Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa Mis notas EN
‹ Plotino: Enéadas
Filosofía y hermetismo · Plotino: Enéadas

Enéada III, 3 · Sobre la providencia, segundo

ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΔΕΥΤΕΡΟΝ

1

Τί τοίνυν δοκεῖ περὶ τούτων; ἢ καὶ τὰ πονηρὰ καὶ τὰ χρηστὰ λόγος περιείληφεν ὁ πᾶς, οὗ μέρη καὶ ταῦτα: οὐ γὰρ ὁ πᾶς λόγος γεννᾷ ταῦτα, ἀλλ’ ὁ πᾶς ἐστι μετὰ τούτων. ψυχῆς γάρ τινος πάσης ἐνέργεια οἱ λόγοι, τῶν δὲ μερῶν τὰ μέρη: μιᾶς δὲ διάφορα ἐχούσης μέρη ἀνὰ λόγον καὶ οἱ λόγοι, ὥστε καὶ τὰ ἔργα ἔσχατα ὄντα γεννήματα. σύμφωνοι δὲ αἵ τε ψυχαὶ πρὸς ἀλλήλας τά τε ἔργα: σύμφωνα δὲ οὕτως, ὡς ἓν ἐξ αὐτῶν, καὶ εἰ ἐξ ἐναντίων. ἐκ γὰρ ἑνός τινος ὁρμηθέντα πάντα εἰς ἓν συνέρχεται φύσεως ἀνάγκῃ, ὥστε καὶ διάφορα ἐκφύντα καὶ ἐναντία γενόμενα τῷ ἐξ ἑνὸς εἶναι συνέλκεται ὅμως εἰς σύνταξιν μίαν. ὥσπερ γὰρ καὶ ἐφ̓ ἑκάστων ζῴων: [οἷον] ἓν ἵππων γένος, κἂν μάχωνται κἂν δάκνωσιν ἀλλήλους κἂν φιλονεικῶσι κἂν ζήλῳ θυμῶνται, καὶ τὰ ἄλλα καθ̓ ἓν γένη ὡσαύτως: καὶ δὴ οὕτω καὶ ἀνθρώπους θετέον. συναπτέον τοίνυν αὖ πάλιν πάντα τὰ εἴδη ταῦτα εἰς ἓν τὸ ζῴων γένος: εἶτα καὶ τὰ μὴ ζῷα κατ’ εἴδη αὖ: εἶτα εἰς ἓν τὸ μὴ ζῷον: εἶτα ὁμοῦ, εἰ βούλει, εἰς τὸ εἶναι: εἶτα εἰς τὸ παρέχον τὸ εἶναι. καὶ πάλιν ἐπὶ τούτῳ ἐκδήσας κατάβαινε διαιρῶν καὶ σκιδνάμενον τὸ ἓν ὁρῶν τῷ ἐπὶ πάντα φθάνειν καὶ ὁμοῦ περιλαμβάνειν ἐν συντάξει μιᾷ, ὡς διακεκριμένον ἓν εἶναι ζῷον πολὺ ἑκάστου πράττοντος τῶν ἐν αὐτῷ τὸ κατὰ φύσιν τὴν ἑαυτοῦ ἐν αὐτῷ τῷ ὅλῳ ὅμως ὄντος, οἷον πυρὸς μὲν καίοντος, ἵππου [δὲ] τὰ ἵππου ἔργα: ἄνθρωποι δὲ τὰ αὑτῶν ἕκαστοι ᾗ πεφύκασι καὶ διάφορα οἱ διάφοροι. καὶ ἕπεται κατὰ τὰς φύσεις καὶ τὰ ἔργα καὶ τῷ ζῆν τὸ εὖ καὶ τὸ κακῶς.

¿Qué parece, entonces, acerca de estas cosas? ¿Acaso la razón universal ha abarcado tanto las cosas malas como las buenas, siendo también estas partes de ella? Pues no es la razón total la que engendra estas cosas, sino que la razón total existe con ellas. Pues las razones son el acto de un alma, de toda alma, y las [razones] de las partes lo son de las partes [del alma]. Y cuando una sola alma tiene partes diferentes, las razones son proporcionales, de modo que también lo son las obras, que son los últimos engendrados. Y concuerdan entre sí las almas y las obras, y concuerdan de tal modo que de ellas resulta una sola cosa, aunque [resulte] de contrarios. Pues todo lo que ha partido de un cierto uno converge en uno por necesidad de la naturaleza, de modo que, aun habiendo brotado diferente y habiéndose hecho contrario, por proceder de uno es arrastrado a pesar de todo a un solo orden. Pues, como en cada uno de los animales, [por ejemplo] hay un solo género de caballos, aunque luchen, se muerdan, rivalicen y se enfurezcan de celos, y así igualmente los demás géneros, cada uno según uno, así también hay que plantear a los hombres. Hay que juntar, pues, a su vez todas estas especies en un solo género, el de los animales; luego, también las cosas que no son animales, por especies; luego en un único [género], el de lo no animal; luego todo junto, si quieres, en el ser; luego en lo que proporciona el ser. Y de nuevo, una vez atado a esto, desciende dividiendo y viendo cómo lo uno se dispersa al llegar a todas las cosas y abarcarlas juntas en un solo orden, de modo que, aun estando diferenciado, sea un solo animal múltiple, en el que cada una de las cosas que hay en él hace lo conforme a su propia naturaleza, estando sin embargo dentro del todo mismo: el fuego, por ejemplo, quema, y el caballo [en cambio] hace las obras del caballo; y los hombres, cada uno las suyas según su naturaleza, y diferentes los que son diferentes. Y conforme a las naturalezas y a las obras siguen también, en el vivir, el bien y el mal.✦

