Enéada VI, 1 · Sobre los géneros del ser, primero
ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΠΡΩΤΟΝ
Περὶ τῶν ὄντων πόσα καὶ τίνα ἐζήτησαν μὲν καὶ οἱ πάνυ παλαιοὶ [οἱ μὲν] ἕν, οἱ δὲ ὡρισμένα, οἱ δὲ ἄπειρα εἰπόντες, καὶ τούτων ἕκαστοι οἱ μὲν ἄλλο, οἱ δὲ ἄλλο εἰπόντες τὸ ἕν, οἱ δὲ τὰ πεπερασμένα καὶ αὐτὰ ἄπειρα εἰπόντες: καὶ τοῖς μετ’ αὐτοὺς ἐξετασθεῖσαι αὗται αἱ δόξαι ἱκανῶς ἀφετέαι ἡμῖν. ὅσα δὲ ἐξετάσαντες τὰ ἐκείνων ἔθεντο ἐν γένεσιν ὡρισμένοις καὶ αὐτοί, περὶ τούτων ἐπισκεπτέον, οἳ οὔτε ἓν θέμενοι, ὅτι πολλὰ καὶ ἐν τοῖς νοητοῖς ἑώρων, οὔτε ἄπειρα, ὅτι μήτε οἷόν τε, μήτ̓ ἐπιστήμη ἂν γένοιτο, τά τε πεπερασμένα εἰς ἀριθμόν, ὅτι τὰ ὑποκείμενα οὐκ ὀρθῶς οἷον στοιχεῖα, γένη τινὰ αὐτῶν εἰρήκασιν, οἱ μὲν δέκα, οἱ δὲ ἐλάττω: εἶεν δ’ ἄν τινες οἱ πλείω τούτων. ἔστι δὲ καὶ ἐν τοῖς γένεσι διαφορά: οἱ μὲν γὰρ τὰ γένη ἀρχάς, οἱ δὲ αὐτὰ τὰ ὄντα τῷ γένει τοσαῦτα. πρῶτον τοίνυν τὴν διαιρουμένην εἰς δέκα τὰ ὄντα ληπτέον ἀνασκοποῦντας, πότερα δέκα γένη δεῖ νομίζειν αὐτοὺς λέγειν κοινοῦ ὀνόματος τυχόντα τοῦ ὄντος, ἢ κατηγορίας δέκα. ὅτι γὰρ οὐ συνώνυμον τὸ ὂν ἐν ἅπασι, λέγουσι καὶ ὀρθῶς λέγουσι: μᾶλλον δὲ ἐκεῖνο πρῶτον ἐρωτητέον, πότερα ὁμοίως ἕν τε τοῖς νοητοῖς ἕν τε τοῖς αἰσθητοῖς τὰ δέκα, ἢ ἐν μὲν τοῖς αἰσθητοῖς ἅπαντα, ἐν δὲ τοῖς νοητοῖς τὰ μὲν εἶναι, τὰ δὲ μὴ εἶναι: οὐ γὰρ δὴ ἀνάπαλιν. οὗ δὴ ἐξεταστέον, τίνα κἀκεῖ τῶν δέκα, καὶ εἰ τὰ ἐκεῖ ὄντα ὑφ̓ ἓν γένος ὑπακτέον τοῖς ἐνταῦθα, ἢ ὁμωνύμως ἥ τε ἐκεῖ οὐσία ἥ τε ἐνταῦθα. ἀλλ’ εἰ τοῦτο, πλείω τὰ γένη: εἰ δὲ συνωνύμως, ἄτοπον τὸ αὐτὸ σημαίνειν τὴν οὐσίαν ἐπί τε τῶν πρώτως ὄντων καὶ τῶν ὑστέρων οὐκ ὄντος γένους κοινοῦ, ἐν οἷς τὸ πρότερον καὶ ὕστερον. ἀλλὰ περὶ τῶν νοητῶν κατὰ τὴν διαίρεσιν οὐ λέγουσιν: οὐ πάντα ἄρα τὰ ὄντα διαιρεῖσθαι ἐβουλήθησαν, ἀλλὰ τὰ μάλιστα ὄντα παραλελοίπασιν.
Acerca de los seres, cuántos y cuáles son: lo investigaron ya los muy antiguos, unos diciendo que es uno, otros que son [en número] determinado, otros que son infinitos; y, dentro de cada grupo, unos diciendo que lo Uno es una cosa y otros otra, y otros diciendo que los [seres] limitados son a su vez infinitos. Estas opiniones, examinadas también por los que vinieron después de ellos, podemos dejarlas ya suficientemente a un lado. Pero hay que considerar a quienes, tras examinar lo de aquellos, establecieron también ellos [los seres] en géneros determinados. Estos ni pusieron uno, porque veían que también en los inteligibles hay muchos, ni infinitos, porque ni es posible ni habría ciencia; [los pusieron] limitados en número, y, considerando que los sustratos no eran correctamente algo así como elementos, dijeron que había ciertos géneros de ellos: unos diez, otros menos; y podría haber algunos [que dijeran] más que estos. Hay además diferencia entre los géneros: pues unos [ponen] los géneros como principios, y otros [ponen] los seres mismos, tantos como son en cuanto al género. Primero, pues, hay que tomar la [doctrina] que divide los seres en diez, examinando si hay que pensar que dicen diez géneros que reciben el nombre común de «ser», o diez categorías. Pues que el ser no es sinónimo en todos, lo dicen, y lo dicen correctamente; pero más bien hay que preguntar primero esto: si las diez se dan del mismo modo en los inteligibles y en los sensibles, o si en los sensibles se dan todas, y en los inteligibles unas son y otras no son; pues no puede ser al revés. Esto es, pues, lo que hay que examinar: cuáles de las diez [hay] también allí, y si los seres de allá hay que subordinarlos a un solo género junto con los de aquí, o si la esencia de allá y la de aquí lo son de modo homónimo. Pero si es así, los géneros son más; y si [lo son] sinónimamente, es absurdo que la esencia signifique lo mismo en lo que es primariamente y en lo posterior, no habiendo género común allí donde hay anterior y posterior. Ahora bien, acerca de los inteligibles no hablan en su división: no quisieron, pues, dividir todos los seres, sino que omitieron los que son más seres.✦
Las «diez» son las diez categorías de Aristóteles (Categorías 1b25 ss.); el capítulo discute si valen para el mundo inteligible.
πάλιν οὖν ἆρα γένη νομιστέον εἶναι; καὶ πῶς ἓν γένος ἡ οὐσία; ἀπὸ γὰρ ταύτης πάντως ἀρκτέον. ὅτι μὲν [οὖν] ἓν ἐπί τε τῆς νοητῆς ἐπί τε τῆς αἰσθητῆς κοινὸν εἶναι ἀδύνατον τὸ τῆς οὐσίας, εἴρηται. καὶ προσέτι ἄλλο τι ἔσται πρό τε τῆς νοητῆς καὶ πρὸ τῆς αἰσθητῆς, ἄλλο τι ὂν κατηγορούμενον κατ’ ἀμφοῖν, ὃ οὔτε σῶμα οὔτε ἀσώματον ἂν εἴη: ἔσναι γὰρ ἢ τὸ σῶμα ἀσώματον, ἢ τὸ ἀσώματον σῶμα. οὐ μὴν ἀλλὰ ἐπ’ αὐτῶν τῶν τῇδε οὐσιῶν ζητητέον, τί κοινὸν ἐπὶ τῆς ὕλης καὶ τοῦ εἴδους καὶ τοῦ ἐξ ἀμφοῖν. πάντα γὰρ ταῦτα οὐσίας λέγουσιν εἶναι, καὶ οὐ τὸ ἴσον εἰς οὐσίαν ἔχειν, ὅταν μᾶλλον λέγηται τὸ εἶδος οὐσία ἢ ἡ ὕλη: καὶ ὀρθῶς: οἱ δ’ ἂν εἴποιεν τὴν ὕλην μᾶλλον. αἱ δὲ πρῶται λεγόμεναι οὐσίαι πρὸς τὰς δευτέρας τί ἂν ἔχοιεν κοινόν; ὁπότε παρὰ τῶν προτέρων ἔχουσιν αἱ δεύτεραι τὸ οὐσίαι λέγεσθαι ὅλως δὲ τί ἐστιν ἡ οὐσία εἰπεῖν οὐκ ἔστιν: οὐδὲ γάρ, εἰ τὸ ἴδιόν τις ἀποδοίη, ἤδη ἔχει τὸ τί ἐστι, καὶ ἴσως οὐδὲ τὸ ἓν καὶ ταὐτὸν ἀριθμῷ δεκτικὸν τῶν ἐναντίων ἐπὶ πάντων ἁρμόσει.
¿Hay que pensar, entonces, de nuevo que hay géneros? ¿Y cómo es un solo género la esencia? Pues por ella hay que comenzar en todo caso. Que lo de la esencia no puede ser algo uno común a la inteligible y a la sensible, ya se dijo. Y además habrá algo anterior tanto a la inteligible como a la sensible, algo que se predique de ambas, que no sería ni cuerpo ni incorpóreo: pues entonces o el cuerpo sería incorpóreo, o lo incorpóreo sería cuerpo. No obstante, sobre las esencias de aquí mismo hay que investigar qué hay en común entre la materia, la forma y el compuesto de ambas. Pues dicen que todas estas son esencias, y que no tienen lo mismo respecto de la esencia, cuando se dice que la forma es más esencia que la materia; y con razón; pero otros dirían que lo es más la materia. Y las llamadas esencias primeras, ¿qué podrían tener en común con las segundas, dado que las segundas reciben de las primeras el ser llamadas esencias? En general, no es posible decir qué es la esencia: pues ni siquiera si alguien diera lo propio tendría ya el «qué es»; y quizá tampoco lo de «lo uno y lo mismo en número, capaz de recibir los contrarios» convendrá a todas.✦
Alusión a Aristóteles, Categorías 4a10: la esencia, una y la misma en número, es capaz de recibir los contrarios.
ἀλλ’ ἆρα μίαν τινὰ κατηγορίαν λεκτέον ὁμοῦ συλλαβοῦσι τὴν νοητὴν οὐσίαν, τὴν ὕλην, τὸ εἶδος, τὸ ἐξ ἀμφοῖν; οἷον εἴ τις τὸ τῶν Ἡρακλειδῶν γένος ἕν τι λέγοι, οὐχ ὡς κοινὸν κατὰ πάντων, ἀλλ’ ὡς ἀφ̓ ἑνός: πρώτως γὰρ καὶ οὐσία ἐκείνη, δευτέρως δὲ καὶ ἧττον τὰ ἄλλα. ἀλλὰ τί κωλύει μίαν κατηγορίαν τὰ πάντα εἶναι; καὶ γὰρ τὰ ἄλλα πάντα ἀπὸ τῆς οὐσίας τὰ λεγόμενα εἶναι. ἢ ἐκεῖνα μὲν πάθη, αἱ δ’ οὐσίαι ἐφεξῆς ἄλλως. ἀλλὰ γὰρ καὶ οὕτως οὔπω ἔχομεν ἐπερείσασθαι τῇ οὐσίᾳ, οὐδὲ τὸ κυριώτατον λαβεῖν, ἵν’ ἀπὸ τούτου καὶ τὰς ἄλλας. συγγενεῖς μὲν δὴ οὕτως ἔστωσαν πᾶσαι αἱ λεγόμεναι οὐσίαι ἔχουσαί τι παρὰ τὰ ἄλλα γένη. τί ἄρα γε αὐτὸ τοῦτο τὸ τὶ καὶ τὸ τόδε καὶ τὸ ὑποκείμενον καὶ μὴ ἐπικείμενον μηδ’ ἐν ἄλλῳ ὡς ἐν ὑποκειμένῳ μηδ’ ὅ ἐστιν ἄλλου ὄν, οἷον λευκὸν ποιότης σώματος καὶ ποσὸν οὐσίας, καὶ χρόνος κινήσεώς τι καὶ κίνησις τοῦ κινουμένου; ἀλλ’ ἡ δευτέρα οὐσία κατ’ ἄλλου. ἢ ἄλλον τρόπον τὸ κατ’ ἄλλου ἐνταῦθα, ὡς γένος ἐνυπάρχον ʽκαὶ ἐνυπάρχον ὡς μέροσ̓ καὶ τὸ τὶ ἐκείνου, τὸ δὲ λευκὸν κατ’ ἄλλου, ὅτι ἐν ἄλλῳ. ἀλλὰ ταῦτα μὲν ἴδια ἄν τις λέγοι πρὸς τὰ ἄλλα καὶ διὰ τοῦτο εἰς ἓν οὕτω συνάγοι καὶ οὐσίας λέγοι, ἓν δέ τι γένος οὐκ ἂν λέγοι, οὐδὲ δηλοῖ πω τὴν ἔννοιαν τῆς οὐσίας καὶ τὴν φύσιν. καὶ ταῦτα μὲν ἐνταῦθα κείσθω: ἐπὶ δὲ τὴν τοῦ ποσοῦ ἴωμεν φύσιν.
Pero ¿acaso habría que decir que hay una única categoría, reuniendo en conjunto la esencia inteligible, la materia, la forma y el compuesto de ambas? Como si alguien dijera que el linaje de los Heraclidas es uno, no como algo común a todos, sino como [procedente] de uno: pues aquella es primariamente también esencia, y las demás secundariamente y en menor grado. Pero ¿qué impide que todas las cosas sean una sola categoría? Pues también todas las demás se dicen ser a partir de la esencia. ¿O aquellas [otras] son afecciones, mientras que las esencias están en serie de otro modo? Pero ni siquiera así tenemos todavía en qué apoyarnos para la esencia, ni hemos tomado lo más propio, para [definir] a partir de ello también las demás. Sean, pues, afines de este modo todas las llamadas esencias, por tener algo respecto de los demás géneros. ¿Qué es, entonces, esto mismo: el «algo», el «esto», el sustrato, lo que no está superpuesto ni en otro como en un sujeto, ni es [propiedad] de otro, como lo blanco es cualidad de un cuerpo, la cantidad de una esencia, el tiempo [algo] de un movimiento, y el movimiento de lo movido? Pero la esencia segunda se dice de otro. ¿O de otro modo es aquí el «de otro», como género inherente (e inherente como parte), y el «algo» de aquello, mientras que lo blanco se dice de otro porque está en otro? Pero esto podría alguien decirlo propio de ellas respecto de las demás, y por eso reunirlas así en una y llamarlas esencias; pero no diría que son un género único, ni muestra todavía la noción de la esencia y su naturaleza. Y quede esto aquí; vayamos a la naturaleza de la cantidad.✦
Los Heraclidas son los descendientes de Heracles.
