Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa Mis notas EN
‹ Plotino: Enéadas
Filosofía y hermetismo · Plotino: Enéadas

Enéada V, 8 · Sobre la belleza inteligible

ΠΕΡΙ ΤΟΥ ΝΟΗΤΟΥ ΚΑΛΛΟΥΣ

1

Ἐπειδή φαμεν τὸν ἐν θέᾳ τοῦ νοητοῦ κάλλους γεγενημένον καὶ τὸ τοῦ ἀληθινοῦ νοῦ κατανοήσαντα κάλλος τοῦτον δυνήσεσθαι καὶ τὸν τούτου πατέρα τὸν ἐπέκεινα νοῦ εἰς ἔννοιαν βαλέσθαι, πειραθῶμεν ἰδεῖν καὶ εἰπεῖν ἡμῖν αὐτοῖς, ὡς οἷόν τε τὰ τοιαῦτα εἰπεῖν, πῶς ἄν τις τὸ κάλλος τοῦ νοῦ καὶ τοῦ κόσμου ἐκείνου θεάσαιτο. κειμένων τοίνυν ἀλλήλων ἐγγύς, ἔστω δέ, εἰ βούλει, [δύο] λίθων ἐν ὄγκῳ, τοῦ μὲν ἀρρυθμίστου καὶ τέχνης ἀμοίρου, τοῦ δὲ ἤδη τέχνῃ κεκρατημένου εἰς ἄγαλμα θεοῦ ἢ καί τινος ἀνθρώπου, θεοῦ μὲν Χάριτος ἤ τινος Μούσης, ἀνθρώπου δὲ μή τινος, ἀλλ’ ὃν ἐκ πάντων καλῶν πεποίηκεν ἡ τέχνη, φανείη μὲν ἂν ὁ ὑπὸ τῆς τέχνης γεγενημένος εἰς εἴδους κάλλος καλὸς οὐ παρὰ τὸ εἶναι λίθος — ἦν γὰρ ἂν καὶ ὁ ἕτερος ὁμοίως καλός — ἀλλὰ παρὰ τοῦ εἴδους, ὃ ἐνῆκεν ἡ τέχνη. τοῦτο μὲν τοίνυν τὸ εἶδος οὐκ εἶχεν ἡ ὕλη, ἀλλ’ ἦν ἐν τῷ ἐννοήσαντι καὶ πρὶν ἐλθεῖν εἰς τὸν λίθον: ἦν δ’ ἐν τῷ δημιουργῷ οὐ καθ̓ ὅσον ὀφθαλμοὶ ἢ χεῖρες ἦσαν αὐτῷ, ἀλλ’ ὅτι μετεῖχε τῆς τέχνης. ἦν ἄρα ἐν τῇ τέχνῃ τὸ κάλλος τοῦτο ἄμεινον πολλῷ: οὐ γὰρ ἐκεῖνο ἦλθεν εἰς τὸν λίθον τὸ ἐν τῇ τέχνῃ, ἀλλ’ ἐκεῖνο μὲν μένει, ἄλλο δὲ ἀπ’ ἐκείνης ἔλαττον ἐκείνου: καὶ οὐδὲ τοῦτο ἔμεινε καθαρὸν ἐν αὐτῷ, οὐδὲ οἷον ἐβούλετο, ἀλλ’ ὅσον εἶξεν ὁ λίθος τῇ τέχνῃ. εἰ δ’ ἡ τέχνη ὃ ἔστι καὶ ἔχει τοιοῦτον ποιεῖ — καλὸν δὲ ποιεῖ κατὰ λόγον οὗ ποιεῖ — μειζόνως καὶ ἀληθεστέρως καλή ἐστι τὸ κάλλος ἔχουσα τὸ τέχνης μεῖζον μέντοι καὶ κάλλιον, ἢ ὅσον ἐστὶν ἐν τῷ ἔξω. καὶ γὰρ ὅσῳ ἰὸν εἰς τὴν ὕλην ἐκτέταται, τόσῳ ἀσθενέστερον τοῦ ἐν ἑνὶ μένοντος. ἀφίσταται γὰρ ἑαυτοῦ πᾶν διιστάμενον, εἰ ἰσχύς, ἐν ἰσχύι, εἰ θερμότης, ἐν θερμότητι, εἰ ὅλως δύναμις, ἐν δυνάμει, καὶ κάλλος ἐν κάλλει: καὶ τὸ πρῶτον ποιοῦν πᾶν καθ̓ αὑτὸ κρεῖττον εἶναι δεῖ τοῦ ποιουμένου: οὐ γὰρ ἡ ἀμουσία μουσικόν, ἀλλ’ ἡ μουσική, καὶ τὴν ἐν αἰσθητῷ ἡ πρὸ τούτου. εἰ δέ τις τὰς τέχνας ἀτιμάζει, ὅτι μιμούμεναι τὴν φύσιν ποιοῦσι, πρῶτον μὲν φατέον καὶ τὰς φύσεις μιμεῖσθαι ἄλλα: ἔπειτα δεῖ εἰδέναι, ὡς οὐχ ἁπλῶς τὸ ὁρώμενον μιμοῦνται, ἀλλ’ ἀνατρέχουσιν ἐπὶ τοὺς λόγους, ἐξ ὧν ἡ φύσις: εἶτα καὶ ὅτι πολλὰ παῤ αὑτῶν ποιοῦσι. καὶ προστιθέασι γὰρ ὅτῳ τι ἐλλείπει, ὡς ἔχουσαι τὸ κάλλος: ἐπεὶ καὶ ὁ Φειδίας τὸν Δία πρὸς οὐδὲν αἰσθητὸν ποιήσας, ἀλλὰ λαβὼν οἷος ἂν γένοιτο, εἰ ἡμῖν ὁ Ζεὺς δἰ ὀμμάτων ἐθέλοι φανῆναι.

Puesto que decimos que quien ha llegado a la visión de la belleza inteligible, y ha comprendido la belleza del verdadero Intelecto, podrá también concebir a su padre, el que está más allá del Intelecto, intentemos ver y decirnos a nosotros mismos, en la medida en que tales cosas pueden decirse, cómo podría uno contemplar la belleza del Intelecto y de aquel mundo. Supongamos, pues, dos masas de piedra colocadas una cerca de la otra —sea así, si quieres—, una sin forma y ajena al arte, la otra ya dominada por el arte hasta convertirse en estatua de un dios o incluso de un hombre; de un dios, como una Gracia o una Musa; de un hombre, no de uno cualquiera, sino de uno que el arte ha hecho a partir de todos los bellos. Aparecería bella la que ha sido llevada por el arte a la belleza de una forma, y no por ser piedra —pues entonces la otra sería igualmente bella—, sino por la forma que el arte le infundió. Esta forma, pues, no la tenía la materia, sino que estaba en quien la concibió antes de llegar a la piedra; y estaba en el artífice no en cuanto tenía ojos o manos, sino porque participaba del arte. Estaba, pues, en el arte esta belleza, mucho mejor: porque no es aquella que está en el arte la que vino a la piedra, sino que aquélla permanece, y de ella procede otra inferior a ella; y ni siquiera ésta permaneció pura en la piedra, ni tal como [el artista] quería, sino en la medida en que la piedra cedió al arte. Y si el arte hace [la obra] tal como ella es y tal como tiene [en sí] —y hace bello según la razón de lo que hace—, es más y más verdaderamente bella, pues tiene la belleza propia del arte, mayor y más hermosa que la que hay en lo exterior. Pues cuanto más [la forma], al ir hacia la materia, se extiende, tanto más débil es respecto de lo que permanece en la unidad. Todo lo que se dispersa se aparta de sí mismo: si es fuerza, de la fuerza; si es calor, del calor; si es, en general, potencia, de la potencia; y si es belleza, de la belleza. Y lo que hace primero debe ser, por sí mismo, superior a lo hecho: pues no es la falta de música la que hace músico, sino la música, y la [música] que está en lo sensible la hace la que es anterior a ella. Y si alguien desprecia las artes porque producen imitando la naturaleza, hay que decir primero que también las naturalezas imitan otras cosas; luego, hay que saber que no imitan simplemente lo visible, sino que remontan a las razones de las que procede la naturaleza; y además, que hacen muchas cosas por sí mismas: pues también añaden lo que a algo le falta, como quienes poseen la belleza; puesto que también Fidias, habiendo hecho a Zeus sin atender a ningún modelo sensible, sino tomándolo tal como sería si Zeus quisiera mostrarse a nuestros ojos.✦

2

ἀλλ’ ἡμῖν ἀφείσθωσαν αἱ τέχναι: ὧν δὲ λέγονται τὰ ἔργα μιμεῖσθαι, τὰ φύσει κάλλη γινόμενα καὶ λεγόμενα, θεωρῶμεν, λογικά τε ζῷα καὶ ἄλογα πάντα καὶ μάλιστα ὅσα κατώρθωται αὐτῶν τοῦ πλάσαντος αὐτὰ καὶ δημιουργήσαντος ἐπικρατήσαντος τῆς ὕλης καὶ εἶδος ὃ ἐβούλετο παρασχόντος. τί οὖν τὸ κάλλος ἐστὶν ἐν τούτοις; οὐ γὰρ δὴ τὸ αἷμα καὶ τὰ καταμήνια, ἀλλὰ καὶ χρόα ἄλλη τούτων καὶ σχῆμα ἢ οὐδὲν ἤ τι ἄσχημον. ἢ οἷον τὸ περιέχον ἁπλοῦν τι, οἷα ὕλη. πόθεν δὴ ἐξέλαμψε τὸ τῆς Ἑλένης τῆς περιμαχήτου κάλλος, ἢ ὅσαι γυναικῶν Ἀφροδίτης ὅμοιαι κάλλει; ἐπεὶ καὶ τὸ τῆς Ἀφροδίτης αὐτῆς πόθεν, ἢ εἴ τις ὅλως καλὸς ἄνθρωπος, ἢ θεὸς τῶν ἂν εἰς ὄψιν ἐλθόντων ἢ καὶ μὴ ἰόντων, ἐχόντων δὲ ἐπ’ αὐτοῖς ὁραθὲν ἂν κάλλος; ἆῤ οὐκ εἶδος μὲν πανταχοῦ τοῦτο, ἧκον δὲ ἐπὶ τὸ γενόμενον ἐκ τοῦ ποιήσαντος, ὥσπερ ἐν ταῖς τέχναις ἐλέγετο ἐπὶ τὰ τεχνητὰ ἰέναι παρὰ τῶν τεχνῶν; τί οὖν; καλὰ μὲν τὰ ποιήματα καὶ ὁ ἐπὶ τῆς ὕλης λόγος, ὁ δὲ μὴ ἐν ὕλῃ, ἀλλ’ ἐν τῷ ποιοῦντι λόγος οὐ κάλλος, ὁ πρῶτος καὶ ἄυλος ἀλλ’ εἰς ἓν οὗτος; ἀλλ’ εἰ μὲν ὁ ὄγκος ἦν καλός, καθ̓ ὅσον ὄγκος ἦν, ἐχρῆν τὸν λόγον, ὅτι μὴ ἦν ὄγκος, τὸν ποιήσαντα μὴ καλὸν εἶναι: εἰ δέ, ἐάν τε ἐν σμικρῷ ἐάν τε ἐν μεγάλῳ τὸ αὐτὸ εἶδος ᾖ, ὁμοίως κινεῖ καὶ διατίθησι τὴν ψυχὴν τὴν τοῦ ὁρῶντος τῇ αὑτοῦ δυνάμει, τὸ κάλλος οὐ τῷ τοῦ ὄγκου μεγέθει ἀποδοτέον. τεκμήριον δὲ καὶ τόδε, ὅτι ἔξω μὲν ἕως ἐστίν, οὔπω εἴδομεν, ὅταν δὲ εἴσω γένηται, διέθηκεν. εἴσεισι δὲ δἰ ὀμμάτων εἶδος ὂν μόνον: ἢ πῶς διὰ μικροῦ; συνεφέλκεται δὲ καὶ τὸ μέγεθος οὐ μέγα ἐν ὄγκῳ, ἀλλ’ εἴδει γενόμενον μέγα. ἔπειτα ἢ αἰσχρὸν δεῖ τὸ ποιοῦν ἢ ἀδιάφορον ἢ καλὸν εἶναι. αἰσχρὸν μὲν οὖν ὂν οὐκ ἂν τὸ ἐναντίον ποιήσειεν, ἀδιάφορον δὲ τί μᾶλλον καλὸν ἢ αἰσχρόν; ἀλλὰ γάρ ἐστι καὶ ἡ φύσις ἡ τὰ οὕτω καλὰ δημιουργοῦσα πολὺ πρότερον καλή, ἡμεῖς δὲ τῶν ἔνδον οὐδὲν ὁρᾶν εἰθισμένοι οὐδ’ εἰδότες τὸ ἔξω διώκομεν ἀγνοοῦντες, ὅτι τὸ ἔνδον κινεῖ: ὥσπερ ἂν εἴ τις τὸ εἴδωλον αὑτοῦ βλέπων ἀγνοῶν ὅθεν ἥκει ἐκεῖνο διώκοι. δηλοῖ δέ, ὅτι τὸ διωκόμενον ἄλλο καὶ οὐκ ὲν μεγέθει τὸ κάλλος, καὶ τὸ ἐν τοῖς μαθήμασι κάλλος καὶ τὸ ἐν τοῖς ἐπιτηδεύμασι καὶ ὅλως τὸ ἐν ταῖς ψυχαῖς: οὗ δὴ καὶ ἀληθείᾳ μᾶλλον κάλλος, ὅταν τῳ φρόνησιν ἐνίδῃς καὶ ἀγασθῇς οὐκ εἰς τὸ πρόσωπον ἀφορῶν: εἴη γὰρ ἂν τοῦτο αἶσχος: ἀλλὰ πᾶσαν μορφὴν ἀφεὶς διώκῃς τὸ εἴσω κάλλος αὐτοῦ: εἰ δὲ μήπω σε κινεῖ, ὡς καλὸν εἰπεῖν τὸν τοιοῦτον, οὐδὲ σαυτῷ εἰς τὸ εἴσω βλέψας ἡσθήσῃ ὡς καλῷ. ὥστε μάτην ἂν οὕτως ἔχων ζητοῖς ἐκεῖνο: αἰσχρῷ γὰρ καὶ οὐ καθαρῷ ζητήσεις. διὸ οὐδὲ πρὸς πάντας οἱ περὶ τῶν τοιούτων λόγοι: εἰ δὲ καὶ σὺ εἶδες σαυτὸν καλόν, ἀναμνήσθητι.

