο. λέγω δὲ ὧδε: ὅτι μὲν οὖν ἔχει τελείαν ζωὴν ἄνθρωπος οὐ τὴν αἰσθητικὴν μόνον ἔχων, ἀλλὰ καὶ λογισμὸν καὶ νοῦν ἀληθινόν, δῆλον καὶ ἐξ ἄλλων. ἀλλ’ ἆρά γε ὡς ἄλλος ὢν ἄλλο τοῦτο ἔχει; ἢ οὐδ’ ἐστὶν ὅλως ἄνθρωπος μὴ οὐ καὶ τοῦτο ἢ δυνάμει ἢ ἐνεργείᾳ ἔχων, ὃ δὴ καί φαμεν εὐδαίμονα εἶναι. ἀλλ’ ὡς μέρος αὐτοῦ τοῦτο φήσομεν ἐν αὐτῷ τὸ εἶδος τῆς ζωῆς τὸ τέλειον εἶναι; ἢ τὸν μὲν ἄλλον ἄνθρωπον μέρος τι τοῦτο ἔχειν δυνάμει ἔχοντα, τὸν δὲ εὐδαίμονα ἤδη, ὃς δὴ καὶ ἐνεργείᾳ ἐστι τοῦτο καὶ μεταβέβηκε πρὸς τὸ αὐτὸ εἶναι τοῦτο: περικεῖσθαι δ’ αὐτῷ τὰ ἄλλα ἤδη, ἃ δὴ οὐδὲ μέρη αὐτοῦ ἄν τις θεῖτο οὐκ ἐθέλοντι περικείμενα: ἦν δ’ ἂν αὐτοῦ κατὰ βούλησιν συνηρτημένα. τούτῳ τοίνυν τί ποτ̓ ἐστὶ τὸ ἀγαθόν; ἢ αὐτὸς αὑτῷ [τῷ] ὅπερ ἔχει: τὸ δὲ ἐπέκεινα αἴτιον τοῦ ἐν αὐτῷ καὶ ἄλλως ἀγαθόν, αὐτῷ παρὸν ἄλλως. μαρτύριον δὲ τοῦ τοῦτο εἶναι τὸ μὴ ἄλλο ζητεῖν τὸν οὕτως ἔχοντα. τί γὰρ ἂν καὶ ζητήσειε; τῶν μὲν γὰρ χειρόνων οὐδέν, τῷ δὲ ἀρίστῳ σύνεστιν. αὐτάρκης οὖν ὁ βίος τῷ οὕτω ζωὴν ἔχοντι. κἂν σπουδαῖος ᾖ, αὐτάρκης εἰς εὐδαιμονίαν καὶ εἰς κτῆσιν ἀγαθοῦ: οὐδὲν γὰρ ἔστιν ἀγαθὸν ὃ μὴ ἔχει. ἀλλ’ ὃ ζητεῖ ὡς ἀναγκαῖον ζητεῖ, καὶ οὐχ αὑτῷ, ἀλλά τινι τῶν αὑτοῦ. σώματι γὰρ προσηρτημένῳ ζητεῖ: κἂν ζῶντι δὲ σώματι, τὰ αὑτοῦ ζῶντι τούτῳ, οὐχ ἃ τοιούτου τοῦ ἀνθρώπου ἐστί. καὶ γινώσκει ταῦτα καὶ δίδωσιν ἃ δίδωσιν οὐδὲν τῆς αὑτοῦ παραιρούμενος ζωῆς. οὐδ’ ἐν τύχαις τοίνυν ἐναντίαις ἐλαττώσεται εἰς τὸ εὐδαιμονεῖν: μένει γὰρ καὶ ὣς ἡ τοιαύτη ζωή: ἀποθνησκόντων τε οἰκείων καὶ φίλων οἶδε τὸν θάνατον ὅ τι ἐστίν, ἴσασι δὲ καὶ οἱ πάσχοντες σπουδαῖοι ὄντες. οἰκεῖοι δὲ καὶ προσήκοντες τοῦτο πάσχοντες κὰν λυπῶσιν, οὐκ αὐτόν, τὸ δ’ ἐν αὐτῷ νοῦν οὐκ ἔχον, οὗ τὰς λύπας οὐ δέξεται.

Si, pues, el hombre puede tener la vida perfecta, el hombre que tiene esta vida es feliz. Si no, habría que poner la felicidad en los dioses, si solo en aquellos se da tal vida. Ahora bien, puesto que decimos que también en los hombres hay felicidad, hay que examinar cómo es esto. Lo digo así: que el hombre tiene la vida perfecta, al no tener solo la sensitiva sino también el razonamiento y el intelecto verdadero, es claro también por otros argumentos. Pero ¿acaso lo tiene como siendo él una cosa y esto otra? ¿O no es en absoluto hombre quien no tiene también esto, en potencia o en acto, y justamente a quien lo tiene [en acto] decimos que es feliz? ¿Diremos entonces que esto, la especie perfecta de la vida, está en él como una parte suya? ¿O que el otro hombre tiene esto como una parte, poseyéndolo en potencia, mientras que el feliz ya [lo tiene en acto], pues él es en acto esto y ha pasado a ser él mismo esto; y que lo demás le rodea ya, cosas que nadie pondría como partes suyas, pues le rodean sin que él lo quiera: serían suyas si estuvieran unidas a él por su voluntad? Para este, pues, ¿qué es el bien? ¿O es él mismo, para sí, lo que tiene? Y lo que está más allá es la causa de lo que hay en él, y es bien de otro modo, presente a él de otro modo. Prueba de que esto es así: que el que está en esta disposición no busca otra cosa. ¿Qué buscaría, en efecto? De las cosas peores, nada; y vive en compañía de lo mejor. Autosuficiente es, pues, la vida para quien tiene así la vida. Y si es virtuoso, es autosuficiente para la felicidad y para la posesión del bien: pues no hay ningún bien que no tenga. Lo que busca, lo busca como necesario, y no para sí, sino para algo de lo suyo. Lo busca, en efecto, para un cuerpo que le está unido; y aun siendo un cuerpo vivo, lo busca para lo suyo, que está vivo, no para lo que corresponde a tal hombre. Y conoce estas cosas y da lo que da sin quitar nada de su propia vida. Tampoco, pues, ante fortunas adversas se verá disminuido en su felicidad: pues también así permanece tal vida. Y cuando mueren parientes y amigos, sabe qué es la muerte, y lo saben también los que la padecen, si son virtuosos. Y si los parientes y allegados que la sufren se afligen, [no es] él [quien se aflige], sino aquello que en él no tiene intelecto, cuyas penas [él] no recibirá.✦

5

ἀλγηδόνες δ’ ἔτι καὶ νόσοι καὶ τὰ ἄλλως κωλύοντα ἐνεργεῖν; εἰ δὲ δὴ μηδ’ ἑαυτῷ παρακολουθοῖ; γένοιτο γὰρ ἂν καὶ ἐκ φαρμάκων καί τινων νόσων. πῶς δὴ ἐν τούτοις ἅπασι τὸ ζῆν εὖ καὶ τὸ εὐδαιμονεῖν ἂν ἔχοι; πενίας γὰρ καὶ ἀδοξίας ἐατέον. καίτοι καὶ πρὸς ταῦτα ἄν τις ἀποβλέψας ἐπιστήσειε καὶ πρὸς τὰς πολυθρυλλήτους αὖ μάλιστα Πριαμικὰς τύχας: ταῦτα γὰρ εἰ καὶ φέροι καὶ ῥᾳδίως φέροι, ἀλλ’ οὐ βουλητά γε ἦν αὐτῷ: δεῖ δὲ βουλητὸν τὸν εὐδαίμονα βίον εἶναι: ἐπεὶ οὐδὲ τοῦτον εἶναι τὸν σπουδαῖον, ψυχὴν τοιάνδε, μὴ συναριθμεῖσθαι δ’ αὐτοῦ τῇ οὐσίᾳ τὴν σώματος φύσιν. ἑτοίμως γὰρ τοῦτο φαῖεν ἂν λαμβάνειν, ἕως ἂν αἱ τοῦ σώματος πείσεις πρὸς αὐτὸν ἀναφέρωνται καὶ αὖ καὶ αἱ αἱρέσεις καὶ φυγαὶ διὰ τοῦτο γίγνωνται αὐτῷ. ἡδονῆς δὲ συναριθμουμένης τῷ εὐδαίμονι βίῳ πῶς ἂν λυπηρὸν διὰ τύχας καὶ ὀδύνας ἔχων εὐδαίμων εἴη, ὅτῳ ταῦτα σπουδαίῳ ὄντι γίγνοιτο; ἀλλὰ θεοῖς μὲν ἡ τοιαύτη διάθεσις εὐδαίμων καὶ αὐτάρκης, ἀνθρώποις δὲ προσθήκην τοῦ χείρονος λαβοῦσι περὶ ὅλον χρὴ τὸ γενόμενον τὸ εὔδαιμον ζητεῖν, ἀλλὰ μὴ περὶ μέρος, ὅτι ἐκ θατέρου κακῶς ἔχοντος ἀναγκάζοιτο ἂν καὶ θάτερον ἐμποδίζεσθαι πρὸς τὰ αὑτοῦ, ὅτι μὴ καὶ τὰ τοῦ ἑτέρου καλῶς ἔχει. ἢ ἀπορρήξαντα δεῖ σῶμα ἢ καὶ αἴσθησιν τὴν σώματος οὕτω τὸ αὔταρκες ζητεῖν πρὸς τὸ εὐδαιμονεῖν ἔχειν.

¿Y los dolores, las enfermedades y lo demás que impide actuar? ¿Y si ni siquiera tuviera conciencia de sí mismo? Pues podría ocurrir por drogas y por ciertas enfermedades. ¿Cómo, entonces, en todo esto podría tener el vivir bien y el ser feliz? Pues de la pobreza y la falta de reputación hay que prescindir. Y sin embargo, también ante esto podría uno detenerse, y sobre todo ante las muy repetidas fortunas de Príamo: pues aunque las soporte, y las soporte con facilidad, no eran cosas queridas por él; y la vida feliz debe ser querida. [Se dirá] que ni siquiera el virtuoso es esto, un alma de tal clase, sin que se cuente con su esencia la naturaleza del cuerpo. Pues dirían que lo aceptan de buen grado, mientras las afecciones del cuerpo se refieran a él y, a su vez, las elecciones y los rechazos se produzcan para él por esta causa. Y si el placer se cuenta en la vida feliz, ¿cómo sería feliz el que tiene penas a causa de azares y dolores, siendo virtuoso aquel a quien esto le ocurriera? Pero esa disposición es feliz y autosuficiente para los dioses; para los hombres, en cambio, que han recibido el añadido de lo peor, hay que buscar lo feliz en el todo resultante y no en una parte, porque, si una de las dos partes está mal, la otra se vería forzada también a estar impedida en lo suyo, ya que lo de la otra no está bien. ¿O es preciso que, tras romper con el cuerpo o incluso con la sensación del cuerpo, busque así tener la autosuficiencia para ser feliz?✦

6

ἀλλ’ εἰ μὲν τὸ εὐδαιμονεῖν ἐν τῷ μὴ ἀλγεῖν μηδὲ νοσεῖν μηδὲ δυστυχεῖν μηδὲ συμφοραῖς μεγάλαις περιπίπτειν ἐδίδου ὁ λόγος, οὐκ ἦν τῶν ἐναντίων παρόντων εἶναι ὁντινοῦν εὐδαίμονα: εἰ δ’ ἐν τῇ τοῦ ἀληθινοῦ ἀγαθοῦ κτήσει τοῦτό ἐστι κείμενον, τί δεῖ παρέντας τοῦτο καὶ τὸ πρὸς τοῦτο βλέποντας κρίνειν τὸν εὐδαίμονα τὰ ἄλλα ζητεῖν, ἃ μὴ ἐν τῷ εὐδαιμονεῖν ἠρίθμηται; εἰ μὲν γὰρ συμφόρησις ἦν ἀγαθῶν καὶ ἀναγκαίων ἢ καὶ οὐκ ἀναγκαίων, ἀλλ’ ἀγαθῶν καὶ τούτων λεγομένων, ἐχρῆν καὶ ταῦτα παρεῖναι ζητεῖν: εἰ δὲ τὸ τέλος ἕν τι εἶναι ἀλλ’ οὐ πολλὰ δεῖ — οὕτω γὰρ ἂν οὐ τέλος, ἀλλὰ τέλη ἂν ζητοῖ — ἐκεῖνο χρὴ λαμβάνειν μόνον, ὃ ἔσχατόν τέ ἐστι καὶ τιμιώτατον καὶ ὃ ἡ ψυχὴ ζητεῖ ἐν αὑτῇ ἐγκολπίσασθαι. ἡ δὲ ζήτησις αὕτη καὶ ἡ βούλησις οὐχὶ τοῦ μὴ ἐν τούτῳ εἶναι: ταῦτα γὰρ οὐκ αὐτῇ [τῇ] φύσει ἀλλὰ παρόντα μόνον φεύγει ὁ λογισμὸς ἀποικονομούμενος ἢ καὶ προσλαμβάνειν ζητεῖ: αὐτὴ δὲ ἡ ἔφεσις πρὸς τὸ κρεῖττον αὐτῆς, οὗ ἐγγενομένου ἀποπεπλήρωται καὶ ἔστη, καὶ οὗτος ὁ βουλητὸς ὄντως βίος. τῶν δ’ ἀναγκαίων τι παρεῖναι οὐ βούλησις ἂν εἴη, εἰ κυρίως τὴν βούλησιν ὑπολαμβάνοι, ἀλλὰ μὴ καταχρώμενός τις λέγοι, ἐπειδὴ καὶ ταῦτα παρεῖναι ἀξιοῦμεν. ἐπεὶ καὶ ὅλως τὰ κακὰ ἐκκλίνομεν, καὶ οὐ δήπου βουλητὸν τὸ τῆς ἐκκλίσεως τῆς τοιαύτης: μᾶλλον γὰρ βουλητὸν τὸ μηδὲ δεηθῆναι τῆς ἐκκλίσεως τῆς τοιαύτης. μαρτυρεῖ δὲ καὶ αὐτά, ὅταν παρῇ: οἶον ὑγίεια καὶ ἀνωδυνία. τί γὰρ τούτων ἐπαγωγόν ἐστι; καταφρονεῖται γοῦν ὑγίεια παροῦσα καὶ τὸ μὴ ἀλγεῖν. ἃ δὲ παρόντα μὲν οὐδὲν ἐπαγωγὸν ἔχει οὐδὲ προστίθησί τι πρὸς τὸ εὐδαιμονεῖν, ἀπόντα δὲ διὰ τὴν τῶν ἐναντίων λυπούντων παρουσίαν ζητεῖται, εὔλογον ἀναγκαῖα, ἀλλ’ οὐκ ἀγαθὰ φάσκειν εἶναι. οὐδὲ συναριθμητέα τοίνυν τῷ τέλει, ἀλλὰ καὶ ἀπόντων αὐτῶν καὶ τῶν ἐναντίων παρόντων ἀκέραιον τὸ τέλος τηρητέον.

Pero si el argumento diera la felicidad en no sufrir dolor, ni enfermar, ni ser desdichado, ni caer en grandes calamidades, no sería posible que nadie fuera feliz estando presentes los contrarios; pero si esto consiste en la posesión del verdadero bien, ¿por qué hay que, dejando de lado esto y sin mirar a ello para juzgar al feliz, buscar lo demás, que no se cuenta en el ser feliz? Pues si fuera una acumulación de bienes necesarios, o incluso no necesarios pero llamados también bienes, habría que buscar que también estos estuvieran presentes; mas si el fin debe ser algo uno y no muchas cosas —pues así se buscarían no un fin sino fines—, hay que tomar solo aquello que es lo último y lo más digno de honra, y que el alma busca acoger en su seno. Y esta búsqueda y este querer no son [un querer] de no estar en esto: pues el razonamiento, poniendo orden, rehúye estas cosas no por su misma naturaleza sino solo cuando están presentes, o bien busca añadirlas; el impulso mismo es hacia lo que es mejor que ella, y cuando eso se produce en ella, queda colmada y se detiene, y esta es la vida realmente querida. Y que esté presente alguna de las cosas necesarias no sería un querer, si se entiende el querer en sentido propio, a menos que alguien hable con abuso, puesto que pedimos que también estas estén presentes. Pues también en general evitamos los males, y desde luego no es objeto de querer tal evitación: más bien es objeto de querer no haber necesitado en absoluto tal evitación. Y lo atestiguan ellas mismas cuando están presentes, como la salud y la ausencia de dolor. ¿Qué atractivo tiene alguna de ellas? Se desprecia, en efecto, la salud presente y el no sufrir. Y las cosas que, presentes, no tienen nada de atractivo ni añaden nada al ser feliz, pero ausentes se buscan por la presencia de los contrarios que afligen, es razonable llamarlas necesarias, pero no bienes. Tampoco hay, pues, que contarlas con el fin, sino que, aun ausentes ellas y presentes los contrarios, hay que mantener el fin intacto.