2

αἱ δὲ συντυχίαι οὐ κύριαι τοῦ εὖ, ἀκολουθοῦσι δὲ καὶ αὗται συμφώνως τοῖς πρὸ αὐτῶν καὶ ἴασιν ἀκολουθίᾳ ἐμπλακεῖσαι. συμπλέκει δὲ πάντα τὸ ἡγούμενον συμφερομένων τῶν ἐφ̓ ἑκάτερα κατὰ φύσιν, οἷον ἐν στρατηγίαις ἡγουμένου μὲν τοῦ στρατηγοῦ, συμπνεόντων δὲ τῶν συντεταγμένων. ἐτάχθη δὲ τὸ πᾶν προνοίᾳ στρατηγικῇ ὁρώσῃ καὶ τὰς πράξεις καὶ τὰ πάθη καὶ ἃ δεῖ παρεῖναι, σιτία καὶ ποτὰ καὶ δὴ καὶ ὅπλα πάντα καὶ μηχανήματα, καὶ ὅσα ἐξ αὐτῶν συμπλεκομένων προεώραται, ἵνα τὸ ἐκ τούτων συμβαῖνον ἔχῃ χώραν τοῦ τεθῆναι εὖ, καὶ ἐλήλυθε πάντα τρόπον τινὰ εὐμήχανον παρὰ τοῦ στρατηγοῦ, καίτοι ἔξωθεν ἦν ὅσα ἔμελλον δράσειν οἱ ἐναντίοι οὐδὲ οἷόν τε ἦν κἀκείνου ἄρχειν τοῦ στρατοπέδου. εἰ δὲ δὴ ὁ μέγας ηγεμὼν εἴη, ὑφ̓ ᾧ πάντα, τί ἂν ἀσύντακτον, τί δὲ οὐκ ἂν συνηρμοσμένον εἴη;

Las circunstancias fortuitas no son dueñas del bien; también ellas siguen en concordancia a lo que las precede y avanzan entrelazadas en la consecuencia. Todo lo entrelaza lo que dirige, concurriendo conforme a la naturaleza las cosas de uno y otro lado, como en las campañas militares, en que dirige el general y los que están bajo su mando respiran al unísono. El todo fue ordenado por una providencia estratégica que ve las acciones y las afecciones y lo que debe estar presente: alimentos, bebidas y también todas las armas y máquinas, y cuanto de ellas, al entrelazarse, ha sido previsto, para que lo que resulte de esto tenga lugar donde ser bien dispuesto; y todo ha llegado de algún modo bien ideado por parte del general, aunque estuviera fuera lo que iban a hacer los adversarios y no fuera posible mandar también aquel ejército. Pero si hay un gran jefe, bajo el cual está todo, ¿qué podría quedar sin orden y qué no estaría ajustado?

3

καὶ γὰρ εἰ ἐγὼ κύριος τοῦ τάδε ἑλέσθαι ἢ τάδε, ἀλλὰ αἱρέσει συντέτακται, ὅτι μὴ ἐπεισόδιον τὸ σὸν τῷ παντί, ἀλλ’ ἠρίθμησαι ὁ τοιόσδε. ἀλλὰ πόθεν ὁ τοιόσδε; ἔστι δὲ δύο, ἃ ὁ λόγος ζητεῖ, τὸ μέν, εἰ ἐπὶ τὸν ποιήσαντα, εἴ τις ἐστίν, ἀνενεγκεῖν δεῖ τοῦ ποιοῦ τοῦ ἐν τοῖς ἤθεσιν ἑκάστου τὴν αἰτίαν, ἢ ἐπὶ τὸ γενόμενον αὐτό, ἢ ὅλως οὐκ αἰτιατέον, ὥσπερ οὐδὲ ἐπὶ φυτῶν γενέσεως, ὅτι μὴ αἰσθάνεται, ἢ ἐπὶ ζῴων τῶν ἄλλων, ὅτι μὴ ὡς ἄνθρωποι ἔχουσι: ταὐτὸν γὰρ τοῦτο τῷ διὰ τί ἄνθρωποι οὐχ ὅπερ θεοί: διὰ τί γὰρ ἐνταῦθα οὔτε αὐτὰ οὔτε τὸν ποιήσαντα εὐλόγως αἰτιώμεθα, ἐπὶ δὲ ἀνθρώπων, ὅτι μὴ κρεῖττον ἢ τοῦτο; εἰ μὲν γάρ, ὅτι ἐδύνατο τοῦτο κάλλιον εἶναι, εἰ μὲν παῤ αὑτοῦ προστιθέντος τι εἰς τὸ κρεῖττον, αὐτὸς αἴτιος ἑαυτῷ ὁ μὴ ποιήσας: εἰ δὲ μὴ παῤ αὑτοῦ, ἀλλ’ ἔδει ἔξωθεν προσεῖναι παρὰ τοῦ γεννητοῦ, ἄτοπος ὁ τὸ πλέον ἀπαιτῶν τοῦ δοθέντος, ὥσπερ εἰ καὶ ἐπὶ τῶν ἄλλων ζῴων ἀπαιτοῖ καὶ τῶν φυτῶν. δεῖ γὰρ οὐ ζητεῖν, εἰ ἔλαττον ἄλλου, ἀλλ’ εἰ ὡς αὐτὸ αὐτάρκως: οὐ γὰρ πάντα ἴσα ἔδει. ἆῤ οὖν μετρήσαντος αὐτοῦ προαιρέσει τοῦ μὴ δεῖν πάντα ἴσα; οὐδαμῶς: ἀλλ’ οὕτω κατὰ φύσιν εἶχε γενέσθαι. ἀκόλουθος γὰρ οὗτος ὁ λόγος ψυχῇ ἄλλῃ, ἀκόλουθος δὲ ψυχὴ αὕτη νῷ, νοῦς δὲ οὐ τούτων τι ἕν, ἀλλὰ πάντα: τὰ δὲ πάντα πολλά: πολλὰ δὲ ὄντα καὶ οὐ ταὐτὰ τὰ μὲν πρῶτα, τὰ δὲ δεύτερα, τὰ δὲ ἐφεξῆς καὶ τῇ ἀξίᾳ ἔμελλεν εἶναι. καὶ τοίνυν καὶ τὰ γενόμενα ζῷα οὐ ψυχαὶ μόνον, ἀλλὰ ψυχῶν ἐλαττώσεις, οἷον ἐξιτήλων ἤδη προιόντων. ὁ γὰρ τοῦ ζῴου λόγος, κἂν ἔμψυχος ᾖ, ἑτέρα ψυχή, οὐκ ἐκείνη, ἀφ̓ ἧς ὁ λόγος, καὶ ὁ σύμπας οὗτος ἐλάττων δὴ γίνεται σπεύδων εἰς ὕλην καὶ τὸ γενόμενον ἐξ αὐτοῦ ἐνδεέστερον. σκόπει δὴ ὅσον ἀφέστηκε τὸ γενόμενον καὶ ὅμως ἐστὶ θαῦμα. οὐ τοίνυν, εἰ τοιοῦτον τὸ γενόμενον, καὶ τὸ πρὸ αὐτοῦ τοιοῦτον: ἔστι γὰρ παντὸς κρεῖττον τοῦ γενομένου καὶ ἔξω αἰτίας καὶ μᾶλλον θαυμάσαι, ὅτι ἔδωκέ τι μεθ̓ αὑτὸ καὶ τὰ ἴχνη αὐτοῦ τοιαῦτα. εἰ δὲ δὴ καὶ πλέον ἔδωκεν ἢ ὅσον ἔχουσι κτήσασθαι, ἔτι μᾶλλον ἀποδεκτέον: ὥστε κινδυνεύειν τὴν αἰτίαν ἐπὶ τοὺς γενομένους ἰέναι, τὸ δὲ τῆς προνοίας μειζόνως ἔχειν.