ἀριθμὸν δὴ πρῶτον ποσὸν λέγουσι καὶ τὸ συνεχὲς ἅπαν μέγεθος καὶ τόπον καὶ χρόνον, τὰ δ’ ἄλλα εἰς ταῦτα ἀναφέρουσιν, ὅσα ποσὰ λέγουσι, καὶ τὴν κίνησιν ποσὸν τῷ τὸν χρόνον, καίτοι ἴσως ἀνάπαλιν τοῦ χρόνου τὸ συνεχὲς παρὰ τῆς κινήσεως λαβόντος. εἰ μὲν δὴ τὸ συνεχὲς ᾗ συνεχὲς ποσὸν φήσουσιν εἶναι, τὸ διωρισμένον οὐκ ἂν εἴη ποσόν: εἰ δὲ κατὰ συμβεβηκὸς τὸ συνεχές, τί κοινὸν ἀμφοτέροις ἔσται τὸ ποσοῖς εἶναι; τοῖς μὲν γὰρ ἀριθμοῖς τὸ ποσοῖς εἶναι ὑπαρχέτω: καίτοι τοῦτο τὸ λέγεσθαι ποσοῖς ὑπάρχει, οὔπω δέ, τίς ἡ φύσις καθ̓ ὃ λέγεται, δηλοῦται: ἀλλὰ γραμμή γε καὶ ἐπίπεδον καὶ σῶμα οὐδὲ λέγεται, ἀλλὰ μεγέθη μὲν λέγεται, ποσὰ δὲ οὐ λέγεται, εἴπερ τότε προσλαμβάνει τὸ ποσὸν λέγεσθαι, ὅταν εἰς ἀριθμὸν ἀχθῇ [οἷον] δίπηχυ ἢ τρίπηχυ: ἐπεὶ καὶ τὸ σῶμα τὸ φυσικὸν μετρηθὲν γίνεται ποσόν τι, καὶ ὁ τόπος κατὰ συμβεβηκός, οὐχ ᾗ τόπος. δεῖ δὲ μὴ τὸ κατὰ συμβεβηκὸς ποσὸν λαμβάνειν, ἀλλὰ τὸ καθ̓ αὑτό, οἷον ποσότητα: ἐπεὶ οὐδὲ τοὺς τρεῖς βοῦς ποσόν, ἀλλὰ τὸν ἐπ’ αὐτοῖς ἀριθμόν: βόες γὰρ τρεῖς δύο κατηγορίαι ἤδη. οὕτως οὖν καὶ γραμμὴ τοσήδε δύο κατηγορίαι, καὶ ἐπιφάνεια τοσήδε δύο, καὶ ἡ ποσότης μὲν αὐτῆς ποσόν, αὐτὴ δὲ ἡ ἐπιφάνεια διὰ τί ποσόν; περατωθεῖσα γοῦν οἷον τρισὶ γραμμαῖς ἢ τέσσαρσι λέγεται εἶναι ποσόν. τί οὖν; μόνον τοὺς ἀριθμοὺς φήσομεν ποσόν; ἀλλ’ εἰ μὲν τοὺς καθ̓ αὑτοὺς ἀριθμούς, οὐσίαι λέγονται οὗτοι καὶ μάλιστα τῷ καθ̓ αὑτοὺς εἶναι: εἰ δὲ τοὺς ἐν τοῖς μετέχουσιν αὐτῶν, καθ̓ οὓς ἀριθμοῦμεν, οὐ μονάδας, ἀλλὰ ἵππους δέκα καὶ βοῦς δέκα, πρῶτον μὲν ἄτοπον δόξει εἶναι, εἰ ἐκεῖνοι οὐσίαι, μὴ καὶ τούτους: ἔπειτα δέ, εἰ μετροῦντες τὰ ὑποκείμενα ἐνυπάρχουσιν ἐν αὐτοῖς, ἀλλὰ μὴ ἔξω ὄντες ὥσπερ οἱ κανόνες καὶ τὰ μέτρα μετροῦσιν. ἀλλ’ εἰ ἐφ̓ ἑαυτῶν ὄντες λαμβάνονται εἰς τὸ μετρεῖν καὶ μὴ ἐν τοῖς ὑποκειμένοις, οὔτε ἐκεῖνα ποσὰ τὰ ὑποκείμενα μὴ μετέχοντα ποσότητος, αὐτοί τε διὰ τί ποσόν; μέτρα γάρ: τὰ δὲ μέτρα διὰ τί ποσὰ ἢ ποσότης; ἢ ὅτι ἐν τοῖς οὖσιν ὄντες, εἰ μηδεμιᾷ τῶν ἄλλων ἁρμόττουσι, τοῦτο, ὃ λέγονται, ἔσονται καὶ ἐν τῇ λεγομένῃ ποσότητι κείσονται. καὶ γὰρ ἡ μονὰς αὐτῶν ὁρίζει ἕν, εἶτ̓ ἔπεισι καὶ ἐπ’ ἄλλο, καὶ ὁ ἀριθμὸς ὅσα μηνύει, καὶ μετρεῖ τὸ πλῆθος ἡ ψυχὴ προσχρωμένη. μετροῦσα οὖν οὐ τὸ τί ἐστι μετρεῖ: ἓν γὰρ λέγει καὶ δύο, κἂν ὁποιαοῦν καὶ ἐναντία ᾖ: ἀλλ’ οὐδὲ ἥντινα διάθεσιν ἔχει, οἷον θερμὸν ἢ καλόν, ἀλλ’ ὅσα. τοῦ ποσοῦ ἄρα, εἴτε καθ̓ αὑτό, εἴτ̓ ἐν τοῖς μετέχουσι θεωροῖτο, αὐτός, οὐ τὰ μετέχοντα. οὐ τὸ τρίπηχυ τοίνυν, ἀλλὰ τὰ τρία. διὰ τί ὁ??ʼν καὶ τὰ μεγέθη; ἆρα, ὅτι ἐγγὺς τοῦ ποσοῦ, καὶ οἷς ἂν ἐγγίνηται, ποσὰ αὐτὰ λέγομεν, οὐ τῷ κυρίως ποσῷ, ἀλλὰ μέγα λέγομεν, ὥσπερ πολλοῦ μετέχον ἀριθμοῦ, καὶ μικρόν, ὅτι ὀλίγου; ἀλλὰ τὸ μέγα αὐτὸ καὶ τὸ μικρὸν οὐκ ἀξιοῦται ποσὰ εἶναι, ἀλλὰ πρός τι: ἀλλ’ ὅμως πρός τι λέγουσι, καθ̓ ὅσον ποσὰ δοκεῖ εἶναι. σκεπτέον δὲ ἀκριβέστερον. ἔσται τοίνυν οὐχ ἕν τι γένος, ἀλλ’ ὁ ἀριθμὸς μόνος, τὰ δὲ δευτέρως. οὐ κυρίως τοίνυν ἓν γένος, ἀλλὰ κατηγορία μία συνάγουσα καὶ τὰ ἐγγὺς πρὸς τὰ πρώτως καὶ δευτέρως. ἡμῖν δὲ ζητητέον, πῶς οἱ καθ̓ αὑτοὺς ἀριθμοὶ οὐσίαι ἢ καὶ αὐτοὶ ποσόν τι: ὁποτέρως δ’ ἂν ἔχωσιν, οὐκ ἂν κοινόν τι ἔχοιεν πρὸς τούτους ἐκεῖνοι, ἀλλ’ ἢ ὄνομα μόνον.
Dicen, pues, que es cantidad primero el número, y toda magnitud continua, y el lugar y el tiempo, y refieren a estos todo lo demás que llaman cantidades, también el movimiento, como cantidad por el tiempo, aunque quizá al revés, [siendo] el tiempo el que ha tomado del movimiento lo continuo. Ahora bien, si dirán que lo continuo, en cuanto continuo, es cantidad, lo discreto no sería cantidad; y si lo continuo lo es por accidente, ¿qué habrá de común a ambos en el ser cantidades? Pues a los números pertenezca el ser cantidades; aunque esto es el que se los llame cantidades, y aún no se manifiesta cuál es la naturaleza según la cual se dice. Pero línea, plano y cuerpo ni siquiera se dicen [cantidades], sino que se dicen magnitudes y no se dicen cantidades, si es entonces cuando reciben el ser llamados cantidad, cuando se reducen a número, [por ejemplo] «de dos codos» o «de tres codos»; puesto que también el cuerpo natural, una vez medido, llega a ser cierta cantidad, y el lugar [lo es] por accidente, no en cuanto lugar. Pero no hay que tomar la cantidad por accidente, sino la que lo es por sí, como la cuantía: pues tampoco los tres bueyes son cantidad, sino el número que está sobre ellos; pues «tres bueyes» son ya dos categorías. Así también «línea de tal longitud» son dos categorías, y «superficie de tal tamaño» dos; y su cuantía es cantidad, pero la superficie misma, ¿por qué es cantidad? Delimitada, en efecto, por tres líneas o cuatro, se dice que es cantidad. ¿Entonces qué? ¿Diremos que solo los números son cantidad? Pero si [se trata de] los números por sí mismos, estos se llaman esencias, y sobre todo por ser por sí mismos; y si [se trata de] los que están en los participantes de ellos, según los cuales contamos, no unidades, sino diez caballos y diez bueyes, en primer lugar parecerá absurdo que, si aquellos son esencias, estos no lo sean; luego, [habrá que ver] si, al medir los sustratos, están inherentes en ellos, y no miden estando fuera, como las reglas y las medidas. Pero si son tomados para medir existiendo por sí mismos y no en los sustratos, ni aquellos sustratos son cantidades, al no participar de cantidad, ni ellos mismos, ¿por qué [serían] cantidad? Pues son medidas; y las medidas, ¿por qué [serían] cantidades o cuantía? ¿O es porque, estando entre los seres, si no se acomodan a ninguna de las demás [categorías], serán esto que se dice de ellos y se pondrán en la llamada cantidad? Pues la unidad de ellos delimita uno, luego pasa también a otro, y el número manifiesta cuántos, y el alma mide la pluralidad sirviéndose de él. Al medir, pues, no mide el «qué es»: dice, en efecto, uno y dos, aunque sean de cualquier clase e incluso contrarios; ni tampoco qué disposición tiene, como caliente o bello, sino cuántos. Por tanto, de la cantidad, ya se la contemple por sí misma, ya en los participantes, [lo es] el número mismo, no los participantes. No «lo de tres codos», entonces, sino «los tres». ¿Por qué, pues, también las magnitudes? ¿Acaso porque están cerca de la cantidad, y aquello en lo que se producen lo llamamos cantidades, no por la cantidad en sentido propio, sino que decimos «grande», como participando de mucho número, y «pequeño», porque participa de poco? Pero lo grande mismo y lo pequeño no se considera que sean cantidades, sino relativos; sin embargo los llaman relativos en cuanto parecen ser cantidades. Hay que examinarlo con más rigor. No habrá, entonces, un género único, sino solo el número, y las demás cosas secundariamente. No es, pues, en sentido propio un género uno, sino una categoría única que reúne también lo cercano a lo primario y a lo secundario. Y nosotros debemos investigar cómo los números por sí mismos son esencias, o si también ellos son cierta cantidad; y, de cualquiera de los dos modos que sea, aquellos no tendrían nada en común con estos, sino solo el nombre.✦
Para la cantidad (número, magnitud, lugar, tiempo), véase Aristóteles, Categorías 4b20 ss.
ὁ δὲ λόγος καὶ ὁ χρόνος καὶ ἡ κίνησις πῶς; πρῶτον δὲ περὶ τοῦ λόγου, εἰ βούλει. μετρεῖται μὲν γάρ: ἀλλὰ λόγος [φωνὴ] ὢν τοσόσδε ἐστίν, ᾗ δὲ λόγος, οὐ ποσόν: σημαντικὸν γάρ, ὥσπερ τὸ ὄνομα καὶ τὸ ῥῆμα. ὕλη δ’ αὐτοῦ ὁ ἀήρ, ὥσπερ καὶ τούτων: καὶ γὰρ σύγκειται ἐξ αὐτῶν: ἡ δὲ πληγὴ μᾶλλον λόγος, καὶ οὐχ ἡ πληγὴ ἁπλῶς, ἀλλ’ ἡ τύπωσις ἡ γιγνομένη, ὥσπερ μορφοῦσα: μᾶλλον οὖν ποίησις καὶ ποίησις σημαντική. τὴν δὲ κίνησιν ταύτην καὶ τὴν πληγὴν ποίησιν μᾶλλον ἂν εὐλόγως τις θεῖτο, τὴν δὲ ἀντικειμένως πάθος, ἢ ἑκάστην ἄλλου μὲν ποίησιν, ἄλλου δὲ πάθος, ἢ ποίησιν εἰς τὸ ὑποκείμενον, πάθημα δ’ ἐν τῷ ὑποκειμένῳ. εἰ δὲ μὴ κατὰ τὴν πληγὴν ἡ φωνή, ἀλλὰ κατὰ τὸν ἀέρα, δύο ἂν εἴη καὶ οὐ μία ἡ κατηγορία ἐκ τῆς σημαντικῆς εἰς συσσημαντικὸν ἐκείνης τῆς κατηγορίας. ὁ δὲ χρόνος εἰ μὲν κατὰ τὸ μετροῦν λαμβάνοιτο, τί ποτε τὸ μετροῦν ληπτέον: ἢ γὰρ ψυχὴ ἢ τὸ νῦν. εἰ δὲ κατὰ τὸ μετρούμενον, κατὰ μὲν τὸ τοσόσδε εἶναι, οἷον ἐνιαύσιος, ἔστω ποσόν, κατὰ μέντοι τὸ χρόνος εἶναι φύσις τις ἄλλη: τὸ γὰρ τοσόνδε ἄλλο ὂν τοσόνδε ἐστίν. οὐ γὰρ δὴ ποσότης ὁ χρόνος: ἡ δὲ ποσότης οὐκ ἐφαπτομένη ἄλλου αὐτὸ τοῦτο ἂν εἴη τὸ κυρίως ποσόν. εἰ δὲ τὰ μετέχοντα πάντα τοῦ ποσοῦ ποσὰ θεῖτο, καὶ ἡ οὐσία ἔσται τὸ αὐτὸ καὶ ποσόν. τὸ δὲ ἴσον καὶ ἄνισον ἴδιον εἶναι τοῦ ποσοῦ ἐπ’ αὐτοῦ ληπτέον, οὐ τῶν μετεχόντων, ἀλλ’ ἢ κατὰ συμβεβηκός, οὐχ ᾗ αὐτὰ ἐκεῖνα, ὥσπερ ὁ τρίπηχυς ποσός, συνῃρημένος καὶ οὗτος οὐκ εἰς γένος ἕν, ἀλλ’ ὑφ̓ ἓν καὶ μίαν κατηγορίαν.
¿Y la palabra, el tiempo y el movimiento, cómo? Primero, si quieres, sobre la palabra. Se mide, en efecto; pero, siendo palabra [voz], es de tal tamaño; mas en cuanto palabra no es cantidad: pues es significativa, como el nombre y el verbo. Su materia es el aire, como también [la] de estos, pues está compuesta de ellos; y es más palabra el golpe, y no el golpe sin más, sino la impronta que se produce, como si diera forma; es, por tanto, más bien una acción, y una acción significativa. Este movimiento y este golpe, con más razón alguien los pondría como acción, y lo opuesto como afección; o bien cada uno como acción de uno y afección de otro; o como acción hacia el sustrato y afección en el sustrato. Pero si la voz no se da según el golpe, sino según el aire, las categorías serían dos y no una, [pasando] de la significativa a algo cosignificativo de aquella categoría. En cuanto al tiempo, si se lo toma según lo que mide, hay que precisar qué ha de tomarse como lo que mide: pues [es] o el alma o el ahora. Y si [se lo toma] según lo medido, en cuanto es de tal tamaño, por ejemplo «de un año», sea cantidad; pero en cuanto es tiempo, [es] otra naturaleza: pues lo que es de tal tamaño, siendo otra cosa, es de tal tamaño. Pues el tiempo no es cuantía; y la cuantía, sin tocar a otra cosa, sería esto mismo, lo que es propiamente cantidad. Pero si se pusiera como cantidades todo lo que participa de la cantidad, también la esencia será lo mismo que cantidad. Y lo igual y lo desigual, que es propio de la cantidad, hay que tomarlo en ella misma, no en los participantes, sino [en estos] por accidente, no en cuanto ellos mismos son aquello, como «el de tres codos» es cantidad, reunido también este no en un género único, sino bajo uno, bajo una sola categoría.