Pero dejemos a un lado las artes. Contemplemos aquellas cosas cuyas obras se dice que imitan: las bellezas que nacen y se llaman naturales; los seres vivos todos, racionales e irracionales, y sobre todo cuantos han salido bien, cuando quien los modeló y fabricó dominó la materia y le dio la forma que quería. ¿Qué es, pues, la belleza en éstos? No es, desde luego, la sangre ni los menstruos, sino que hay también un color distinto de éstos, y una figura, o nada, o algo sin figura. O bien [lo que hay] es como lo que envuelve, algo simple, como la materia. ¿De dónde, pues, resplandeció la belleza de Helena, la disputada, o la de cuantas mujeres se parecen a Afrodita en belleza? Y la de la misma Afrodita, ¿de dónde?, o la de cualquier hombre bello, o la de un dios, ya sea de los que llegan a la vista o de los que no llegan pero tienen en sí una belleza que se vería. ¿No es acaso, en todas partes, forma, que llega a lo generado desde quien lo hizo, como se decía en las artes que va a las obras artificiales desde las artes? ¿Entonces qué? ¿Son bellas las obras y la razón que está en la materia, pero la razón que no está en la materia, sino en quien hace, la primera e inmaterial, no es belleza? Sino que ésta [está recogida] en uno. Ahora bien, si la masa fuera bella en cuanto masa, sería preciso que la razón, por no ser masa, es decir, quien hizo, no fuera bello; pero si, ya sea en algo pequeño ya en algo grande, la misma forma mueve y dispone de igual modo el alma de quien mira, por su propio poder, la belleza no debe atribuirse a la magnitud de la masa. Prueba de ello es también esto: mientras [la forma] está fuera, aún no la hemos visto; cuando entra, nos afecta. Y entra por los ojos siendo sólo forma; ¿o cómo [pasaría] por algo pequeño? Y arrastra consigo también la magnitud, no grande en masa, sino hecha grande en forma. Además, lo que hace debe ser o feo, o indiferente, o bello. Si fuera feo, no produciría lo contrario; si indiferente, ¿por qué habría de ser más bello que feo? Pero lo cierto es que también la naturaleza, que fabrica cosas tan bellas, es mucho antes bella; y nosotros, habituados a no ver nada de lo interior y sin conocerlo, perseguimos lo exterior, ignorando que lo que mueve es lo interior: como si alguien, viendo su propia imagen y sin saber de dónde viene, la persiguiera. Que lo perseguido es otra cosa y que la belleza no está en la magnitud lo muestran la belleza que hay en las ciencias, la de las ocupaciones y, en general, la de las almas; en ésta hay más verdaderamente belleza, cuando en alguien ves prudencia y la admiras sin mirar el rostro —pues quizá sería feo—, sino que, dejando toda forma, persigues su belleza interior. Y si todavía no te mueve hasta el punto de llamar bello a un hombre así, tampoco tú, mirando hacia tu interior, te complacerás en ti como en alguien bello. De modo que, estando así, en vano buscarías aquello: pues buscarás con algo feo e impuro. Por eso estos discursos no son para todos; pero si tú también te has visto bello, recuérdalo.

3

ἔστιν οὖν καὶ ἐν τῇ φύσει λόγος κάλλους ἀρχέτυπος τοῦ ἐν σώματι, τοῦ δ’ ἐν τῇ φύσει ὁ ἐν τῇ ψυχῇ καλλίων, παῤ οὗ καὶ ὁ ἐν τῇ φύσει. ἐναργέστατός γε μὴν ὁ ἐν σπουδαίᾳ ψυχῇ καὶ ἤδη προιὼν κάλλει: κοσμήσας γὰρ τὴν ψυχὴν καὶ φῶς παρασχὼν ἀπὸ φωτὸς μείζονος πρώτως κάλλους ὄντος συλλογίζεσθαι ποιεῖ αὐτὸς ἐν ψυχῇ ὤν, οἷός ἐστιν ὁ πρὸ αὐτοῦ ὁ οὐκέτι ἐγγιγνόμενος οὐδ’ ἐν ἄλλῳ, ἀλλ’ ἐν αὑτῷ. διὸ οὐδὲ λόγος ἐστίν, ἀλλὰ ποιητὴς τοῦ πρώτου λόγου κάλλους ἐν ὕλῃ ψυχικῇ ὄντος: νοῦς δὲ οὗτος, ὁ ἀεὶ νοῦς καὶ οὐ ποτὲ νοῦς, ὅτι μὴ ἐπακτὸς αὑτῷ. τίνα ἂν οὖν εἰκόνα τις αὐτοῦ λάβοι; πᾶσα γὰρ ἔσται ἐκ χείρονος. ἀλλὰ γὰρ δεῖ τὴν εἰκόνα ἐκ νοῦ γενέσθαι, ὥστε μὴ δἰ εἰκόνος, ἀλλ’ οἷον χρυσοῦ παντὸς χρυσόν τινα δεῖγμα λαβεῖν, καὶ εἰ μὴ καθαρὸς εἴη ὁ ληφθείς, καθαίρειν αὐτὸν ἢ ἔργῳ ἢ λόγῳ δεικνύντας, ὡς οὐ πᾶν τοῦτό ἐστι χρυσός, ἀλλὰ τουτὶ τὸ ἐν τῷ ὄγκῳ μόνον: οὕτω καὶ ἐνταῦθα ἀπὸ νοῦ τοῦ ἐν ἡμῖν κεκαθαρμένου, εἰ δὲ βούλει, ἀπὸ τῶν θεῶν, οἷός ἐστιν ὁ ἐν αὐτοῖς νοῦς. σεμνοὶ μὲν γὰρ πάντες θεοὶ καὶ καλοὶ καὶ τὸ κάλλος αὐτῶν ἀμήχανον. ἀλλὰ τί ἐστι δἰ ὃ τοιοῦτοί εἰσιν; ἢ νοῦς, καὶ ὅτι μᾶλλον νοῦς ἐνεργῶν ἐν αὐτοῖς ὥστε ὁρᾶσθαι. οὐ γὰρ δὴ ὅτι αὐτῶν καλὰ τὰ σώματα — καὶ γὰρ οἷς ἐστι σώματα, οὐ τοῦτό ἐστιν αὐτοῖς τὸ εἶναι θεοῖς — ἀλλὰ κατὰ τὸν νοῦν καὶ οὗτοι θεοί. καλοὶ δὴ οἱ θεοί. οὐ γὰρ δὴ ποτὲ μὲν φρονοῦσι, ποτὲ δὲ ἀφραίνουσιν, ἀλλ’ ἀεὶ φρονοῦσιν ἐν ἀπαθεῖ τῷ νῷ καὶ στασίμῳ καὶ καθαρῷ καὶ ἴσασι πάντα καὶ γινώσκουσιν οὐ τὰ ἀνθρώπεια, ἀλλὰ τὰ ἑαυτῶν καὶ ὅσα νοῦς ὁρᾷ. τῶν δὲ θεῶν οἱ μὲν ἐν οὐρανῷ ὄντες, σχολὴ γὰρ αὐτοῖς, θεῶνται ἀεί, οἷον δὲ πόρρωθεν τὰ ἐν ἐκείνῳ αὖ τῷ οὐρανῷ ὑπεροχῇ τῆς ἑαυτῶν κεφαλῆς: οἱ δὲ ἐν ἐκείνῳ ὄντες, ὅσοις οἴκησις ἐπ’ αὐτοῦ καὶ ἐν αὐτῷ, ἐν παντὶ οἰκοῦντες τῷ ἐκεῖ οὐρανῶ. πάντα γὰρ ἐκεῖ οὐρανὸς καὶ ἡ γῆ οὐρανὸς καὶ θάλασσα καὶ ζῷα καὶ φυτὰ καὶ ἄνθρωποι, πᾶν οὐράνιον ἐκείνου τοῦ οὐρανοῦ. οἱ δὲ θεοὶ οἱ ἐν αὐτῷ οὐκ ἀπαξιοῦντες ἀνθρώπους οὐδ’ ἄλλο τι τῶν ἐκεῖ, ὅτι τῶν ἐκεῖ, πᾶσαν μὲν διεξίασι τὴν ἐκεῖ χώραν καὶ τὸν τόπον ἀναπαυόμενοι.