7

διὰ τί οὖν ὁ εὐδαιμονῶν ταῦτα ἐθέλει παρεῖναι καὶ τὰ ἐναντία ἀπωθεῖται; ἢ φήσομεν οὐχ ὅτι πρὸς τὸ εὐδαιμονεῖν εἰσφέρεταί τινα μοῖραν, ἀλλὰ μᾶλλον πρὸς τὸ εἶναι: τὰ δ’ ἐναντία τούτων ἢ πρὸς τὸ μὴ εἶναι ἢ ὅτι ἐνοχλεῖ τῷ τέλει παρόντα, οὐχ ὡς ἀφαιρούμενα αὐτό, ἀλλ’ ὅτι ὁ ἔχων τὸ ἄριστον αὐτὸ μόνον βούλεται ἔχειν, οὐκ ἄλλο τι μετ’ αὐτοῦ, ὃ ὅταν παρῇ, οὐκ ἀφῄρηται μὲν ἐκεῖνο, ἔστι δ’ ὅμως κἀκείνου ὄντος. ὅλως δὲ οὐκ, εἴ τι ὁ εὐδαίμων μὴ ἐθέλοι, παρείη δὲ τοῦτο, ἤδη παραιρεῖταί τι τῆς εὐδαιμονίας: ἢ οὕτω γε καθ̓ ἑκάστην τὴν ἡμέραν μεταπίπτοι ἂν καὶ ἐκπίπτοι τῆς εὐδαιμονίας: οἷον εἰ καὶ παῖδα ἀποβάλοι ἢ καὶ ὁτιοῦν τῶν κτημάτων. καὶ μυρία ἂν εἴη ἃ οὐ κατὰ γνώμην ἐκβάντα οὐδέν τι παρακινεῖ τοῦ παρόντος τέλους αὐτῷ. ἀλλὰ τὰ μεγάλα, φασί, καὶ οὐ τὰ τυχόντα. τί δ’ ἂν εἴη τῶν ἀνθρωπίνων μέγα, ὥστ̓ ἂν μὴ καταφρονηθῆναι ὑπὸ τοῦ ἀναβεβηκότος πρὸς τὸ ἀνωτέρω ἁπάντων τούτων καὶ οὐδενὸς ἔτι τῶν κάτω ἐξηρτημένου; διὰ τί γὰρ τὰς μὲν εὐτυχίας, ἡλικαιοῦν ἂν ὦσιν, οὐ μεγάλα ἡγεῖται, οἷον βασιλείας καὶ πόλεων καὶ ἐθνῶν ἀρχάς, οὐδὲ οἰκίσεις καὶ κτίσεις πόλεων, οὐδ’ εἰ ὑπ’ αὐτοῦ γίγνοιντο, ἐκπτώσεις δὲ ἀρχῶν καὶ πόλεως αὑτοῦ κατασκαφὴν ἡγήσεταί τι εἶναι μέγα; εἰ δὲ δὴ καὶ κακὸν μέγα ἢ ὅλως κακὸν, γέλοιος ἂν εἴη τοῦ δόγματος καὶ οὐκ ἂν ἔτι σπουδαῖος εἴη ξύλα καὶ λίθους καὶ νὴ Δία θανάτους θνητῶν μέγα ἡγούμενος, ᾧ φαμεν δεῖν δόγμα παρεῖναι περὶ θανάτου τὸ ἄμεινον ζωῆς τῆς μετὰ σώματος εἶναι. αὐτὸς δὲ εἰ τυθείη, κακὸν οἰήσεται αὑτῷ τὸν θάνατον, ὅτι παρὰ βωμοῖς τέθνηκεν; ἀλλ’ εἰ μὴ ταφείη, πάντως που καὶ ὑπὲρ γῆς καὶ ὑπὸ γῆν τεθὲν τὸ σῶμα [ἂν] σαπείη. εἰ δ’ ὅτι μὴ πολυδαπάνως, ἀλλ’ ἀνωνύμως τέθαπται οὐκ ἀξιωθεὶς ὑψηλοῦ μνήματος, τῆς μικρολογίας. ἀλλ’ εἰ αἰχμάλωτος ἄγοιτο, πάρ τοί ἐστιν ὁδὸς ἐξιέναι, εἰ μὴ εἴη εὐδαιμονεῖν. εἰ δὲ οἰκεῖοι αὐτῷ αἰχμάλωτοι, οἷον ἑλκόμενοι υἱοὶ καὶ θυγατέρες — τί οὖν, φήσομεν, εἰ ἀποθνήσκοι μηδὲν τοιοῦτον ἑωρακώς; ἆῤ ἂν οὕτως δόξης ἔχοι ἀπιών, ὡς μὴ ἂν τούτων ἐνδεχομένων γενέσθαι; ἀλλ’ ἄτοπος ἂν εἴη. οὐκ ἂν οὖν δοξάσειεν, ὡς ἐνδέχεται τοιαύταις τύχαις τοὺς οἰκείους περιπεσεῖν; ἆῤ οὖν διὰ τὸ οὕτως ἂν δοξάσαι ὡς καὶ γενησομένου ἂν οὐκ εὐδαίμων; ἢ καὶ δοξάζων οὕτως εὐδαίμων: ὥστε καὶ γινομένου. ἐνθυμοῖτο γὰρ ἄν, ὡς ἡ τοῦδε τοῦ παντὸς φύσις τοιαύτη, οἵαν καὶ τὰ τοιαῦτα φέρειν καὶ ἕπεσθαι χρή. καὶ πολλοὶ δὴ καὶ ἄμεινον αἰχμάλωτοι γενόμενοι πράξουσι. καὶ ἐπ’ αὐτοῖς δὲ βαρυνομένοις ἀπελθεῖν: ἢ μένοντες ἢ εὐλόγως μένουσι καὶ οὐδὲν δεινὸν ἢ ἀλόγως μένοντες, δέον μή, αὑτοῖς αἴτιοι. οὐ γὰρ δὴ διὰ τὴν τῶν ἄλλων ἄνοιαν οἰκείων ὄντων αὐτὸς ἐν κακῷ ἔσται καὶ εἰς ἄλλων εὐτυχίας καὶ δυστυχίας ἀναρτήσεται.

¿Por qué, entonces, quien es feliz quiere que estas cosas estén presentes y rechaza las contrarias? ¿O diremos que no es porque aporten alguna parte a la felicidad, sino más bien al ser; y que las contrarias [se rechazan] o porque llevan al no ser, o porque, estando presentes, estorban al fin, no como si se lo quitaran, sino porque el que posee lo mejor quiere tener solo eso, y no otra cosa con ello? Esa otra cosa, cuando está presente, no ha suprimido aquello, pero con todo existe, aun existiendo aquello. En general, no es que, si el feliz no quisiera algo y ese algo estuviera presente, ya se le quite alguna parte de la felicidad; de lo contrario, cada día cambiaría y caería de la felicidad: por ejemplo, si perdiera a un hijo o cualquiera de sus posesiones. Y serían innumerables las cosas que, sucediendo contra su parecer, no mueven en nada el fin que ya tiene. «Pero —dicen— nos referimos a las grandes, no a las ordinarias». ¿Qué podría ser grande entre las cosas humanas, de modo que no fuera despreciado por quien ha ascendido a lo que está por encima de todas ellas y ya no depende de nada de lo de abajo? Pues ¿por qué no considera grandes las buenas fortunas, por grandes que sean —reinados, mando sobre ciudades y naciones, colonizaciones y fundaciones de ciudades, aunque las hiciera él mismo—, y en cambio juzgará algo grande la pérdida del poder y la destrucción de su propia ciudad? Si lo considera un mal grande, o simplemente un mal, ridícula sería su opinión y ya no sería sabio, al tener por grandes maderas y piedras y, por Zeus, las muertes de mortales; él, de quien decimos que debe tener acerca de la muerte la opinión de que es mejor que la vida con el cuerpo. Y si él mismo fuera sacrificado, ¿pensará que su muerte es un mal para él porque murió junto a los altares? Pero si no fuera sepultado, de todos modos el cuerpo, puesto sobre la tierra o bajo ella, se pudriría. Y si el mal es que ha sido enterrado sin grandes gastos, anónimamente, sin ser juzgado digno de un alto monumento: ¡qué mezquindad! «Pero si es llevado cautivo»: ahí tienes el camino para salir, si no fuera posible ser feliz. Y si sus allegados son cautivos, por ejemplo hijos e hijas arrastrados... ¿Qué diremos, entonces, si muriera sin haber visto nada semejante? ¿Se iría acaso con la opinión de que esto no puede suceder? Sería absurdo. ¿No opinaría, pues, que es posible que sus allegados caigan en tales desgracias? Entonces, ¿por opinar así, como de algo que también sucederá, no sería feliz? ¿O es feliz aun opinando así, y por tanto también cuando sucede? Pues reflexionaría que la naturaleza de este todo es tal que hay que soportar y seguir también estas cosas. Y muchos, hechos cautivos, estarán incluso mejor. Y de ellos depende, si les pesa, marcharse: o bien, quedándose, se quedan con razón y nada hay terrible, o bien se quedan sin razón, cuando no debían, y son culpables de sí mismos. Pues no será él mismo desdichado por la insensatez de otros, aunque sean allegados, ni quedará colgado de las venturas y desventuras ajenas.✦