τὸ δὲ πρός τι οὕτως ἐπισκεπτέον, εἴ τις κοινότης γενικὴ ἐν αὐτῷ ὑπάρχει ἢ ἄλλον τρόπον εἰς ἓν καὶ μάλιστα ἐπὶ τούτου, εἰ ὑπόστασίς τις ἡ σχέσις ἐστὶν αὕτη, ὥσπερ ὁ δεξιὸς καὶ ὁ ἀριστερὸς καὶ τὸ διπλάσιον καὶ τὸ ἥμισυ, ἢ ἐπὶ μὲν τῶν ἐστιν, ὥσπερ ἐπὶ τοῦ ὕστερον λεχθέντος, ἐπὶ δὲ τοῦ πρότερον λεχθέντος οὐδεμία, ἢ οὐδαμοῦ τοῦτο. τί δὴ ἐπὶ διπλασίου καὶ ἡμίσεος καὶ ὅλως ὑπερέχοντος καὶ ὑπερεχομένου, καὶ αὖ ἕξεως καὶ διαθέσεως, ἀνακλίσεως, καθίσεως, στάσεως, καὶ αὖ πατρός, υἱέος, δεσπότου, δούλου, καὶ πάλιν ὁμοίου, ἀνομοίου, ἴσου, ἀνίσου, ποιητικοῦ τε αὖ καὶ παθητικοῦ, καὶ μέτρου καὶ μετρουμένου; καὶ ἐπιστήμη καὶ αἴσθησις, ἡ μὲν πρὸς ἐπιστητόν, ἡ δὲ πρὸς αἰσθητόν. ἡ μὲν γὰρ ἐπιστήμη ἔχοι ἂν πρὸς ἐπιστητὸν μίαν τινὰ κατ’ ἐνέργειαν ὑπόστασιν πρὸς τὸ τοῦ ἐπιστητοῦ εἶδος, καὶ ἡ αἴσθησις πρὸς αἰσθητὸν ὡσαύτως, τό τε ποιητικὸν πρὸς τὸ παθητικόν, κἂν ἔργον ἓν ἀπεργάσαιτο, καὶ τὸ μέτρον πρὸς τὸ μετρούμενον. ὅμοιον δὲ πρὸς ὅμοιον τί ἂν ἔχοι ἀπογεννώμενον; ἢ οὐκ ἀπογεννώμενον, ἀλλὰ ὑπάρχον, τὴν ταυτότητα τὴν ἐν τῷ ποιῷ. ἀλλὰ παρὰ τὸ ἐν ἑκατέρῳ ποιόν οὐδέν. οὐδὲ τὰ ἴσα: τὸ γὰρ ταὐτὸν ἐν τῷ ποσῷ προυπάρχει πρὸ τῆς σχέσεως: ἡ δὲ σχέσις τί ἄλλο ἢ ἡμετέρα κρίσις παραβαλλόντων τὰ ἐφ̓ ἑαυτῶν ὄντα ἃ ἔστι καὶ λεγόντων ʽτοῦτο καὶ τοῦτο τὸ αὐτὸ μέγεθος ἔχει καὶ τὴν αὐτὴν ποιότητἀ καὶ ʽοὗτος πεποίηκε τοῦτον καὶ οὗτος κρατεῖ τούτοὐ; κάθισίς τε καὶ στάσις παρὰ τὸ καθήμενον καὶ ἑστηκὸς τί ἂν εἴη; ἡ δὲ ἕξις, ἡ μὲν κατὰ τὸ ἔχον λεγομένη, ἔχειν ἂν μᾶλλον σημαίνοι, ἡ δὲ κατὰ τὸ ἐχόμενον, ποιὸν ἂν εἴη: καὶ ἐπὶ διαθέσεως ὡσαύτως. τί ἂν οὖν εἴη παρὰ ταῦτα τὰ πρὸς ἄλληλα ἢ ἡμῶν τὴν παράθεσιν νοούντων; τὸ δ’ ὑπερέχον τὸ μὲν τοσόνδε μέγεθος, τὸ δὲ τοσόνδε: ἄλλο δὲ τόδε, τὸ δὲ ἄλλο: ἡ δὲ παραβολὴ παῤ ἡμῶν, οὐκ ἐν αὐτοῖς. ὁ δὲ δεξιὸς πρὸς ἀριστερὸν καὶ ἔμπροσθεν καὶ ὄπισθεν μᾶλλον ἂν ἴσως ἐν τῷ κεῖσθαι: ὁ μὲν ὡδί, ὁ δὲ ὡδί: ἡμεῖς δὲ τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἐνοήσαμεν, ἐν δὲ αὐτοῖς οὐδέν. τό τε πρότερον καὶ ὕστερον χρόνοι δύο: τὸ δὲ πρότερον καὶ ὕστερον ἡμεῖς ὡσαύτως.
En cuanto a lo relativo, hay que examinarlo así: si hay en él alguna comunidad genérica o si se reúne en uno de otro modo, y sobre todo en esto: si esta relación es alguna hipóstasis, como lo derecho y lo izquierdo, el doble y la mitad; o si en unos casos la hay, como en lo dicho en último lugar, y en lo dicho antes ninguna; o si en ninguna parte la hay. ¿Qué [ocurre] en el doble y la mitad, y en general en lo que excede y lo excedido, y a su vez en el hábito y la disposición, el estar recostado, sentado, de pie, y a su vez en padre, hijo, amo, esclavo, y de nuevo en semejante, desemejante, igual, desigual, y en lo activo y lo pasivo, la medida y lo medido? Y ciencia y sensación: la una respecto de lo cognoscible, la otra respecto de lo sensible. La ciencia, en efecto, tendría respecto de lo cognoscible una cierta hipóstasis única según el acto, respecto de la forma de lo cognoscible; y la sensación respecto de lo sensible, igualmente; y lo activo respecto de lo pasivo, aunque produzca una sola obra; y la medida respecto de lo medido. Pero lo semejante respecto de lo semejante, ¿qué tendría que se engendre de ello? ¿O no [algo] engendrado, sino subsistente: la identidad en lo cualitativo? Pero, fuera de la cualidad que hay en cada uno, nada. Ni tampoco los iguales: pues lo mismo en la cantidad preexiste antes de la relación; y la relación, ¿qué otra cosa es sino un juicio nuestro, que comparamos lo que son por sí mismos y decimos «este y este tienen la misma magnitud y la misma cualidad», y «este ha hecho a este», y «este domina a este»? Y el estar sentado y el estar de pie, fuera de lo sentado y lo que está de pie, ¿qué serían? En cuanto al hábito, el que se dice según el que tiene significaría más bien «tener»; el que se dice según lo tenido sería cualidad; y lo mismo respecto de la disposición. ¿Qué sería, entonces, fuera de estas cosas, lo [dicho] de unas respecto de otras, sino cuando nosotros pensamos la comparación? Y lo que excede: una cosa es de tal magnitud, la otra de tal otra; y una es esto, la otra aquello; pero la comparación es de parte nuestra, no está en ellas. Y lo derecho respecto de lo izquierdo, y delante y detrás, quizá estarían más bien en el estar situado: uno aquí, otro allí; pero nosotros hemos pensado lo derecho y lo izquierdo, y en ellos mismos [no hay] nada. Y lo anterior y lo posterior son dos tiempos; y lo anterior y lo posterior, igualmente, [lo pensamos] nosotros.✦
Los ejemplos de «relativo» (doble y mitad, hábito, ciencia y objeto de ciencia, sensación y objeto sensible) proceden de Aristóteles, Categorías 6a36 ss.
εἰ μὲν οὖν οὐδὲν λέγομεν, ἀλλὰ λέγοντες ψευδόμεθα, οὐδὲν ἂν εἴη τούτων, ἀλλὰ κενὸν ἡ σχέσις: εἰ δ’ ἀληθεύομεν λέγοντες ʽπρότερος ὅδε τοῦδε καὶ ὕστεροσ̓ χρόνους δύο παραβάλλοντες, ἕτερον παρὰ τὰ ὑποκείμενα αὐτῶν λέγοντες τὸ πρότερον, καὶ ἐπὶ δεξιοῦ καὶ ἐπὶ ἀριστεροῦ ὡσαύτως καὶ ἐπὶ μεγεθῶν παρὰ τὸ ποσὸν αὐτῶν τὴν σχέσιν, καθὸ τὸ μὲν ὑπερβάλλει, τὸ δ’ ὑπερβάλλεται; εἰ δὲ καὶ μὴ λεγόντων ἡμῶν μηδὲ νοούντων ἔστιν οὕτως, ὥστε διπλάσιον εἶναι τόδε τοῦδε, καὶ ἔχει, τὸ δ’ ἔχεται, καὶ πρὶν ἡμᾶς ἐπιστῆσαι, καὶ ἴσα πρὸ ἡμῶν πρὸς ἄλληλα ἐπὶ τοῦ ποιὰ εἶναι ἔστιν ἐν ταυτότητι τῇ πρὸς ἄλληλα καὶ ἐπὶ πάντων ὧν λέγομεν πρός τι μετὰ τὰ ὑποκείμενα ἔστι πρὸς ἄλληλα ἡ σχέσις, ἡμεῖς δὲ οὖσαν θεωροῦμεν καὶ ἡ γνῶσις πρὸς τὸ γινωσκόμενον — οὗ δὴ καὶ φανερώτερον τὸ τῆς ὑποστάσεως τὸ ἐκ τῆς σχέσεως — παυστέον μὲν τὸ ζητεῖν, εἰ ἔστι σχέσις: ἐπισημηναμένους δέ, ὅτι τῶν τοιούτων ἐπὶ μὲν τῶν, ἕως μένει τὰ ὑποκείμενα ὅπως εἶχε, κἂν χωρὶς γένηται, ὑπάρχει ἡ σχέσις, ἐπὶ δὲ τῶν, ὅταν συνέλθῃ, γίγνεται, ἐπὶ δὲ τῶν καὶ μενόντων παύεται ἡ σχέσις ἢ ὅλως ἢ ἄλλη γίγνεται, οἷον ἐπὶ δεξιοῦ καὶ πλησίον, ἐξ ὧν καὶ μάλιστα ἡ ὑπόνοια τοῦ μηδὲν εἶναι ἐν τοῖς τοιούτοις: τοῦτ̓ οὖν ἐπισημηναμένους χρὴ ζητεῖν τί ταὐτὸν ἐν πᾶσι, καὶ εἰ ὡς γένος, ἀλλὰ μὴ συμβεβηκός: εἶτα εὑρεθὲν τὸ ταὐτὸν ποίαν ὑπόστασιν ἔχει. λεκτέον δὴ τὸ πρὸς τι οὐκ εἴ τι ἁπλῶς ἑτέρου λέγεται, οἷον ἕξις ψυχῆς ἢ σώματος, οὐδ’ ὅτι ψυχὴ τοῦδε ἐστὶν ἢ ἐν ἑτέρῳ, ἀλλ’ οἷς ἡ ὑπόστασις οὐδαμόθεν ἢ ἐκ τῆς σχέσεως παραγίνεται: ὑπόστασις δὲ οὐχ ἡ τῶν ὑποκειμένων, ἀλλ’ ἣ πρός τι λέγεται: οἷον τὸ διπλάσιον πρὸς ἥμισυ τὴν ὑπόστασιν δίδωσιν οὔτε τῷ διπήχει ἢ ὅλως δυσίν, οὔτε τῷ πηχυαίῳ ἢ ὅλως ἑνί, ἀλλὰ τούτων ὄντων κατὰ τὴν σχέσιν αὐτῶν πρὸς τῷ δύο, τὸ δὲ ἓν εἶναι, ἔσχε τὸ μὲν διπλάσιον λέγεσθαί τε καὶ εἶναι, τὸ δὲ ἓν ἥμισυ ἔσχεν αὐτό. συνεγέννησεν οὖν ἄμφω ἐξ αὑτῶν ἄλλο εἶναι διπλάσιον καὶ ἥμισυ, ἃ πρὸς ἄλληλα ἐγεννήθη καὶ τὸ εἶναι οὐκ ἄλλο τι ἢ τὸ ἀλλήλοις εἶναι, τῷ μὲν διπλασίῳ παρὰ τοῦ ὑπερέχειν τὸ ἥμισυ, τῷ δὲ ἡμίσει παρὰ τοῦ ὑπερέχεσθαι: ὥστε οὐκ ἔστι τὸ μὲν αὐτῶν πρότερον, τὸ δὲ ὕστερον, ἀλλ’ ἅμα ὑφίσταται. εἰ δὲ καὶ ἅμα μένει; ἢ ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ τῶν παραπλησίων πατρὸς ἀπελθόντος υἱός ἐστι, καὶ ἀδελφοῦ ἀδελφός: ἐπεὶ καὶ τὸ ʽὅμοιος οὗτος τῷ τεθνηκότἰ λέγομεν.
Si, pues, no decimos nada, sino que al decirlo mentimos, nada de esto existiría y la relación sería algo vacío. Pero si decimos la verdad cuando decimos «este es anterior a aquel» o «posterior», al comparar dos tiempos, ¿no estamos diciendo que lo anterior es algo distinto además de los sustratos de ellos? Lo mismo vale para lo derecho y lo izquierdo, y para las magnitudes: la relación es algo aparte de su cantidad, según la cual uno excede y el otro es excedido. Y si, aun sin que nosotros lo digamos ni lo pensemos, ocurre así, de modo que esto sea el doble de aquello, y el uno tiene y el otro es tenido, incluso antes de que nos detengamos a considerarlo; si las cosas iguales lo son entre sí antes de nosotros, en cuanto a ser cualificadas, en su mutua identidad; y si en todas las cosas que decimos relativas existe, además de los sustratos, la relación de unas con otras, y nosotros la contemplamos como existente, así como el conocimiento respecto de lo conocido —caso en el que es aún más manifiesto lo de la hipóstasis que procede de la relación—, entonces hay que dejar de investigar si existe la relación. Pero, habiendo señalado que de tales cosas en unas la relación subsiste mientras los sustratos permanecen como estaban, aunque se separen; en otras se produce cuando se juntan; y en otras, aun permaneciendo los sustratos, la relación cesa del todo o surge otra distinta (como en lo derecho y lo cercano, que es de donde viene sobre todo la sospecha de que en tales cosas no hay nada); habiendo señalado esto, hay que investigar qué es lo idéntico en todas ellas, y si lo es como género y no como accidente; y luego, hallado lo idéntico, qué hipóstasis tiene. Hay que decir que lo relativo no es lo que simplemente se dice de otra cosa, como el estado de un alma o de un cuerpo, ni el que el alma sea de tal [cuerpo] o esté en otro, sino aquello cuya hipóstasis no procede de ningún otro lugar sino de la relación. Y hipóstasis no la de los sustratos, sino la que se dice relativa: por ejemplo, lo doble respecto de la mitad da su hipóstasis ni a lo de dos codos o, en general, a dos, ni a lo de un codo o, en general, a uno; sino que, siendo éstos lo que son según su relación mutua, por ser el uno dos y el otro uno, el uno llegó a decirse y a ser doble, y el otro llegó a tener él mismo [el ser] mitad. Ambos, pues, engendraron a partir de sí mismos otra cosa, ser doble y mitad, que fueron engendrados el uno para el otro, y su ser no es otra cosa que ser el uno para el otro: para el doble, por exceder a la mitad; para la mitad, por ser excedida. De modo que no hay uno de ellos anterior y otro posterior, sino que subsisten a la vez. ¿Y si también permanecen a la vez? ¿O bien, en el caso del padre y del hijo y de los semejantes, ido el padre, hay hijo, y del hermano, hermano? Pues también decimos «éste se parece al difunto».✦
«Hipóstasis» aquí: el modo de existencia propio de algo; Plotino investiga si la relación tiene una existencia que no proviene de los sustratos relacionados.
ἀλλὰ ταῦτα μὲν παρεξέβημεν: ἐκεῖθεν δὲ ζητητέον τὸ διὰ τί ἐπὶ τούτων οὐχ ὁμοίως; ἀλλὰ τὸ εἶναι τοῦτο τὸ παῤ ἀλλήλων τίνα ἔχει κοινὴν τὴν ὑπόστασιν εἰπάτωσαν. σῶμα μὲν οὖν τι τοῦτο τὸ κοινὸν οὐκ ἂν εἴη. λείπεται δή, εἴπερ ἔστιν, ἀσώματον καὶ ἢ ἐν αὐτοῖς ἢ ἔξωθεν. καὶ εἰ μὲν ἡ αὐτὴ σχέσις, συνώνυμος, εἰ δὲ μή, ἀλλ’ ἄλλη ἄλλων, ὁμώνυμος: οὐ γὰρ δή, ὅτι σχέσις λέγεται, καὶ τὴν οὐσίαν τὴν αὐτὴν ἂν ἔχοι. ἆῤ οὖν τὰς σχέσεις ταύτῃ διαιρετέον, ᾗ τὰ μὲν ἔχει ἀργὸν τὴν σχέσιν, οἷον κειμένην θεωρεῖν, καὶ ἅμα πάντη ἡ ὑπόστασις, τὰ δὲ μετὰ δυνάμεως καὶ ἔργου ἢ ἀεί πως τὴν σχέσιν καὶ εἶχε καὶ πρὸ τοῦ τὴν ἑτοιμότητα, ἐν δὲ τῇ συνόδῳ καὶ ἐνεργείᾳ ὑπέστη, ἢ καὶ ὅλως τὰ μὲν πεποίηκε, τὰ δ’ ὑπέστη, καὶ τὸ ὑποστὰν ὄνομα μόνον παρέσχε τῷ ἑτέρῳ, τὸ δὲ τὴν ὑπόστασιν; τοιοῦτον γὰρ καὶ ὁ πατὴρ καὶ ὁ υἱός: καὶ τὸ ποιητικὸν δὲ καὶ τὸ παθητικὸν ἔχει τινὰ οἷον ζωὴν καὶ ἐνέργειαν. ἆῤ οὖν ταύτῃ διαιρετέον τὴν σχέσιν, καὶ διαιρετέον οὐχ ὡς ταὐτόν τι καὶ κοινὸν ἐν διαφοραῖς, ἀλλ’ ὅλως ὡς ἑτέραν φύσιν τὴν σχέσιν ἐν ἑκατέρῳ, καὶ λεκτέον ὁμώνυμον τὴν μὲν ποιοῦσαν ποίησιν καὶ πάθησιν, ὡς μίαν ἄμφω, τὴν δὲ οὐ ποιοῦσαν, ἀλλ’ ἐπ’ ἀμφοῖν τὸ ποιοῦν ἄλλο; οἷον ἰσότητα τὴν τὰ ἴσα: ἰσότητι γὰρ ἴσα καὶ ὅλως ταυτότητί τινι ταὐτά: τὸ δὲ μέγα καὶ μικρόν, τὸ μὲν μεγέθους παρουσίᾳ, τὸ δὲ μικρότητος. ὅταν δὲ τὸ μὲν μεῖζον, τὸ δὲ μικρότερον, οἱ μὲν μεταλαβόντες ὁ μὲν μείζων ἐνεργείᾳ φανέντος τοῦ ἐν αὐτῷ μεγέθους, ὁ δὲ μικρὸς τῆς σμικρότητος.