Hay, pues, también en la naturaleza una razón de belleza, arquetipo de la que hay en el cuerpo; y la que hay en el alma es más bella que la de la naturaleza, de la cual procede también la que hay en la naturaleza. Muy clara es, ciertamente, la que está en el alma virtuosa y ya avanza en belleza: pues, al adornar el alma y darle luz procedente de una luz mayor, que es belleza en primer grado, hace que [el alma] razone —estando él mismo en el alma— cómo es el que está antes de él, el que ya no se produce en otro, sino en sí mismo. Por eso no es razón, sino hacedor de la primera razón, que es belleza en una materia anímica; y éste es el Intelecto, siempre Intelecto y nunca a veces Intelecto, porque no le es adquirido. ¿Qué imagen, pues, podría uno tomar de él? Porque toda imagen sería de algo inferior. Pero es preciso que la imagen proceda del Intelecto, de modo que no se tome por medio de una imagen, sino, como de todo el oro se toma una muestra de oro, y si lo tomado no fuera puro, se lo purifica mostrando, con la obra o con el razonamiento, que no todo esto es oro, sino sólo esto que hay en la masa; así también aquí, a partir del intelecto que hay en nosotros, purificado, o, si quieres, a partir de los dioses, tal como es el Intelecto que hay en ellos. Pues todos los dioses son venerables y bellos, y su belleza es irresistible. Pero ¿cuál es la causa por la que son tales? El Intelecto, y el hecho de que en ellos actúa más, de modo que se ve. No es, en efecto, porque sus cuerpos sean bellos —pues incluso aquellos que tienen cuerpos, no es esto lo que les hace ser dioses—, sino que también éstos son dioses según el Intelecto. Bellos son, pues, los dioses. Porque no piensan unas veces y otras desvarían, sino que piensan siempre, en un Intelecto impasible, estable y puro, y lo saben todo y conocen no las cosas humanas, sino las suyas y cuanto el Intelecto ve. De los dioses, los que están en el cielo —pues tienen ocio— contemplan siempre, como desde lejos, las cosas de aquel otro cielo, por la elevación de su propia cabeza; y los que están en aquél, cuantos tienen su morada sobre él y en él, habitan todo el cielo de allí. Pues allí todo es cielo: también la tierra es cielo, y el mar, y los animales, las plantas y los hombres; todo es celeste, de aquel cielo. Y los dioses que están en él, sin desdeñar a los hombres ni a ninguna otra cosa de allí, por ser de allí, recorren toda la región de allí y el lugar, reposando.✦

4

καὶ γὰρ τὸ ῥεῖα ζώειν ἐκεῖ, καὶ ἀλήθεια δὲ αὐτοῖς καὶ γενέτειρα καὶ τροφὸς καὶ οὐσία καὶ τροφή, καὶ ὁρῶσι τὰ πάντα, οὐχ οἷς γένεσις πρόσεστιν, ἀλλ’ οἷς οὐσία, καὶ ἑαυτοὺς ἐν ἄλλοις: διαφανῆ γὰρ πάντα καὶ σκοτεινὸν οὐδὲ ἀντίτυπον οὐδέν, ἀλλὰ πᾶς παντὶ φανερὸς εἰς τὸ εἴσω καὶ πάντα: φῶς γὰρ φωτί. καὶ γὰρ ἔχει πᾶς πάντα ἐν αὑτῷ, καὶ αὖ ὁρᾷ ἐν ἄλλῳ πάντα, ὥστε πανταχοῦ πάντα καὶ πᾶν πᾶν καὶ ἕκαστον πᾶν καὶ ἄπειρος ἡ αἴγλη: ἕκαστον γὰρ αὐτῶν μέγα, ἐπεὶ καὶ τὸ μικρὸν μέγα: καὶ ἥλιος ἐκεῖ πάντα ἄστρα, καὶ ἕκαστον ἥλιος αὖ καὶ πάντα. ἐξέχει δ’ ἐν ἑκάστῳ ἄλλο, ἐμφαίνει δὲ καὶ πάντα. ἔστι δὲ καὶ κίνησις καθαρά: οὐ γὰρ συγχεῖ αὐτὴν ἰοῦσαν ὃ κινεῖ ἕτερον αὐτῆς ὑπάρχον: καὶ ἡ στάσις οὐ παρακινουμένη, ὅτι μὴ μέμικται τῷ μὴ στασίμῳ: καὶ τὸ καλὸν καλόν, ὅτι μὴ ἐν τῷ καλῷ. βέβηκε δὲ ἕκαστος οὐκ ἐπ’ ἀλλοτρίας οἷον γῆς, ἀλλ’ ἔστιν ἑκάστῳ ἐν ᾧ ἐστιν αὐτὸ ὃ ἔστι, καὶ συνθεῖ αὐτῷ οἷον πρὸς τὸ ἄνω ἰόντι τὸ ὅθεν ἐστί, καὶ οὐκ αὐτὸς μὲν ἄλλο, ἡ χώρα δὲ αὐτοῦ ἄλλο. καὶ γὰρ τὸ ὑποκείμενον νοῦς καὶ αὐτὸς νοῦς: οἷον εἴ τις καὶ τοῦτον τὸν οὐρανὸν τὸν ὁρώμενον φωτοειδῆ ὄντα τοῦτο τὸ φῶς τὸ ἐξ αὐτοῦ φῦναι νοήσειεν. ἐνταῦθα μὲν οὖν ἐκ μέρους ἄλλο ἄλλου γένοιτ̓ ἂν καὶ εἴη ἂν μόνον ἕκαστον μέρος, ἐκεῖ δὲ ἐξ ὅλου ἀεὶ ἕκαστον καὶ ἅμα ἕκαστον καὶ ὅλον: φαντάζεται μὲν γὰρ μέρος, ἐνορᾶται δὲ τῷ ὀξεῖ ὅλον, οἷον εἴ τις γένοιτο τὴν ὄψιν τοιοῦτος, οἷος ὁ Λυγκεὺς ἐλέγετο καὶ τὰ εἴσω τῆς γῆς ὁρᾶν τοῦ μύθου τοὺς ἐκεῖ αἰνιττομένου ὀφθαλμούς. τῆς δὲ ἐκεῖ θέας οὔτε κάματός ἐστιν, οὔτ’ ἐστὶ πλήρωσις εἰς τὸ παύσασθαι θεωμένῳ: οὔτε γὰρ κένωσις ἦν, ἵνα ἥκων εἰς πλήρωσιν καὶ τέλος ἀρκεσθῇ, οὔτε τὸ μὲν ἄλλο, τὸ δ’ ἄλλο, ἵνα ἑτέρῳ τῶν ἐν αὐτῷ τὰ τοῦ ἑτέρου μὴ ἀρέσκοντα ᾖ, ἄτρυτά τε τὰ ἐκεῖ. ἀλλ’ ἔστι τὸ ἀπλήρωτον τῷ μὴ τὴν πλήρωσιν καταφρονεῖν ποιεῖν τοῦ πεπληρωκότος: ὁρῶν γὰρ μᾶλλον ὁρᾷ καὶ καθορῶν ἄπειρον αὑτὸν καὶ τὰ ὁρώμενα συνέπεται τῇ ἑαυτοῦ φύσει. καὶ ἡ ζωὴ μὲν οὐδενὶ κάματον ἔχει, ὅταν ᾖ καθαρά: τὸ δ’ ἄριστα ζῶν τί ἂν κάμοι; ἡ δὲ ζωὴ σοφία, σοφία δὲ οὐ πορισθεῖσα λογισμοῖς, ὅτι ἀεὶ ἦν πᾶσα καὶ ἐλλείπουσα οὐδενί, ἵνα ζητήσεως δεηθῇ: ἀλλ’ ἔστιν ἡ πρώτη καὶ οὐκ ἀπ’ ἄλλης: καὶ ἡ οὐσία αὐτὴ σοφία, ἀλλ’ οὐκ αὐτός, εἶτα σοφός. διὰ τοῦτο δὲ οὐδεμία μείζων, καὶ ἡ αὐτοεπιστήμη ἐνταῦθα πάρεδρος τῷ νῷ τῷ συμπροφαίνεσθαι, οἷον λέγουσι κατὰ μίμησιν καὶ τῷ Διὶ τὴν Δίκην. πάντα γὰρ τὰ τοιαῦτα ἐκεῖ οἷον ἀγάλματα παῤ αὑτῶν ἐνορώμενα, ὥστε θέαμα εἶναι ὑπερευδαιμόνων θεατῶν. τῆς μὲν οὖν σοφίας τὸ μέγεθος καὶ τὴν δύναμιν ἄν τις κατίδοι, ὅτι μετ’ αὐτῆς ἔχει καὶ πεποίηκε τὰ ὄντα πάντα καὶ πάντα ἠκολούθησε καὶ ἔστιν αὐτὴ τὰ ὄντα καὶ συνεγένετο αὐτῇ, καὶ ἓν ἄμφω, καὶ ἡ οὐσία ἡ ἐκεῖ σοφία. ἀλλ’ ἡμεῖς εἰς σύνεσιν οὐκ ἤλθομεν, ὅτι καὶ τὰς ἐπιστήμας θεωρήματα καὶ συμφόρησιν νενομίκαμεν προτάσεων εἶναι: τὸ δὲ οὐδ’ ἐν ταῖς ἐνταῦθα ἐπιστήμαις. εἰ δέ τις περὶ τούτων ἀμφισβητεῖ, ἐατέον ταύτας ἐν τῷ παρόντι: περὶ δὲ τῆς ἐκεῖ ἐπιστήμης, ἣν δὴ καὶ ὁ Πλάτων κατιδών φησιν ʽοὐδ’ ἥτις ἐστὶν ἄλλη ἐν ἄλλᾠ, ὅπως δέ, εἴασε ζητεῖν καὶ ἀνευρίσκειν, εἴπερ ἄξιοι τῆς προσηγορίας φαμὲν εἶναι. ἴσως οὖν βέλτιον ἐντεῦθεν τὴν ἀρχὴν ποιήσασθαι.

Pues allí el vivir es fácil; y la Verdad es para ellos engendradora, nodriza, esencia y alimento; y ven todas las cosas, no aquellas a las que se añade la generación, sino aquellas a las que pertenece la esencia, y se ven a sí mismos en los otros: pues todo es transparente, y nada hay oscuro ni resistente, sino que cada uno es manifiesto a todos hasta lo interior y en todo: luz a luz. Pues cada uno tiene todo en sí mismo y a su vez ve todo en otro, de modo que en todas partes está todo, y todo es todo, y cada uno es todo, e infinito el esplendor; pues cada uno de ellos es grande, ya que también lo pequeño es grande; y allí el sol es todos los astros, y cada astro es a su vez sol y todos. Pero en cada uno sobresale algo distinto, aunque refleja también todo. Hay también movimiento puro: pues no lo confunde, mientras va, aquello que mueve, por ser distinto de él; y el reposo no es perturbado, porque no está mezclado con lo no estable; y lo bello es bello, porque no está en lo bello. Cada uno se asienta no sobre una tierra, por así decir, ajena, sino que para cada uno es [lugar] aquello en lo que está lo que él es, y le acompaña corriendo, cuando él va hacia arriba, aquello de donde es; y no es él una cosa y su lugar otra. Pues también el sustrato es Intelecto, y él mismo Intelecto: como si alguien pensara que también este cielo visible, siendo de forma luminosa, tiene esta luz que ha brotado de él mismo. Aquí, pues, una cosa procede de otra por partes, y cada parte sería sólo parte; allí, en cambio, cada cosa procede siempre del todo, y es a la vez cada cosa y el todo: pues aparece como parte, pero con la mirada aguda se ve en ella el todo, como si alguien llegara a ser, en la vista, tal como se decía que era Linceo, que veía también el interior de la tierra, mito que alude a los ojos de allí. Y de la visión de allí no hay cansancio ni saciedad que haga cesar al que contempla: pues ni había vacío, para que, llegando a la plenitud y al fin, se diera por satisfecho, ni una cosa era una y otra otra, de modo que a uno de los de allí no le agradara lo del otro; e inagotables son las cosas de allí. Pero hay lo insaciado, en el sentido de que la plenitud no hace despreciar al que ha llenado: pues al ver, ve más, y al contemplar su propia infinitud, también las cosas vistas acompañan a su naturaleza. Y la vida no tiene cansancio para nadie, cuando es pura; y quien vive de la mejor manera, ¿de qué se cansaría? Y la vida es sabiduría, sabiduría no procurada por razonamientos, porque siempre fue toda y no le faltaba nada que hiciera necesaria una indagación; sino que es la primera y no procede de otra; y la esencia misma es sabiduría, y no [que sea] él primero [una cosa] y luego sabio. Por eso ninguna es mayor, y la ciencia en sí está aquí asistiendo al Intelecto para manifestarse con él, como dicen, por imitación, que la Justicia asiste a Zeus. Pues todas las cosas de este género están allí como estatuas vistas por sí mismas, de modo que son un espectáculo para espectadores sumamente felices. Se podría, pues, percibir la grandeza y el poder de la sabiduría, porque con ella tiene y ha hecho todos los seres, y todos la siguieron, y ella es los seres, y nació junto con ella, y ambos son uno, y la esencia de allí es sabiduría. Pero nosotros no hemos llegado a comprenderlo, porque hemos considerado que también las ciencias son teoremas y una acumulación de premisas: lo cual no es así ni siquiera en las ciencias de aquí. Y si alguien discute sobre esto, dejemos por ahora estas [ciencias]; en cuanto a la ciencia de allí, que también Platón, tras percibirla, dice que es «ni la que es otra en otro», cómo [es], sin embargo, lo dejó para investigar y descubrir, si es que decimos ser dignos del nombre. Quizá sea, pues, mejor comenzar desde aquí.✦