8

τὸ δὲ τῶν ἀλγηδόνων αὐτοῦ, ὅταν σφοδραὶ ὦσιν, ἕως δύναται φέρειν, οἴσει: εἰ δὲ ὑπερβάλλουσιν, ἐξοίσουσι. καὶ οὐκ ἐλεεινὸς ἔσται ἐν τῷ ἀλγεῖν, ἀλλὰ τὸ αὐτοῦ ἐν τῷ ἔνδον φέγγος, οἷον ἐν λαμπτῆρι φῶς πολλοῦ ἔξωθεν πνέοντος ἐν πολλῇ ζάλῃ ἀνέμων καὶ χειμῶνι. ἀλλ’ εἰ μὴ παρακολουθοῖ, ἢ παρατείνοι τὸ ἀλγεῖν ἐπὶ τοσοῦτον αἰρόμενον, ὥστε ἐν τῷ σφοδρῷ ὅμως μὴ ἀποκτιννύναι; ἀλλ’ εἰ μὲν παρατείνοι, τί χρὴ ποιεῖν βουλεύσεται: οὐ γὰρ ἀφῄρηται τὸ αὐτεξούσιον ἐν τούτοις. χρὴ δὲ εἰδέναι, ὡς οὐχ, οἷα τοῖς ἄλλοις φαίνεται, τοιαῦτα καὶ τῷ σπουδαίῳ φανεῖται ἕκαστα, καὶ οὐ μέχρι τοῦ εἴσω ἕκαστα οὔτε τὰ ἄλλα, οὔτε ἀλγεινὰ οὔτε λυπηρά, ὅταν περὶ ἄλλους τὰ ἀλγεινά: ἀσθένεια γὰρ [ἂν] εἴη ψυχῆς ἡμετέρας. καὶ τοῦτο μαρτυρεῖ, ὅταν λανθάνειν ἡμᾶς κέρδος ἡγώμεθα καὶ ἀποθανόντων ἡμῶν, εἰ γίγνοιτο, κέρδος εἶναι τιθεμένων καὶ οὐ τὸ ἐκείνων ἔτι σκοπουμένων, ἀλλὰ τὸ αὑτῶν, ὅπως μὴ λυποίμεθα. τοῦτο δὲ ἡμετέρα ἤδη ἀσθένεια, ἣν δεῖ περιαιρεῖν, ἀλλὰ μὴ ἐῶντας φοβεῖσθαι μὴ γένηται. εἰ δέ τις λέγοι οὕτως ἡμᾶς πεφυκέναι, ὥστε ἀλγεῖν ἐπὶ ταῖς τῶν οἰκείων συμφοραῖς, γιγνωσκέτω, ὅτι οὐ πάντες οὕτω, καὶ ὅτι τῆς ἀρετῆς τὸ κοινὸν τῆς φύσεως πρὸς τὸ ἄμεινον ἄγειν καὶ πρὸς τὸ κάλλιον παρὰ τοὺς πολλούς: κάλλιον δὲ τὸ μὴ ἐνδιδόναι τοῖς νομιζομένοις τῇ κοινῇ φύσει δεινοῖς εἶναι. οὐ γὰρ ἰδιωτικῶς δεῖ, ἀλλ’ οἷον ἀθλητὴν μέγαν διακεῖσθαι τὰς τῆς τύχης πληγὰς ἀμυνόμενον, γινώσκοντα μέν, ὅτι τινὶ φύσει τὰ τοιαῦτα οὐκ ἀρεστά, τῇ δὲ αὑτοῦ φύσει οἰστά, οὐχ ὡς δεινά, ἀλλ’ ὡς παισὶ φοβερά. ταῦτ̓ οὖν ἤθελεν; ἢ καὶ πρὸς τὰ μὴ θελητά, ὅταν παρῇ, ἀρετὴν καὶ πρὸς ταῦτα ἔχει δυσκίνητον καὶ δυσπαθῆ τὴν ψυχὴν παρέχουσαν.

En cuanto a sus dolores, cuando sean intensos, los soportará mientras pueda soportarlos; y si exceden [sus fuerzas], se lo llevarán fuera. Y no será digno de compasión en el dolor, pues su luz interior [permanecerá], como la luz en una lámpara cuando fuera sopla mucho viento, en medio de una gran tempestad de vientos y de un temporal. Pero ¿y si [el fin] no sigue [al dolor], o el dolor se prolonga, elevándose hasta tal punto que, aun siendo violento, no mata? Si se prolonga, deliberará qué debe hacer: pues en estas cosas no se le ha quitado el dominio de sí. Y hay que saber que a quien es sabio cada cosa no le parecerá tal como les parece a los demás, y que ninguna cosa llega hasta el interior, ni las otras, ni las dolorosas ni las penosas, cuando los dolores afectan a otros: eso sería una debilidad de nuestra alma. Y esto lo atestigua el que consideremos una ganancia que ello nos pase inadvertido, y supongamos que sería una ganancia, si ocurriera, incluso después de nuestra muerte, sin atender ya a lo de ellos sino a lo nuestro, para no afligirnos. Pero esto ya es debilidad nuestra, que hay que suprimir, en lugar de dejarla y temer que ocurra. Y si alguien dijera que estamos hechos de tal modo que sufrimos por las desgracias de los allegados, sepa que no todos son así, y que es propio de la virtud llevar lo común de la naturaleza hacia lo mejor y más bello, a diferencia de la mayoría; y es más bello no ceder ante lo que la naturaleza común tiene por terrible. Pues no hay que disponerse como un profano, sino como un gran atleta que rechaza los golpes de la fortuna, sabiendo que a cierta naturaleza tales cosas no le son gratas, pero que para la propia son soportables, no como terribles, sino como espantajos de niños. ¿Quería, pues, esto? ¿O bien, frente a lo no querido, cuando está presente, tiene virtud, que hace al alma difícil de mover y difícil de afectar?

