Enéada IV, 2 · Sobre la esencia del alma, segundo
ΠΕΡΙ ΟΥΣΙΑΣ ΨΥΧΗΣ ΔΕΥΤΕΡΟΝ
Τὴν τῆς ψυχῆς οὐσίαν τίς ποτ̓ ἐστὶ ζητοῦντες σῶμα οὐδὲν αὐτὴν δείξαντες εἶναι, οὐδὲ ἐν ἀσωμάτοις αὖ ἁρμονίαν, τό τε τῆς ἐντελεχείας οὔτε ἀληθὲς οὕτως, ὡς λέγεται, οὔτε δηλωτικὸν ὂν τοῦ τί ἐστιν ἀφέντες, καὶ μὴν τῆς νοητῆς φύσεως εἰπόντες καὶ τῆς θείας μοίρας εἶναι τάχα μὲν ἄν τι σαφὲς εἰρηκότες εἴημεν περὶ τῆς οὐσίας αὐτῆς. ὅμως γε μὴν προσωτέρω χωρεῖν βέλτιον. τότε μὲν οὖν διῃροῦμεν αἰσθητῇ καὶ νοητῇ φύσει διαστελλόμενοι, ἐν τῷ νοητῷ τὴν ψυχὴν τιθέμενοι. νῦν δὲ κείσθω μὲν ἐν τῷ νοητῷ: κατ’ ἄλλην δὲ ὁδὸν τὸ προσεχὲς τῆς φύσεως αὐτῆς μεταδιώκωμεν. λέγομεν δὴ τὰ μὲν πρώτως εἶναι μεριστὰ καὶ τῇ αὐτῶν φύσει σκεδαστά: ταῦτα δὲ εἶναι, ὧν οὐδὲν μέρος ταὐτόν ἐστιν οὔτε ἄλλῳ μέρει οὔτε τῷ ὅλῳ, τό τε μέρος αὐτῶν ἔλαττον εἶναι δεῖ τοῦ παντὸς καὶ ὅλου. ταῦτα δέ ἐστι τὰ αἰσθητὰ μεγέθη καὶ οἱ ὄγκοι, ὧν ἕκαστον ἴδιον τόπον ἔχει, καὶ οὐχ οἷόν τε ἅμα ταὐτὸν ἐν πλείοσι τόποις εἶναι. ἡ δέ ἐστιν ἀντιτεταγμένη ταύτῃ οὐσία, οὐδαμῇ μερισμὸν δεχομένη, ἀμερής τε καὶ ἀμέριστος, διάστημά τε οὐδὲν οὐδὲ δἰ ἐπινοίας δεχομένη, οὐ τόπου δεομένη οὐδ’ ἔν τινι τῶν ὄντων γινομένη οὔτε κατὰ μέρη οὔτε κατὰ ὅλα, οἷον πᾶσιν ὁμοῦ τοῖς οὖσιν ἐποχουμένη, οὐχ ἵνα ἐν αὐτοῖς ἱδρυθῇ, ἀλλ’ ὅτι μὴ δύναται τὰ ἄλλα ἄνευ αὐτῆς εἶναι μηδὲ θέλει, ἀεὶ κατὰ τὰ αὐτὰ ἔχουσα οὐσία, κοινὸν ἁπάντων τῶν ἐφεξῆς οἷον κέντρον ἐν κύκλῳ, ἀφ̓ οὗ πᾶσαι αἱ πρὸς τὴν περιφέρειαν γραμμαὶ ἐξημμέναι οὐδὲν ἧττον ἐῶσιν αὐτὸ ἐφ̓ ἑαυτοῦ μένειν ἔχουσαι παῤ αὐτοῦ τὴν γένεσιν καὶ τὸ εἶναι, καὶ μετέχουσι μὲν τοῦ σημείου, καὶ ἀρχὴ τὸ ἀμερὲς αὐταῖς, προῆλθόν γε μὴν ἐξαψάμεναι αὑτὰς ἐκεῖθεν. τούτου δὴ τοῦ πρώτως ἀμερίστου ὄντος ἐν τοῖς νοητοῖς καὶ τοῖς οὖσιν ἀρχηγοῦ καὶ αὖ ἐκείνου τοῦ ἐν αἰσθητοῖς μεριστοῦ πάντη, πρὸ μὲν τοῦ αἰσθητοῦ καὶ ἐγγύς τι τούτου καὶ ἐν τούτῳ ἄλλη ἐστὶ φύσις, μεριστὴ μὲν οὐ πρώτως, ὥσπερ τὰ σώματα, μεριστή γε μὴν γινομένη ἐν τοῖς σώμασιν: ὥστε διαιρουμένων τῶν σωμάτων μερίζεσθαι μὲν καὶ τὸ ἐν αὐτοῖς εἶδος, ὅλον γε μὴν ἐν ἑκάστῳ εἶναι τῶν μερισθέντων πολλὰ τὸ αὐτὸ γινόμενον, ὧν ἕκαστον πάντη ἄλλου ἀπέστη, ἅτε πάντη μεριστὸν γενόμενον: οἷα χρόαι καὶ ποιότητες πᾶσαι καὶ ἑκάστη μορφή, ἥτις δύναται ὅλη ἐν πολλοῖς ἅμα εἶναι διεστηκόσιν οὐδὲν μέρος ἔχουσα πάσχον τὸ αὐτὸ τῷ ἄλλῳ. διὸ δὴ μεριστὸν πάντη καὶ τοῦτο θετέον. πρὸς δ’ αὖ ἐκείνῃ τῇ ἀμερίστῳ πάντη φύσει ἄλλη ἑξῆς οὐσία ἀπ’ ἐκείνης οὖσα, ἔχουσα μὲν τὸ ἀμέριστον ἀπ’ ἐκείνης, προόδῳ δὲ τῇ ἀπ’ αὐτῆς ἐπὶ τὴν ἑτέραν σπεύδουσα φύσιν εἰς μέσον ἀμφοῖν κατέστη, τοῦ τε ἀμερίστου καὶ πρώτου καὶ τοῦ περὶ τὰ σώματα μεριστοῦ τοῦ ἐπὶ τοῖς σώμασιν, οὐχ ὅντινα τρόπον χρόα καὶ ποιότης πᾶσα πολλαχοῦ μέν ἐστιν ἡ αὐτὴ ἐν πολλοῖς σωμάτων ὄγκοις, ἀλλ’ ἔστι τὸ ἐν ἑκάστῳ ἀφεστὼς τοῦ ἑτέρου πάντη, καθ̓ ὅσον καὶ ὁ ὄγκος τοῦ ὄγκου ἀπέστη. κἂν τὸ μέγεθος δὲ ἓν ᾖ, ἀλλὰ τό γε ἐφ̓ ἑκάστῳ μέρει ταὐτὸν κοινωνίαν οὐδεμίαν εἰς ὁμοπάθειαν ἔχει, ὅτι τὸ ταὐτὸν τοῦτο ἕτερον, τὸ δ’ ἕτερόν ἐστι: πάθημα γὰρ τὸ ταὐτόν, οὐκ οὐσία καὶ αὐτή. ἣν δὲ ἐπὶ ταύτῃ τῇ φύσει φαμὲν εἶναι τῇ ἀμερίστῳ προσχωροῦσαν οὐσίᾳ, οὐσία τέ ἐστι καὶ ἐγγίνεται σώμασι, περὶ ἃ καὶ μερίζεσθαι αὐτῇ συμβαίνει οὐ πρότερον τοῦτο πασχούσῃ, πρὶν σώμασιν ἑαυτὴν δοῦναι. ἐν οἷς οὖν γίνεται σώμασι, κἂν ἐν τῷ μεγίστῳ γίνηται καὶ ἐπὶ πάντα διεστηκότι, δοῦσ̓ ἑαυτὴν τῷ ὅλῳ οὐκ ἀφίσταται τοῦ εἶναι μία: οὐχ οὕτως, ὡς τὸ σῶμα ἕν: τῷ γὰρ συνεχεῖ τὸ σῶμα ἕν, ἕκαστον δὲ τῶν μερῶν ἄλλο, τὸ δ’ ἄλλο καὶ ἀλλαχοῦ: οὐδ’ ὡς ποιότης μία. ἡ δ’ ὁμοῦ μεριστή τε καὶ ἀμέριστος φύσις, ἣν δὴ ψυχὴν εἶναί φαμεν, οὐχ οὕτως ὡς τὸ συνεχὲς μία, μέρος ἄλλο, τὸ δ’ ἄλλο ἔχουσα: ἀλλὰ μεριστὴ μέν, ὅτι ἐν πᾶσι μέρεσι τοῦ ἐν ᾧ ἔστιν, ἀμέριστος δέ, ὅτι ὅλη ἐν πᾶσι καὶ ἐν ὁτῳοῦν αὐτῶν ὅλη. καὶ ὁ τοῦτο κατιδὼν τὸ μέγεθος τῆς ψυχῆς καὶ τὴν δύναμιν αὐτῆς εἴσεται, ὡς θεῖον τὸ χρῆμα αὐτῆς καὶ θαυμαστὸν καὶ τῶν ὑπὲρ τὰ χρήματα φύσεων. μέγεθος οὐκ ἔχουσα παντὶ μεγέθει σύνεστι καὶ ὡδὶ οὖσα ὡδὶ πάλιν αὖ ἐστιν οὐκ ἄλλῳ, ἀλλὰ τῷ αὐτῷ: ὥστε μεμερίσθαι καὶ μὴ μεμερίσθαι αὖ, μᾶλλον δὲ μὴ μεμερίσθαι αὐτὴν μηδὲ μεμερισμένην γεγονέναι: μένει γὰρ μεθ̓ ἑαυτῆς ὅλη, περὶ δὲ τὰ σώματά ἐστι μεμερισμένη τῶν σωμάτων τῷ οἰκείῳ μεριστῷ οὐ δυναμένων αὐτὴν ἀμερίστως δέξασθαι: ὥστε εἶναι τῶν σωμάτων πάθημα τὸν μερισμόν, οὐκ αὐτῆς.
Al investigar cuál es la esencia del alma, ya hemos mostrado que no es cuerpo ni tampoco, entre los incorporales, una armonía; hemos dejado de lado lo de la entelequia, que ni es verdadero tal como se dice ni revela qué es el alma; y hemos dicho además que pertenece a la naturaleza inteligible y a la porción divina. Quizá con ello habríamos dicho algo claro acerca de su esencia misma. Sin embargo, es mejor avanzar más lejos. Entonces dividíamos distinguiendo la naturaleza sensible y la inteligible, y poníamos el alma en lo inteligible. Ahora, quede puesta en lo inteligible, pero persigamos por otro camino lo que es más próximo a su naturaleza. Decimos, pues, que unas cosas son primariamente divisibles y, por su propia naturaleza, dispersables. Estas son aquellas de las que ninguna parte es lo mismo ni que otra parte ni que el todo, y