5

πάντα δὴ τὰ γινόμενα, εἴτε τεχνητὰ εἴτε φυσικὰ εἴη, σοφία τις ποιεῖ, καὶ ἡγεῖται τῆς ποιήσεως πανταχοῦ σοφία. ἀλλ’ εἰ δή τις κατ’ αὐτὴν τὴν σοφίαν ποιεῖ, ἔστωσαν μὲν αἱ τέχναι τοιαῦται. ἀλλ’ ὁ τεχνίτης πάλιν αὖ εἰς σοφίαν φυσικὴν ἔρχεται, καθ̓ ἣν γεγένηται, οὐκέτι συντεθεῖσαν ἐκ θεωρημάτων, ἀλλ’ ὅλην ἕν τι, οὐ τὴν συγκειμένην ἐκ πολλῶν εἰς ἕν, ἀλλὰ μᾶλλον ἀναλυομένην εἰς πλῆθος ἐξ ἑνός. εἰ μὲν οὖν ταύτην τις πρώτην θήσεται, ἀρκεῖ: οὐκέτι γὰρ ἐξ ἄλλου οὖσα οὐδ’ ἐν ἄλλῳ. εἰ δὲ τὸν μὲν λόγον ἐν τῇ φύσει, τούτου δὲ ἀρχὴν φήσουσι τὴν φύσιν, πόθεν ἕξει φήσομεν: καὶ εἰ ἐξ ἄλλου, [τί] ἐκεῖνο; εἰ μὲν ἐξ αὑτοῦ, στησόμεθα: εἰ δὲ εἰς νοῦν ἥξουσιν, ἐνταῦθα ὀπτέον, εἰ ὁ νοῦς ἐγέννησε τὴν σοφίαν: καὶ εἰ φήσουσι, πόθεν; εἰ δὲ ἐξ αὑτοῦ, ἀδύνατον ἄλλως ἢ αὐτὸν ὄντα σοφίαν. ἡ ἄρα ἀληθινὴ σοφία οὐσία, καὶ ἡ ἀληθινὴ οὐσία σοφία, καὶ ἡ ἀξία τῇ οὐσίᾳ παρὰ τῆς σοφίας, καί, ὅτι παρὰ τῆς σοφίας, οὐσία ἀληθής. διὸ καὶ ὅσαι οὐσίαι σοφίαν οὐκ ἔχουσι τῷ μὲν διὰ σοφίαν τινὰ γεγονέναι οὐσίαι, τῷ δὲ μὴ ἔχειν ἐν αὑταῖς σοφίαν οὐκ ἀληθιναὶ οὐσίαι. οὐ τοίνυν δεῖ νομίζειν ἐκεῖ ἀξιώματα ὁρᾶν τοὺς θεοὺς οὐδὲ τοὺς ἐκεῖ ὑπερευδαίμονας, ἀλλ’ ἕκαστα τῶν λεγομένων ἐκεῖ καλὰ ἀγάλματα, οἷα ἐφαντάζετό τις ἐν τῇ σοφοῦ ἀνδρὸς ψυχῇ εἶναι, ἀγάλματα δὲ οὐ γεγραμμένα, ἀλλὰ ὄντα. διὸ καὶ τὰς ἰδέας ὄντα ἔλεγον εἶναι οἱ παλαιοὶ καὶ οὐσίας.

Todas las cosas que se generan, sean artificiales o naturales, las hace alguna sabiduría, y en todas partes la sabiduría guía la producción. Pero si alguien produce según la sabiduría misma, admitamos que las artes son así. Mas el artífice, a su vez, llega a una sabiduría natural, según la cual ha sido engendrado, ya no compuesta de teoremas, sino toda ella algo uno; no la que se compone de muchos en uno, sino más bien la que se despliega en multiplicidad a partir de uno. Si, pues, alguien la pone como primera, basta: pues ya no procede de otro ni está en otro. Pero si dicen que la razón está en la naturaleza y que su principio es la naturaleza, preguntaremos de dónde la tendrá; y si de otro, ¿[qué] es aquello? Si de sí misma, nos detendremos; pero si llegan al Intelecto, habrá que ver aquí si el Intelecto engendró la sabiduría; y si dicen que sí, ¿de dónde? Y si [la tiene] de sí mismo, es imposible de otro modo que siendo él mismo sabiduría. La verdadera sabiduría es, pues, esencia, y la verdadera esencia es sabiduría, y el valor le viene a la esencia de la sabiduría, y por venirle de la sabiduría es esencia verdadera. Por eso también cuantas esencias no tienen sabiduría, en cuanto han llegado a ser esencias por alguna sabiduría, lo son, pero en cuanto no tienen sabiduría en sí mismas, no son esencias verdaderas. No hay, pues, que pensar que allí los dioses, ni los sumamente felices de allí, ven enunciados, sino que cada una de las cosas que allí se dicen son bellas estatuas, como las que alguien imaginaba que había en el alma de un hombre sabio: estatuas no pintadas, sino reales. Por eso los antiguos decían que las Ideas son seres y esencias.

6

δοκοῦσι δέ μοι καὶ οἱ Αἰγυπτίων σοφοί, εἴτε ἀκριβεῖ ἐπιστήμῃ λαβόντες εἴτε καὶ συμφύτῳ […], περὶ ὧν ἐβούλοντο διὰ σοφίας δεικνύναι, μὴ τύποις γραμμάτων διεξοδεύουσι λόγους καὶ προτάσεις μηδὲ μιμουμένοις φωνὰς καὶ προφορὰς ἀξιωμάτων κεχρῆσθαι, ἀγάλματα δὲ γράψαντες καὶ ἓν ἕκαστον ἑκάστου πράγματος ἄγαλμα ἐντυπώσαντες ἐν τοῖς ἱεροῖς τὴν ἐκείνου διέξοδον ἐμφῆναι, ὡς ἄρα τις καὶ ἐπιστήμη καὶ σοφία ἕκαστόν ἐστιν ἄγαλμα καὶ ὑποκείμενον καὶ ἀθρόον καὶ οὐ διανόησις οὐδὲ βούλευσις: ὕστερον δὲ ἀπ’ αὐτῆς ἀθρόας οὔσης εἴδωλον ἐν ἄλλῳ ἐξειλιγμένον ἤδη καὶ λέγον αὐτὸ ἐν διεξόδῳ καὶ τὰς αἰτίας, δἰ ἃς οὕτως, ἐξεύρισκον, ὡς τὸ καλῶς οὕτως ἔχοντος τοῦ γεγενημένου θαυμάσαι. [ἃ] εἴ τις οἶδε, θαυμάσαι ἔφη τὴν σοφίαν, πῶς αὕτη αἰτίας οὐκ ἔχουσα τῆς οὐσίας, δἰ ἃς οὕτω, παρέχει τοῖς ποιουμένοις κατ’ αὐτήν. τὸ καλῶς ἄρα οὕτως τὸ ἐκ ζητήσεως ἂν μόλις ἢ οὐδ’ ὅλως φανέν, ὅτι δεῖ οὕτως, εἴπερ τις ἐξεύροι, πρὸ ζητήσεως καὶ πρὸ λογισμοῦ ὑπάρχειν οὕτως: οἷον — λάβωμεν γὰρ ἐφ̓ ἑνὸς μεγάλου ὃ λέγω, ὅπερ ἁρμόσει καὶ ἐπὶ πάντων —

Me parece que también los sabios de los egipcios, ya sea que lo hayan obtenido por una ciencia exacta o por una innata […], cuando querían mostrar mediante sabiduría aquello que deseaban, no recurrieron a signos de letras que desarrollan razones y premisas, ni a imitar voces y pronunciaciones de enunciados, sino que, dibujando estatuas e inscribiendo en los templos una estatua de cada cosa, manifestaron el despliegue de aquélla: que cada estatua es, pues, una especie de ciencia y de sabiduría, algo subyacente y concentrado, y no discurso ni deliberación; y que luego, a partir de ella, que es concentrada, se halla una imagen en otro, ya desplegada, que lo expresa en un despliegue y descubre las causas por las que es así, de modo que se admira uno de lo bien que está lo generado. Quien sabe estas cosas, dijo que se admiraba de la sabiduría, de cómo ésta, sin tener causas de la esencia por las que es así, las proporciona a lo que se hace según ella. Lo bien-así, pues, aquello que a duras penas, o de ningún modo, aparecería por indagación —que es necesario que sea así—, si alguien lo descubriera, existe así antes de la indagación y antes del razonamiento: por ejemplo —tomemos, pues, lo que digo en un caso grande, que convendrá a todos—✦