Pues aun si yo soy dueño de escoger esto o aquello, sin embargo [mi acción] está coordinada con la elección, porque lo tuyo no es un episodio añadido al todo, sino que has sido contado como el que eres. Pero ¿de dónde viene el ser tal? Son dos las cosas que busca el argumento. La una: si hay que remitir al que lo hizo, si es que hay alguno, la causa de la cualidad que hay en los caracteres de cada uno, o a lo generado mismo, o si no hay que hacer responsable a nadie, como tampoco en la generación de las plantas, porque no sienten, ni en la de los demás animales, porque no tienen lo que tienen los hombres. Pues esto es lo mismo que preguntar por qué los hombres no son lo que los dioses. ¿Por qué, pues, aquí no acusamos con razón ni a ellos ni al que los hizo, y en el caso de los hombres sí, porque no son algo mejor que esto? Pues si es porque esto podía ser más bello: si [podía serlo] añadiendo él mismo algo de su parte hacia lo mejor, entonces él es causa de sí mismo por no haberlo hecho; pero si no de su parte, sino que debía añadirse desde fuera por obra del generador, es absurdo el que exige más de lo dado, como si lo exigiera también de los demás animales y de las plantas. Pues no hay que indagar si es menos que otro, sino si es suficiente como lo que es; pues no era necesario que todas las cosas fueran iguales. ¿Acaso, entonces, [es así] porque él [el generador] midió por decisión que no hacía falta que todo fuera igual? De ningún modo, sino que por naturaleza así correspondía que se generase. Pues esta razón es consecuente con otra alma, y esta alma es consecuente con el Intelecto, y el Intelecto no es uno de estos, sino todos; y los todos son muchos; y siendo muchos y no los mismos, unos habían de ser primeros, otros segundos, otros siguientes, también en dignidad. Y así los animales generados no son solo almas, sino mermas de almas, como [cosas] que proceden ya desvaídas. Pues la razón del animal, aunque esté animada, es otra alma, no aquella de la que procede la razón, y todo este [proceso] se hace menor al apresurarse hacia la materia, y lo generado a partir de él, más deficiente. Considera cuánto se ha alejado lo generado, y sin embargo es admirable. Así pues, si lo generado es tal, no por eso lo que lo precede es tal; pues es mejor que todo lo generado y queda fuera de toda culpa, y más bien hay que admirarse de que haya dado algo tras sí y de que sus huellas sean tales. Y si dio incluso más de lo que ellos pueden adquirir, aún más hay que aceptarlo; de modo que la responsabilidad corre el riesgo de recaer sobre los generados, y lo que toca a la providencia, de ser mayor.