es necesario que su parte sea menor que el conjunto y el todo. Tales son las magnitudes sensibles y las masas, cada una de las cuales tiene su lugar propio, y no es posible que lo mismo esté a la vez en varios lugares. Pero hay una esencia dispuesta en oposición a ésta: no admite división de ningún modo, es sin partes e indivisible, no admite intervalo ni siquiera en el pensamiento, no necesita lugar ni llega a estar en ninguno de los seres, ni según partes ni según totalidades; está como cabalgando a la vez sobre todos los seres, no para asentarse en ellos, sino porque las demás cosas no pueden ser sin ella ni lo quieren. Es una esencia que se mantiene siempre del mismo modo, común a todas las cosas que vienen después, como un centro en un círculo, del cual penden todas las líneas hacia la circunferencia y que, sin embargo, lo dejan permanecer en sí mismo, pues de él tienen su generación y su ser. Las líneas participan del punto, y lo sin partes es su principio, pero han procedido habiéndose prendido de allí. Siendo esto lo primariamente indivisible entre los inteligibles y los seres, principio rector, y siendo aquello, por otra parte, lo totalmente divisible en lo sensible, hay antes de lo sensible, cerca de ello y en ello, otra naturaleza: divisible, pero no primariamente, como los cuerpos, sino que llega a ser divisible en los cuerpos. De modo que, al dividirse los cuerpos, se divide también la forma que hay en ellos, aunque está entera en cada una de las partes divididas, llegando a ser muchas veces la misma; y cada una de ellas se ha apartado por completo de otra, por haberse vuelto totalmente divisible. Tales son los colores, todas las cualidades y cada figura, la cual puede estar entera a la vez en muchos [cuerpos] separados sin tener parte alguna que padezca lo mismo que la otra. Por eso hay que poner también esto como totalmente divisible. Pero, junto a aquella naturaleza totalmente indivisible, hay a continuación otra esencia, procedente de aquélla, que tiene de aquélla lo indivisible, pero que, en su procesión desde ella y apresurándose hacia la otra naturaleza, se situó en medio de ambas: de lo indivisible y primero, y de lo divisible que está en torno a los cuerpos, el que hay sobre los cuerpos. No es del modo en que el color y toda cualidad es la misma en muchas masas de cuerpos, sino que lo que está en cada una se halla totalmente apartado de lo que está en la otra, tanto cuanto una masa se apartó de otra masa. Y aun si la