7

τοῦτο δὴ τὸ πᾶν; ἐπείπερ συγχωροῦμεν παῤ ἄλλου αὐτὸ εἶναι καὶ τοιοῦτον εἶναι, ἆρα οἰωμεθα τὸν ποιητὴν αὐτοῦ ἐπινοῆσαι παῤ αὑτῷ γῆν καὶ ταύτην ἐν μέσῳ δεῖν στῆναι, εἶτα ὕδωρ καὶ ἐπὶ τῇ γῇ τοῦτο καὶ τὰ ἄλλα ἐν τάξει μέχρι τοῦ οὐρανοῦ, εἶτα ζῷα πάντα καὶ τούτοις μορφὰς τοιαύτας ἑκάστῳ, ὅσαι νῦν εἰσι, καὶ τὰ ἔνδον ἑκάστοις σπλάγχνα καὶ τὰ ἔξω μέρη, εἶτα διατιθέντα ἕκαστα παῤ αὑτῷ οὕτως ἐπιχειρεῖν τῷ ἔργῳ; ἀλλ’ οὔτε ἡ ἐπίνοια δυνατὴ ἡ τοιαύτη: πόθεν γὰρ ἐπῆλθεν οὐπώποτε ἑωρακότι; οὔτε ἐξ ἄλλου λαβόντι δυνατὸν ἦν ἐργάσασθαι, ὅπως νῦν οἱ δημιουργοὶ ποιοῦσι χερσὶ καὶ ὀργάνοις χρώμενοι: ὕστερον γὰρ καὶ χεῖρες καὶ πόδες. λείπεται τοίνυν εἶναι μὲν πάντα ἐν ἄλλῳ, οὐδενὸς δὲ μεταξὺ ὄντος τῇ ἐν τῷ ὄντι πρὸς ἄλλο γειτονείᾳ οἷον ἐξαίφνης ἀναφανῆναι ἴνδαλμα καὶ εἰκόνα ἐκείνου εἴτε αὐτόθεν εἴτε ψυχῆς διακονησαμένης — διαφέρει γὰρ οὐδὲν ἐν τῷ παρόντι — ἢ ψυχῆς τινος. ἀλλ’ οὖν ἐκεῖθεν ἦν σύμπαντα ταῦτα, καὶ καλλιόνως ἐκεῖ: τὰ γὰρ τῇδε μέμικται, καὶ οὐκ ἐκεῖνα μέμικται. ἀλλ’ οὖν εἴδεσι κατέσχηται ἐξ ἀρχῆς εἰς τέλος: πρῶτον μὲν ἡ ὕλη τοῖς τῶν στοιχείων εἴδεσιν, εἶτα ἐπὶ εἴδεσιν εἴδη ἄλλα, εἶτα πάλιν ἕτερα: ὅθεν καὶ χαλεπὸν εὑρεῖν τὴν ὕλην ὑπὸ πολλοῖς εἴδεσι κρυφθεῖσαν. ἐπεὶ δὲ καὶ αὕτη εἶδός τι ἔσχατον, πᾶν εἶδος τόδε καὶ πάντα εἴδη: τὸ γὰρ παράδειγμα εἶδος ἦν: ἐποίει [δὲ] τόδε ἀψοφητί, ὅτι πᾶν τὸ ποιῆσαν καὶ οὐσία καὶ εἶδος: διὸ ἄπονος καὶ οὕτως ἡ δημιουργία. καὶ παντὸς δὲ ἦν, ὡς ἂν πᾶν. οὐ τοίνυν ἦν τὸ ἐμποδίζον, καὶ νῦν δὲ ἐπικρατεῖ καίτοι ἄλλων ἄλλοις ἐμποδίων γινομένων: ἀλλ’ οὐκ αὐτῇ οὐδὲ νῦν: μένει γὰρ ὡς πᾶν. δοκεῖ δέ μοι, ὅτι καί, εἰ ἡμεῖς ἀρχέτυπα καὶ οὐσία καὶ εἴδη ἅμα καὶ τὸ εἶδος τὸ ποιοῦν ἐνταῦθα ἦν ἡμῶν οὐσία, ἐκράτησεν ἂν ἄνευ πόνων ἡ ἡμετέρα δημιουργία, καίτοι καὶ ἄνθρωπος δημιουργεῖ εἶδος αὑτοῦ ἄλλο ὅ ἐστι γενόμενος. ἀπέστη γὰρ τοῦ εἶναι τὸ πᾶν νῦν ἄνθρωπος γενόμενος: παυσάμενος δὲ τοῦ ἄνθρωπος εἶναι ʽμετεωροπορεἶ φησι ʽκαὶ πάντα τὸν κόσμον διοικεἶ: γενόμενος γὰρ τοῦ ὅλου τὸ ὅλον ποιεῖ. ἀλλ’ οὗ χάριν ὁ λόγος, ὅτι ἔχεις μὲν σὺ αἰτίαν εἰπεῖν δἰ ἣν ἐν μέσῳ ἡ γῆ καὶ διὰ τί στρογγύλη καὶ ὁ λοξὸς διὰ τί ὡδί, ἐκεῖ δὲ οὔ, διότι οὕτως ἐχρῆν, διὰ τοῦτο οὕτω βεβούλευται, ἀλλ’ ὅτι οὕτως ἔχει ὡς ἔστι, διὰ τοῦτο καὶ ταῦτα ἔχει καλῶς: οἷον εἰ πρὸ τοῦ συλλογισμοῦ τῆς αἰτίας τὸ συμπέρασμα, οὐ παρὰ τῶν προτάσεων: οὐδὲ γὰρ ἐξ ἀκολουθίας οὐδ’ ἐξ ἐπινοίας, ἀλλὰ πρὸ ἀκολουθίας καὶ πρὸ ἐπινοίας: ὕστερα γὰρ ταῦτα πάντα, καὶ λόγος καὶ ἀπόδειξις καὶ πίστις. ἐπεὶ γὰρ ἀρχή, αὐτόθεν πάντα ταῦτα καὶ ὧδε: καὶ τὸ μὴ ζητεῖν αἰτίας ἀρχῆς οὕτω καλῶς λέγεται, καὶ τῆς τοιαύτης ἀρχῆς τῆς τελείας, ἥτις ταὐτὸν τῷ τέλει: ἥτις δὲ ἀρχὴ καὶ τέλος, αὕτη τὸ πᾶν ὁμοῦ καὶ ἀνελλιπής.

¿Y este todo? Puesto que concedemos que existe por obra de otro y que es tal como es, ¿acaso pensaremos que su hacedor concibió en sí mismo la tierra, y que ésta debía situarse en el medio, luego el agua, y sobre la tierra ésta, y los demás elementos en orden hasta el cielo, luego todos los vivientes y, para cada uno, formas tales como las que ahora existen, con las vísceras internas de cada cual y sus partes externas, y que después, disponiendo así cada cosa en sí mismo, se puso a la obra? Pero ni tal concepción es posible —pues ¿de dónde se le habría ocurrido, si jamás había visto nada?— ni era posible que obrase tomándolo de otro, como ahora hacen los artesanos, que se sirven de manos y de instrumentos: pues manos y pies son posteriores. Resta, pues, que todas las cosas estén en otro y que, sin nada de por medio, por la vecindad con lo que está en el ser aparezca como de repente un reflejo y una imagen de aquello, ya directamente desde allí, ya por mediación de un alma —pues en el presente no importa—, o de cierta alma. Pero en todo caso todas estas cosas provenían de allí, y más bellamente allá: pues las de aquí están mezcladas, y aquellas no están mezcladas. Sin embargo, [este todo] está dominado por Formas de principio a fin: primero la materia, por las Formas de los elementos; luego, sobre Formas, otras Formas; luego de nuevo otras. De ahí que sea difícil encontrar la materia, oculta bajo tantas Formas. Y puesto que también ella es una Forma última, este [todo] es entero Forma, y todas las cosas son Formas: pues el paradigma era Forma; y [el hacedor] hacía este [todo] sin ruido, porque todo lo que hace es esencia y Forma; por eso su fabricación es también así sin fatiga. Y era [hacedor] de todo, como quien es todo. No había, pues, nada que estorbara; y ahora sigue prevaleciendo, aunque unas cosas se estorban a otras; pero no a ella misma, ni siquiera ahora: pues permanece como todo. Y me parece que también si nosotros fuéramos arquetipos, esencia y Formas a la vez, y la Forma que obra aquí fuera nuestra esencia, nuestra fabricación prevalecería sin esfuerzos; y eso que también el hombre fabrica otra forma de sí mismo, siendo lo que ha llegado a ser. Pues se apartó de ser el todo al hacerse ahora hombre; pero cuando deja de ser hombre «anda por las alturas —dice— y administra todo el cosmos»: pues, habiéndose hecho del todo, hace el todo. Ahora bien, el motivo de este razonamiento es que tú puedes decir la causa por la que la tierra está en el medio, por qué es redonda y por qué el [círculo] oblicuo está aquí así y allá no, porque convenía que así fuera y por eso así se ha decidido; pero [allá] porque es como es, por eso también estas cosas están bien: como si, antes del silogismo de la causa, estuviera la conclusión, no procedente de las premisas. Pues no es por consecuencia ni por concepción, sino antes de la consecuencia y antes de la concepción: pues todo esto es posterior: razón, demostración y persuasión. Porque, siendo principio, todo esto procede de sí mismo y es así; y el no buscar causas del principio se dice con acierto, y más de un principio tal, el perfecto, que es lo mismo que el fin: y el que es principio y fin, éste es a la vez el todo y sin carencia.✦

8

καλὸν οὖν πρώτως, καὶ ὅλον δὲ καὶ πανταχοῦ ὅλον, ἵνα μηδὲ μέρει ἀπολείπηται τῷ καλῷ ἐλλείπειν. τίς οὖν οὐ φήσει καλόν; οὐ γὰρ δὴ ὃ μὴ ὅλον αὐτό, ἀλλ’ ὃ μέρος ἔχον ἢ μηδέ τι αὐτοῦ ἔχον. ἢ εἰ μὴ ἐκεῖνο καλόν, τί ἂν ἄλλο; τὸ γὰρ πρὸ αὐτοῦ οὐδὲ καλὸν ἐθέλει εἶναι: τὸ δὲ πρώτως εἰς θέαν παρελθὸν τῷ εἶδος εἶναι καὶ θέαμα νοῦ τούτῳ καὶ ἀγαστὸν ὀφθῆναι. διὸ καὶ Πλάτων τοῦτο σημῆναι θέλων εἴς τι τῶν ἐναργεστέρων ὡς πρὸς ἡμᾶς ἀποδεξάμενον ποιεῖ τὸν δημιουργὸν τὸ ἀποτελεσθὲν διὰ τούτου ἐνδείξασθαι θέλων τὸ τοῦ παραδείγματος καὶ τῆς ἰδέας κάλλος ὡς ἀγαστόν. πᾶν γὰρ τὸ κατ’ ἄλλο ποιηθὲν ὅταν τις θαυμάσῃ, ἐπ’ ἐκεῖνο ἔχει τὸ θαῦμα, καθ̓ ὅ ἐστι πεποιημένον. εἰ δ’ ἀγνοεῖ ὃ πάσχει, θαῦμα οὐδέν: ἐπεὶ καὶ οἱ ἐρῶντες καὶ ὅλως οἱ τὸ τῇδε κάλλος τεθαυμακότες ἀγνοοῦσιν, ὅτι δἰ ἐκεῖνο: δἰ ἐκεῖνο γάρ. ὅτι δὲ εἰς τὸ παράδειγμα ἀνάγει τὸ ἠγάσθη, δῆλον ποιεῖ ἐπίτηδες τὸ ἑξῆς τῆς λέξεως λαβών: εἶπε γὰρ ʽἠγάσθη τε καὶ ἔτι μᾶλλον πρὸς τὸ παράδειγμα αὐτὸ ἐβουλήθη ἀφομοιῶσαἰ, τὸ κάλλος τοῦ παραδείγματος οἷόν ἐστιν ἐνδεικνύμενος διὰ τοῦ ἐκ τούτου τὸ γενόμενον καλὸν καὶ αὐτὸ ὡς εἰκόνα ἐκείνου εἰπεῖν: ἐπεὶ καὶ εἰ μὴ ἐκεῖνο ἦν τὸ ὑπέρκαλον κάλλει ἀμηχάνῳ, τί ἂν τούτου τοῦ ὁρωμένου ἦν κάλλιον; ὅθεν οὐκ ὀρθῶς οἱ μεμφόμενοι τούτῳ, εἰ μὴ ἄρα καθ̓ ὅσον μὴ ἐκεῖνό ἐστι.