9

ἀλλ’ ὅταν μὴ παρακολουθῇ βαπτισθεὶς ἢ νόσοις ἢ μάγων τέχναις; ἀλλ’ εἰ μὲν φυλάξουσιν αὐτὸν σπουδαῖον εἶναι οὕτως ἔχοντα καὶ οἷα ἐν ὕπνῳ κοιμώμενον, τί κωλύει εὐδαίμονα αὐτὸν εἶναι; ἐπεὶ οὐδὲ ἐν τοῖς ὕπνοις ἀφαιροῦνται τῆς εὐδαιμονίας αὐτόν, οὐδ’ ὑπὸ λόγον ποιοῦνται τὸν χρόνον τοῦτον, ὡς μὴ πάντα τὸν βίον εὐδαιμονεῖν λέγειν: εἰ δὲ μὴ σπουδαῖον φήσουσιν, οὐ περὶ τοῦ σπουδαίου ἔτι τὸν λόγον ποιοῦνται. ἡμεῖς δὲ ὑποθέμενοι σπουδαῖον, εἰ εὐδαιμονεῖ, ἕως ἂν ᾖ σπουδαῖος, ζητοῦμεν. ἀλλ’ ἔστω σπουδαῖός, φασι: μὴ αἰσθανόμενος [δὲ] μηδ’ ἐνεργῶν κατ’ ἀρετήν, πῶς ἂν εὐδαίμων εἴη; ἀλλ’ εἰ μὲν μὴ αἰσθάνοιτο ὅτι ὑγιαίνει, ὑγιαίνει οὐδὲν ἧττον, καὶ εἰ μὴ ὅτι καλός, οὐδὲν ἧττον καλός: εἰ δὲ ὅτι σοφὸς μὴ αἰσθάνοιτο, ἧττον σοφὸς ἂν εἴη; εἰ μή πού τις λέγοι, ὡς ἐν τῇ σοφίᾳ δεῖ τὸ αἰσθάνεσθαι καὶ παρακολουθεῖν αὑτῷ παρεῖναι: ἐν γὰρ τῇ κατ’ ἐνέργειαν σοφίᾳ καὶ τὸ εὐδαιμονεῖν παρεῖναι. ἐπακτοῦ μὲν οὖν ὄντος τοῦ φρονεῖν καὶ τῆς σοφίας λέγοι ἄν τι ἴσως ὁ λόγος οὗτος: εἰ δ’ ἡ τῆς σοφίας ὑπόστασις ἐν οὐσίᾳ τινί, μᾶλλον δὲ ἐν τῇ οὐσίᾳ, οὐκ ἀπόλωλε δὲ αὕτη ἡ οὐσία ἔν τε τῷ κοιμωμένῳ καὶ ὅλως ἐν τῷ λεγομένῳ μὴ παρακολουθεῖν ἑαυτῷ, καὶ ἔστιν ἡ τῆς οὐσίας αὖ ἐνέργεια ἐν αὐτῷ καὶ ἡ τοιαύτη ἄυπνος ἐνέργεια, ἐνεργοῖ μὲν ἂν καὶ τότε ὁ σπουδαῖος ᾗ τοιοῦτος: λανθάνοι δ’ ἂν αὕτη ἡ ἐνέργεια οὐκ αὐτὸν πάντα, ἀλλά τι μέρος αὐτοῦ: οἷον καὶ τῆς φυτικῆς ἐνεργείας ἐνεργούσης οὐκ ἔρχεται εἰς τὸν ἄλλον ἄνθρωπον ἡ τῆς τοιαύτης ἐνεργείας ἀντίληψις τῷ αἰσθητικῷ, καί, εἴπερ ἦμεν τὸ φυτικὸν ἡμῶν, ἡμεῖς ἂν ἐνεργοῦντες ἦμεν: νῦν δὲ τοῦτο μὲν οὐκ ἐσμέν, ἡ δὲ τοῦ νοοῦντος ἐνέργεια: ὥστε ἐνεργοῦντος ἐκείνου ἐνεργοῖμεν ἂν ἡμεῖς.

Pero ¿qué ocurre cuando no hay conciencia [de sí], por estar sumergido en enfermedades o en artes de magos? Si lo conservan sabio, estando así y como durmiendo, ¿qué impide que sea feliz? Pues tampoco en los sueños se le priva de la felicidad ni se descuenta este tiempo, como para no poder decir que es feliz durante toda su vida. Y si dicen que no es sabio, ya no hacen su discurso sobre el sabio. Nosotros, en cambio, suponiendo que es sabio, investigamos si es feliz mientras sea sabio. «Pero sea sabio —dicen—; si no siente ni actúa según la virtud, ¿cómo sería feliz?». Pues si no sintiera que está sano, no está por ello menos sano; y si no siente que es bello, no es por ello menos bello; ¿y si no siente que es sabio, sería menos sabio? A no ser que alguien diga que en la sabiduría debe estar presente el sentir y la conciencia de sí: pues en la sabiduría en acto está presente también el ser feliz. Si el pensar y la sabiduría fueran algo adventicio, quizá este argumento diría algo; pero si la hipóstasis de la sabiduría está en una esencia, o más bien en la esencia, y esta esencia no se ha perdido ni en el que duerme ni, en general, en el llamado inconsciente de sí, y el acto de la esencia está en él, y tal acto es insomne, entonces también entonces el sabio actuaría en cuanto tal; y este acto no escaparía a él por entero, sino a una parte suya. Así, cuando la actividad vegetativa está en acto, la percepción de tal actividad no llega al otro hombre [que hay en nosotros] por medio de la facultad sensitiva; y si fuéramos lo vegetativo de nosotros, seríamos nosotros los que actuamos; pero ahora no somos esto, sino el acto del que piensa; de modo que, actuando aquel, actuaríamos nosotros.✦

10

λανθάνει δὲ ἴσως τῷ μὴ περὶ ὁτιοῦν τῶν αἰσθητῶν: διὰ γὰρ τῆς αἰσθήσεως ὥσπερ μέσης περὶ ταῦτα ἐνεργεῖν δεῖ καὶ περὶ τούτων. αὐτὸς δὲ ὁ νοῦς διὰ τί οὐκ ἐνεργήσει καὶ ἡ ψυχὴ περὶ αὐτὸν ἡ πρὸ αἰσθήσεως καὶ ὅλως ἀντιλήψεως; δεῖ γὰρ τὸ πρὸ ἀντιλήψεως ἐνέργημα εἶναι, εἴπερ τὸ αὐτὸ τὸ νοεῖν καὶ εἶναι. καὶ ἔοικεν ἡ ἀντίληψις εἶναι καὶ γίνεσθαι ἀνακάμπτοντος τοῦ νοήματος καὶ τοῦ ἐνεργοῦντος τοῦ κατὰ τὸ ζῆν τῆς ψυχῆς οἷον ἀπωσθέντος πάλιν, ὥσπερ τὸ ἐν κατόπτρῳ περὶ τὸ λεῖον καὶ λαμπρὸν ἡσυχάζον. ὡς οὖν ἐν τοῖς τοιούτοις παρόντος μὲν τοῦ κατόπτρου ἐγένετο τὸ εἴδωλον, μὴ παρόντος δὲ ἢ μὴ οὕτως ἔχοντος ἐνέργεια πάρεστιν οὗ τὸ εἴδωλον ἦν ἄν, οὕτω καὶ περὶ ψυχὴν ἡσυχίαν μὲν ἄγοντος τοῦ ἐν ἡμῖν τοιούτου, ᾧ ἐμφαίνεται τὰ τῆς διανοίας καὶ τοῦ νοῦ εἰκονίσματα, ἐνορᾶται ταῦτα καὶ οἷον αἰσθητῶς γινώσκεται μετὰ τῆς προτέρας γνώσεως, ὅτι ὁ νοῦς καὶ ἡ διάνοια ἐνεργεῖ. συγκλασθέντος δὲ τούτου διὰ τὴν τοῦ σώματος ταραττομένην ἁρμονίαν ἄνευ εἰδώλου ἡ διάνοια καὶ ὁ νοῦς νοεῖ καὶ ἄνευ φαντασίας ἡ νόησις τότε: ὥστε καὶ τοιοῦτον ἄν τι νοοῖτο μετὰ φαντασίας τὴν νόησιν γίγνεσθαι οὐκ οὔσης τῆς νοήσεως φαντασίας. πολλὰς δ’ ἄν τις εὕροι καὶ ἐγρηγορότων καλὰς ἐνεργείας καὶ θεωρίας καὶ πράξεις, ὅτε θεωροῦμεν καὶ ὅτε πράττομεν, τὸ παρακολουθεῖν ἡμᾶς αὐταῖς οὐκ ἐχούσας. οὐ γὰρ τὸν ἀναγινώσκοντα ἀνάγκη παρακολουθεῖν ὅτι ἀναγινώσκει καὶ τότε μάλιστα, ὅτε μετὰ τοῦ συντόνου ἀναγινώσκει: οὐδὲ ὁ ἀνδριζόμενος ὅτι ἀνδρίζεται καὶ κατὰ τὴν ἀνδρίαν ἐνεργεῖ ὅσῳ ἐνεργεῖ: καὶ ἄλλα μυρία: ὥστε τὰς παρακολουθήσεις κινδυνεύειν ἀμυδροτέρας αὐτὰς τὰς ἐνεργείας, αἷς παρακολουθοῦσι, ποιεῖν, μόνας δὲ αὐτὰς οὔσας καθαρὰς τότε εἶναι καὶ μᾶλλον ἐνεργεῖν καὶ μᾶλλον ζῆν καὶ δὴ καὶ ἐν τῷ τοιούτῳ πάθει τῶν σπουδαίων γενομένων μᾶλλον τὸ ζῆν εἶναι, οὐ κεχυμένον εἰς αἴσθησιν, ἀλλ’ ἐν ἑαυτῷ συνηγμένον.