magnitud es una, lo idéntico que hay en cada parte no tiene comunidad alguna para una afección compartida, porque este [elemento] idéntico es otro, y el otro es [lo que es]. En efecto, lo idéntico es una afección, no una esencia también ella. En cambio, la que decimos que viene después de esta naturaleza indivisible, acercándose a la esencia indivisible, es esencia y llega a estar en los cuerpos, en torno a los cuales le sucede también dividirse, sin haber experimentado esto antes de entregarse a los cuerpos. En los cuerpos, pues, en que se da, aunque se dé en el mayor y extendido por todas partes, entregándose al todo no deja de ser una. No es una como el cuerpo es uno (pues el cuerpo es uno por continuidad, pero cada una de sus partes es otra, y lo otro está también en otro lugar), ni como una cualidad es una. Y la naturaleza a la vez divisible e indivisible, que decimos que es el alma, no es una a la manera de lo continuo, teniendo una parte distinta de otra. Es divisible porque está en todas las partes de aquello en que está, e indivisible porque está entera en todas y entera en cualquiera de ellas. Quien haya visto esto conocerá la grandeza del alma y su potencia, cómo su naturaleza es divina y admirable, de las naturalezas que están por encima de las cosas [materiales]. Sin tener magnitud, está con toda magnitud; y estando aquí, está de nuevo allí, no como otra, sino como la misma. De modo que está dividida y de nuevo no dividida; o más bien ella no está dividida ni ha llegado a estar dividida, pues permanece entera consigo misma, y sólo en torno a los cuerpos está dividida, porque los cuerpos, por su propia divisibilidad, no pueden recibirla indivisiblemente. Así, la división es una afección de los cuerpos, no de ella.✦
Alusión a las tesis de que el alma no es cuerpo, ni armonía, ni entelequia (esta última, de Aristóteles); véase Enéada IV 7. «Entonces» remite a esa discusión anterior.
En la imagen del centro y las líneas, el centro es lo indivisible que permanece en sí y las líneas dependen de él; la «esencia intermedia» es el alma.
ὅτι δὲ τοιαύτην ἔδει τὴν ψυχῆς φύσιν εἶναι καὶ παρὰ ταύτην οὐχ οἷόν τε εἶναι ψυχὴν οὔτε ἀμέριστον οὖσαν μόνον οὔτε μόνον μεριστήν, ἀλλ’ ἀνάγκη ἄμφω τοῦτον τὸν τρόπον εἶναι, ἐκ τῶνδε δῆλον. εἴτε γὰρ οὕτως ἦν, ὡς τὰ σώματα, ἄλλο, τὸ δὲ ἄλλο ἔχουσα μέρος, οὐκ ἂν τοῦ ἑτέρου παθόντος τὸ ἕτερον μέρος εἰς αἴσθησιν ἦλθε τοῦ παθόντος, ἀλλ’ ἐκείνη ἂν ἡ ψυχή, οἷον ἡ περὶ τὸν δάκτυλον, ὡς ἑτέρα καὶ ἐφ̓ ἑαυτῆς οὖσα