Pero nos hemos desviado en esto; a partir de aquello hay que investigar por qué en estos casos no ocurre de modo semejante. Que digan, pues, qué hipóstasis común tiene este ser el uno respecto del otro. Cuerpo no sería, desde luego, esto común. Queda, entonces, si existe, que sea incorpóreo, y o bien en ellos mismos o bien fuera de ellos. Y si la relación es la misma, [el término] es sinónimo; si no, sino una distinta de otras, es homónimo: pues, ciertamente, no por decirse «relación» tendría la misma esencia. ¿Hay, pues, que dividir las relaciones según esto: que unas tienen la relación inactiva, de modo que se la contempla como yacente, y a la vez la hipóstasis completa; y otras, con potencia y obra, o bien tenían de algún modo siempre la relación y, antes [del encuentro], la disposición pronta, pero en el encuentro y en el acto [la relación] subsistió; o bien, en absoluto, unos [términos] han producido y otros han subsistido, y lo que subsistió dio al otro solamente el nombre, mientras que el otro [dio] la hipóstasis? Pues tal es el padre y el hijo; y también lo activo y lo pasivo tienen cierta vida y actividad. ¿Hay, pues, que dividir así la relación, y dividirla no como algo idéntico y común en sus diferencias, sino enteramente como una naturaleza distinta de la relación en cada uno de los dos; y hay que llamar homónimamente [relación] a la que produce hacer y padecer, como una sola para ambos, y a la que no produce, sino que en ambos lo que produce es otra cosa? Por ejemplo, la igualdad, la que [hace] las cosas iguales: pues por igualdad son iguales, y en general por cierta identidad son idénticas. Y lo grande y lo pequeño: lo uno por la presencia de la grandeza, lo otro por la de la pequeñez. Y cuando uno es mayor y el otro menor, los que han participado: el mayor, en acto, por haberse manifestado en él la grandeza; el pequeño, [por haberse manifestado] la pequeñez.✦
Sinónimo / homónimo en sentido aristotélico (Categorías 1): cosas que comparten nombre y definición, o que comparten solo el nombre.
χρὴ οὖν ἐπὶ μὲν τῶν πρόσθεν εἰρημένων, οἷον ποιοῦντος, ἐπιστήμης, ἐνεργῆ τὴν σχέσιν καὶ τὴν ἐνέργειαν καὶ τὸν ἐπὶ τῇ ἐνεργείᾳ λόγον τίθεσθαι, ἐπὶ δὲ τῶν ἄλλων εἴδους καὶ λόγου μετάληψιν εἶναι. καὶ γάρ, εἰ μὲν σώματα ἔδει τὰ ὄντα εἶναι, οὐδὲν ἔδει λέγειν εἶναι ταύτας τὰς τοῦ πρός τι λεγομένας σχέσεις: εἰ δὲ καὶ ἀσωμάτοις δίδομεν τὴν κυρίαν χώραν καὶ τοῖς λόγοις, λόγους λέγοντες τὰς σχέσεις καὶ εἰδῶν μεταλήψεις αἰτίας: τοῦ γὰρ διπλάσιον εἶναι τὸ διπλάσιον αὐτὸ αἴτιον, τῷ δὲ τὸ ἥμισυ: καὶ τὰ μὲν τῷ αὐτῷ εἴδει, τὰ δὲ τοῖς ἀντικειμένοις εἶναι ἃ λέγεται: ἅμα οὖν τῷδε μὲν προσῆλθε τὸ διπλάσιον, ἄλλῳ δὲ τὸ ἥμισυ, καὶ τῷδε μὲν τὸ μέγεθος, τῷδε δὲ ἡ σμικρότης, ἢ ἀμφότερά ἐστιν ἐν ἑκάστῳ, καὶ ὁμοιότης καὶ ἀνομοιότης καὶ ὅλως ταὐτὸν καὶ θάτερον: διὸ καὶ ὅμοιον καὶ ἀνόμοιον τὸ αὐτὸ καὶ ταὐτὸν καὶ θάτερον. τί οὖν, εἰ ὁ μὲν αἰσχρός, ὁ δὲ αἰσχίων εἴδους τοῦ αὐτοῦ μετουσίᾳ; ἤ, εἰ μὲν παντάπασιν αἰσχροί, ἴσοι εἴδους ἀπουσίᾳ: εἰ δ’ ἐν τῷ μὲν τὸ μᾶλλον, [ἐν] τῷ δὲ τὸ ἧττον, μεταλήψει εἴδους τοῦ οὐ κρατοῦντος ὁ ἧττον αἰσχρός, ὁ δὲ μᾶλλον ἔτι μᾶλλον οὐ κρατοῦντος: ἢ τῇ στερήσει, εἴ τις βούλοιτο τὴν παραβολὴν ἔχειν, οἷον εἴδους αὐτοῖς ὄντος. αἴσθησις δὲ εἶδός τι ἐξ ἀμφοῖν, καὶ γνῶσις ὡσαύτως ἐξ ἀμφοῖν τι εἶδος: ἡ δὲ ἕξις πρὸς τὸ ἐχόμενον ἐνέργειά τις οἷον συνέχουσα, ὥσπερ ποίησίς τις: ἡ δὲ μέτρησις τοῦ μετροῦντος ἐνέργεια πρὸς τὸ μετρούμενον λόγος τις. εἰ μὲν οὖν ὡς εἶδος γενικῶς τὴν τοῦ πρός τι σχέσιν ὡς ἕν τις θήσεται, γένος ἓν καὶ ὑπόστασις ὡς λόγος τις πανταχοῦ: εἰ δὲ οἱ λόγοι καὶ ἀντικείμενοι καὶ διαφορὰς ἔχοντες τὰς εἰρημένας, τάχα οὐκ ἂν ἓν γένος εἴη, ἀλλ’ εἰς ὁμοιότητά τινα πάντα ἀνάγεται καὶ κατηγορίαν μίαν. ἀλλ’ εἰ καὶ εἰς ἓν δύναιτο ἀνάγεσθαι τὰ εἰρημένα, ἀλλ’ εἰς γένος ἓν ἀδύνατον τὰ ὑπὸ τὴν αὐτὴν κατηγορίαν αὐτοῖς τεθέντα. καὶ γὰρ τὰς ἀποφάσεις αὐτῶν εἰς ἓν ἀνάγουσι, καὶ τὰ παρονομαζόμενα ἀπ’ αὐτῶν, οἷον [διπλάσιον καὶ οὐ διπλάσιον] καὶ τὸ διπλάσιον καὶ ὁ διπλασμός. πῶς ἂν οὖν ὑφ̓ ἓν γένος αὐτό τι καὶ ἡ ἀπόφασις, διπλάσιον καὶ οὐ διπλάσιον, καὶ πρός τι καὶ οὐ πρός τι; ὥσπερ ἂν εἰ ζῷόν τις γένος θεὶς καὶ τὸ οὐ ζῷον ἐκεῖ τιθείη. καὶ τὸ διπλάσιον καὶ ὁ διπλασμὸς ὥσπερ ἡ λευκότης καὶ ὁ λευκός, οὐχ ὥσπερ ταὐτόν.
Hay que poner, pues, en los casos mencionados antes, como el que hace y la ciencia, la relación como activa, y el acto, y la razón que se da en el acto; y en los demás, que hay participación de una Forma y de una razón. Pues si los entes tuvieran que ser cuerpos, no habría que decir que existen estas relaciones llamadas relativas; pero si damos el lugar principal también a los incorpóreos y a las razones, diciendo que las relaciones son razones y que las participaciones de las Formas son causas —pues de que lo doble sea doble es causa lo doble mismo, y de que algo sea mitad, la mitad—, y que unas cosas son lo que se dice por la misma Forma y otras por las opuestas: a la vez, entonces, a esto se le acercó lo doble, a otro la mitad, y a éste la grandeza, a aquél la pequeñez; o ambas están en cada uno, y semejanza y desemejanza y, en general, lo mismo y lo otro. Por eso lo mismo es semejante y desemejante, y lo mismo y lo otro. ¿Qué ocurre, entonces, si uno es feo y otro más feo, por participación de la misma Forma? ¿O bien, si son del todo feos, son iguales por la ausencia de la Forma; pero si en uno hay el más y en otro el menos, el menos feo lo es por participación de una Forma que no domina, y el más feo, de una que domina todavía menos; o bien por la privación, si alguien quiere mantener la comparación, como si para ellos hubiera una Forma? La sensación es cierta forma [resultante] de ambos, y el conocimiento, igualmente, cierta forma de ambos; la posesión respecto de lo poseído es una especie de acto que como que mantiene unido, como una especie de producción; y la medición es un acto del que mide respecto de lo medido, una cierta razón. Si, pues, alguien pone la relación de lo relativo como una sola, a modo de forma en sentido genérico, habrá un género único y una hipóstasis, como cierta razón, en todas partes; pero si las razones son también opuestas y tienen las diferencias dichas, quizá no habría un solo género, sino que todas se reducen a cierta semejanza y a una sola categoría. Pero aun si lo dicho pudiera reducirse a uno, es imposible [reducirlo] a un solo género, [esto es,] las cosas puestas por ellos bajo la misma categoría. Pues reducen a uno también las negaciones de ellas y los parónimos derivados de ellas, como [doble y no doble], y lo doble y el duplicar. ¿Cómo, pues, estarían bajo un solo género la cosa misma y su negación, doble y no doble, relativo y no relativo? Sería como si alguien, habiendo puesto «animal» como género, colocara allí también el «no animal». Y lo doble y el duplicar son como la blancura y lo blanco, no como [si fueran] lo mismo.✦
Plotino discute aquí la categoría aristotélica de «relativo» (πρός τι; Aristóteles, Categorías 7); «ellos» son quienes establecen las categorías.
τὴν δὲ ποιότητα, ἀφ̓ ἧς ὁ λεγόμενος ποιός, δεῖ λαμβάνειν πρῶτον τίς οὖσα τοὺς λεγομένους ποιοὺς παρέχεται, καὶ εἰ μία καὶ ἡ αὐτὴ κατὰ τὸ κοινὸν ταῖς διαφοραῖς τὰ εἴδη παρέχεται: ἤ, εἰ πολλαχῶς αἱ ποιότητες, οὐχ ἓν ἂν εἴη γένος. τί οὖν τὸ κοινὸν ἐπί τε ἕξεως καὶ διαθέσεως καὶ παθητικῆς ποιότητος καὶ σχήματος καὶ μορφῆς; καὶ λεπτόν, παχύ, ἰσχνόν; εἰ μὲν γὰρ τὸ κοινὸν δύναμιν ἐροῦμεν, ἣ ἐφαρμόττει καὶ ταῖς ἕξεσι καὶ ταῖς διαθέσεσι καὶ ταῖς φυσικαῖς δυνάμεσιν, ἀφ̓ ἧς τὸ ἔχον δύναται ἃ δύναται, οὐκέτι αἱ ἀδυναμίαι ἁρμόσουσιν. ἔπειτα τὸ σχῆμα καὶ ἡ μορφὴ ἡ περὶ ἕκαστον πῶς δύναμις; εἶτα καὶ τὸ ὂν ᾗ ὂν δύναμιν οὐδεμίαν ἕξει, ἀλλ’ ὅταν αὐτῷ προσέλθῃ τὸ ποιόν, αἱ δὲ ἐνέργειαι τῶν οὐσιῶν, ὅσαι μάλιστά εἰσιν ἐνέργειαι, τοῦ ποιοῦ καθ̓ ἑαυτὰς ἐνεργοῦσαι καὶ τῶν οἰκείων δυνάμεων ὅ εἰσιν. ἀλλ’ ἆρα κατὰ τὰς μετ’ αὐτὰς οὐσίας δυνάμεις; οἷον ἡ πυκτικὴ δύναμις οὐ τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος, ἀλλὰ τὸ λογικόν: ὥστε οὐ ποιότης τὸ οὕτω λογικόν, ἀλλὰ μᾶλλον ὃ ἐξ ἀρετῆς κτήσαιτο ἄν τις: ὥστε ὁμώνυμον τὸ λογικόν: ὥστε εἴη ἂν ἡ ποιότης δύναμις προστιθεῖσα ταῖς οὐσίαις μεθ̓ ἑαυτὰς τὸ ποιαῖς εἶναι. αἱ δὲ διαφοραὶ αἱ πρὸς ἀλλήλας τὰς οὐσίας διιστᾶσαι ὁμωνύμως ποιότητες, ἐνέργειαι οὖσαι μᾶλλον καὶ λόγοι ἢ μέρη λόγων, τὸ τὶ οὐδὲν ἧττον δηλοῦσαι, κἂν δοκῶσι τὴν ποιὰν οὐσίαν λέγειν. αἱ δὲ ποιότητες αἱ κυρίως, καθ̓ ἃς ποιοί, ἃς δὴ λέγομεν δυνάμεις εἶναι, [κατὰ] τὸ κοινὸν εἶεν ἂν λόγοι τινὲς καὶ οἷον μορφαί, περί τε ψυχὴν κάλλη καὶ αἴσχη καὶ περὶ σῶμα ὡσαύτως. ἀλλὰ πῶς δυνάμεις πᾶσαι; κάλλος μὲν γὰρ ἔστω καὶ ὑγίεια ἑκατέρα, αἶσχος δὲ καὶ νόσος καὶ ἀσθένεια καὶ ἀδυναμία ὅλως [πῶς]; ἢ ὅτι καὶ κατὰ ταύτας ποιοὶ λέγονται. ἀλλὰ τί κωλύει λεγομένους ποιοὺς ὁμωνύμως λέγεσθαι καὶ μὴ καθ̓ ἕνα λόγον, καὶ μὴ μόνον τετραχῶς, ἀλλὰ καὶ καθ̓ ἕκαστον τῶν τεττάρων τοὐλάχιστον διχῶς; ἢ πρῶτον μὲν οὐ κατὰ τὸ ποιῆσαι ἢ παθεῖν ἡ ποιότης, ὥστε ἄλλως μὲν τὸ δυνάμενον ποιεῖν, ἄλλως δὲ τὸ πάσχον, ἀλλὰ κατὰ τὴν ὑγίειαν καὶ τὴν διάθεσιν καὶ τὴν ἕξιν ποιὸν καὶ τὴν νόσον ὡσαύτως καὶ τὴν ἰσχὺν καὶ τὴν ἀσθένειαν. ἀλλ’ εἰ τοῦτο, οὐκέτι κοινὸν ἡ δύναμις, ἀλλὰ ἄλλο τι δεῖ τὸ κοινὸν ζητεῖν: οὐδ’ αὖ λόγους πάσας: πῶς γὰρ ἡ νόσος ἡ ἐν ἕξει λόγος; ἀλλ’ ἆρα τὰς μὲν ἐν εἴδεσι καὶ δυνάμεσι ποιότητας, ταύτας δὲ στερήσεις; ὥστε μὴ ἓν γένος, ἀλλὰ εἰς ἓν ὡς μίαν κατηγορίαν, οἷον ἐπιστήμην μὲν εἶδος καὶ δύναμιν, ἀνεπιστημοσύνην δὲ στέρησιν καὶ ἀδυναμίαν. ἢ μορφή τις καὶ ἡ ἀδυναμία καὶ ἡ νόσος, καὶ δύναται δὲ καὶ ποιεῖ πολλά, ἀλλὰ φαύλως, καὶ ἡ νόσος καὶ ἡ κακία. ἢ ἔκπτωσις τοῦ σκοποῦ οὖσα πῶς δύναμις; ἢ τὸ αὑτῆς ἑκάστη πράττει οὐ πρὸς τὸ ὀρθὸν βλέπουσα: οὐ γὰρ ἂν ἐποίησέ τι, ὃ μὴ δύναται. καὶ τὸ κάλλος δὲ δύναμιν ἔχει τινός. ἆῤ οὖν καὶ τὸ τρίγωνον; ἢ ὅλως οὐδὲ πρὸς δύναμιν δεῖ βλέπειν, ἀλλὰ μᾶλλον πρὸς ὃ διάκειται: ὥστε κατὰ τὰς οἷον μορφὰς καὶ χαρακτῆρας, καὶ κοινὸν ἡ μορφὴ καὶ τὸ εἶδος τὸ ἐπὶ τῇ οὐσίᾳ μετὰ τὴν οὐσίαν. ἀλλὰ πάλιν πῶς αἱ δυνάμεις; ἢ καὶ ὁ φύσει πυκτικὸς τῷ διακεῖσθαί πως ἔχει τοῦτο, καὶ ὁ ἀδύνατος πρός τι, καὶ ὅλως χαρακτήρ τις ἡ ποιότης οὐκ οὐσιώδης. ὃ δ’ ἂν τὸ αὐτὸ δοκῇ καὶ εἰς οὐσίαν συμβάλλεσθαι καὶ εἰς μὴ οὐσίαν, οἷον θερμότης καὶ λευκότης καὶ ὅλως χρόα, τὸ μὲν τῆς οὐσίας ἄλλο, οἷον ἐνέργεια αὐτῆς, τὸ δὲ δευτέρως καὶ ἀπ’ ἐκείνου καὶ ἄλλο ἐν ἄλλῳ, εἴδωλον αὐτοῦ καὶ ὅμοιον. ἀλλ’ εἰ κατὰ τὴν μόρφωσιν καὶ χαρακτῆρα καὶ λόγον, πῶς τὰ κατὰ ἀδυναμίαν καὶ αἴσχη; ἢ λόγους ἀτελεῖς λεκτέον, οἷον ἐν τῷ αἰσχρῷ. καὶ ἐν τῇ νόσῳ πῶς ὁ λόγος; ἢ καὶ ἐνταῦθα λόγον κινούμενον τὸν τῆς ὑγιείας. ἢ οὐκ ἐν λόγῳ πάντα, ἀλλὰ ἀρκεῖ τὸ κοινὸν παρὰ τό πως διακεῖσθαι εἶναι ἔξωθεν τῆς οὐσίας, καὶ τὸ ἐπιγιγνόμενον μετὰ τὴν οὐσίαν ποιότης τοῦ ὑποκειμένου. τὸ δὲ τρίγωνον ποιότης τοῦ ἐν ᾧ, οὐχ ἁπλῶς τρίγωνον, ἀλλὰ τὸ ἐν τούτῳ καὶ καθ̓ ὅσον ἐμόρφωσεν. ἀλλὰ καὶ ἡ ἀνθρωπότης ἐμόρφωσεν ἢ οὐσίωσεν.