Pero quizá pasa inadvertido porque no versa sobre ninguna de las cosas sensibles: pues a través de la sensación, como medio, hay que actuar sobre estas cosas y [conocerlas]. Pero el Intelecto mismo, ¿por qué no actuará, y el alma en torno a él, la que es anterior a la sensación y, en general, a la percepción? Pues el acto debe ser anterior a la percepción, si es lo mismo el pensar y el ser. Y parece que la percepción es y se produce cuando el pensamiento se vuelve atrás y lo que actúa según el vivir del alma es como rechazado de nuevo, como la imagen en un espejo, que reposa sobre lo liso y brillante. Así como en tales casos, estando presente el espejo, se produjo la imagen, y no estando presente o no estando así dispuesto, está presente el acto de aquello de lo cual habría sido la imagen, así también, respecto del alma, cuando está en calma aquello que hay en nosotros en lo cual se manifiestan las imágenes del pensamiento discursivo y del Intelecto, se ven estas y se conocen como sensiblemente, junto con el conocimiento previo de que el Intelecto y el pensamiento discursivo actúan. Pero cuando eso se quiebra por la perturbación de la armonía del cuerpo, el pensamiento discursivo y el Intelecto piensan sin imagen, y la intelección es entonces sin representación; de modo que podría pensarse que la intelección se produce acompañada de representación sin que la intelección sea representación. Y se hallarían muchos actos hermosos, contemplaciones y acciones, también en los despiertos, mientras contemplamos y mientras actuamos, sin que tengamos conciencia de ellos. Pues no es necesario que el que lee sea consciente de que lee, y menos aún cuando lee con intensidad; ni el que obra con valentía, de que obra con valentía y actúa según la valentía mientras actúa; y otras innumerables cosas. De modo que las conciencias corren el riesgo de hacer más tenues los actos mismos a los que acompañan, y que estos, siendo solos, son entonces puros y actúan más y viven más; y que, en tal estado de los sabios, la vida es más [vida], no derramada en la sensación, sino recogida en sí misma.✦

11

εἰ δέ τινες μηδὲ ζῆν λέγοιεν τὸν τοιοῦτον, ζῆν μὲν αὐτὸν φήσομεν, λανθάνειν δ’ αὐτοὺς τὴν εὐδαιμονίαν τοῦ τοιούτου, ὥσπερ καὶ τὸ ζῆν. εἰ δὲ μὴ πείθοιντο, ἀξιώσομεν αὐτοὺς ὑποθεμένους τὸν ζῶντα καὶ τὸν σπουδαῖον οὕτω ζητεῖν, εἰ εὐδαίμων, μηδὲ τὸ ζῆν αὐτοῦ ἐλαττώσαντας τὸ εὖ ζῆν ζητεῖν εἰ πάρεστι μηδὲ ἀνελόντας τὸν ἄνθρωπον περὶ εὐδαιμονίας ἀνθρώπου ζητεῖν μηδὲ τὸν σπουδαῖον συγχωρήσαντας εἰς τὸ εἴσω ἐπεστράφθαι ἐν ταῖς ἔξωθεν ἐνεργείαις αὐτὸν ζητεῖν μηδὲ ὅλως τὸ βουλητὸν αὐτοῦ ἐν τοῖς ἔξω. οὕτω γὰρ ἂν οὐδὲ ὑπόστασις εὐδαιμονίας εἴη, εἰ τὰ ἔξω βουλητὰ λέγοις καὶ τὸν σπουδαῖον βούλεσθαι ταῦτα. ἐθέλοι γὰρ ἂν καὶ πάντας ἀνθρώπους εὖ πράττειν καὶ μηδὲν τῶν κακῶν περὶ μηδένα εἶναι: ἀλλὰ μὴ γινομένων ὅμως εὐδαίμων. εἰ δέ τις παράλογον ἂν αὐτὸν ποιήσειν φήσει, εἰ ταῦτα ἐθελήσει — μὴ γὰρ οἷόν τε τὰ κακὰ μὴ εἶναι — δῆλον ὅτι συγχωρήσει ἡμῖν ἐπιστρέφουσιν αὐτοῦ τὴν βούλησιν εἰς τὸ εἴσω.

Y si algunos dijeran que tal hombre ni siquiera vive, diremos que vive, pero que a ellos se les escapa la felicidad de tal hombre, como también su vivir. Y si no se convencen, les pediremos que, supuesto que es alguien que vive y que es sabio, investiguen así si es feliz; que no investiguen si está presente el vivir bien disminuyendo antes su vivir; que no investiguen sobre la felicidad del hombre suprimiendo al hombre; que, concediendo que el sabio está vuelto hacia dentro, no lo busquen en las actividades exteriores; ni, en general, busquen su objeto de voluntad en lo exterior. Pues de ese modo no habría siquiera hipóstasis de la felicidad, si dijeras que lo querido está fuera y que el sabio quiere esas cosas. Querría, en efecto, que todos los hombres obraran bien y que ninguno de los males afectara a nadie; pero, aun no sucediendo así, es feliz. Y si alguien dice que haría algo ilógico si quisiera esto —pues no es posible que los males no existan—, es claro que nos lo concederá cuando volvamos su voluntad hacia dentro.

12

τὸ δὲ ἡδὺ τῷ βίῳ τῷ τοιούτῳ ὅταν ἀπαιτῶσιν, οὐ τὰς τῶν ἀκολάστων οὐδὲ τὰς τοῦ σώματος ἡδονὰς ἀξιώσουσι παρεῖναι — αὗται γὰρ ἀδύνατοι παρεῖναι καὶ τὸ εὐδαιμονεῖν ἀφανιοῦσιν — οὐδὲ μὴν τὰς περιχαρείας — διὰ τί γάρ; — ἀλλὰ τὰς συνούσας παρουσίᾳ ἀγαθῶν οὐκ ἐν κινήσεσιν οὔσας, οὐδὲ γινομένας τοίνυν: ἤδη γὰρ τὰ ἀγαθὰ πάρεστι, καὶ αὐτὸς αὑτῷ πάρεστι, καὶ ἕστηκε τὸ ἡδὺ καὶ τὸ ἵλεων τοῦτο. ἵλεως δὲ ὁ σπουδαῖος ἀεὶ καὶ κατάστασις ἥσυχος καὶ ἀγαπητὴ ἡ διάθεσις, ἣν οὐδὲν τῶν λεγομένων κακῶν παρακινεῖ, εἴπερ σπουδαῖος. εἰ δέ τις ἄλλο εἶδος ἡδονῆς περὶ τὸν σπουδαῖον βίον ζητεῖ, οὐ τὸν σπουδαῖον βίον ζητεῖ.

Cuando exigen lo agradable para tal vida, no pretenderán que estén presentes los placeres de los intemperantes ni los del cuerpo —pues es imposible que estén presentes y harían desaparecer la felicidad—, ni tampoco los júbilos —¿por qué?—, sino los que acompañan a la presencia de los bienes, los cuales no consisten en movimientos ni, por tanto, se producen: pues los bienes ya están presentes, y él mismo está presente a sí mismo, y permanece firme lo agradable y esta serenidad. Y el sabio es siempre sereno, y su condición es quieta y amable, y nada de lo que se llama males la mueve, si es que es sabio. Pero si alguien busca otra especie de placer en la vida sabia, no busca la vida sabia.

13

οὐδ’ αἱ ἐνέργειαι δὲ διὰ τὰς τύχας ἐμποδίζοιντ̓ ἄν, ἀλλὰ ἄλλαι ἂν κατ’ ἄλλας γίγνοιντο τύχας, πᾶσαι δὲ ὅμως καλαὶ καὶ καλλίους ἴσως ὅσῳ περιστατικαί. αἱ δὲ κατὰ τὰς θεωρίας ἐνέργειαι αἱ μὲν καθ̓ ἕκαστα τάχα ἂν οἷον ἃς ζητήσας ἂν καὶ σκεψάμενος προφέροι: τὸ δὲ μέγιστον μάθημα πρόχειρον ἀεὶ καὶ μετ’ αὐτοῦ καὶ τοῦτο μᾶλλον, κἂν ἐν τῷ Φαλάριδος ταύρῳ λεγομένῳ ᾖ, ὃ μάτην λέγεται ἡδὺ δὶς ἢ καὶ πολλάκις λεγόμενον. ἐκεῖ μὲν γὰρ τὸ φθεγξάμενον τοῦτο αὐτό ἐστι τὸ ἐν τῷ ἀλγεῖν ὑπάρχον, ἐνταῦθα δὲ τὸ μὲν ἀλγοῦν ἄλλο, τὸ δὲ ἄλλο, ὃ συνὸν ἑαυτῷ, ἕως ἂν ἐξ ἀνάγκης συνῇ, οὐκ ἀπολελείψεται τῆς τοῦ ἀγαθοῦ ὅλου θέας.