ᾔσθετο τοῦ παθήματος, πολλαί τε ὅλως ἦσαν ψυχαὶ αἱ διοικοῦσαι ἕκαστον ἡμῶν: καὶ δὴ καὶ τὸ πᾶν τόδε οὐ μία, ἀλλὰ ἄπειροι χωρὶς ἀλλήλων. τὸ γὰρ τῆς συνεχείας, εἰ μὴ εἰς ἓν συντελοίη, μάταιον. οὐ γὰρ δὴ ὅπερ ἀπατῶντες ἑαυτοὺς λέγουσιν, ὡς διαδόσει ἐπὶ τὸ ἡγεμονοῦν ἴασιν αἱ αἰσθήσεις, παραδεκτέον. πρῶτον μὲν γὰρ ἡγεμονοῦν ψυχῆς μέρος ἀνεξετάστως λέγεται: πῶς γὰρ καὶ μεριοῦσι καὶ τὸ μὲν ἄλλο, τὸ δ’ ἄλλο φήσουσι; πηλίκῳ ποσῷ διαιροῦντες ἑκάτερον ἢ τίνι διαφορᾷ ποιότητος, ἑνὸς καὶ συνεχοῦς ὄγκου ὄντος; καὶ πότερα μόνον τὸ ἡγεμονοῦν ἢ καὶ τὰ ἄλλα μέρη αἰσθήσεται; καὶ εἰ μὲν μόνον αὐτῷ προσπέσοι τῷ ἡγεμονοῦντι, ἐν τίνι τόπῳ ἱδρυμένον τὸ αἴσθημα αἰσθήσεται; εἰ δ’ ἄλλῳ μέρει τῆς ψυχῆς αἰσθάνεσθαι οὐ πεφυκότι, τόδε τὸ μέρος οὐ διαδώσει τῷ ἡγεμονοῦντι τὸ αὑτοῦ πάθημα, οὐδ’ ὅλως αἴσθησις ἔσται. καὶ αὐτῷ δὲ τῷ ἡγεμονοῦντι εἰ προσπέσοι, ἢ μέρει αὐτοῦ προσπεσεῖται καὶ αἰσθομένου τοῦδε τὰ λοιπὰ οὐκέτι [αἰσθήσεται]: μάταιον γάρ: ἢ πολλαὶ αἰσθήσεις καὶ ἄπειροι ἔσονται καὶ οὐχ ὅμοιαι πᾶσαι. ἀλλ’ ἡ μέν, ὅτι πρώτως ἔπαθον ἐγώ, ἡ δ’ ὅτι τὸ ἄλλης πάθημα ᾐσθόμην: ποῦ τε ἐγένετο τὸ πάθημα, ἀγνοήσει ἑκάστη παρὲξ τῆς πρώτης. ἢ καὶ ἕκαστον μέρος ψυχῆς ἀπατήσεται δοξάζον, ὅπου ἔστιν, ἐκεῖ γεγονέναι. εἰ δὲ μὴ μόνον τὸ ἡγεμονοῦν, ἀλλὰ καὶ ὁτιοῦν μέρος αἰσθήσεται, διὰ τί τὸ μὲν ἡγεμονοῦν ἔσται, τὸ δὲ οὔ; ἢ τί δεῖ ἐπ’ ἐκεῖνο τὴν αἴσθησιν ἀνιέναι; πῶς δὲ καὶ ἐκ πολλῶν αἰσθήσεων, οἷον ὤτων καὶ ὀμμάτων, ἕν τι γνώσεται; εἰ δ’ αὖ πάντη ἓν ἡ ψυχὴ εἴη, οἷον ἀμέριστον πάντη καὶ ἐφ̓ ἑαυτοῦ ἕν, καὶ πάντη πλήθους καὶ μερισμοῦ ἐκφύγοι φύσιν, οὐδὲν ὅλον, ὅ τι ἂν ψυχὴ καταλάβῃ, ἐψυχωμένον ἔσται: ἀλλ’ οἷον περὶ κέντρον στήσασα ἑαυτὴν ἑκάστου ἄψυχον ἂν εἴασε πάντα τὸν τοῦ ζῴου ὄγκον. δεῖ ἄρα οὕτως ἕν τε καὶ πολλὰ καὶ μεμερισμένον καὶ ἀμέριστον ψυχὴν εἶναι, καὶ μὴ ἀπιστεῖν, ὡς ἀδύνατον τὸ αὐτὸ καὶ ἓν [καὶ] πολλαχοῦ εἶναι. εἰ γὰρ τοῦτο μὴ παραδεχοίμεθα, ἡ τὰ πάντα συνέχουσα καὶ διοικοῦσα φύσις οὐκ ἔσται, ἥτις ὁμοῦ τε πάντα περιλαβοῦσα ἔχει καὶ μετὰ φρονήσεως ἄγει, πλῆθος μὲν οὖσα, ἐπείπερ πολλὰ τὰ ὄντα, μία δέ, ἵνα ᾖ ἓν τὸ συνέχον, τῷ μὲν πολλῷ αὐτῆς ἑνὶ ζωὴν χορηγοῦσα τοῖς μέρεσι πᾶσι, τῷ δὲ ἀμερίστῳ ἑνὶ φρονίμως ἄγουσα. ἐν οἷς δὲ μὴ φρόνησις, τὸ ἓν τὸ ἡγούμενον μιμεῖται τοῦτο. τοῦτο ἄρα ἐστὶ τὸ θείως ᾐνιγμένον τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης [οὐσίας] καὶ τῆς περὶ τὰ σώματα γιγνομένης μεριστῆς τρίτον ἐξ ἀμφοῖν συνεκεράσατο οὐσίας εἶδος. ἔστιν οὖν ψυχὴ ἓν καὶ πολλὰ οὕτως: τὰ δὲ ἐν τοῖς σώμασιν εἴδη πολλὰ καὶ ἕν: τὰ δὲ σώματα πολλὰ μόνον: τὸ δὲ ὑπέρτατον ἓν μόνον.