En cuanto a la cualidad, de la que se dice «cualificado», hay que tomar primero qué es la que proporciona los llamados cualificados, y si, siendo una y la misma según lo común, proporciona las especies por medio de las diferencias; o bien, si las cualidades se dicen de muchas maneras, no habría un solo género. ¿Qué es, pues, lo común en el hábito, la disposición, la cualidad afectiva, la figura y la forma? ¿Y en lo fino, lo grueso, lo flaco? Pues si diremos que lo común es la potencia, que se ajusta a los hábitos, a las disposiciones y a las potencias naturales, y por la cual lo que la tiene puede lo que puede, ya no se ajustarán las impotencias. Luego, la figura y la forma que rodea a cada cosa, ¿cómo serían potencia? Luego también, el ser en cuanto ser no tendrá ninguna potencia, [la tendrá] cuando se le acerque lo cualificado; pero los actos de las esencias, todos los que más propiamente son actos, actúan por sí mismos en lo que respecta a lo cualificado, y son lo que son por sus propias potencias. ¿Pero acaso [las cualidades son] potencias según las esencias posteriores a ellas? Por ejemplo, la capacidad de pugilista no es del hombre en cuanto hombre, sino [que lo es] de lo racional. De modo que lo racional, así entendido, no es una cualidad, sino más bien lo que uno puede adquirir por virtud; de modo que «racional» es homónimo; de modo que la cualidad sería una potencia que añade a las esencias, después de ellas mismas, el ser cualificadas. Y las diferencias que separan unas de otras las esencias son cualidades solo homónimamente, siendo más bien actos y razones, o partes de razones, que indican igualmente el «algo», aunque parezcan decir la esencia cualificada. Y las cualidades en sentido propio, según las cuales hay cualificados, las que decimos que son potencias, serían, en lo común, ciertas razones y como formas, en el alma bellezas y fealdades, y del mismo modo en el cuerpo. ¿Pero cómo todas son potencias? Sean potencias la belleza y la salud, cada una en su ámbito; pero la fealdad, la enfermedad, la debilidad y la impotencia en general, [¿cómo?]. ¿O porque también según éstas se dice «cualificados»? Pero ¿qué impide que los llamados cualificados se digan homónimamente y no según una sola razón, y no solo de cuatro maneras, sino también, en cada una de las cuatro, al menos de dos? ¿O bien, en primer lugar, la cualidad no se da según el hacer o el padecer, de modo que [sea cualificado] de una manera el que puede hacer y de otra el que padece, sino que lo es según la salud, la disposición y el hábito, y del mismo modo según la enfermedad, la fuerza y la debilidad? Pero si es así, ya no es la potencia lo común, sino que hay que buscar otra cosa como lo común; ni tampoco son todas razones: pues ¿cómo la enfermedad, la que está en estado de hábito, es razón? ¿Acaso unas cualidades están en formas y potencias, y éstas otras son privaciones? De modo que no habría un solo género, sino una reducción a uno como a una sola categoría: por ejemplo, la ciencia sería forma y potencia, y la ignorancia, privación e impotencia. ¿O bien también la impotencia y la enfermedad son cierta forma, y pueden y hacen muchas cosas, aunque mal, tanto la enfermedad como el vicio? ¿O, siendo una desviación del blanco, cómo serían potencia? ¿O cada una hace lo suyo sin mirar a lo recto? Pues no habría hecho algo que no puede. Y la belleza tiene potencia de algo. ¿Y el triángulo también? ¿O en absoluto no hay que mirar a la potencia, sino más bien a aquello según lo cual algo está dispuesto? De modo que [las cualidades lo son] según como formas y caracteres, y lo común es la figura y el aspecto que sobreviene a la esencia, posterior a la esencia. Pero, de nuevo, ¿cómo las potencias? ¿O también el pugilista por naturaleza tiene esto por estar dispuesto de cierto modo, y el impotente lo es respecto de algo, y en general la cualidad es cierto carácter no esencial? Y lo que parece contribuir lo mismo a la esencia y a lo que no es esencia, como el calor, la blancura y, en general, el color: lo uno es otra cosa, perteneciente a la esencia, como acto de ella; lo otro es de modo secundario y a partir de aquello, y [es] otro en otro, imagen suya y semejante. Pero si [las cualidades lo son] según la conformación, el carácter y la razón, ¿cómo las que son según impotencia y fealdades? ¿O hay que llamarlas razones imperfectas, como en lo feo? Y en la enfermedad, ¿cómo está la razón? ¿O también aquí [hay] una razón en movimiento: la de la salud? ¿O bien no todo está en la razón, sino que basta lo común, que consiste en que, además de estar dispuesto de algún modo, [lo cualificado] está fuera de la esencia, y lo que sobreviene tras la esencia es cualidad del sujeto? El triángulo es cualidad de aquello en lo que está, no el triángulo sin más, sino el que está en esto y en cuanto lo ha conformado. Pero también la humanidad dio forma, o constituyó en esencia.✦
Las «cuatro» maneras son las cuatro especies de cualidad de Aristóteles (Categorías 8): hábito y disposición; capacidad o incapacidad natural; cualidades afectivas y afecciones; figura y forma exterior.
ἀλλ’ εἰ ταῦτα οὕτως, διὰ τί πλείω εἴδη ποιότητος, καὶ ἕξεις καὶ διαθέσεις ἄλλο; οὐ γὰρ διαφορὰ ποιότητος τὸ μόνιμον καὶ τὸ μή, ἀλλ’ ἀρκεῖ ἡ διάθεσις ὁπωσοῦν ἔχουσα πρὸς τὸ παρασχέσθαι ποιόν: προσθήκη δ’ ἔξωθεν τὸ μένειν: εἰ μή τις λέγοι τὰς μὲν διαθέσεις μόνον ἀτελεῖς οἷον μορφάς, τὰς δὲ ἕξεις τελείας. ἀλλ’ εἰ ἀτελεῖς, οὔπω ποιότητες: εἰ δ’ ἤδη ποιότητες, προσθήκη τὸ μόνιμον. αἱ δὲ φυσικαὶ δυνάμεις πῶς ἕτερον εἶδος; εἰ μὲν γὰρ κατὰ τὰς δυνάμεις ποιότητες, οὐκ ἐφαρμόττει πάσαις τὸ τῆς δυνάμεως, ὡς εἴρηται: εἰ δὲ τῷ διακεῖσθαι τὸν φύσει πυκτικὸν ποιὸν λέγομεν, οὐδὲν ἡ δύναμις προστεθεῖσα ποιεῖ, ἐπεὶ καὶ ἐν ταῖς ἕξεσι δύναμις. ἔπειτα διὰ τί ὁ κατὰ δύναμιν τοῦ κατὰ ἐπιστήμην διοίσει; ἤ, εἰ ποιοί, οὐδὲ διαφοραὶ ποιότητος αὗται, εἰ ὁ μὲν μελετήσας ἔχοι, ὁ δὲ φύσει, ἀλλ’ ἔξωθεν ἡ διαφορά: κατ’ αὐτὸ δὲ τὸ εἶδος τῆς πυκτικῆς πῶς; καὶ εἰ αἱ μὲν ἐκ πάθους, αἱ δὲ οὔ: οὐ γὰρ διαφέρει τὸ πόθεν ἡ ποιότης: λέγω δὲ ποιότητος παραλλαγαῖς καὶ διαφοραῖς. ἔχοι δ’ ἂν ζήτησιν καί, εἰ ἐκ πάθους αἵδε, αἱ μὲν οὕτως, αἱ δὲ μὴ τῶν αὐτῶν, πῶς ἐν εἴδει τῷ αὐτῷ: καὶ εἰ αἱ μὲν τῷ γεγονέναι, αἱ δὲ τῷ ποιεῖν, ὁμωνύμως ἂν εἶεν. τί δὲ ἡ περὶ ἕκαστον μορφή; εἰ μὲν γὰρ καθ̓ ὃ εἶδός ἐστιν ἕκαστον, οὐ ποιόν: εἰ δὲ καθ̓ ὃ καλὸν μετὰ τὸ τοῦ ὑποκειμένου εἶδος ἢ αἰσχρόν, λόγον ἂν ἔχοι. τὸ δὲ τραχὺ καὶ τὸ λεῖον καὶ τὸ ἀραιὸν καὶ τὸ πυκνὸν οὐκ ὀρθῶς ἂν λέγοιτο ποιά: οὐ γὰρ δὴ ταῖς διαστάσεσι ταῖς ἀπ’ ἀλλήλων καὶ ἐγγὺς τὸ μανὸν καὶ τὸ πυκνὸν καὶ τραχύτης, καὶ οὐ πανταχοῦ ἐξ ἀνωμαλίας θέσεως καὶ ὁμαλότητος: εἰ δὲ καὶ ἐκ τούτων, οὐδὲν κωλύει καὶ ὡς ποιὰ εἶναι. τὸ δὲ κοῦφον καὶ βαρὺ γνωσθὲν δηλώσει, ὅπου δεῖ αὐτὰ θεῖναι. εἴη δ’ ἂν καὶ ὁμωνυμία περὶ τὸ κοῦφον, εἰ μὴ τῷ σταθμῷ λέγοιτο τοῦ πλείονος καὶ ἐλάττονος, ἐν ᾧ καὶ τὸ ἰσχνὸν καὶ τὸ λεπτόν, ὃ ἐν ἄλλῳ εἴδει παρὰ τὰ τέτταρα.
Pero si esto es así, ¿por qué hay varias especies de cualidad, y los hábitos son una cosa y las disposiciones otra? Pues lo estable y lo no estable no es una diferencia de la cualidad, sino que basta la disposición, tenga el estado que tenga, para proporcionar lo cualificado; el permanecer es un añadido externo; a menos que alguien diga que las disposiciones son solo como formas imperfectas y los hábitos, perfectos. Pero si son imperfectas, todavía no son cualidades; y si ya son cualidades, lo estable es un añadido. Y las potencias naturales, ¿cómo son otra especie? Pues si [las cosas] son cualidades según las potencias, lo de la potencia no se ajusta a todas, como se ha dicho; pero si llamamos cualificado al pugilista por naturaleza por su estar dispuesto, la potencia añadida no hace nada, puesto que también en los hábitos hay potencia. Además, ¿por qué el que lo es por potencia diferirá del que lo es por ciencia? ¿O bien, si son cualificados, tampoco estas son diferencias de cualidad, si uno lo tiene por haberse ejercitado y otro por naturaleza, sino que la diferencia es externa? ¿Pero según la especie misma del pugilismo, cómo? Y [lo mismo] si unas proceden de una afección y otras no: pues no importa de dónde [venga] la cualidad; me refiero a las variaciones y diferencias de la cualidad. Cabría preguntar también, si éstas proceden de una afección, unas de este modo y otras no de las mismas [afecciones], cómo estarían en la misma especie; y si unas lo son por haber llegado a ser y otras por hacer, serían homónimas. ¿Y qué es la forma que rodea a cada cosa? Pues si es aquello según lo cual cada cosa es forma, no es cualificado; pero si es aquello según lo cual es bello o feo, además de la forma del sujeto, tendría razón. Y lo áspero, lo liso, lo raro y lo denso no se dirían correctamente cualidades: pues, ciertamente, lo raro, lo denso y la aspereza no consisten en las distancias de unas respecto de otras y en la proximidad, ni proceden siempre de una desigualdad y una igualdad de posición; pero si proceden también de éstas, nada impide que sean también como cualidades. Lo ligero y lo pesado, una vez conocido [lo que son], mostrarán dónde hay que colocarlos. Habría también homonimia en lo ligero, si no se dijera por el peso de lo más y de lo menos, en lo cual [entran] también lo flaco y lo delgado, lo cual está en otra especie, aparte de las cuatro.