Tampoco los actos serían impedidos por las fortunas, sino que unos se darían según unas fortunas y otros según otras, pero todos hermosos, y quizá más hermosos cuanto más difíciles las circunstancias. En cuanto a los actos que atañen a las contemplaciones, los particulares quizá serían los que [él] presentaría tras indagar y examinar; pero la enseñanza suprema está siempre a mano y con él, y más aún si estuviera en el llamado toro de Fálaris, del cual se dice en vano que es agradable, repitiéndolo dos veces o muchas. Pues allí quien habla es precisamente el que está en el dolor; aquí, en cambio, quien sufre es una cosa, y otra distinta la que, estando consigo misma, mientras por necesidad esté unida [al cuerpo], no será abandonada por la visión del Bien entero.✦

14

τὸ δὲ μὴ συναμφότερον εἶναι τὸν ἄνθρωπον καὶ μάλιστα τὸν σπουδαῖον μαρτυρεῖ καὶ ὁ χωρισμὸς ὁ ἀπὸ τοῦ σώματος καὶ ἡ τῶν λεγομένων ἀγαθῶν τοῦ σώματος καταφρόνησις. τὸ δὲ καθόσον ἀξιοῦν τὸ ζῷον τὴν εὐδαιμονίαν εἶναι γελοῖον εὐζωίας τῆς εὐδαιμονίας οὔσης, ἣ περὶ ψυχὴν συνίσταται, ἐνεργείας ταύτης οὔσης καὶ ψυχῆς οὐ πάσης — οὐ γὰρ δὴ τῆς φυτικῆς, ἵν’ ἂν καὶ ἐφήψατο σώματος: οὐ γὰρ δὴ τὸ εὐδαιμονεῖν τοῦτο ἦν σώματος μέγεθος καὶ εὐεξία — οὐδ’ αὖ ἐν τῷ αἰσθάνεσθαι εὖ, ἐπεὶ καὶ κινδυνεύσουσιν αἱ τούτων πλεονεξίαι βαρύνασαι πρὸς αὑτὰς φέρειν τὸν ἄνθρωπον. ἀντισηκώσεως δὲ οἷον ἐπὶ θάτερα πρὸς τὰ ἄριστα γενομένης μινύθειν [δεῖ] καὶ χείρω τὰ σώματα ποιεῖν, ἵνα δεικνύοιτο οὗτος ὁ ἄνθρωπος ἄλλος ἂν ἢ τὰ ἔξω. ὁ δὲ τῶν τῇδε ἄνθρωπος ἔστω καὶ καλὸς καὶ μέγας καὶ πλούσιος καὶ πάντων ἀνθρώπων ἄρχων ὡς ἂν ὢν τοῦδε τοῦ τόπου, καὶ οὐ φθονητέον αὐτῷ τῶν τοιούτων ἠπατημένῳ. περὶ δὲ σοφὸν ταῦτα ἴσως μὲν ἂν οὐδὲ τὴν ἀρχὴν γένοιτο, γενομένων δὲ ἐλαττώσει αὐτός, εἴπερ αὑτοῦ κήδεται. καὶ ἐλαττώσει μὲν καὶ μαρανεῖ ἀμελείᾳ τὰς τοῦ σώματος πλεονεξίας, ἀρχὰς δὲ ἀποθήσεται. σώματος δὲ ὑγίειαν φυλάττων οὐκ ἄπειρος νόσων εἶναι παντάπασι βουλήσεται: οὐδὲ μὴν οὐδὲ ἄπειρος εἶναι ἀλγηδόνων, ἀλλὰ καὶ μὴ γινομένων νέος ὢν μαθεῖν βουλήσεται, ἤδη δὲ ἐν γήρᾳ ὢν οὔτε ταύτας οὔτε ἡδονὰς ἐνοχλεῖν οὐδέ τι τῶν τῇδε οὔτε προσηνὲς οὔτε ἐναντίον, ἵνα μὴ πρὸς τὸ σῶμα βλέπῃ. γινόμενος δὲ ἐν ἀλγηδόσι τὴν πρὸς ταύτας αὐτῷ πεπορισμένην δύναμιν ἀντιτάξει οὔτε προσθήκην ἐν ταῖς ἡδοναῖς καὶ ὑγιείαις καὶ ἀπονίαις πρὸς τὸ εὐδαιμονεῖν λαμβάνων οὔτε ἀφαίρεσιν ἢ ἐλάττωσιν ταύτης ἐν τοῖς ἐναντίοις τούτων. τοῦ γὰρ ἐναντίου μὴ προστιθέντος τῷ αὐτῷ πῶς ἂν τὸ ἐναντίον ἀφαιροῖ;

Que el hombre, y sobre todo el sabio, no es el compuesto, lo atestiguan también la separación del cuerpo y el desprecio de los llamados bienes del cuerpo. Y pretender que la felicidad pertenezca al viviente en cuanto tal es ridículo, siendo la felicidad un bien vivir, que se constituye en el alma, siendo esto un acto, y no de toda alma —no, desde luego, de la vegetativa, de modo que alcanzara también al cuerpo: pues la felicidad no era esto, tamaño y buen estado del cuerpo—, ni tampoco consiste en sentir bien, pues los excesos de estas cosas corren el riesgo de pesar y de arrastrar al hombre hacia sí. Y, produciéndose como un contrapeso hacia el otro lado en favor de lo mejor, [hay que] disminuir y empeorar los cuerpos, para que se muestre que este hombre es distinto de lo exterior. Y el hombre de las cosas de aquí sea hermoso, grande, rico y gobernante de todos los hombres, como quien es de este lugar; y no hay que envidiarle tales cosas, engañado como está. Pero en el sabio esto quizá ni siquiera llegaría a darse, y si se diera, él mismo lo disminuirá, si se cuida de sí. Y disminuirá y marchitará con el descuido las ventajas del cuerpo, y depondrá los mandos. Y, guardando la salud del cuerpo, no querrá ser del todo inexperto en enfermedades; ni tampoco inexperto en dolores, sino que, aun sin que se den, siendo joven querrá conocerlos; pero, ya anciano, querrá que ni ellos ni los placeres ni nada de lo de aquí, ni agradable ni contrario, lo molesten, para no mirar hacia el cuerpo. Y cuando esté en dolores, les opondrá la fuerza que se ha procurado para ellos, sin recibir adición para la felicidad en los placeres, la salud y la ausencia de dolores, ni sustracción o disminución de ella en lo contrario de esto. Pues si lo contrario no añade a lo mismo, ¿cómo lo contrario habría de quitar?

15

ἀλλ’ εἰ δύο εἶεν σοφοί, τῷ δὲ ἑτέρῳ παρείη ὅσα κατὰ φύσιν λέγεται, τῷ δὲ τὰ ἐναντία, ἴσον φήσομεν τὸ εὐδαιμονεῖν αὐτοῖς παρεῖναι; φήσομεν, εἴπερ ἐπίσης σοφοί. εἰ δὲ καλὸς τὸ σῶμα ὁ ἕτερος καὶ πάντα τὰ ἄλλα ὅσα μὴ πρὸς σοφίαν μηδὲ ὅλως πρὸς ἀρετὴν καὶ τοῦ ἀρίστου θέαν καὶ τὸ ἄριστον εἶναι, τί τοῦτο ἂν εἴη; ἐπεὶ οὐδ’ αὐτὸς ὁ ταῦτα ἔχων σεμνυνεῖται ὡς μᾶλλον εὐδαίμων τοῦ μὴ ἔχοντος: οὐδὲ γὰρ ἂν πρὸς αὐλητικὸν τέλος ἡ τούτων πλεονεξία συμβάλλοιτο. ἀλλὰ γὰρ θεωροῦμεν τὸν εὐδαίμονα μετὰ τῆς ἡμετέρας ἀσθενείας φρικτὰ καὶ δεινὰ νομίζοντες, ἃ μὴ ἂν ὁ εὐδαίμων νομίσειεν: ἢ οὔπω οὔτε σοφὸς οὔτε εὐδαίμων εἴη μὴ τὰς περὶ τούτων φαντασίας ἁπάσας ἀλλαξάμενος καὶ οἷον ἄλλος παντάπασι γενόμενος πιστεύσας ἑαυτῷ, ὅτι μηδέν ποτε κακὸν ἕξει: οὕτω γὰρ καὶ ἀδεὴς ἔσται περὶ πάντα ἢ δειλαίνων περί τινα οὐ τέλειος πρὸς ἀρετήν, ἀλλὰ ἥμισύς τις ἔσται. ἐπεὶ καὶ τὸ ἀπροαίρετον αὐτῷ καὶ τὸ γινόμενον πρὸ κρίσεως δέος κἄν ποτε πρὸς ἄλλοις ἔχοντι γένηται, προσελθὼν ὁ σοφὸς ἀπώσεται καὶ τὸν ἐν αὑτῷ κινηθέντα οἷον πρὸς λύπας παῖδα καταπαύσει ἢ ἀπειλῇ ἢ λόγῳ: ἀπειλῇ δὲ ἀπαθεῖ, οἷον εἰ ἐμβλέψαντος σεμνὸν μόνον [ὁ] παῖς ἐκπλαγείη. οὐ μὴν διὰ ταῦτα ἄφιλος οὐδὲ ἀγνώμων ὁ τοιοῦτος: τοιοῦτος γὰρ καὶ περὶ αὑτὸν καὶ ἐν τοῖς ἑαυτοῦ. ἀποδιδοὺς οὖν ὅσα αὐτῷ καὶ τοῖς φίλοις φίλος ἂν εἴη μάλιστα μετὰ τοῦ νοῦν ἔχειν.