4

ἁπλοῦ μὲν γὰρ ὄντος τοῦ ἀνθρώπου — λέγω δὲ ἁπλοῦ ὡς τοῦτο ὃ πεποίηται μόνον ὄντος καὶ κατὰ ταὐτὰ ποιοῦντος καὶ πάσχοντος — ἀπῆν [ἂν] αἰτία ἡ κατὰ τὴν ἐπιτίμησιν, ὥσπερ ἐπὶ τῶν ζῴων τῶν ἄλλων. νῦν δὲ ἄνθρωπος μόνον ἐν ψόγῳ ὁ κακὸς καὶ τοῦτο ἴσως εὐλόγως. οὐ γὰρ μόνον ὃ πεποίηταί ἐστιν, ἀλλ’ ἔχει ἀρχὴν ἄλλην ἐλευθέραν οὐκ ἔξω τῆς προνοίας οὖσαν οὐδὲ τοῦ λόγου τοῦ ὅλου: οὐ γὰρ ἀπήρτηται ἐκεῖνα τούτων, ἀλλ’ ἐπιλάμπει τὰ κρείττω τοῖς χείροσι καὶ ἡ τελεία πρόνοια τοῦτο: καὶ λόγος ὁ μὲν ποιητικός, ὁ δὲ συνάπτων τὰ κρείττω τοῖς γενομένοις, κἀκεῖνα πρόνοια ἡ ἄνωθεν, ἡ δὲ ἀπὸ τῆς ἄνω, ὁ ἕτερος λόγος συνημμένος ἐκείνῳ, καὶ γίνεται ἐξ ἀμφοῖν πᾶν πλέγμα καὶ πρόνοια ἡ πᾶσα. ἀρχὴν μὲν οὖν ἔχουσιν ἄλλην ἄνθρωποι, οὐ πάντες δὲ πᾶσιν οἷς ἔχουσι χρῶνται, ἀλλ’ οἱ μὲν τῇ ἑτέρᾳ, οἱ δὲ τῇ ἑτέρᾳ ἢ ταῖς ἑτέραις ταῖς χείροσι χρῶνται. πάρεισι δὲ κἀκεῖναι οὐκ ἐνεργοῦσαι εἰς αὐτούς, οὔτοι γε αὐταὶ ἀργοῦσαι: πράττει γὰρ ἕκαστον τὸ ἑαυτοῦ. ἀλλ’ εἰς τούτους οὐκ ἐνεργοῦσιν αἰτίᾳ τίνος, εἴποι τις ἄν, παροῦσαι; ἢ οὐ πάρεισι. καίτοι πάντη φαμὲν παρεῖναι καὶ οὐδὲν ἔρημον. ἢ οὐ τούτοις, ἐν οἷς μὴ εἰς αὐτοὺς ἐνεργεῖ. διὰ τί οὖν οὐκ ἐνεργεῖ εἰς πάντας, εἴπερ μέρη καὶ ταῦτα αὐτῶν; λέγω δὲ τὴν ἀρχὴν τὴν τοιαύτην. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ζῴων οὐκ αὐτῶν ἡ ἀρχὴ αὕτη, ἐπὶ δὲ ἀνθρώπων οὐκ ἐπὶ πάντων. ἆῤ οὖν οὐκ ἐπὶ πάντων οὐ μόνον ἥδε; ἀλλὰ διὰ τί οὐ μόνη; ἐφ̓ ὧν δὲ μόνη καὶ κατὰ ταύτην τὸ ζῆν, τὰ δ’ ἄλλα ὅσον ἀνάγκη. εἴτε γὰρ ἡ σύστασις τοιαύτη, ὡς οἷον εἰς θολερὸν ἐμβάλλειν, εἴτε ἐπιθυμίαι κρατοῦσιν, ὅμως ἀνάγκη λέγειν ἐν τῷ ὑποκειμένῳ τὸ αἴτιον εἶναι. ἀλλὰ πρῶτον μὲν δόξει οὐκέτι ἐν τῷ λόγῳ, ἀλλὰ μᾶλλον ἐν τῇ ὕλῃ, καὶ ἡ ὕλη, οὐχ ὁ λόγος κρατήσει, εἶτα τὸ ὑποκείμένον ὡς πέπλασται. ἢ τὸ ὑποκείμενον τῇ ἀρχῇ ὁ λόγος ἐστὶ καὶ τὸ ἐκ τοῦ λόγου γενόμενον καὶ ὂν κατὰ τὸν λόγον: ὥστε οὐχ ἡ ὕλη κρατήσει, εἶτα ἡ πλάσις. καὶ τὸ τοιόνδε εἶναι ἐπὶ τὴν προτέραν βιοτὴν [ἂν] ἀνάγοι τις, οἷον γινομένου ἐκ τῶν προτέρων ἀμυδροῦ ὡς πρὸς τὸν πρὸ αὐτοῦ τοῦ λόγου: οἷον ψυχῆς ἀσθενεστέρας γενομένης, ὕστερον δὲ καὶ ἐκλάμψει. καὶ ὁ λόγος δὲ λεγέσθω ἔχειν καὶ τὸν λόγον αὖ ἐν αὑτῷ τῆς ὕλης, ἣν αὑτῷ ἐργάσεται ποιώσας καθ̓ αὑτὸν τὴν ὕλην ἢ σύμφωνον εὑρών. οὐ γὰρ ὁ τοῦ βοὸς λόγος ἐπ’ ἄλλης ἢ βοὸς ὕλης: ὅθεν καὶ εἰς τὰ ἄλλα ζῷά φησιν εἰσκρίνεσθαι οἷον ἄλλης τῆς ψυχῆς γενομένης καὶ ἑτεροιωθέντος τοῦ λόγου, ἵνα γένηται ψυχὴ βοός, ἣ πρότερον ἦν ἄνθρωπος: ὥστε κατὰ δίκην ὁ χείρων. ἀλλ’ ἐξ ἀρχῆς διὰ τί ὁ χείρων ἐγένετο καὶ πῶς ἐσφάλη; [ἢ] πολλάκις εἴρηται ὡς οὐ πρῶτα πάντα, ἀλλ’ ὅσα δεύτερα καὶ τρίτα ἐλάττω τὴν φύσιν τῶν πρὸ αὐτῶν ἔχει, καὶ σμικρὰ ῥοπὴ ἀρκεῖ εἰς ἔκβασιν τοῦ ὀρθοῦ. καὶ ἡ συμπλοκὴ δὲ ἡ πρὸς ἄλλο ἄλλου ὥσπερ τις σύγκρασίς ἐστιν ἑτέρου ἐξ ἀμφοῖν γενομένου, καὶ οὐκ ὄντος ἠλάττωσεν, ἀλλὰ ἐγένετο ἐξ ἀρχῆς ἔλαττον τὸ ἔλαττον, καὶ ἔστιν ὃ ἐγένετο κατὰ φύσιν τὴν αὑτοῦ ἔλαττον, καί, εἰ τὸ ἀκόλουθον πάσχει, πάσχει τὸ κατ’ ἀξίαν. καὶ εἰς τὰ προβεβιωμένα δὲ ἀναπέμπειν δεῖ τὸν λογισμὸν ὡς κἀκεῖθεν ἠρτημένων τῶν ἐφεξῆς.

Pues si el hombre fuera simple —y llamo simple al que es solo lo que ha sido hecho y actúa y padece siempre de la misma manera—, no habría causa para la censura, como en los demás animales. Pero ahora, entre los animales, solo el hombre malo está bajo reproche, y esto quizá con razón. Pues no es solo lo que ha sido hecho, sino que tiene otro principio, libre, que no está fuera de la providencia ni de la razón del todo; pues aquellas cosas no están separadas de estas, sino que las mejores iluminan a las peores, y esto es la providencia perfecta. Y hay una razón productiva, y otra que une lo mejor con lo generado; y aquellas cosas son la providencia de arriba, y la que viene de la de arriba es la otra razón, ligada a aquella; y de ambas resulta todo el entramado, y la providencia entera. Principio otro, pues, tienen los hombres, pero no todos usan de todo lo que tienen, sino que unos usan de uno, otros de otro, o de otros peores. Y también aquellos [principios] están presentes sin actuar en ellos, aunque no están ociosos ellos mismos: pues cada uno hace lo suyo. Pero ¿por qué causa, diría alguien, no actúan en estos, estando presentes? ¿O no están presentes? Y sin embargo decimos que están presentes por todas partes y que nada queda desierto. O bien: no están presentes para estos, en quienes no actúan. ¿Por qué entonces no actúa en todos, si también estas cosas son partes de ellos? Hablo del principio de tal clase. Pues en los demás animales este principio no es de ellos mismos, y en los hombres no [lo es] en todos. ¿Acaso, entonces, no en todos [es] no solo este? Pero ¿por qué no solo? [Hay aquellos] en quienes es solo [este], y el vivir es conforme a él, y las demás cosas [están] en cuanto es necesario. Pues sea que la constitución es tal, como si [uno] cayera en [agua] turbia, sea que dominan los deseos, es necesario decir que la causa está en el sustrato. Pero primero parecerá que ya no está en la razón, sino más bien en la materia, y que domina la materia y no la razón; luego, [que está] en el sustrato tal como ha sido modelado. O bien el sustrato, respecto del principio, es la razón, y lo que ha sido generado a partir de la razón y es conforme a la razón; de modo que no dominará la materia, ni luego la modelación. Y el ser tal podría remitirse a la vida anterior, como si lo que viene de lo anterior se volviera opaco respecto de la razón que lo precede; como si el alma se hubiera hecho más débil, pero luego también resplandecerá. Y dígase que la razón tiene a su vez en sí la razón de la materia, a la que trabajará para sí, cualificando la materia conforme a sí misma o encontrándola concorde. Pues la razón del buey no [está] sobre otra materia que la del buey; de ahí que se diga que [las almas] son admitidas en los demás animales, como si el alma se hubiera hecho otra y la razón se hubiera alterado, para que se haga alma de buey la que antes era hombre; de modo que el peor [lo es] conforme a justicia. Pero desde el principio, ¿por qué se hizo peor y cómo falló? Muchas veces se ha dicho que no todas las cosas son primeras, sino que cuantas son segundas y terceras tienen una naturaleza menor que la de las anteriores, y una pequeña inclinación basta para desviarse de lo recto. Y la trabazón de una cosa con otra es como una mezcla, al resultar de ambas otra cosa; y [lo anterior] no disminuyó [a algo] que ya existiera, sino que desde el principio lo menor se hizo menor, y lo que fue hecho es menor conforme a su propia naturaleza, y, si padece lo consecuente, padece lo conforme a su dignidad. Y hay que remitir el cálculo también a las vidas pasadas, como si de allí dependieran las cosas siguientes.✦