Es, pues, bello en primer grado, y [lo es] entero y entero por doquier, de modo que en ninguna parte quede rezagado por faltarle algo de lo bello. ¿Quién, pues, no dirá que es bello? Pues no lo es aquello que no es todo él, sino lo que tiene una parte o ni siquiera algo de él. O, si aquello no es bello, ¿qué otra cosa [lo sería]? Pues lo anterior a él ni siquiera quiere ser bello; y lo que ha venido primeramente a la vista, por ser Forma y espectáculo del Intelecto, por eso mismo es también admirable de ver. Por eso Platón, queriendo significar esto, hace que el Demiurgo, con algo de lo más evidente para nosotros, aprecie lo ya acabado, queriendo mostrar por medio de ello la belleza del paradigma y de la Idea como admirable. Pues, cuando alguien admira cualquier cosa hecha según otra, dirige su admiración a aquello según lo cual ha sido hecha. Y si ignora lo que le sucede, no hay admiración alguna: pues también los que aman y, en general, los que han admirado la belleza de aquí, ignoran que es por aquello; pues es por aquello. Que remite al paradigma el «se admiró», lo hace claro [Platón] tomando adrede lo que sigue en el texto: pues dijo «se admiró y quiso aún más hacerlo semejante al paradigma mismo», mostrando cuál es la belleza del paradigma por el hecho de llamar bello también a lo que de él ha resultado, como imagen de aquello. Pues si aquello no fuera lo supremamente bello, de una belleza inefable, ¿qué habría más bello que esto que se ve? De modo que no tienen razón los que censuran a éste [cosmos], a no ser en cuanto no es aquello.✦

9

τοῦτον τοίνυν τὸν κόσμον, ἑκάστου τῶν μερῶν μένοντος ὃ ἔστι καὶ μὴ συγχεομένου, λάβωμεν τῇ διανοίᾳ, εἰς ἓν ὁμοῦ πάντα, ὡς οἷόν τε, ὥστε ἑνὸς ὁτουοῦν προφαινομένου, οἷον τῆς ἔξω σφαίρας οὔσης, ἀκολουθεῖν εὐθὺς καὶ τὴν ἡλίου καὶ ὁμοῦ τῶν ἄλλων ἄστρων τὴν φαντασίαν καὶ γῆν καὶ θάλασσαν καὶ πάντα τὰ ζῷα ὁρᾶσθαι, οἷον ἐπὶ σφαίρας διαφανοῦς, καὶ ἔργῳ ἂν γένοιτο πάντα ἐνορᾶσθαι. ἔστω οὖν ἐν τῇ ψυχῇ φωτεινή τις φαντασία σφαίρας ἔχουσα πάντα ἐν αὑτῇ, εἴτε κινούμενα εἴτε ἑστηκότα, ἢ τὰ μὲν κινούμενα, τὰ δὲ ἑστηκότα. φυλάττων δὲ ταύτην ἄλλην παρὰ σαυτῷ ἀφελὼν τὸν ὄγκον λαβέ: ἄφελε δὲ καὶ τοὺς τόπους καὶ τὸ τῆς ὕλης ἐν σοὶ φάντασμα, καὶ μὴ πειρῶ αὐτῆς ἄλλην σμικροτέραν λαβεῖν τῷ ὄγκῳ, θεὸν δὲ καλέσας τὸν πεποιηκότα ἧς ἔχεις τὸ φάντασμα εὖξαι ἐλθεῖν. ὁ δὲ ἥκοι τὸν αὑτοῦ κόσμον φέρων μετὰ πάντων τῶν ἐν αὐτῷ θεῶν εἷς ὢν καὶ πάντες καὶ ἕκαστος πάντες, συνόντες εἰς ἓν καὶ ταῖς μὲν δυνάμεσιν ἄλλοι, τῇ δὲ μιᾷ ἐκείνῃ τῇ πολλῇ πάντες εἷς: μᾶλλον δὲ ὁ εἷς πάντες: οὐ γὰρ ἐπιλείπει αὐτός, ἢν πάντες ἐκεῖνοι γένωνται, ὁμοῦ δέ εἰσι καὶ ἕκαστος χωρὶς αὖ ἐν στάσει ἀδιαστάτῳ οὐ μορφὴν αἰσθητὴν οὐδεμίαν ἔχων: ἤδη γὰρ ἂν ὁ μὲν ἄλλοθι, ὁ δέ που ἄλλοθι ἦν, καὶ ἕκαστος δὲ οὐ πᾶς ἐν αὑτῷ: οὐδὲ μέρη ἄλλα ἔχων ἄλλοις ἢ αὑτῷ οὐδὲ ἕκαστον ὅλον δύναμις κερματισθεῖσα καὶ τοσαύτη οὖσα, ὅσα τὰ μέρη μετρούμενα. τὸ δέ ἐστι δύναμις πᾶσα, εἰς ἄπειρον μὲν ἰοῦσα, εἰς ἄπειρον δὲ δυναμένη: καὶ οὕτως ἐστὶν ἐκεῖνος μέγας, ὡς καὶ τὰ μέρη αὐτοῦ ἄπειρα γεγονέναι. ποῦ γάρ τι ἔστιν εἰπεῖν, ὅπου μὴ φθάνει; μέγας μὲν οὖν καὶ ὅδε ὁ οὐρανὸς καὶ αἱ ἐν αὐτῷ πᾶσαι δυνάμεις ὁμοῦ, ἀλλὰ μείζων ἂν ἦν καὶ ὁπόσος οὐδ’ ἂν ἦν εἰπεῖν, εἰ μή τις αὐτῷ συνῆν σώματος δύναμις μικρά: καίτοι γε μεγάλας ἄν τις φήσειε πυρὸς καὶ τῶν ἄλλων σωμάτων τὰς δυνάμεις: ἀλλὰ ἤδη ἀπειρίᾳ δυνάμεως ἀληθινῆς φαντάζονται καίουσαι καὶ φθείρουσαι καὶ θλίβουσαι καὶ πρὸς γένεσιν τῶν ζῴων ὑπουργοῦσαι. ἀλλὰ ταῦτα μὲν φθείρει, ὅτι καὶ φθείρεται, καὶ συγγεννᾷ, ὅτι καὶ αὐτὰ γίνεται: ἡ δὲ δύναμις ἡ ἐκεῖ μόνον τὸ εἶναι ἔχει καὶ μόνον τὸ καλὸν εἶναι. ποῦ γὰρ ἂν εἴη τὸ καλὸν ἀποστερηθὲν τοῦ εἶναι; ποῦ δ’ ἂν ἡ οὐσία τοῦ καλὸν εἶναι ἐστερημένη; ἐν γὰρ τῷ ἀπολειφθῆναι τοῦ καλοῦ ἐλλείπει καὶ τῇ οὐσίᾳ. διὸ καὶ τὸ εἶναι ποθεινόν ἐστιν, ὅτι ταὐτὸν τῷ καλῷ, καὶ τὸ καλὸν ἐράσμιον, ὅτι τὸ εἶναι. πότερον δε ποτέρου αἴτιον τί χρὴ ζητεῖν οὔσης τῆς φύσεως μιᾶς; ἥδε μὲν γὰρ ἡ ψευδὴς οὐσία δεῖται ἐπακτοῦ εἰδώλου καλοῦ, ἵνα καὶ καλὸν φαίνηται καὶ ὅλως ᾖ, καὶ κατὰ τοσοῦτον ἔστι, καθ̓ ὅσον μετείληφε κάλλους τοῦ κατὰ τὸ εἶδος, καὶ λαβοῦσα ὅσῳ ἂν λάβῃ μᾶλλον τελειοτέρα: μᾶλλον γὰρ οἰκεία ἡ καλή.

Tomemos, pues, con el pensamiento este cosmos, permaneciendo cada una de sus partes lo que es y sin confundirse, y reunamos todo en uno, en lo posible, de modo que, al aparecer ante nosotros una cualquiera, por ejemplo la esfera exterior, siga enseguida la representación del sol y, a la vez, de los demás astros, y se vean la tierra, el mar y todos los vivientes, como en una esfera transparente; y de hecho podría llegar a verse todo en ella. Haya, pues, en el alma una imagen luminosa de una esfera que tenga todo en sí, ya móviles, ya inmóviles, o unos móviles y otros inmóviles. Y conservando ésta, toma en ti otra, quitándole el volumen; quita también los lugares y la imagen de la materia en ti, y no intentes tomar otra más pequeña en volumen; y, habiendo invocado al dios que ha hecho aquella de la que tienes la imagen, ruega que venga. Y que venga él trayendo su propio cosmos con todos los dioses que hay en él, siendo uno y todos, y cada uno todos, reunidos en uno, y distintos por sus potencias, pero todos uno por aquella única potencia múltiple; o más bien el uno [es] todos: pues él no se agota aunque todos aquéllos lleguen a ser; y están juntos, y cada uno, a su vez, separado, en un reposo sin distancia, sin tener ninguna forma sensible: pues entonces uno estaría en un lugar y otro en otro, y cada uno no sería entero en sí mismo; ni tendría partes distintas para otros que para sí, ni cada uno sería un todo, una potencia fragmentada y tan grande como lo son las partes medidas. Pues esto es potencia toda entera, que va hacia lo infinito y es capaz hacia lo infinito; y aquél es tan grande que hasta sus partes han llegado a ser infinitas. Pues ¿dónde se podría decir que algo está, donde él no llega? Grande es también este cielo y todas las potencias que hay en él juntas, pero sería mayor, y cuánto no podría decirse, si no le acompañara cierta pequeña potencia del cuerpo; y aun así podría decirse que son grandes las potencias del fuego y de los demás cuerpos: pero se manifiestan ya, por la infinitud de una potencia verdadera, quemando, destruyendo, oprimiendo y cooperando a la generación de los vivientes. Pero éstas destruyen porque también son destruidas, y engendran a la vez porque también ellas son engendradas; mientras que la potencia de allá sólo tiene el ser y sólo el ser bella. Pues ¿dónde estaría lo bello privado del ser? ¿Y dónde la esencia privada de ser bella? Pues al quedar privada de lo bello, falla también en la esencia. Por eso también el ser es deseable, porque es lo mismo que lo bello, y lo bello es amable, porque es el ser. ¿Y cuál de los dos es causa del otro? ¿Hay que investigarlo, siendo una sola la naturaleza? Pues esta esencia falsa de aquí necesita de una imagen bella adventicia, para parecer bella y, en general, para ser; y es en la medida en que participa de la belleza según la Forma, y cuanto más recibe, tanto más perfecta [es]: pues la [esencia] bella es más propia [de ella].

10

διὰ τοῦτο καὶ ὁ Ζεὺς καίπερ ὢν πρεσβύτατος τῶν ἄλλων θεῶν, ὧν αὐτὸς ἡγεῖται, πρῶτος πορεύεται ἐπὶ τὴν τούτου θέαν, οἱ δὲ ἕπονται θεοὶ ἄλλοι καὶ δαίμονες καὶ ψυχαί, αἳ ταῦτα ὁρᾶν δύνανται. ὁ δὲ ἐκφαίνεται αὐτοῖς ἔκ τινος ἀοράτου τόπου καὶ ἀνατείλας ὑψοῦ ἐπ’ αὐτῶν κατέλαμψε μὲν πάντα καὶ ἔπλησεν αὐγῆς καὶ ἐξέπληξε μὲν τοὺς κάτω καὶ ἐστράφησαν ἰδεῖν οὐ δεδυνημένοι, οἷα ἥλιον: οἱ μὲν ὑπ’ αὐτοῦ ἀνέχονταί τε καὶ βλέπουσιν, οἱ δὲ ταράττονται, ὅσῳ ἂν ἀφεστήκωσιν αὐτοῦ. ὁρῶντες δὲ οἱ δυνηθέντες ἰδεῖν εἰς αὐτὸν μὲν πάντες βλέπουσι καὶ εἰς τὸ αὐτοῦ, οὐ ταὐτὸν δὲ ἕκαστος ἀεὶ θέαμα κομίζεται, ἀλλ’: ὁ μὲν ἀτενὲς ἰδὼν ἐκλάμπουσαν εἶδε τὴν τοῦ δικαίου πηγὴν καὶ φύσιν, ἄλλος δὲ τῆς σωφροσύνης ἐπλήσθη τοῦ θεάματος, οὐχ οἵαν ἄνθρωποι παῤ αὑτοῖς, ὅταν ἔχωσιν, [ἔχουσι]. μιμεῖται γὰρ αὕτη ἀμηγέπη ἐκείνην, ἡ δὲ ἐπὶ πᾶσι περὶ πᾶν τὸ οἷον μέγεθος αὐτοῦ ἐπιθέουσα τελευταία ὁρᾶται οἷς πολλὰ ἤδη ὤφθη ἐναργῆ θεάματα. [θεῶνται μὲν οὖν] οἱ θεοὶ καθ̓ ἕνα καὶ πᾶς ὁμοῦ, [καὶ] αἱ ψυχαὶ αἱ πάντα ἐκεῖ ὁρῶσαι καὶ ἐκ τῶν πάντων γενόμεναι, ὥστε πάντα περιέχειν καὶ αὐταὶ ἐξ ἀρχῆς εἰς τέλος, καὶ εἰσὶν ἐκεῖ, ὅσον ἂν αὐτῶν πεφύκῃ εἶναι ἐκεῖ, πολλάκις δὲ αὐτῶν καὶ τὸ πᾶν ἐκεῖ, ὅταν μὴ ὦσι διειλημμέναι. ταῦτα οὖν ὁρῶν ὁ Ζεὺς καὶ εἴ τις ἡμῶν αὐτῷ συνεραστὴς τὸ τελευταῖον ορώμενον ἐπὶ πᾶσιν ὅλον τὸ κάλλος καὶ κάλλους μετασχὼν τοῦ ἐκεῖ: ἀποστίλβει γὰρ πάντα καὶ πληροῖ τοὺς ἐκεῖ γενομένους, ὡς καλοὺς καὶ αὐτοὺς γενέσθαι, ὁποῖα πολλάκις ἄνθρωποι εἰς ὑψηλοὺς ἀναβαίνοντες τόπους τὸ ξανθὸν χρῶμα ἐχούσης τῆς γῆς τῆς ἐκεῖ ἐπλήσθησαν ἐκείνης τῆς χρόας ὁμοιωθέντες τῇ ἐφ̓ ἧς ἐβεβήκεσαν. ἐκεῖ δὲ χρόα ἡ ἐπανθοῦσα κάλλος ἐστί, μᾶλλον δὲ πᾶν χρόα καὶ κάλλος ἐκ βάθους: οὐ γὰρ ἄλλο τὸ καλὸν ὡς ἐπανθοῦν. ἀλλὰ τοῖς μὴ ὅλον ὁρῶσιν ἡ προσβολὴ μόνη ἐνομίσθη, τοῖς δὲ διὰ παντὸς οἷον οἰνωθεῖσι καὶ πληρωθεῖσι τοῦ νέκταρος, ἅτε δἰ ὅλης τῆς ψυχῆς τοῦ κάλλους ἐλθόντος, οὐ θεαταῖς μόνον ὑπάρχει γενέσθαι. οὐ γὰρ ἔτι ὁ μὲν ἔξω, τὸ δ’ αὖ θεώμενον ἔξω, ἀλλ’ ἔχει ὁ ὀξέως ὁρῶν ἐν αὑτῷ τὸ ὁρώμενον, καὶ ἔχων τὰ πολλὰ ἀγνοεῖ ὅτι ἔχει καὶ ὡς ἔξω ὂν βλέπει, ὅτι ὡς ὁρώμενον βλέπει καὶ ὅτι θέλει βλέπειν. πᾶν δὲ ὅ τις ὡς θεατὸν βλέπει ἔξω βλέπει. ἀλλὰ χρὴ εἰς αὑτὸν ἤδη μεταφέρειν καὶ βλέπειν ὡς ἓν καὶ βλέπειν ὡς αὑτόν, ὥσπερ εἴ τις ὑπὸ θεοῦ κατασχεθεὶς φοιβόληπτος ἢ ὑπό τινος Μούσης ἐν αὑτῷ ἂν ποιοῖτο τοῦ θεοῦ τὴν θέαν, εἰ δύναμιν ἔχοι ἐν αὑτῷ θεὸν βλέπειν.