Pero si hubiera dos sabios, y a uno le estuvieran presentes todas las cosas llamadas conformes a la naturaleza y al otro las contrarias, ¿diremos que la felicidad está presente por igual en ambos? Lo diremos, si son sabios por igual. Y si uno es hermoso de cuerpo y tiene todo lo demás que no atañe a la sabiduría ni, en general, a la virtud, a la visión de lo mejor y a ser lo mejor, ¿qué sería esto? Pues ni siquiera el que lo tiene se enorgullecerá de ser más feliz que el que no lo tiene: tampoco, en efecto, el exceso de estas cosas contribuiría al fin del flautista. Pero contemplamos al feliz con nuestra propia debilidad, considerando espantoso y terrible lo que el feliz no consideraría así; o, si no, no sería aún ni sabio ni feliz, si no ha cambiado todas las representaciones acerca de esas cosas y, hecho como otro por completo, no confía en que jamás tendrá mal alguno: pues así estará sin temor ante todo; o, si teme ante algo, no será perfecto en la virtud, sino a medias. Pues incluso el temor involuntario y el que se produce antes del juicio, si alguna vez le sobreviene cuando está ocupado en otras cosas, el sabio, acercándose, lo apartará y calmará, con amenaza o con razón, al niño que se agitó en él como ante penas; con una amenaza impasible, como si a un [niño] le bastara una mirada severa para asustarlo. Con todo, no por esto tal hombre es sin amistad ni insensible: pues es así consigo mismo y en lo suyo. Dando, pues, lo debido a sí mismo y a los amigos, sería amigo en grado sumo, además de tener inteligencia.

16

εἰ δέ τις μὴ ἐνταῦθα ἐν τῷ νῷ τούτῳ ἄρας θήσει τὸν σπουδαῖον, κατάγοι δὲ πρὸς τύχας καὶ ταύτας φοβήσεται περὶ αὐτὸν γενέσθαι, οὔτε σπουδαῖον τηρήσει, οἷον ἀξιοῦμεν εἶναι, ἀλλ’ ἐπιεικῆ ἄνθρωπον καὶ μικτὸν ἐξ ἀγαθοῦ καὶ κακοῦ διδοὺς μικτὸν βίον ἔκ τινος ἀγαθοῦ καὶ κακοῦ ἀποδώσει τῷ τοιούτῳ, καὶ οὐ ῥᾴδιον γενέσθαι. ὃς εἰ καὶ γένοιτο, οὐκ ἂν ὀνομάζεσθαι εὐδαίμων εἴη ἄξιος οὐκ ἔχων τὸ μέγα οὔτε ἐν ἀξίᾳ σοφίας οὔτε ἐν καθαρότητι ἀγαθοῦ. οὐκ ἔστιν οὖν ἐν τῷ κοινῷ εὐδαιμόνως ζῆν. ὀρθῶς γὰρ καὶ Πλάτων ἐκεῖθεν ἄνωθεν τὸ ἀγαθὸν ἀξιοῖ λαμβάνειν καὶ πρὸς ἐκεῖνο βλέπειν τὸν μέλλοντα σοφὸν καὶ εὐδαίμονα ἔσεσθαι καὶ ἐκείνῳ ὁμοιοῦσθαι καὶ κατ’ ἐκεῖνο ζῆν. τοῦτο οὖν δεῖ ἔχειν μόνον πρὸς τὸ τέλος, τὰ δ’ ἄλλα, ὡς ἂν καὶ τόπους μεταβάλλοι οὐκ ἐκ τῶν τόπων προσθήκην πρὸς τὸ εὐδαιμονεῖν ἔχων, ἀλλ’ ὡς στοχαζόμενος καὶ τῶν ἄλλων περικεχυμένων αὐτόν, οἷον εἰ ὡδὶ κατακείσεται ἢ ὡδί, διδοὺς μὲν τούτῳ ὅσα πρὸς τὴν χρείαν καὶ δύναται, αὐτὸς δὲ ὢν ἄλλος οὐ κωλυόμενος καὶ τοῦτον ἀφεῖναι, καὶ ἀφήσων δὲ ἐν καιρῷ φύσεως, κύριος δὲ καὶ αὐτὸς ὢν τοῦ βουλεύσασθαι περὶ τούτου. ὥστε αὐτῷ τὰ ἔργα τὰ μὲν πρὸς εὐδαιμονίαν συντείνοντα ἔσται, τὰ δὲ οὐ τοῦ τέλους χάριν καὶ ὅλως οὐκ αὐτοῦ ἀλλὰ τοῦ προσεζευγμένου, οὗ φροντιεῖ καὶ ἀνέξεται, ἕως δυνατόν, οἱονεὶ μουσικὸς λύρας, ἕως οἷόν τε χρῆσθαι: εἰ δὲ μή, ἄλλην ἀλλάξεται, ἢ ἀφήσει τὰς λύρας χρήσεις καὶ τοῦ εἰς λύραν ἐνεργεῖν ἀφέξεται ἄλλο ἔργον ἄνευ λύρας ἔχων καὶ κειμένην πλησίον περιόψεται ᾅδων ἄνευ ὀργάνων. καὶ οὐ μάτην αὐτῷ ἐξ ἀρχῆς τὸ ὄργανον ἐδόθη: ἐχρήσατο γὰρ αὐτῷ ἤδη πολλάκις.

Pero si alguien no pone aquí al sabio, elevado en este intelecto, sino que lo hace descender a las fortunas y teme que estas le ocurran, no conservará al sabio tal como pretendemos que sea, sino que presentará a un hombre honesto, mezcla de bien y de mal, y a tal hombre le atribuirá una vida mezclada de algún bien y algún mal, y no es fácil que llegue a darse. Y aun si se diera, no sería digno de ser llamado feliz, al no tener lo grande ni en el valor de la sabiduría ni en la pureza del bien. No es posible, pues, vivir felizmente en lo común. Pues con razón también Platón pide que se tome el bien de allí, de arriba, y que mire hacia aquello quien vaya a ser sabio y feliz, y se asemeje a aquello y viva según aquello. Esto solo debe tener respecto del fin; en cuanto a lo demás, aunque cambie de lugares, no obtiene de los lugares adición alguna para la felicidad, sino que lo trata como quien conjetura y [está] rodeado de lo demás, por ejemplo si yacerá aquí o allí, dando a este [cuerpo] cuanto es necesario y puede, pero siendo él mismo otro, sin que se le impida dejar también a este, y que lo dejará en el momento [fijado] por la naturaleza, siendo él mismo dueño de deliberar sobre ello. De modo que sus obras unas tenderán a la felicidad, y otras no serán por causa del fin y, en general, no serán de él, sino de lo que le está uncido, de lo cual se cuidará y que soportará mientras sea posible, como un músico su lira, mientras se pueda usarla; si no, la cambiará por otra, o dejará los usos de la lira y se abstendrá de actuar con la lira, teniendo otra obra sin lira, y la verá yacer cerca mientras canta sin instrumentos. Y no en vano le fue dado el instrumento desde el principio: pues ya lo usó muchas veces.✦

Fuente del texto original: Texto griego: edición de R. Volkmann (Leipzig, Teubner, 1883–1884, dominio público), transcripción digital de Open Greek and Latin (First1KGreek), CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.