ἀλλ’ εἰ μὴ οὕτω τις ἀξιώσειε τὸ ποιὸν διαιρεῖν, τίνι ἂν διέλοι; ἐπισκεπτέον οὖν, εἰ δεῖ τὰς μὲν σώματος λέγοντα, τὰς δὲ ψυχῆς, τοῦ δὲ σώματος μερίζειν κατὰ τὰς αἰσθήσεις, τὰς μὲν ὄψει λέγοντα, τὰς δ’ ἀκοῇ ἢ γεύσει, ἄλλας ὀσφρήσει ἢ ἁφῇ. τὰς δὲ τῆς ψυχῆς πῶς; ἐπιθυμητικοῦ, θυμοειδοῦς, λογιστικοῦ. ἢ ταῖς διαφοραῖς τῶν ἐνεργειῶν, αἳ γίνονται κατ’ αὐτάς, ὅτι γεννητικαὶ αὗται τούτων. ἢ τῷ ὠφελίμῳ καὶ βλαβερῷ: καὶ πάλιν διαιρετέον τὰς ὠφελείας καὶ τὰς βλάβας. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῶν σωματικῶν τῷ ποιεῖν διάφορα τῷ ὠφελίμῳ καὶ βλαβερῷ: οἰκεῖαι γὰρ διαφοραὶ ποιότητος. ἢ γὰρ δοκεῖ ἡ ὠφέλεια καὶ τὸ βλάβος ἀπὸ τῆς ποιότητος καὶ ποιοῦ ἢ ζητητέον τρόπον ἄλλον. ἐπισκεπτέον δέ, πῶς καὶ ὁ ποιὸς ὁ κατὰ τὴν ποιότητα ἐν τῇ αὐτῇ ἔσται: οὐ γὰρ δὴ ἓν γένος ἀμφοῖν: καὶ εἰ ὁ πυκτικὸς ἐν ποιότητι, πῶς οὐ καὶ ὁ ποιητικός; καὶ εἰ τοῦτο, καὶ τὸ ποιητικόν: ὥστε οὐδὲν δεῖ εἰς τὸ πρός τι τὸ ποιητικὸν οὐδ’ αὖ τὸ παθητικόν, εἰ ὁ παθητικὸς ποιός. καὶ ἴσως βέλτιον ἐνταῦθα ὁ ποιητικός, εἰ κατὰ δύναμιν λέγεται: ἡ δὲ δύναμις ποιότης: εἰ δὲ κατ’ οὐσίαν ἡ δύναμις, ᾗ δύναμις, οὐδ’ οὕτω πρός τι οὐδὲ ποιὸν ἔτι. οὐδὲ γὰρ ὡς τὸ μεῖζον τὸ ποιητικόν: τὸ γὰρ μεῖζον τὴν ὑπόστασιν, καθ̓ ὃ μεῖζον, πρὸς τὸ ἔλαττον, τὸ δὲ ποιητικὸν τῷ τοιόνδε εἶναι ἤδη. ἀλλ’ ἴσως κατὰ μὲν τὸ τοιόνδε ποιόν, ᾗ δὲ δύναται εἰς ἄλλο ποιητικὸν λεγόμενον πρός τι. διὰ τί οὖν οὐ καὶ ὁ πυκτικὸς πρός τι, καὶ ἡ πυκτικὴ αὐτή; πρὸς ἄλλο γὰρ ὅλως ἡ πυκτική: καὶ γὰρ οὐδὲν αὐτῆς θεώρημα, ὃ μὴ πρὸς ἄλλο. καὶ περὶ τῶν ἄλλων δὲ τεχνῶν ἢ τῶν πλείστων ἐπισκεπτέον καὶ λεκτέον ἴσως: ᾗ μὲν διατιθεῖσι τὴν ψυχήν, ποιότητες, ᾗ δὲ ποιοῦσι, ποιητικαὶ καὶ κατὰ τοῦτο πρὸς ἄλλο καὶ πρός τι: ἐπεὶ καὶ ἄλλον τρόπον πρός τι, καθ̓ ὃ ἕξεις λέγονται. ἆῤ οὖν ἄλλη τις ὑπόστασις κατὰ τὸ ποιητικὸν τοῦ ποιητικοῦ οὐκ ἄλλου τινὸς ὄντος ἢ καθ̓ ὅσον ποιόν; τάχα μὲν γὰρ ἄν τις ἐπὶ τῶν ἐμψύχων καὶ ἔτι μᾶλλον ἐπὶ τῶν προαίρεσιν ἐχόντων τῷ νενευκέναι πρὸς τὸ ποιεῖν ὑπόστασιν εἶναι καὶ κατὰ τὸ ποιητικόν: ἐπὶ δὲ τῶν ἀψύχων δυνάμεων, ἃς ποιότητας εἴπομεν, τί τὸ ποιητικόν; ἢ ὅταν συντύχῃ αὐτῷ ἄλλο, ἀπέλαυσε καὶ μετέλαβε παῤ ἐκείνου οὗ ἔχει. εἰ δὲ τὸ αὐτὸ καὶ ποιεῖ εἰς ἄλλο καὶ πάσχει, πῶς ἔτι τὸ ποιητικόν; ἐπεὶ καὶ τὸ μεῖζον τρίπηχυ ὂν καθ̓ αὑτὸ καὶ μεῖζον καὶ ἔλαττον ἐν τῇ συντυχίᾳ τῇ πρὸς ἄλλο. ἀλλ’ ἐρεῖ τις τὸ μεῖζον καὶ ἔλαττον μεταλήψει μεγέθους καὶ σμικρότητος: ἢ καὶ τοῦτο μεταλήψει ποιητικοῦ καὶ παθητικοῦ. ζητητέον δὲ καὶ ἐνταῦθα καὶ εἰ αἱ τῇδε ποιότητες καὶ αἱ ἐκεῖ ὑφ̓ ἕν: τοῦτο δὲ πρὸς τοὺς τιθεμένους κἀκεῖ. ἢ κἂν μὴ εἴδη τις διδῷ, ἀλλὰ νοῦν λέγων εἰ ἕξιν λέγοι, εἰ κοινόν τι ἐπ’ ἐκείνης καὶ ταύτης τῆς ἕξεως. καὶ σοφία δὲ συγχωρεῖται. ἢ εἰ ὁμώνυμος πρὸς τὴν ἐνταῦθα, οὐκ ἠρίθμηται δηλονότι ἐν τούτοις: εἰ δὲ συνωνύμως, ἔσται τὸ ποιὸν κοινὸν ἐνταῦθα κἀκεῖ, εἰ μή τις τὰ ἐκεῖ λέγοι πάντα οὐσίας: καὶ τὸ νοεῖν τοίνυν. ἀλλὰ τοῦτο κοινὸν καὶ πρὸς τὰς ἄλλας κατηγορίας, εἰ τὸ διττὸν ὧδε κἀκεῖ, ἢ ὑφ̓ ἓν ἄμφω.
Pero si no se estima que la cualidad deba dividirse así, ¿por medio de qué la dividiría uno? Hay que examinar, pues, si se debe decir que unas son del cuerpo y otras del alma, y dividir las del cuerpo según los sentidos, diciendo que unas son de la vista, otras del oído o del gusto, otras del olfato o del tacto. ¿Y las del alma, cómo? Del apetito, del ánimo, de la parte razonadora. ¿O bien por las diferencias de los actos que se producen según ellas, porque ellas engendran estos? ¿O por lo útil y lo dañino? Y entonces habría que dividir a su vez las utilidades y los daños. Lo mismo vale también para las [cualidades] corporales, porque producen cosas diferentes en lo útil y lo dañino: pues son diferencias propias de la cualidad. En efecto, o bien parece que la utilidad y el daño provienen de la cualidad y de lo cualificado, o bien hay que buscar otro modo. Y hay que examinar cómo el «cualificado» según la cualidad estará en el mismo [género]: pues no hay un solo género para ambos. Y si el pugilista está en la cualidad, ¿cómo no lo estaría también el agente? Y si esto, también lo productivo; de modo que no hay necesidad de colocar lo productivo en lo relativo, ni tampoco lo pasivo, si el pasivo es cualificado. Y quizá aquí es mejor [poner] al agente, si se dice según la potencia; pero la potencia es cualidad; y si la potencia lo es según la esencia, en cuanto potencia, ni así es relativo ni tampoco ya cualificado. Pues lo productivo no es como lo mayor: lo mayor tiene su hipóstasis, en cuanto mayor, respecto de lo menor, mientras que lo productivo lo es ya por ser tal. Pero quizá, en cuanto tal, es cualificado, y en cuanto puede [obrar] sobre otro, llamado productivo, es relativo. ¿Por qué, entonces, no es también relativo el pugilista, y el pugilato mismo? Pues el pugilato es enteramente hacia otro: ninguno de sus teoremas hay que no sea hacia otro. También sobre las demás artes, o la mayoría, hay que examinar, y quizá decir: en cuanto disponen el alma, son cualidades; en cuanto producen, son productivas y por ello [se dicen] hacia otro y relativas; ya que existe además otro modo de lo relativo, según el cual se llaman hábitos. ¿Hay, pues, alguna otra hipóstasis, según lo productivo, de lo productivo, que no sea otra cosa que en cuanto cualificado? Pues acaso podría decirse que, en los seres animados, y más todavía en los que tienen decisión, por haberse inclinado a hacer, hay hipóstasis también según lo productivo; pero en las potencias inanimadas, que hemos llamado cualidades, ¿qué es lo productivo? ¿O es que, cuando se encuentra con ello otra cosa, esta se beneficia y participa de aquello que ello tiene? Y si lo mismo obra sobre otro y padece, ¿cómo es todavía lo productivo? Pues también lo mayor, siendo de tres codos por sí mismo, es mayor y menor en el encuentro con otro. Pero dirá alguien que lo mayor y lo menor lo son por participación de la grandeza y de la pequeñez; ¿o también esto por participación de lo productivo y de lo pasivo? Hay que investigar también aquí si las cualidades de acá y las de allá caen bajo uno [solo]: esto, contra quienes las postulan también allá. ¿O bien, aunque uno no admita Formas, pero diciendo «intelecto», si dijera «hábito», si hay algo común a aquel hábito y a este? También se concede la sabiduría. ¿O, si es homónima respecto de la de aquí, evidentemente no está contada entre estas; pero si es sinónima, la cualidad será común aquí y allá, a menos que alguien diga que todo lo de allá son esencias; y entonces también el pensar. Pero esto es común también a las demás categorías, si lo doble [está] aquí y allá, o ambos bajo uno.✦
Plotino examina aquí, desde la crítica a las categorías de Aristóteles, si la cualidad (ποιότης) admite división en especies y si lo «productivo» y lo «pasivo» pertenecen a ella o a lo relativo.
«Hábito» traduce ἕξις, la disposición estable del alma o del cuerpo.
περὶ δὲ τοῦ ποτὲ ὧδε ἐπισκεπτέον: εἰ τὸ χθὲς καὶ αὔριον καὶ πέρυσι καὶ τὰ τοιαῦτα μέρη χρόνου, διὰ τί οὐκ ἐν τῷ αὐτῷ ἔσται καὶ ταῦτα, ἐν ᾧπερ καὶ ὁ χρόνος; ἐπεὶ καὶ τὸ ἦν καὶ τὸ ἔστι καὶ τὸ ἔσται, εἴδη ὄντα χρόνου, δίκαιον δήπου ἐν ᾧ ὁ χρόνος τετάχθαι. λέγεται δὲ τοῦ ποσοῦ ὁ χρόνος: ὥστε τί δεῖ κατηγορίας ἄλλης; εἰ δὲ λέγοιεν, ὡς οὐ μόνον χρόνος τὸ ἦν καὶ ἔσται, καὶ τὸ χθὲς καὶ τὸ πέρυσι, τὰ ὑπὸ τὸ ἦν — ὑποβεβλῆσθαι γὰρ δεῖ ταῦτα τῷ ἦν — ἀλλ’ οὐ νῦν μόνον χρόνος, ἀλλὰ ποτὲ χρόνος, πρῶτον μὲν ἔσται, εἰ τὸ ποτὲ χρόνος, χρόνος: ἔπειτα, εἰ χρόνος παρεληλυθὼς τὸ χθές, σύνθετόν τι ἔσται, εἰ ἕτερον τὸ παρεληλυθὸς καὶ ἕτερον ὁ χρόνος: δύο οὖν κατηγορίαι καὶ οὐχ ἁπλοῦν. εἰ δὲ τὸ ἐν χρόνῳ φήσουσι τὸ ποτὲ εἶναι, ἀλλ’ οὐ χρόνον, τοῦτο τὸ ἐν χρόνῳ εἰ μὲν τὸ πρᾶγμα λέγουσιν, οἷον Σωκράτης ὅτι πέρυσιν ἦν, ὁ μὲν Σωκράτης ἔξωθεν ἂν εἴη, καὶ οὐχ ἕν τι λέγουσιν. ἀλλὰ Σωκράτης ἢ ἡ πρᾶξις ἐν τούτῳ τῷ χρόνῳ τί ἂν εἴη ἢ ἐν μέρει τοῦ χρόνου; εἰ δ’ ὅτι μέρος χρόνου λέγουσι, καὶ καθ̓ ὅ τι μέρος ἀξιοῦσι μὴ χρόνον ἁπλῶς τι λέγειν, ἀλλὰ μέρος χρόνου παρεληλυθός, πλείω ποιοῦσι, καὶ τὸ μέρος ᾗ μέρος πρός τι ὂν προσλαμβάνουσι καὶ τὸ παρεληλυθὸς ἐγκείμενόν τι αὐτοῖς ἔσται ἢ τὸ αὐτὸ τῷ ἦν, ὃ ἦν εἶδος χρόνου. ἀλλ’ εἰ τῷ ἀόριστον μὲν εἶναι τὸ ἦν, τὸ δὲ χθὲς καὶ τὸ πέρυσιν ὡρίσθαι, πρῶτον μὲν τὸ ἦν που τάξομεν: ἔπειτα τὸ χθὲς ἔσται ἦν ὡρισμένον: ὥστε ἔσται ὡρισμένος χρόνος τὸ χθές. τοῦτο δὲ ποσός τις χρόνος: ὥστε, εἰ χρόνος ποσόν, ποσὸν ὡρισμένον ἕκαστον τούτων ἔσται. εἰ δέ, ὅταν λέγωσι χθές, τοῦτο λέγουσιν, ὡς ἐν χρόνῳ παρεληλυθότι ὡρισμένῳ γέγονε τόδε, ἔτι πλείω καὶ μᾶλλον λέγουσιν: ἔπειτα, εἰ δεῖ ἐπεισάγειν ἄλλας κατηγορίας τῷ ἕτερον ἐν ἑτέρῳ ποιεῖν, ὡς ἐνταῦθα τὸ ἐν χρόνῳ, ἄλλας πολλὰς ἀνευρήσομεν ἀπὸ τοῦ ποιεῖν ἄλλο ἐν ἄλλῳ. λεχθήσεται δὲ σαφέστερον ἐν τοῖς ἑξῆς τοῖς περὶ τοῦ ποῦ.
Sobre el «cuándo» hay que examinar lo siguiente: si ayer, mañana, el año pasado y cosas semejantes son partes del tiempo, ¿por qué no estarán también ellas en el mismo [género] en que está el tiempo? Pues también el «era», el «es» y el «será», siendo especies del tiempo, es justo que estén ordenados donde está el tiempo. Y el tiempo se dice de lo cuanto; de modo que ¿qué necesidad hay de otra categoría? Y si dijeran que no solo es tiempo el «era» y el «será», y el ayer y el año pasado —que están bajo el «era», pues es preciso subordinarlos al «era»—, sino que el «cuándo» no es tiempo meramente en el ahora, sino «alguna vez» tiempo: primero, si el «cuándo» es tiempo, será tiempo; luego, si el ayer es tiempo pasado, será algo compuesto, si lo pasado es una cosa y el tiempo otra: dos categorías, pues, y no algo simple. Y si afirmaran que el «cuándo» es lo que está en el tiempo y no el tiempo, ese «en el tiempo», si se refieren a la cosa, por ejemplo que Sócrates existía el año pasado, Sócrates sería algo externo y no dicen una sola cosa. Pero Sócrates o la acción en este tiempo, ¿qué serían sino [algo] en una parte del tiempo? Y si dicen que es parte del tiempo, y pretenden que, según esa parte, no dicen simplemente tiempo sino una parte pasada del tiempo, hacen más cosas, y toman la parte en cuanto parte, que es relativa, y lo pasado será para ellos algo inherente, o lo mismo que el «era», que era una especie del tiempo. Pero ¿y si fuera porque el «era» es indeterminado, mientras que el ayer y el año pasado son determinados? Primero, colocaremos el «era» en alguna parte; luego, el ayer será un «era» determinado; de modo que el ayer será un tiempo determinado. Esto es cierta cantidad de tiempo; así que, si el tiempo es cantidad, cada uno de estos será una cantidad determinada. Y si, cuando dicen «ayer», quieren decir esto: que tal cosa ocurrió en un tiempo pasado determinado, dicen todavía más cosas, y más. Luego, si hay que introducir otras categorías por poner una cosa en otra, como aquí el «en el tiempo», encontraremos muchísimas otras a partir del poner una cosa en otra. Pero se dirá con más claridad en lo que sigue, en lo referente al «dónde».✦
«Cuándo» (ποτέ) es la categoría aristotélica de la situación en el tiempo; su par es el «dónde» (ποῦ), tratado en la unidad siguiente.
ʽτ̔ὸ δὲ ποῦ [οἷον] ἐν Λυκείῳ καὶ ἐν Ἀκαδημίᾳ.ʼ ἡ μὲν οὖν Ἀκαδημία καὶ τὸ Λύκειον πάντως τόποι καὶ μέρη τόπου, ὥσπερ τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ ὡδὶ εἴδη ἢ μέρη: διαφέρει δέ, ὅτι ἀφωρισμένως μᾶλλον. εἰ οὖν τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ μέσον τόποι, οἷον Δελφοὶ τὸ μέσον, καὶ τὸ παρὰ τὸ μέσον, οἷον Ἀθῆναι καὶ Λύκειον δὴ καὶ τὰ ἄλλα, τί δεῖ ἔτι παρὰ τὸν τόπον ζητεῖν ἡμᾶς καὶ ταῦτα λέγοντας τόπον ἐφ̓ ἑκάστου τούτων σημαίνειν; εἰ δὲ ἄλλο ἐν ἄλλῳ λέγομεν, οὐχ ἓν λέγομεν οὐδὲ ἁπλοῦν λέγομεν. ἔπειτα, εἰ τοῦτον ἐνταῦθα λέγομεν, σχέσιν τινὰ γεννῶμεν τοῦδε ἐν τῷδε καὶ τοῦ δεξαμένου πρὸς ὃ ἐδέξατο: διὰ τί οὖν οὐ πρός τι, εἰ ἐκ τῆς ἑκατέρου πρὸς ἑκάτερον σχέσεως ἀπεγεννήθη τι; εἶτα [τί] διαφέρει τὸ ὧδε τοῦ Ἀθήνησιν; ἀλλὰ τὸ ὧδε τὸ δεικτικὸν τόπον φήσουσι σημαίνειν: ὥστε καὶ τὸ Ἀθήνησιν: ὥστε τοῦ τόπου τὸ Ἀθήνησιν. εἶτα, εἰ τὸ Ἀθήνησι τοῦτ̓ ἔστι τὸ ἐν Ἀθήναις ἐστί, πρὸς τῷ τόπῳ καὶ τὸ ἔστι προσκατηγορεῖται: δεῖ δὲ οὔ: ὥσπερ οὐδὲ τὸ ποιότης ἐστίν, ἀλλὰ τὸ ποιότης μόνον. πρὸς δὲ τούτοις, εἰ δεῖ τὸ ἐν χρόνῳ ἄλλο καὶ τὸ ἐν τόπῳ ἄλλο παρὰ χρόνον καὶ τόπον, διὰ τί οὐ καὶ τὸ ἐν ἀγγείῳ ἄλλην κατηγορίαν ποιήσει; καὶ τὸ ἐν ὕλῃ ἄλλο, καὶ τὸ ἐν ὑποκειμένῳ ἄλλο, καὶ τὸ ἐν ὅλῳ μέρος καὶ τὸ ὅλον ἐν μέρεσι, καὶ γένος ἐν εἴδεσι καὶ εἶδος ἐν γένει; καὶ οὕτως ἡμῖν πλείους αἱ κατηγορίαι ἔσονται.