Por eso también Zeus, aunque es el más antiguo de los demás dioses, a los que él mismo guía, es el primero que se encamina a la contemplación de éste, y lo siguen otros dioses, daímones y almas, que pueden ver estas cosas. Y él se manifiesta a ellos desde un lugar invisible y, habiendo salido en lo alto sobre ellos, ilumina todo y lo llena de resplandor; y deja atónitos a los de abajo, que se vuelven sin haber podido ver, como [ante] el sol: unos lo soportan y miran, otros se turban, cuanto más lejos están de él. Y los que han podido ver, todos miran hacia él y hacia lo suyo, pero no siempre cada uno se lleva el mismo espectáculo, sino que uno, mirando fijamente, vio resplandecer la fuente y naturaleza de la justicia, y otro se llenó de la visión de la moderación, no tal como la tienen los hombres en sí mismos, cuando la tienen. Pues ésta imita de algún modo aquélla; y la que, sobre todas, corre alrededor de toda su como magnitud, es vista al final por aquellos a quienes ya se les mostraron muchos espectáculos claros. [Contemplan, pues,] los dioses, uno por uno y todos juntos, [y] las almas que allí ven todas las cosas y que proceden de todas, de modo que también ellas abarcan todo de principio a fin; y están allí en la medida en que por naturaleza les corresponde estar allí, y muchas veces también su totalidad está allí, cuando no están divididas. Viendo, pues, estas cosas Zeus, y quien de nosotros sea con él co-amante, [ve] lo que se contempla en último lugar sobre todas las cosas, la belleza entera, habiendo participado de la belleza de allá: pues todo resplandece y llena a los que han llegado allá, de modo que también ellos se hacen bellos, como a menudo los hombres, al subir a lugares elevados cuya tierra tiene color rubio, se llenaron de aquel color, volviéndose semejantes a aquella sobre la que caminaban. Allí, el color que florece es belleza, o más bien todo es color y belleza desde lo profundo: pues lo bello no es otra cosa, como algo que florece por encima. Pero a los que no ven el todo, el mero contacto se les tuvo por [lo único que hay]; en cambio, a quienes, como embriagados por completo y llenos de néctar, han recibido la belleza a través de toda el alma, no les cabe ser sólo espectadores. Pues ya no está uno fuera y, a su vez, lo contemplado fuera, sino que quien ve con agudeza tiene en sí lo visto, y teniéndolo la mayoría de las veces ignora que lo tiene y lo mira como si estuviera fuera, porque lo mira como algo visto y porque quiere mirar. Pero todo lo que uno mira como objeto de contemplación, lo mira fuera. Es preciso, en cambio, transferirlo ya a sí mismo, y mirarlo como uno y mirarlo como a sí mismo; como si alguien, poseído por un dios, inspirado por Febo o por alguna Musa, produjera en sí mismo la visión del dios, si tuviera poder de ver a un dios en sí mismo.✦

11

εἰ δέ τις ἡμῶν ἀδυνατῶν ἑαυτὸν ὁρᾶν, ὑπ’ ἐκείνου τοῦ θεοῦ ἐπὰν καταληφθεὶς εἰς τὸ ἰδεῖν προφέρῃ τὸ θέαμα, ἑαυτὸν προφέρει καὶ εἰκόνα αὑτοῦ καλλωπισθεῖσαν βλέπει. ἀφεὶς δὲ τὴν εἰκόνα καίπερ καλὴν οὖσαν εἰς ἓν αὑτῷ ἐλθὼν καὶ μηκέτι σχίσας ἓν ὁμοῦ πάντα ἐστὶ μετ’ ἐκείνου τοῦ θεοῦ ἀψοφητὶ παρόντος, καὶ ἔστι μετ’ αὐτοῦ ὅσον δύναται καὶ θέλει. εἰ δὲ ἐπιστραφείη εἰς δύο, καθαρὸς μὲν ὢν ἐφεξῆς ἐστιν αὐτῷ, ὥστε αὐτῷ παρεῖναι ἐκείνως πάλιν, εἰ πάλιν ἐπ’ αὐτὸν στρέφοι. ἐν δὲ τῇ ἐπιστροφῇ κέρδος τοῦτ̓ ἔχει: ἀρχόμενος αἰσθάνεται αὑτοῦ, ἕως ἕτερός ἐστι: δραμὼν δὲ εἰς τὸ εἴσω ἔχει πᾶν, καὶ ἀφεὶς τὴν αἴσθησιν εἰς τοὐπίσω τοῦ ἕτερος εἶναι φόβῳ εἷς ἐστιν ἐκεῖ: κἂν ἐπιθυμήσῃ ὡς ἕτερον ὂν ἰδεῖν, ἔξω αὑτὸν ποιεῖ. δεῖ δὲ καταμανθάνοντα μὲν ἔν τινι τύπῳ αὐτοῦ μένοντα μετὰ τοῦ ζητεῖν γνωματεύειν αὐτόν, εἰς οἷον δὲ εἴσεισιν οὕτω μαθόντα καὶ πίστιν [ἔχοντα], ὡς ἐπὶ χρῆμα μακαριστὸν εἴσεισιν, ἤδη αὑτὸν δοῦναι εἰς τὸ εἴσω καὶ γενέσθαι ἀντὶ ὁρῶντος ἤδη θέαμα ἑτέρου θεωμένου οἷος ἐκεῖθεν ἥκει ἐκλάμποντα τοῖς νοήμασι. πῶς οὖν ἔσται τις ἐν καλῷ μὴ ὁρῶν αὐτό; ἢ ὁρῶν αὐτὸ ὡς ἕτερον οὐδέπω ἐν καλῷ, γενόμενος δὲ αὐτὸ οὕτω μάλιστα ἐν καλῷ. εἰ οὖν ὅρασις τοῦ ἔξω, ὅρασιν μὲν οὐ δεῖ εἶναι ἢ οὕτως, ὡς ταὐτὸν τῷ ὁρατῷ: τοῦτο δὲ οἷον σύνεσις καὶ συναίσθησις αὑτοῦ εὐλαβουμένου μὴ τῷ μᾶλλον αἰσθάνεσθαι θέλειν ἑαυτοῦ ἀποστῆναι. δεῖ δὲ κακεῖνο ἐνθυμεῖσθαι, ὡς τῶν μὲν κακῶν αἱ αἰσθήσεις τὰς πληγὰς ἔχουσι μείζους, ἥττους δὲ τὰς γνώσεις τῇ πληγῇ ἐκκρουομένας: νόσος γὰρ μᾶλλον ἔκπληξιν, ὑγίεια δὲ ἠρέμα συνοῦσα μᾶλλον ἂν σύνεσιν δοίη αὑτῆς: προίζει γὰρ ἅτε οἰκεῖον καὶ ἑνοῦται: ἡ δ’ ἐστὶν ἀλλότριον καὶ οὐκ οἰκεῖον καὶ ταύτῃ διάδηλος τῷ σφόδρα ἕτερον ἡμῶν εἶναι δοκεῖν: τὰ δὲ ἡμῶν καὶ ἡμεῖς ἀναίσθητοι. οὕτως δ’ ὄντες μάλιστα πάντων ἐσμὲν αὑτοῖς συνετοὶ τὴν ἐπιστήμην ἡμῶν καὶ ἡμᾶς ἓν πεποιηκότες. κἀκεῖ τοίνυν, ὅτε μάλιστα ἴσμεν κατὰ νοῦν, ἀγνοεῖν δοκοῦμεν τῆς αἰσθήσεως ἀναμένοντες τὸ πάθος, ἥ φησι μὴ ἑωρακέναι: οὐ γὰρ εἶδεν οὐδ’ ἂν τὰ τοιαῦτά ποτε ἴδοι. τὸ οὖν ἀπιστοῦν ἡ αἴσθησίς ἐστιν, ὁ δὲ ἄλλος ἐστὶν ὁ ἰδών: ἤ, εἰ ἀπιστοῖ κἀκεῖνος, οὐδ’ ἂν αὑτὸν πιστεύσειεν εἶναι: οὐδὲ γὰρ οὐδ’ αὐτὸς δύναται ἔξω θεὶς ἑαυτὸν ὡς αἰσθητὸν ὄντα ὀφθαλμοῖς τοῖς τοῦ σώματος βλέπειν.