5

γίνεται τοίνυν ἡ πρόνοια ἐξ ἀρχῆς εἰς τέλος κατιοῦσα ἄνωθεν οὐκ ἴση οἷον κατ’ ἀριθμόν, ἀλλὰ κατὰ ἀναλογίαν ἄλλη ἐν ἄλλῳ τόπῳ, ὥσπερ ἐπὶ ζῴου ἑνὸς εἰς ἔσχατον ἐξ ἀρχῆς ἠρτημένου ἑκάστου τὸ οἰκεῖον ἔχοντος, τοῦ μὲν βελτίονος τὸ βέλτιον τῆς ἐνεργείας, τοῦ δὲ πρὸς τὸ κάτω ἤδη, ἐνεργοῦντός τε αὐτοῦ καὶ πάσχοντος τὰ ὅσα αὐτῷ οἰκεῖα παθήματα πρὸς αὐτό τε καὶ πρὸς τὴν σύνταξιν τὴν πρὸς ἄλλο. καὶ δὴ καὶ οὑτωσὶ πληγέντα οὕτως ἐφθέγξατο τὰ φωνήεντα, τὰ δὲ σιωπῇ πάσχει καὶ κινεῖται τὰ ἀκόλουθα, καὶ ἐκ τῶν φθόγγων ἁπάντων καὶ ἐκ τῶν παθημάτων καὶ ἐνεργημάτων μία τοῦ ζῴου οἷον φωνὴ καὶ ζωὴ καὶ βίος. καὶ γὰρ καὶ τὰ μόρια διάφορα ὄντα καὶ διάφορον τὴν ἐνέργειαν ἔχοντα: ἄλλο γὰρ ποιοῦσι πόδες, ὀφθαλμοὶ δ’ ἄλλο, διάνοια δὲ ἄλλο καὶ νοῦς ἄλλο. ἓν δὲ ἐκ πάντων καὶ πρόνοια μία: εἱμαρμένη δὲ ἀπὸ τοῦ χείρονος ἀρξαμένη, τὸ δὲ ὑπεράνω πρόνοια μόνον. τὰ μὲν γὰρ ἐν τῷ κόσμῳ τῷ νοητῷ πάντα λόγος καὶ ὑπὲρ λόγον: νοῦς γὰρ καὶ ψυχὴ καθαρά: τὸ δὲ ἐντεῦθεν ἤδη ὅσον μὲν ἔρχεται ἐκεῖθεν πρόνοια καὶ ὅσον ἐν ψυχῇ καθαρᾷ καὶ ὅσον ἐντεῦθεν εἰς τὰ ζῷα. ἔρχεται δὲ μεριζόμενος ὁ λόγος οὐκ ἴσα ὅθεν οὐδὲ ἴσα ποιεῖ, ὥσπερ καὶ ἐν ζῴῳ ἑκάστῳ. τὸ δὲ ἐντεῦθεν ἤδη ἀκόλουθα μὲν τὰ δρώμενα καὶ προνοίᾳ ἑπόμενα, εἴ τις δρῴη θεοῖς φίλα: ἦν γὰρ θεοφιλὴς ὁ λόγος ὁ προνοίας. συνείρεται μὲν οὖν καὶ τὰ τοιαῦτα τῶν ἔργων, πεποίηται δὲ οὐ προνοίᾳ, ἀλλὰ γενόμενα ἢ παρὰ ἀνθρώπων ἢ παρὰ ὁτουοῦν ἢ ζῴου ἢ ἀψύχου ʽτὰ γενόμενἀ, εἴ τι ἐφεξῆς τούτοις χρηστόν, πάλιν κατείληπται προνοίᾳ, ὡς πανταχοῦ ἀρετὴν κρατεῖν καὶ μετατιθεμένων καὶ διορθώσεως τυγχανόντων τῶν ἡμαρτημένων, οἷον [εἰ] ἐν ἑνὶ σώματι ὑγιείας δοθείσης κατὰ πρόνοιαν τοῦ ζῴου γενομένης τομῆς ἢ ὅλως τραύματος πάλιν ἐφεξῆς ὁ λόγος ὁ διοικῶν συνάπτοι καὶ συνάγοι καὶ ἰῷτο καὶ διορθοῖτο τὸ πονῆσαν. ὥστε τὰ κακὰ ἑπόμενα εἶναι, ἐξ ἀνάγκης δέ: καὶ γὰρ παῤ ἡμῶν κατ’ αἰτίας οὐχ ὑπὸ τῆς προνοίας ἠναγκασμένων, ἀλλ’ ἐξ αὐτῶν συναψάντων μὲν τοῖς τῆς προνοίας καὶ ἀπὸ προνοίας ἔργοις, τὸ δὲ ἐφεξῆς συνεῖραι κατὰ βούλησιν ἐκείνης οὐ δυνηθέντων, ἀλλὰ κατὰ τὴν τῶν πραξάντων ἢ κατὰ ἄλλο τι τῶν ἐν τῷ παντὶ μηδ’ αὐτοῦ κατὰ πρόνοιαν πεπραχότος ἢ πεποιηκότος τι ἐν ἡμῖν πάθος. οὐ γὰρ τὸ αὐτὸ ποιεῖ πᾶν προσελθὸν παντί, ἀλλὰ τὸ αὐτὸ πρὸς ἄλλο καὶ ἄλλο πρὸς ἄλλο: οἷον καὶ τὸ τῆς Ἑλένης κάλλος πρὸς μὲν τὸν Πάριν ἄλλο εἰργάζετο, Ἰδομενεὺς δὲ ἔπαθεν οὐ τὸ αὐτό: καὶ ἀκόλαστος ἀκολάστῳ, καλὸς καλῷ συμπεσὼν ἄλλο, ὁ δὲ σώφρων καλὸς ἄλλο πρὸς σώφρονα τοιοῦτον καὶ πρὸς ἀκόλαστον ἄλλο ὁ αὐτός, ὁ δ’ ἀκόλαστος πρὸς αὐτὸν ἄλλο. καὶ παρὰ μὲν τοῦ ἀκολάστου τὸ πραχθὲν οὔτε ὑπὸ προνοίας οὔτε κατὰ πρόνοιαν, τὸ δὲ ὑπὸ τοῦ σώφρονος ἔργον οὐχ ὑπὸ προνοίας μέν, ὅτι ὑπ’ αὐτοῦ, κατὰ πρόνοιαν δέ: σύμφωνον γὰρ τῷ λόγῳ, ὥσπερ καὶ ὃ ὑγιεινῶς πράξειεν ἄν τις αὐτὸς πράξας κατὰ λόγον τὸν τοῦ ἰατροῦ. τοῦτο γὰρ καὶ ὁ ἰατρὸς παρὰ τῆς τέχνης ἐδίδου εἴς τε τὸ ὑγιαῖνον εἴς τε τὸ κάμνον. ὃ δ’ ἄν τις μὴ ὑγιεινῶς ποιῇ, αὐτός τε ποιεῖ καὶ παρὰ τὴν πρόνοιαν τοῦ ἰατροῦ εἰργάσατο.