«Y el dónde: [por ejemplo] en el Liceo y en la Academia.» Pues bien, la Academia y el Liceo son en todo caso lugares y partes de lugar, como lo de arriba, lo de abajo y lo de aquí son especies o partes; solo difieren en que [son] más delimitados. Si, pues, lo alto, lo bajo y lo medio son lugares, como Delfos [es] el medio, y lo que está junto al medio, como Atenas y desde luego el Liceo y los demás, ¿qué necesidad tenemos de buscar algo más allá del lugar, diciendo, al decir esto, que en cada uno de ellos se significa lugar? Y si decimos una cosa en otra, no decimos algo uno ni algo simple. Luego, si decimos «esto aquí», engendramos cierta relación de esto en esto, y de lo que recibe respecto de lo que ha recibido; ¿por qué, entonces, no es relativo, si de la relación de cada uno con cada uno se engendró algo? Y además, ¿en qué difiere el «aquí» del «en Atenas»? Pero dirán que el «aquí», deíctico, significa lugar; luego también «en Atenas»; de modo que «en Atenas» es del lugar. Luego, si «en Atenas» significa «está en Atenas», junto con el lugar se predica también el «está»; y no debe ser así, como tampoco [se dice] «es cualidad», sino solo «cualidad». Y además de esto, si «en el tiempo» ha de ser algo distinto del tiempo, y «en el lugar» algo distinto del lugar, ¿por qué no hará también el «en un recipiente» otra categoría? Y «en la materia», otra; y «en el sujeto», otra; y «en el todo», la parte, y el todo en las partes, y el género en las especies y la especie en el género. Y así tendremos más categorías.✦
Delfos era considerado el centro (ónfalo) del mundo; Atenas, el Liceo y la Academia eran lugares emblemáticos de las escuelas de Aristóteles y de Platón.
ἐν δὲ τῷ ποιεῖν λεγομένῳ τάδ’ ἄν τις ἐπισκέψαιτο. λέγεται γάρ, ὡς, ἐπεὶ μετὰ τὴν οὐσίαν τὰ περὶ τὴν οὐσίαν ἦν ποσότης καὶ ἀριθμός, τὸ ποσὸν γένος ἕτερον ἦν καὶ ποιότητος οὔσης περὶ αὐτὴν ἄλλο γένος τὸ ποιόν, οὕτω καὶ ποιήσεως οὔσης ἄλλο γένος τὸ ποιεῖν. ἆῤ οὖν τὸ ποιεῖν ἢ ἡ ποίησις, ἀφ̓ ἧς τὸ ποιεῖν, ὥσπερ καὶ ποιότης, ἀφ̓ ἧς τὸ ποιόν; ἢ ἐνταῦθα ποίησις, ποιεῖν, ποιῶν εἰς ἓν ληπτέα. ἐμφαίνει δὲ μᾶλλον τὸ ποιεῖν καὶ τὸν ποιοῦντα, ἡ δὲ ποίησις οὔ: καὶ τὸ ποιεῖν ἐν ποιήσει εἶναί τινι: τοῦτο δὲ ἐνεργείᾳ: ὥστε ἐνέργειαν μᾶλλον εἶναι τὴν κατηγορίαν, ἣ περὶ τὴν οὐσίαν λέγεται θεωρεῖσθαι, ὡς ἐκεῖ ποιότης, καὶ αὐτὴ περὶ τὴν οὐσίαν ὥσπερ κίνησις, καὶ ἓν γένος ἡ κίνησις τῶν ὄντων. διὰ τί γὰρ ποιότης μὲν ἕν τι περὶ τὴν οὐσίαν, καὶ ποσότης ἕν τι, καὶ πρός τι διὰ τήν σχέσιν ἄλλου πρὸς ἄλλο, κινήσεως δὲ περὶ τὴν οὐσίαν οὔσης οὐκ ἔσται τι καὶ κίνησις ἓν γένος;
Sobre lo llamado «hacer» se podría examinar lo siguiente. Se dice que, puesto que después de la esencia lo que concierne a la esencia eran la cantidad y el número, lo cuanto era un género distinto, y que, siendo la cualidad [algo] en torno a ella, lo cualificado era otro género; así también, siendo la producción, el hacer es otro género. ¿Es, pues, el hacer, o la producción de la cual [viene] el hacer, como la cualidad, de la cual [viene] lo cualificado? ¿O aquí han de tomarse en uno producción, hacer y el que hace? Pero el «hacer» manifiesta más bien al que hace, mientras que la «producción» no; y el hacer consiste en estar en una producción; y esto, en acto; de modo que la categoría es más bien el acto, que se dice que se contempla en torno a la esencia, como allí la cualidad, y ella misma en torno a la esencia, como el movimiento; y el movimiento es un género de los seres. ¿Por qué, en efecto, la cualidad es algo uno en torno a la esencia, y la cantidad algo uno, y lo relativo [algo uno] por la relación de una cosa con otra, mientras que, estando el movimiento en torno a la esencia, el movimiento no será también un solo género?
εἰ δέ τις λέγοι τὴν κίνησιν ἀτελῆ ἐνέργειαν εἶναι, οὐδὲν ἐκώλυε τὴν μὲν ἐνέργειαν προτάττειν, εἶδος δὲ τὴν κίνησιν ὡς ἀτελῆ οὖσαν ὑποβάλλειν, κατηγοροῦντά γε αὐτῆς τὴν ἐνέργειαν, προστιθέντα δὲ τὸ ἀτελές. τὸ γὰρ ἀτελὲς λέγεται περὶ αὐτῆς, οὐχ ὅτι οὐδὲ ἐνέργεια, ἀλλὰ ἐνέργεια μὲν πάντως, ἔχει δὲ καὶ τὸ πάλιν: καὶ τὸ πάλιν, οὐχ ἵνα ἀφίκηται εἰς ἐνέργειαν: ἔστι γὰρ ἤδη: ἀλλ’ ἵνα ἐργάσηταί τι, ὃ ἕτερόν ἐστι μετ’ αὐτήν: καὶ οὐκ αὐτὴ τελειοῦται τότε, ἀλλὰ τὸ πρᾶγμα οὗ ἐστοχάζετο: οἷον βάδισις ἐξ ἀρχῆς βάδισις ἦν. εἰ δὲ ἔδει στάδιον διανύσαι, οὔπω δὲ ἦν διανύσας, τὸ ἐλλεῖπον οὐ τῆς βαδίσεως οὐδὲ τῆς κινήσεως ἦν, ἀλλὰ τῆς ποσῆς βαδίσεως: βάδισις δὲ ἦν καὶ ὁποσηοῦν καὶ κίνησις ἤδη: ὁ γοῦν κινούμενος ἤδη κεκίνηται, καὶ ὁ τέμνων ἤδη ἔτεμε. καὶ ὡς ἡ λεγομένη ἐνέργεια οὐ δεῖται χρόνου, οὕτως οὐδ’ ἡ κίνησις, ἀλλ’ ἡ εἰς τοσοῦτον κίνησις: καὶ εἰ ἐν ἀχρόνῳ ʽ??ʼ ἐνέργεια, καὶ ἡ κίνησις ἡ ὅλως κίνησις. εἰ δ’ ὅτι τὸ συνεχὲς προσλαβοῦσα πάντως ἐν χρόνῳ, καὶ ἡ ὅρασις μὴ διαλείπουσα τὸ ὁρᾶν ἐν συνεχείᾳ ἂν εἴη καὶ ἐν χρόνῳ. μαρτυρεῖ δὲ τούτῳ καὶ ἡ ἀναλογία ἡ λέγουσα ἀεὶ οἷόν τε εἶναι λαμβάνειν ἡστινοσοῦν κινήσεως καὶ μὴ εἶναι μήτε τοῦ χρόνου ἀρχὴν ἐν ᾧ καὶ ἀφ̓ οὗ ἤρξατο μήτε αὐτῆς ἀρχὴν τῆς κινήσεως, ἀλλ’ εἶναι αὐτὴν διαιρεῖν ἐπὶ τὸ ἄνω: ὥστε ἐξ ἀπείρου συμβαίνοι ἂν τοῦ χρόνου κεκινῆσθαι τὴν ἄρτι ἀρξαμένην καὶ αὐτὴν ἄπειρον εἰς τὸ ἀρξάμενον εἶναι. τοῦτο γὰρ συμβαίνει διὰ τὸ χωρίζειν ἐνέργειαν κινήσεως καὶ τὴν μὲν ἐν ἀχρόνῳ φάσκειν γενέσθαι, τὴν δὲ χρόνου δεῖσθαι λέγειν μὴ τὴν ποσὴν μόνον, ἀλλ’ ὅλως τὴν φύσιν αὐτῆς ἀναγκάζεσθαι ποσὴν λέγειν καίτοι ὁμολογοῦντας καὶ αὐτοὺς κατὰ συμβεβηκὸς τὸ ποσὸν αὐτῇ παρεῖναι, εἰ ἡμερησία εἴη ἢ ὁποσουοῦν χρόνου. ὥσπερ οὖν ἐνέργεια ἐν ἀχρόνῳ, οὕτως οὐδὲν κωλύει καὶ κίνησιν ἦρχθαι ἐν ἀχρόνῳ, ὁ δὲ χρόνος τῷ τοσήνδε γεγονέναι: ἐπεὶ καὶ μεταβολαὶ ἐν ἀχρόνῳ ὁμολογοῦνται γίγνεσθαι ἐν τῷ λέγεσθαι ʽὥσπερ οὐ καὶ ἀθρόας γινομένης μεταβολῆσ̓. εἰ οὖν μεταβολή, διὰ τί οὐχὶ καὶ κίνησις; εἴληπται δὲ μεταβολὴ οὐκ ἐν τῷ μεταβεβληκέναι: οὐ γὰρ τῆς ἐν τῷ μεταβεβληκέναι ἐδεῖτο.
Y si alguien dijera que el movimiento es un acto imperfecto, nada impediría anteponer el acto y subordinar el movimiento como especie, por ser imperfecto, predicando de él el acto y añadiendo lo imperfecto. Pues lo imperfecto se dice de él no porque ni siquiera sea acto, sino que es en todo caso acto, pero tiene además el «de nuevo»; y el «de nuevo», no para llegar al acto —pues ya lo es—, sino para producir algo que es otro tras él; y no se perfecciona entonces él mismo, sino la cosa a la que apuntaba. Por ejemplo, el caminar desde el comienzo era caminar. Pero si había que recorrer un estadio y aún no lo había recorrido, lo que faltaba no era del caminar ni del movimiento, sino de un caminar de cierta cantidad; y era caminar, de cualquier cantidad, y ya movimiento: pues el que se mueve ya se ha movido, y el que corta ya ha cortado. Y como el llamado acto no necesita tiempo, así tampoco el movimiento, sino el movimiento hasta tal medida; y si el acto [está] en lo atemporal, también el movimiento, el movimiento en cuanto tal. Y si [dicen] que, por tomar lo continuo, [el movimiento] está en todo caso en el tiempo, también la visión, que no cesa de ver, estaría en continuidad y en el tiempo. Lo atestigua también la analogía, que dice que siempre es posible tomar [una parte] de cualquier movimiento, y que no hay principio del tiempo en el que y desde el que empezó, ni principio del movimiento mismo, sino que es posible dividirlo hacia arriba; de modo que resultaría que, desde un tiempo infinito, se ha movido el que acaba de comenzar, y que él mismo sería infinito hacia su comienzo. Pues esto resulta de separar el acto del movimiento y afirmar que el uno se da en lo atemporal, y decir que el otro necesita tiempo, no solo el cuantificado, sino que se ve obligado a llamar cuantificada toda su naturaleza, aunque ellos mismos reconocen que la cantidad le es accidental, si fuera de un día o de cualquier tiempo. Así como, pues, hay acto en lo atemporal, nada impide que también el movimiento haya comenzado en lo atemporal, y que el tiempo [esté] en que haya llegado a ser de tal extensión; puesto que también se admite que los cambios ocurren en lo atemporal, al decirse «como si el cambio ocurriera de golpe». Si, pues, [ocurre] el cambio, ¿por qué no también el movimiento? Y se ha tomado el cambio no en el haberse cambiado: pues no necesitaba el [cambio] del haberse cambiado.✦
El texto griego trae aquí signos de dudosa lectura (ʽ??ʼ) y el final del pasaje es de difícil construcción; se ha traducido ajustándose a lo transmitido.
Plotino retoma la noción aristotélica del movimiento como acto imperfecto (véase Aristóteles, Física III).
εἰ δέ τις λέγοι μήτε τὴν ἐνέργειαν μήτε τὴν κίνησιν γένους δεῖσθαι καθ̓ αὑτά, ἀλλ’ εἰς τὸ πρός τι ἀνάγειν τῷ τὴν μὲν ἐνέργειαν [τοῦ] δυνάμει εἶναι ἐνεργητικοῦ, τὴν δὲ [κίνησιν] τοῦ δυνάμει κινητικοῦ, λεκτέον, ὡς τὰ μὲν πρός τι αὐτὴ ἡ σχέσις ἐγέννα, ἀλλ’ οὐ τὸ πρὸς ἕτερον μόνον λέγεσθαι: ὅταν δὲ ᾖ τις ὑπόστασις, κἂν ἑτέρου ᾖ κἂν πρὸς ἕτερον, τήν γε πρὸ τοῦ πρός τι εἴληχε φύσιν. αὕτη τοίνυν ἡ ἐνέργεια καὶ ἡ κίνησις καὶ ἡ ἕξις δὲ ἑτέρου οὖσα οὐκ ἀφῄρηται τοῦ πρὸ τοῦ πρός τι εἶναί τε καὶ νοεῖσθαι καθ̓ αὑτά: ἢ οὕτω πάντα ἔσται πρός τι: πάντως γὰρ ἔχει ὁτιοῦν σχέσιν πρὸς ὁτιοῦν, ὡς καὶ ἐπὶ τῆς ψυχῆς: αὐτή τε ἡ ποίησις καὶ τὸ ποιεῖν διὰ τί εἰς τὸ πρός τι οὐκ ἀναχθήσεται; ἢ γὰρ κίνησις ἢ ἐνέργεια πάντως ἔσται. εἰ δὲ τὴν μὲν ποίησιν εἰς τὸ πρός τι ἀνάξουσι, τὸ δὲ ποιεῖν ἓν γένος θήσονται, διὰ τί οὐ καὶ τὴν μὲν κίνησιν εἰς τὸ πρός τι, τὸ δὲ κινεῖσθαι ἕν τι γένος θήσονται, καὶ διαιρήσονται τὸ κινεῖσθαι ὡς ἓν διχῇ ἐν εἴδεσι τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, ἀλλ’ οὐχ ὡς νῦν τὸ μὲν ποιεῖν λέγουσι, τὸ δέ πάσχειν;
Y si alguien dijera que ni el acto ni el movimiento requieren por sí mismos un género, sino que se reducen a lo relativo, porque el acto es [propio] de lo que está en potencia para obrar, y el [movimiento] de lo que está en potencia para mover, hay que decir que la relación misma engendraba lo relativo, pero que no se llama [relativo] solo lo que es hacia otro; y cuando hay una hipóstasis, sea de otro, sea hacia otro, ha obtenido ya una naturaleza anterior a lo relativo. Así pues, este acto, el movimiento y también el hábito, aunque sean de otro, no quedan privados de ser y de pensarse por sí mismos antes de lo relativo; de lo contrario, todo será relativo: pues cualquier cosa tiene en todo caso alguna relación con cualquier cosa, como en el caso del alma. Y la producción misma y el hacer, ¿por qué no se reducirán a lo relativo? Pues serán en todo caso movimiento o acto. Pero si reducen la producción a lo relativo, y establecen el hacer como un género, ¿por qué no reducirán también el movimiento a lo relativo, y establecerán el moverse como un género, y lo dividirán, como uno, en dos, en especies del hacer y del padecer, y no como ahora, diciendo que uno es el hacer y otro el padecer?