Y si alguno de nosotros, incapaz de verse a sí mismo, cuando es tomado por aquel dios, presenta ante la vista el espectáculo, se presenta a sí mismo y ve una imagen de sí mismo embellecida. Pero, dejando la imagen aunque sea bella, y yendo a la unidad consigo mismo, sin dividirse ya más, es todo a la vez uno con aquel dios que está presente sin ruido, y está con él cuanto puede y quiere. Y si se volviera hacia la dualidad, estando puro, se halla a continuación de él, de modo que puede estarle presente de aquel modo otra vez, si de nuevo se vuelve hacia él. Y en esta conversión tiene esta ganancia: al comenzar tiene conciencia de sí, mientras es otro; pero, habiendo corrido hacia lo interior, lo tiene todo, y dejando atrás la sensación, por temor de ser otro, es uno allí; y si desea verlo como siendo otro, se pone a sí mismo afuera. Es preciso, mientras se aprende, que permaneciendo en algún esquema de él, con la búsqueda, se forme un juicio de sí mismo; y que, sabiendo a qué clase de [lugar] va a entrar, y teniendo confianza en que entra a algo dichosísimo, se entregue ya a lo interior y se haga, en lugar de quien ve, espectáculo para otro que contempla, tal como viene de allí, resplandeciendo con pensamientos. ¿Cómo, pues, estará alguien en lo bello sin verlo? O bien, viéndolo como otro, no está todavía en lo bello, y habiéndose hecho él mismo [eso], así está sobre todo en lo bello. Si, pues, la visión es de lo de fuera, no debe haber visión sino así, como idéntica a lo visto: y esto como comprensión y conciencia de sí, cuidándose de no apartarse de sí por querer sentir más. Hay que considerar también aquello: que las sensaciones de los males tienen golpes mayores, pero menores los conocimientos, que el golpe desaloja; pues la enfermedad produce más estupor, mientras que la salud, que está presente suavemente, daría más comprensión de sí: pues se asienta como algo propio y se unifica; aquélla, en cambio, es algo ajeno y no propio, y por eso es manifiesta, por parecer sumamente otra respecto de nosotros; y lo nuestro, también nosotros, [somos] insensibles. Y siendo así somos los más comprensivos de todos para con nosotros mismos, habiendo hecho uno nuestro conocimiento y a nosotros. Así también allí, cuando más sabemos según el intelecto, parecemos ignorar, esperando la afección de la sensación, la cual dice no haber visto: pues no vio, ni vería jamás tales cosas. Lo que desconfía, pues, es la sensación, y el otro es el que ha visto; o, si aquél también desconfiara, ni siquiera creería que él mismo es: pues ni él mismo puede, poniéndose afuera como si fuera algo sensible, mirarse con los ojos del cuerpo.

12

ἀλλὰ εἴρηται, πῶς ὡς ἕτερος δύναται τοῦτο ποιεῖν, καὶ πῶς ὡς αὐτός. ἰδὼν δή, εἴτε ὡς ἕτερος, εἴτε ὡς μείνας αὐτός, τί ἀπαγγέλλει; ἢ θεὸν ἑωρακέναι τόκον ὠδίνοντα καλὸν καὶ πάντα δὴ ἐν αὑτῷ γεγεννηκότα καὶ ἄλυπον ἔχοντα τὴν ὠδῖνα ἐν αὑτῷ: ἡσθεὶς γὰρ οἷς ἐγέννα καὶ ἀγασθεὶς τῶν τόκων κατέσχε πάντα παῤ αὑτῷ τὴν αὑτοῦ καὶ τὴν αὐτῶν ἀγλαίαν ἀσμενίσας: ὁ δὲ καλῶν ὄντων καὶ καλλιόνων τῶν εἰς τὸ εἴσω μεμενηκότων μόνος ἐκ τῶν ἄλλων παῖς ἐξεφάνη εἰς τὸ ἔξω. ἀφ̓ οὗ καὶ ὑστάτου παιδὸς ὄντος ἔστιν ἰδεῖν οἷον ἐξ εἰκόνος τινὸς αὐτοῦ, ὅσος ὁ πατὴρ ἐκεῖνος καὶ οἱ μείναντες παρὰ τῷ πατρὶ ἀδελφοί. ὁ δὲ οὔ φησι μάτην ἐλθεῖν παρὰ τοῦ πατρός: εἶναι γὰρ δὴ αὑτοῦ ἄλλον κόσμον γεγονότα καλόν, ὡς εἰκόνα καλοῦ: μηδὲ γὰρ εἶναι θεμιτὸν εἰκόνα καλὴν μὴ εἶναι μήτε καλοῦ μήτε οὐσίας. μιμεῖται δὴ τὸ ἀρχέτυπον πανταχῇ. καὶ γὰρ ζωὴν ἔχει καὶ τὸ τῆς οὐσίας, ὡς μίμημα, καὶ τὸ κάλλος εἶναι, ὡς ἐκεῖθεν: ἔχει δὲ καὶ τὸ ἀεὶ αὐτοῦ, ὡς εἰκών: ἢ ποτὲ μὲν ἕξει εἰκόνα, ποτὲ δὲ οὔ, οὐ τέχνῃ γενομένης τῆς εἰκόνος; πᾶσα δὲ φύσει εἰκών ἐστιν, ὅσον ἂν τὸ ἀρχέτυπον μένῃ. διὸ οὐκ ὀρθῶς, οἳ φθείρουσι τοῦ νοητοῦ μένοντος καὶ γεννῶσιν οὕτως, ὡς ποτὲ βουλευσαμένου τοῦ ποιοῦντος ποιεῖν. ὅστις γὰρ τρόπος ποιήσεως τοιαύτης οὐκ ἐθέλουσι συνιέναι οὐδ’ ἴσασιν, ὅτι, ὅσον ἐκεῖνο ἐλλάμπει, οὐ μήποτε τὰ ἄλλα ἐλλείπῃ, ἀλλ’ ἐξ οὗ ἔστι καὶ ταῦτα ἔστιν: ἦν δ’ ἀεὶ καὶ ἔσται. χρηστέον γὰρ τούτοις τοῖς ὀνόμασι τῇ τοῦ σημαίνειν ἐθέλειν ἀνάγκῃ.

Pero ya se ha dicho cómo puede hacer esto como otro y cómo como él mismo. Habiendo visto, pues, ya como otro, ya permaneciendo él mismo, ¿qué anuncia? Que ha visto a un dios que da a luz una bella prole, que ha engendrado todo en sí y que tiene sin dolor el parto en sí: pues, gozando de lo que engendraba y admirando a sus hijos, retuvo a todos junto a sí, complacido con el resplandor suyo y el de ellos; pero siendo bellos, y más bellos, los que permanecieron en el interior, sólo uno, de entre los demás hijos, se manifestó hacia fuera. Y a partir de éste, aunque es el último hijo, es posible ver, como por una imagen de él, cuán grande es aquel padre y los hermanos que permanecieron junto al padre. Y éste dice que no ha venido en vano de parte del padre: pues es otro cosmos suyo, hecho bello, como imagen de lo bello; pues no es lícito que una imagen bella no lo sea ni de lo bello ni de la esencia. Imita, pues, al arquetipo por todas partes. Pues tiene vida, y lo de la esencia, como imitación, y el ser bello, como proveniente de allí; y tiene también el ser siempre, como imagen: ¿o tendrá a veces una imagen y a veces no, no habiendo sido hecha la imagen por arte? Toda imagen lo es por naturaleza, en tanto el arquetipo permanece. Por eso no tienen razón los que lo destruyen, permaneciendo lo inteligible, y lo hacen engendrarse como si en algún momento el hacedor hubiera deliberado hacerlo. Pues no quieren comprender cuál es el modo de tal producción ni saben que, mientras aquello ilumina, nunca fallarán los demás, sino que de aquello de lo que es, también éstas son; y fue siempre y será. Pues hay que usar estos nombres por la necesidad de querer significar.

13

ὁ οὖν θεὸς ὁ εἰς τὸ μένειν ὡσαύτως δεδεμένος καὶ συγχωρήσας τῷ παιδὶ τοῦδε τοῦ παντὸς ἄρχειν — οὐ γὰρ ἦν αὐτῷ πρὸς τρόπου τὴν ἐκεῖ ἀρχὴν ἀφέντι νεωτέραν αὑτοῦ καὶ ὑστέραν μεθέπειν κόρον ἔχοντι τῶν καλῶν — ταῦτ̓ ἀφεὶς ἔστησέ τε τὸν αὑτοῦ πατέρα εἰς ἑαυτὸν καὶ μέχρις αὐτοῦ πρὸς τὸ ἄνω: ἔστησε δ’ αὖ καὶ τὰ εἰς θάτερα ἀπὸ τοῦ παιδὸς ἀρξάμενα εἶναι μετ’ αὐτόν, ὥστε μεταξὺ ἀμφοῖν γενέσθαι τῇ τε ἑτερότητι τῆς πρὸς τὸ ἄνω ἀποτομῆς καὶ τῷ ἀνέχοντι ἀπὸ τοῦ μετ’ αὐτὸν πρὸς τὸ κάτω δεσμοῦ, μεταξὺ ὢν πατρός τε ἀμείνονος καὶ ἥττονος υἱέος. ἀλλ’ ἐπειδὴ ὁ πατὴρ αὐτῷ μείζων ἢ κατὰ κάλλος ἦν, πρώτως αὐτὸς ἔμεινε καλός, καίτοι καλῆς καὶ τῆς ψυχῆς οὔσης: ἀλλ’ ἔστι καλλίων καὶ ταύτης, ὅτι ἴχνος αὐτὴ αὐτοῦ, καὶ τούτῳ ἐστὶ καλὴ μὲν τὴν φύσιν, καλλίων δέ, ὅταν ἐκεῖ βλέπῃ. εἰ οὖν ἡ ψυχὴ ἡ τοῦ παντός, ἵνα γνωριμώτερον λέγωμεν, καὶ ἡ Ἀφροδίτη αὐτὴ καλή, τίς ἐκεῖνος; εἰ μὲν γὰρ παῤ αὑτῆς, πόσον ἂν εἴη ἐκεῖνο; εἰ δὲ παῤ ἄλλου, παρὰ τίνος ψυχὴ καὶ τὸ ἐπακτὸν καὶ τὸ συμφυὲς τῇ οὐσίᾳ αὐτῆς κάλλος ἔχει; ἐπεὶ καί, ὅταν καὶ αὐτοὶ καλοί, τῷ αὑτῶν εἶναι, αἰσχροὶ δὲ ἐπ’ ἄλλην μεταβαίνοντες φύσιν: καὶ γινώσκοντες μὲν ἑαυτοὺς καλοί, αἰσχροὶ δὲ ἀγνοοῦντες. ἐκεῖ οὖν κἀκεῖθεν τὸ καλόν. ἆῤ οὖν ἀρκεῖ τὰ εἰρημένα εἰς ἐναργῆ σύνεσιν ἀγαγεῖν τοῦ νοητοῦ τόπου, ἢ κατ’ ἄλλην ὁδὸν πάλιν αὖ δεῖ ἐπελθεῖν ὧδε;

El dios, pues, atado a permanecer del mismo modo y que consintió que su hijo gobernara este todo —pues no le era conforme, dejando el gobierno de allí, ir tras uno más joven que él y posterior, estando saciado de lo bello—, dejando esto, estableció a su propio padre en sí mismo y [lo que llega] hasta él hacia arriba; y estableció a su vez también lo que, comenzando por el hijo, es hacia el otro lado, después de él, de modo que vino a quedar en medio de ambos, por la alteridad de la separación hacia arriba y por el vínculo que sostiene desde lo posterior hacia abajo, estando entre un padre mejor y un hijo inferior. Pero, como su padre era mayor de lo que corresponde a la belleza, él mismo permaneció bello en primer grado, aunque también el alma es bella; pero él es más bello que ésta, porque ella es su huella, y por esto es bella por naturaleza, pero más bella cuando mira hacia allá. Si, pues, el Alma del todo —para decirlo de modo más conocido— y la propia Afrodita es bella, ¿qué será aquél? Pues si lo es por sí misma, ¿cuán grande habría de ser aquello? Y si [lo es] por otro, ¿de quién tiene el alma tanto la belleza adventicia como la connatural a su esencia? Pues también ellos, cuando son bellos, lo son por ser de sí mismos, y feos cuando pasan a otra naturaleza; y conociéndose son bellos, y feos si se ignoran. Allí, pues, y de allí [viene] lo bello. ¿Bastan, pues, las cosas dichas para llevar a una comprensión clara del lugar inteligible, o hay que recorrerlo de nuevo por otro camino, así?✦

Fuente del texto original: Texto griego: edición de R. Volkmann (Leipzig, Teubner, 1883–1884, dominio público), transcripción digital de Open Greek and Latin (First1KGreek), CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.