Que la naturaleza del alma debía ser tal, y que fuera de ésta no es posible que haya alma, ya sea siendo sólo indivisible o sólo divisible, sino que es necesario que sea ambas cosas de este modo, resulta claro por lo siguiente. En efecto, si fuera como los cuerpos, teniendo una parte distinta de otra, al padecer una parte la otra parte no llegaría a percibir lo padecido por aquélla; sino que aquella alma, por ejemplo la del dedo, como siendo otra y por sí misma, percibiría la afección, y en suma serían muchas las almas que gobiernan a cada uno de nosotros. Y también este todo no [tendría] una sola alma, sino infinitas, separadas unas de otras. Pues lo de la continuidad, si no concurriera en una unidad, sería vano. No hay que admitir, desde luego, lo que dicen engañándose a sí mismos: que las sensaciones van hacia el principio rector por transmisión. Primero, porque «parte rectora del alma» se dice sin examen: ¿cómo van a dividir, y a decir que una cosa es una y otra es otra? ¿Dividiendo cada una con qué cantidad, o con qué diferencia de cualidad, siendo una sola masa continua? ¿Y percibirá sólo la parte rectora, o también las demás partes? Si [la afección] incidiera sólo en la rectora misma, ¿en qué lugar asentado percibirá lo percibido? Y si incide en otra parte del alma que no es apta por naturaleza para percibir, esta parte no transmitirá su afección a la rectora, y no habrá sensación en absoluto. Y si incide en la misma parte rectora, o bien incidirá en una parte de ella, y cuando ésta perciba las restantes ya no [percibirán], lo cual sería vano; o bien habrá muchas sensaciones, infinitas, y no todas semejantes. Una dirá: «yo he padecido primero»; otra: «yo he percibido la afección de otra». Y dónde se produjo la afección lo ignorará cada una, salvo la primera. O bien cada parte del alma será engañada, opinando que la afección ha ocurrido allí donde ella está. Pero si no sólo la parte rectora, sino cualquier parte percibe, ¿por qué una será rectora y otra no? ¿O por qué la sensación ha de subir hasta aquélla? ¿Y cómo, a partir de muchas sensaciones, por ejemplo de los oídos y de los ojos, conocerá algo uno? Y si, a su vez, el alma fuera totalmente una, es decir, totalmente indivisible y una en sí misma, y escapara por completo a la naturaleza de la pluralidad y de la división, ningún todo al que el alma llegara estaría animado; sino que, como situada en un centro, habría dejado sin alma toda la masa del animal. Es necesario, pues, que el alma sea así una y múltiple, dividida e indivisa, y no desconfiar de que sea imposible que lo mismo y uno esté en muchos lugares. Pues si no admitimos esto, no existirá la naturaleza que mantiene unidas y gobierna todas las cosas, la cual a la vez las abarca y las tiene y las conduce con prudencia: pluralidad, puesto que los seres son muchos, y una, para que sea uno lo que los mantiene unidos. Con lo múltiple de sí misma, que es uno, suministra vida a todas las partes, y con lo indiviso, que es uno, las conduce prudentemente. En las cosas en que no hay prudencia, lo uno que guía imita esto. Esto es, pues, lo que se dijo enigmáticamente de modo divino: de la esencia indivisible y siempre idéntica, y de la divisible que se da en los cuerpos, [el Demiurgo] mezcló a partir de ambas una tercera forma de esencia. Así pues, el alma es una y muchas de este modo; las formas que están en los cuerpos son muchas y una; los cuerpos son sólo muchos; y lo supremo es sólo uno.✦
Alusión a Platón, Timeo 35a-b, donde el Demiurgo mezcla la esencia indivisible y la divisible para formar una tercera forma de esencia. El sujeto «el Demiurgo» no está expreso en el griego.
Fuente del texto original: Texto griego: edición de R. Volkmann (Leipzig, Teubner, 1883–1884, dominio público), transcripción digital de Open Greek and Latin (First1KGreek), CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.