Se produce, pues, la providencia descendiendo desde el principio hasta el fin, no igual, como en número, sino distinta en cada lugar según la proporción, como en un solo animal, en el que cada parte depende desde el principio hasta el extremo y tiene lo propio: lo mejor, la parte mejor del acto; lo que ya mira hacia abajo, lo suyo, actuando y padeciendo las afecciones que le son propias, en relación consigo mismo y en relación con su ordenación respecto de otra cosa. Y así, golpeados de tal modo, los [órganos] vocales emitieron tal sonido, mientras que las demás cosas, consecuentes, padecen y se mueven en silencio; y de todos los sonidos, afecciones y actos resulta como una sola voz, una vida y una existencia del animal. Pues también las partes, siendo diferentes, tienen una actividad diferente: una cosa hacen los pies, otra los ojos, otra la mente discursiva y otra el intelecto. Pero uno resulta de todos, y una sola providencia; el destino, en cambio, comienza desde lo peor, y lo que está por encima es solo providencia. Pues las cosas del mundo inteligible son todas razón y más que razón: pues son Intelecto y alma pura; y de lo de aquí en adelante, cuanto viene de allí es providencia, y [también] cuanto está en el alma pura y cuanto desde aquí [pasa] a los animales. Y la razón viene dividiéndose, no por igual; de ahí que tampoco haga cosas iguales, como también en cada animal. Y de aquí en adelante lo que se hace es consecuente y sigue a la providencia, si alguien hiciera lo grato a los dioses: pues la razón de la providencia era amada de los dioses. Se encadenan, pues, también obras de esta clase, pero no han sido hechas por la providencia; sino que, hechas por hombres o por cualquier otro, animal o inanimado, si hay algo bueno que sigue a continuación de ellas, vuelve a ser abarcado por la providencia, de modo que en todas partes domine la virtud, y los errores sean trasladados y reciban corrección. Es como si en un solo cuerpo, dada la salud por providencia del animal, al producirse un corte o en general una herida, la razón que lo gobierna uniera a continuación, juntara, sanara y corrigiera lo dañado. De modo que los males son consecuentes, pero por necesidad: pues también vienen de nosotros según causas, no forzados por la providencia, sino por nosotros mismos, que nos conectamos con las obras de la providencia y procedentes de la providencia, pero sin poder encadenar lo siguiente conforme a la voluntad de aquella, sino conforme a [la disposición] de los que obraron, o conforme a alguna otra de las cosas del todo, que ni siquiera ella misma ha obrado conforme a la providencia, o ha producido en nosotros alguna afección. Pues no hace lo mismo todo lo que se acerca a todo, sino que lo mismo [hace] una cosa hacia uno y otra hacia otro. Así también la belleza de Helena obraba una cosa respecto de Paris, e Idomeneo no padeció lo mismo; y el licencioso con el licencioso, y el bello con el bello al encontrarse, [producen] una cosa; y el bello moderado, una cosa frente a un moderado así, y el mismo otra frente al licencioso, y el licencioso frente a él, otra. Y lo hecho por el licencioso no es ni por providencia ni conforme a la providencia; la obra del moderado, en cambio, no es por providencia, porque es por él mismo, pero sí conforme a la providencia: pues es concorde con la razón, como también lo que alguien hiciera saludablemente, lo haría él mismo conforme a la razón del médico. Pues esto mismo es lo que el médico daba, desde su arte, tanto para el sano como para el enfermo. Y lo que alguien haga de manera no saludable, lo hace él mismo y lo ha obrado al margen de la providencia del médico.✦

6

πόθεν οὖν καὶ τὰ χείρω μάντεις προλέγουσι καὶ εἰς τὴν τοῦ παντὸς φορὰν ὁρῶντες πρὸς ταῖς ἄλλαις μαντείαις προλέγουσι [καὶ] ταῦτα; ἢ δῆλον ὅτι τῷ συμπεπλέχθαι πάντα τὰ ἐναντία, οἷον τὴν μορφὴν καὶ τὴν ὕλην: οἷον ἐπὶ ζῴου συνθέτου ὄντος ὁ τὴν μορφὴν καὶ τὸν λόγον θεωρῶν καὶ τὸ μεμορφωμένον θεωρεῖ. οὐ γὰρ ὡσαύτως ζῷον νοητὸν καὶ ζῷον σύνθετον θεωρεῖ, ἀλλὰ λόγον ζῴου ἐν τῷ συνθέτῳ μορφοῦντα τὰ χείρω. ζῴου δὴ ὄντος τοῦ παντὸς ὁ τὰ ἐν αὐτῷ γινόμενα θεωρῶν θεωρεῖ ἅμα καὶ ἐξ ὧν ἔστι καὶ τὴν πρόνοιαν τὴν ἐπ’ αὐτῷ: τέταται δὴ ἐπὶ πάντα καὶ τὰ γινόμενα. τὰ δέ ἐστι καὶ ζῷα καὶ πράξεις αὐτῶν καὶ διαθέσεις κρατηθεῖσαι λόγῳ καὶ ἀνάγκῃ μεμιγμέναι: μεμιγμένα οὖν θεωρεῖ καὶ διηνεκῶς μιγνύμενα καὶ διακρίνειν μὲν αὐτὸς οὐ δύναται πρόνοιαν καὶ τὸ κατὰ πρόνοιαν χωρὶς καὶ αὖ τὸ ὑποκείμενον ὅσα δίδωσιν εἰς τὸ γινόμενον παῤ αὑτοῦ. ἀλλ’ οὐδ’ ἀνδρὸς τοῦτο ποιεῖν ἢ σοφοῦ τινος καὶ θείου: ἢ θεὸς ἂν ἔχοι, φαίη τις ἄν, τοῦτο τὸ γέρας. καὶ γὰρ οὐ τοῦ μάντεως τὸ διότι, ἀλλὰ τὸ ὅτι μόνον εἰπεῖν, καὶ ἡ τέχνη ἀνάγνωσις φυσικῶν γραμμάτων καὶ τάξιν δηλούντων καὶ οὐδαμοῦ πρὸς τὸ ἄτακτον ἀποκλινόντων, μᾶλλον δὲ καταμαρτυρούσης τῆς φορᾶς καὶ εἰς φῶς ἀγούσης καὶ πρὶν παῤ αὐτων φανῆναι, οἷος ἕκαστος καὶ ὅσα. συμφέρεται γὰρ καὶ ταῦτα ἐκείνοις κἀκεῖνα τούτοις συντελοῦντα ἅμα πρὸς σύστασιν καὶ ἀιδιότητα κόσμου, ἀναλογίᾳ δὲ σημαίνοντα τὰ ἄλλα τῷ τετηρηκότι: ἐπεὶ και αἱ ἄλλαι μαντικαὶ τῷ ἀναλόγῳ. οὐ γὰρ ἔδει ἀπηρτῆσθαι ἀλλήλων τὰ πάντα, ὡμοιῶσθαι δὲ πρὸς ἄλληλα ἀμηγέπῃ. καὶ τοῦτ̓ ἂν ἴσως εἴη τὸ λεγόμενον, ὡς συνέχει τὰ πάντα ἀναλογία. ἔστι δὲ τοιοῦτον ἡ ἀναλογία, ὥστε καὶ τὸ χεῖρον πρὸς τὸ χεῖρον ὡς τὸ βέλτιον πρὸς τὸ βέλτιον, οἷον ὡς ὄμμα πρὸς ὄμμα καὶ ποῦς πρὸς πόδα, θάτερον πρὸς θάτερον, καί, εἰ βούλει, ὡς ἀρετὴ πρὸς δικαιοσύνην καὶ κακία πρὸς ἀδικίαν: εἰ τοίνυν ἀναλογία ἐν τῷ παντί, καὶ προειπεῖν ἔνι: καὶ εἰ ποεῖ δὲ ἐκεῖνα εἰς ταῦτα, οὕτω ποιεῖ, ὡς καὶ τὰ ἐν παντὶ ζῴῳ εἰς ἄλληλα, οὐχ ὡς θάτερον γεννᾷ θάτερον: ἅμα γὰρ γεννᾶται: ἀλλ’ ὡς ᾗ πέφυκεν ἕκαστον οὕτω καὶ πάσχει τὸ πρόσφορον εἰς τὴν αὐτοῦ φύσιν, καὶ ὅτι τοῦτο τοιοῦτον, καὶ τὸ τοιοῦτον τοῦτο: οὕτω γὰρ καὶ λόγος εἷς.

¿De dónde, entonces, los adivinos predicen también las cosas peores, y al mirar el movimiento del todo predicen [también] estas, además de las demás adivinaciones? ¿O es evidente que es porque todos los contrarios están entrelazados, como la forma y la materia? Es como en un animal compuesto: quien contempla la forma y la razón contempla también lo formado. Pues no contempla del mismo modo el animal inteligible y el animal compuesto, sino la razón del animal en el compuesto, que da forma a lo peor. Siendo, pues, el todo un animal, quien contempla lo que en él sucede contempla a la vez de qué está hecho y la providencia que lo gobierna; esta se extiende a todas las cosas y a lo que sucede. Y lo que sucede son animales, y las acciones de estos y las disposiciones dominadas por la razón y mezcladas con la necesidad. Las contempla, pues, mezcladas y continuamente mezclándose, y él mismo no puede distinguir por separado la providencia y lo conforme a la providencia, y a su vez cuánto aporta de su parte el sustrato a lo que sucede. Pero tampoco es propio de un hombre hacer esto, ni de un sabio o de alguien divino: quizá un dios, diría alguien, tendría este privilegio. Pues no es del adivino el porqué, sino decir solo el qué; y el arte es lectura de letras naturales que indican orden y de ningún modo se inclinan al desorden; o más bien, [lo es] en cuanto el movimiento da testimonio y lleva a la luz, incluso antes de manifestarse por sí mismas, cómo es cada uno y cuántas [cosas le tocan]. Pues estas cosas concurren con aquellas, y aquellas con estas, contribuyendo a la vez a la constitución y a la eternidad del cosmos, y significando por analogía las demás cosas al que las ha observado, puesto que también las otras artes adivinatorias [proceden] por lo análogo. Pues no era necesario que todas las cosas estuvieran separadas unas de otras, sino que se asemejaran entre sí de algún modo. Y esto sería quizá lo que se dice: que la analogía mantiene unidas todas las cosas. Y tal es la analogía que también lo peor es respecto de lo peor como lo mejor respecto de lo mejor, como ojo a ojo y pie a pie, una cosa a otra, y, si quieres, como la virtud a la justicia y la maldad a la injusticia. Si, pues, hay analogía en el todo, también es posible predecir; y si aquellas cosas actúan sobre estas, actúan como las cosas de todo animal unas sobre otras, no como si una engendrara a la otra, pues se engendran a la vez, sino que, según cada cosa es por naturaleza, así también padece lo conveniente a su propia naturaleza, y [se da] que esto es tal, y que lo tal es esto: pues así también la razón es una.

7

καὶ ὅτι δὲ τὰ βελτίω, καὶ τὰ χείρω. ἐπεὶ πῶς ἂν εἴη τι χεῖρον ἐν πολυειδεῖ μὴ ὄντος βελτίονος, ἢ πῶς τὸ βέλτιον μὴ χείρονος; ὥστε οὐκ αἰτιατέον τὸ χεῖρον ἐν τῷ βελτίονι, ἀλλὰ ἀποδεκτέον τὸ βέλτιον, ὅτι ἔδωκεν ἑαυτοῦ τῷ χείρονι. ὅλως δὲ οἱ ἀναιρεῖν ἀξιοῦντες τὸ χεῖρον ἐν τῷ παντὶ ἀναιροῦσι πρόνοιαν αὐτήν. τίνος γὰρ ἔσται; οὐ γὰρ δὴ αὑτῆς οὐδὲ τοῦ βελτίονος: ἐπεὶ καὶ τὴν ἄνω πρόνοιαν ὀνομάζοντες πρὸς τὸ κάτω λέγομεν. τὸ μὲν γὰρ εἰς ἓν πάντα ἀρχή, ἐν ᾗ ὁμοῦ πάντα καὶ ὅλον πάντα. πρόεισι δὲ ἤδη ἐκ ταύτης ἕκαστα μενούσης ἐκείνης ἔνδον οἷον ἐκ ῥίζης μιᾶς ἑστώσης αὐτῆς ἐν αὑτῇ: τὰ δὲ ἐξήνθησεν εἰς πλῆθος μεμερισμένον εἴδωλον ἕκαστον ἐκείνου φέρον, ἄλλο δ’ ἐν ἄλλῳ ἐνταῦθα ἤδη ἐγίγνετο καὶ ἦν τὰ μὲν πλησίον τῆς ῥίζης, τὰ δὲ προιόντα εἰς τὸ πόρρω ἐσχίζετο καὶ μέχρις οἷον κλάδων καὶ ἄκρων καὶ καρπῶν καὶ φύλλων: καὶ τὰ μὲν ἔμενεν ἀεί, τὰ δὲ ἐγίνετο ἀεί, οἱ καρποὶ καὶ τὰ φύλλα, καὶ τὰ γινόμενα ἀεὶ εἶχε τοὺς τῶν ἐπάνω λόγους ἐν αὑτοῖς οἷον μικρὰ δένδρα βουληθέντα εἶναι, καὶ εἰ ἐγέννησε πρὶν φθαρῆναι, τὸ ἐγγὺς ἐγέννα μόνον. τὰ δὲ διάκενα οἷον τῶν κλάδων ἐπληροῦτο αὖ ἐκ τῆς ῥίζης καὶ αὐτῶν ἄλλον τρόπον πεφυκότων, ἐξ ὧν καὶ ἔπασχε τὰ ἄκρα τῶν κλάδων, ὡς ἐκ τοῦ πλησίον οἴεσθαι τὸ πάθος ἰέναι μόνον: τὸ δὲ κατὰ τὴν ἀρχὴν αὖ τὸ μὲν ἔπασχε, τὸ δὲ ἐποίει, ἡ δ’ ἀρχὴ ἀνήρτητο καὶ αὐτή. πόρρωθεν μὲν γὰρ ἐλθόντα ἄλλα τὰ ποιοῦντα εἰς ἄλληλα, ἐξ ἀρχῆς δὲ ἀπὸ τοῦ αὐτοῦ, οἷον εἰ ἀδελφοὶ δρῷέν τι ἀλλήλους ὅμοιοι γενόμενοι ἐκ τῶν αὐτῶν ὁρμηθέντες πεποιηκότων.

Y porque hay cosas mejores, hay también peores. Pues ¿cómo habría algo peor en lo multiforme sin que existiera algo mejor, o cómo [habría] lo mejor sin lo peor? De modo que no hay que acusar a lo peor que está en lo mejor, sino aceptar lo mejor, porque dio de sí a lo peor. En general, quienes pretenden suprimir lo peor en el todo suprimen la providencia misma. Pues ¿de qué será [providencia]? No, desde luego, de sí misma ni de lo mejor; puesto que, cuando nombramos la providencia de arriba, la decimos en relación con lo de abajo. Pues el principio es todas las cosas en uno, en el cual todas están juntas y todas son un todo. Proceden ya de este cada una de las cosas, permaneciendo aquel dentro, como de una raíz única que se mantiene firme en sí misma; y ellas florecieron en una multitud dividida, llevando cada una una imagen de aquel. Y una cosa en otra se generaba ya aquí y era [así]: unas cerca de la raíz, y otras, al avanzar lejos, se dividían, hasta llegar, por así decir, a ramas, extremos, frutos y hojas; y unas permanecían siempre, otras se generaban siempre, los frutos y las hojas, y las cosas que se generaban tenían siempre en sí las razones de las de arriba, como pequeños árboles que hubieran querido ser; y si engendraban antes de perecer, engendraban solo lo cercano. Y los intervalos, por así decir, de las ramas eran llenados de nuevo desde la raíz y desde ellas mismas, que crecen de otro modo, de las cuales también padecían los extremos de las ramas, de modo que se pensara que la afección venía solo de lo cercano; y en lo que toca al principio, una parte padecía y otra hacía, y el principio mismo también dependía [de algo]. Pues las cosas que actúan unas sobre otras, si vinieran de lejos, serían otras; pero [aquí] proceden desde el principio, de lo mismo, como si hermanos se hicieran algo unos a otros, siendo semejantes por haber partido de los mismos que los han hecho.✦

Fuente del texto original: Texto griego: edición de R. Volkmann (Leipzig, Teubner, 1883–1884, dominio público), transcripción digital de Open Greek and Latin (First1KGreek), CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.