ἐπισκεπτέον δέ, εἰ ἐν τῷ ποιεῖν τὰς μὲν ἐνεργείας φήσουσι, τὰς δὲ κινήσεις, τὰς μὲν ἐνεργείας λέγοντες εἶναι τὰς ἀθρόας, τὰς δὲ κινήσεις, οἷον τὸ τέμνειν: ἐν χρόνῳ γὰρ τὸ τέμνειν: ἢ πάσας κινήσεις ἢ μετὰ κινήσεως, καὶ εἰ πάσας πρὸς τὸ πάσχειν τὰς ποιήσεις ἤ τινας καὶ ἀπολύτους, οἷον τὸ βαδίζειν καὶ τὸ λέγειν, καὶ εἰ τὰς [μὲν] πρὸς τὸ πάσχειν πάσας κινήσεις, τὰς δὲ ἀπολύτους ἐνεργείας, ἢ ἐν ἑκατέροις ἑκάτερον. τὸ γοῦν βαδίζειν ἀπολελυμένον ὂν κίνησιν ἂν εἴποιεν, τὸ δὲ νοεῖν οὐκ ἔχον τὸ πάσχον καὶ αὐτὸ ἐνέργειαν, οἶμαι: ἢ οὐδὲ ποιεῖν φατέον τὸ νοεῖν καὶ τὸ βαδίζειν. ἀλλ’ εἰ μὴ ἐν τῷ ποιεῖν ταῦτα, ποῦ λεκτέον. τάχα δὲ τὸ νοεῖν πρὸς τὸ νοητόν, ὥσπερ τὴν νόησιν: καὶ γὰρ τὴν αἴσθησιν πρὸς τὸ αἰσθητόν. ἀλλ’ εἰ κἀκεῖ τὴν αἴσθησιν πρὸς τὸ αἰσθητόν, διὰ τί αὐτὸ τὸ αἰσθάνεσθαι οὐκέτι πρὸς τὸ αἰσθητόν; καὶ ἡ αἴσθησις δὲ ἡ πρὸς ἕτερον σχέσιν μὲν ἔχει πρὸς ἐκεῖνο, ἔχει δέ τι παρὰ τὴν σχέσιν, τὸ ἢ ἐνέργεια ἢ πάθος εἶναι. εἰ οὖν τὸ πάθος παρὰ τό τινος εἶναι καὶ ὑπό τινος, ἔστι τι ἕτερον καὶ ἡ ἐνέργεια. ἡ δὲ δὴ βάδισις ἔχουσα καὶ αὐτὴ τό τινος εἶναι ʽκαὶ ποδῶν εἶναἰ καὶ ὑπό τινος ἔχει τὸ κίνησις εἶναι. ἔχοι ἂν οὖν καὶ ἡ νόησις παρὰ τὸ πρός τι τὸ ἢ κίνησις εἶναι ἢ ἐνέργεια.
Hay que examinar si, dentro del hacer, dirán que unas [producciones] son actos y otras movimientos, diciendo que son actos las instantáneas, y movimientos, por ejemplo, el cortar: pues el cortar [se da] en el tiempo; o si [dirán] que todas son movimientos o con movimiento; y si todas las producciones se refieren al padecer o algunas son también absolutas, como el caminar y el hablar; y si las que se refieren al padecer son todas movimientos y las absolutas actos, o si hay de ambas clases en cada grupo. El caminar, por ser absoluto, lo llamarían movimiento; pero el pensar, que no tiene lo que padece, sería también él acto, creo; ¿o ni siquiera hay que decir que pensar y caminar son hacer? Pero si estos no están en el hacer, ¿dónde hay que ponerlos? Quizá el pensar es hacia lo inteligible, como la intelección; pues también la sensación es hacia lo sensible. Pero si allí la sensación es hacia lo sensible, ¿por qué el sentir mismo no es también hacia lo sensible? Y la sensación, que es hacia otro, tiene respecto de aquello una relación, pero tiene algo además de la relación: el ser acto o afección. Si, pues, la afección es algo distinto además de ser de algo y por algo, también el acto es algo distinto. El caminar, a su vez, que tiene también el ser de algo ⟨y ser de los pies⟩ y por algo, tiene el ser movimiento. Tendría, pues, también la intelección, además de lo relativo, el ser movimiento o acto.✦
En el griego, «y ser de los pies» aparece entre signos de edición (ʽ…ʼ), que aquí se han conservado como ⟨ ⟩.
ἐπισκεπτέον δέ, εἰ καί τινες ἐνέργειαι δόξουσιν ἀτελεῖς εἶναι μὴ προσλαβοῦσαι χρόνον, ὥστε εἰς ταὐτὸν ταῖς κινήσεσιν ἐλθεῖν, οἷον τὸ ζῆν καὶ ἡ ζωή. ἐν χρόνῳ γὰρ τελείῳ τὸ ζῆν ἑκάστου καὶ ἡ εὐδαιμονία ἐνέργεια οὐκ ἐν ἀμερεῖ, ἀλλὰ οἷον ἀξιοῦσι καὶ τὴν κίνησιν εἶναι: ὥστε κινήσεις ἄμφω λεκτέον καὶ ἕν τι τὴν κίνησιν καὶ γένος ἕν, θεωροῦντας παρὰ τὸ ποσὸν τὸ ἐν τῇ οὐσίᾳ καὶ τὸ ποιὸν καὶ κίνησιν οὖσαν περὶ αὐτήν: καί, εἰ βούλει, τὰς μὲν σωματικάς, τὰς δὲ ψυχικάς, ἢ τὰς μὲν παῤ αὐτῶν, τὰς δὲ ὑπ’ ἄλλων εἰς αὐτά, ἢ τὰς μὲν ἐξ αὐτῶν, τὰς δὲ ἐξ ἄλλων, καὶ τὰς μὲν ἐξ αὐτῶν ποιήσεις εἴτε εἰς ἄλλα εἴτε ἀπολελυμένας, τὰς δὲ ἐξ ἄλλων πείσεις. καίτοι καὶ αἱ εἰς ἄλλα κινήσεις αἱ αὐταὶ ταῖς ἐξ ἄλλων: ἡ γὰρ τμῆσις, ἥ τε παρὰ τοῦ τέμνοντος ἥ τε ἐν τῷ τεμνομένῳ, μία, ἀλλὰ τὸ τέμνειν ἕτερον καὶ τὸ τέμνεσθαι. τάχα δὲ οὐδὲ μία ἡ τμῆσις ἡ ἀπὸ τοῦ τέμνοντος καὶ ἡ ἐν τῷ τεμνομένῳ, ἀλλ’ ἔστι τὸ τέμνειν τὸ ἐκ τῆς τοιᾶσδε ἐνεργείας καὶ κινήσεως ἑτέραν ἐν τῷ τεμνομένῳ διάδοχον κίνησιν γίγνεσθαι. ἢ ἴσως οὐ κατ’ αὐτὸ τὸ τέμνεσθαι τὸ διάφορον, ἀλλὰ κατ’ ἄλλο τὸ ἐπιγιγνόμενον κίνημα, οἷον τὸ ἀλγεῖν: καὶ γὰρ τὸ πάσχειν ἐν τούτῳ. τί οὖν, εἰ μή τι ἀλγεῖ; τί ἄλλο ἢ ἡ ἐνέργεια τοῦ ποιοῦντος ἐν τῷδε οὖσα; οὕτω γὰρ καὶ τὸ οὕτω λεγόμενον ποιεῖν, καὶ διττὸν οὕτως εἶναι τὸ ποιεῖν, τὸ μὲν μὴ ἐν ἄλλῳ, τὸ δὲ ἐν ἄλλῳ συνιστάμενον: καὶ οὐκέτι τὸ μὲν ποιεῖν, τὸ δὲ πάσχειν, ἀλλὰ τὸ ποιεῖν ἐν ἄλλῳ πεποίηκε δύο νομίζειν εἶναι, τὸ μὲν ποιεῖν, τὸ δὲ πάσχειν: οἷον καὶ τὸ γράφειν, καίτοι ὂν ἐν ἄλλῳ, οὐκ ἐπιζητεῖ τὸ πάσχειν, ὅτι μὴ ἄλλο τι ἐν τῷ γραμματείῳ ποιεῖ παρὰ τὴν ἐνέργειαν τοῦ γράφοντος οἷον τὸ ἀλγεῖν. εἰ δέ τις λέγοι γεγράφθαι, οὐ τὸ πάσχειν λέγει. καὶ ἐπὶ τοῦ βαδίζειν, καίτοι οὔσης γῆς ἐφ̓ ἧς, οὐ προσποιεῖται τὸ πεπονθέναι. ἀλλ’ ὅταν ἐπὶ σώματος ζῴου βαίνῃ, τὸ πάσχειν ἐπινοεῖ, ὃ ἐπιγίγνεται, ἄλγημα συλλογιζόμενος, οὐ τὸ βαδίζειν: ἢ ἐπενόησεν ἂν καὶ πρότερον. οὕτω καὶ ἐπὶ πάντων κατὰ μὲν τὸ ποιεῖν ἓν λεκτέον μετὰ τοῦ λεγομένου πάσχειν, τοῦ ἀντιθέτου. ὃ δὲ πάσχειν λέγεται, τὸ γενόμενον ὕστερον, οὐ τὸ ἀντίθετον, οἷον τῷ καίειν τὸ καίεσθαι: ἀλλὰ τὸ ἐκ τοῦ καίειν καὶ καίεσθαι ἑνὸς ὄντος, τὸ ἐπ’ αὐτῷ γιγνόμενον ἢ ἄλγημα ἤ τι ἄλλο, οἷον μαραίνεσθαι. τί οὖν, εἴ τις αὐτὸ τοῦτο ἐργάζοιτο, ὥστε λυπεῖν, οὐχ ὁ μὲν ποιεῖ, ὁ δὲ πάσχει, καὶ ἐκ μιᾶς ἐνεργείας τὰ δύο; ἢ ἐν τῇ ἐνεργείᾳ οὐκέτι τὸ τῆς βουλήσεως τοῦ λυπεῖν, ἀλλὰ ποιεῖ τι ἕτερον, δἰ οὗ λυπεῖ, ὃ ἐν τῷ λυπησομένῳ γενόμενον ἓν ὂν καὶ ταὐτὸν πεποίηκεν ἄλλο, τὸ λυπεῖσθαι. τί οὖν; αὐτὸ τὸ ἓν γενόμενον, πρὶν καὶ λύπην ποιῆσαι, ἢ ὅλως λύπην οὐκ ἐμποιοῦν, οὐ πάθος ἐστὶ τοῦ εἰς ὅν, οἷον τὸ ἀκοῦσαι; ἢ οὐ πάθος τὸ ἀκοῦσαι οὐδ’ ὅλως τὸ αἰσθάνεσθαι, ἀλλὰ τὸ λυπηθῆναί ἐστι γενέσθαι ἐν πάθει, ὃ μὴ ἀντίθετον τῷ ποιῆσαι.
Hay que examinar si algunas actividades parecerán imperfectas cuando no se les añade tiempo, de modo que vengan a dar en lo mismo que los movimientos, como el vivir y la vida. Pues el vivir de cada uno y la felicidad son una actividad en un tiempo completo, no en un [instante] indivisible, sino tal como sostienen que también es el movimiento. De modo que hay que decir que ambos son movimientos, y que el movimiento es algo uno y un género uno, considerando, además de la cantidad, lo que hay en la esencia, y lo cualitativo, y que hay un movimiento en torno a ella. Y, si quieres, unos movimientos son corporales y otros anímicos; o unos proceden de ellos mismos y otros de otros hacia ellos; o unos vienen de ellos mismos y otros vienen de otros, y los que vienen de ellos mismos son acciones, ya sea hacia otras cosas, ya sea separadas, mientras que los que vienen de otros son pasiones. Y sin embargo los movimientos hacia otros son los mismos que los que vienen de otros: pues el corte, el que procede del que corta y el que está en lo cortado, es uno, pero cortar es distinto de ser cortado. Quizá ni siquiera es uno el corte que viene del que corta y el que está en lo cortado, sino que cortar es esto: que a partir de tal actividad y movimiento se produce en lo cortado otro movimiento, que le sucede. ¿O quizá la diferencia no está en el ser cortado mismo, sino en otro movimiento que sobreviene, como el dolor? Pues el padecer consiste en esto. ¿Qué ocurre, entonces, si nada duele? ¿Qué otra cosa hay sino la actividad del agente, estando en este [paciente]? Pues así es también lo que se llama de este modo hacer, y así el hacer es doble: uno que no subsiste en otro, y otro que subsiste en otro. Y ya no es lo uno hacer y lo otro padecer, sino que el hacer en otro ha provocado que se piense que son dos, el hacer y el padecer. Así también el escribir, aunque está en otro, no reclama el padecer, porque no produce en la tablilla nada distinto de la actividad del que escribe, como lo es el dolor. Y si alguien dice «ha sido escrito», no dice el padecer. Y en el caminar, aunque existe la tierra sobre la que se camina, no se le atribuye haber padecido. Pero cuando se camina sobre el cuerpo de un animal, se piensa el padecer, infiriendo el dolor que sobreviene, no el caminar; de lo contrario lo habría pensado también antes. Así, en todos los casos, en cuanto al hacer hay que decir que es una sola cosa con lo llamado padecer, su opuesto. Pero lo que se llama padecer es lo que se produce después, no el opuesto, como el ser quemado respecto del quemar; es lo que, de quemar y ser quemado, que son uno, se produce en el paciente: o dolor, o algo distinto, como marchitarse. ¿Qué ocurre, entonces, si alguien hiciera precisamente esto para afligir? ¿No hace uno y padece el otro, y de una sola actividad resultan dos cosas? ¿O en la actividad ya no está lo de la voluntad de afligir, sino que hace algo distinto, por medio de lo cual aflige, y esto, producido en el que va a ser afligido, siendo uno y lo mismo, ha hecho otra cosa, el ser afligido? ¿Qué, pues? Eso uno que se ha producido, antes de causar la aflicción, o sin causar aflicción en absoluto, ¿no es una afección de aquel en quien [se produce], como el oír? ¿O no es afección el oír, ni en general el sentir, sino que ser afligido es llegar a estar en una afección, la cual no es opuesta al hacer?✦
Acción (ποιεῖν) y pasión (πάσχειν) son dos de las categorías aristotélicas (Aristóteles, Categorías 4); el tratado las examina una por una.
ἀλλ’ ἔστω μὴ ἀντίθετον: ὅμως δὲ ἕτερον ὂν τοῦ ποιεῖν οὐκ ἐν τῷ αὐτῷ γένει τῇ ποιήσει. ἤ, εἰ κίνησις ἄμφω, ἔν τῷ αὐτῷ, οἷον ἀλλοίωσις κίνησις κατὰ τὸ ποιόν. ἆῤ οὖν, ὅταν μὲν ἀπὸ τοῦ ποιοῦ ἴῃ ἡ ἀλλοίωσις, ποίησις καὶ τὸ ποιεῖν ἀπαθοῦς αὐτοῦ ὄντος; ἢ ἐὰν μὲν ἀπαθὴς ᾖ, ἐν τῷ ποιεῖν ἔσται, ἐὰν δὲ ἐνεργοῦν εἰς ἄλλο, οἷον τύπτον, καὶ πάσχῃ, οὐκέτι ποιεῖ. ἢ οὐδὲν κωλύει ποιοῦντα καὶ πάσχειν. εἰ οὖν κατ’ αὐτὸ τὸ πάσχειν, οἷον τὸ τρίβειν, διὰ τί ποιεῖν μᾶλλον ἢ πάσχειν; ἤ, ὅτι ἀντιτρίβεται, καὶ πάσχει. ἆῤ οὖν, ὅτι ἀντικινεῖται, καὶ δύο κινήσεις φήσομεν περὶ αὐτόν; καὶ πῶς δύο; ἀλλὰ μία. καὶ πῶς ἡ αὐτὴ καὶ ποίησις καὶ πεῖσις; ἢ οὕτω μὲν ποίησις τῷ ἀπ’ ἄλλου, [τῷ] εἰς ἄλλον δὲ πεῖσις ἡ αὐτὴ οὖσα. ἀλλὰ ἄλλην φήσομεν; καὶ πῶς ἄλλο τι διατίθησι τὸν πάσχοντα ἀλλοιοῦσα καὶ ὁ ποιῶν ἀπαθὴς ἐκείνου; πῶς γὰρ ἂν πάθοι ὃ ποιεῖ ἐν ἄλλῳ; ἆῤ οὖν τὸ ἐν ἄλλῳ τὴν κίνησιν εἶναι ποιεῖ τὸ πάσχειν, ὃ ἦν οὐ πάσχειν κατὰ τὸν ποιοῦντα; ἀλλ’ εἰ τὸ μὲν λευκαίνει ὁ λόγος ὁ τοῦ κύκνου, ὁ δὲ λευκαίνεται ὁ γιγνόμενος κύκνος, πάσχειν φήσομεν ἰόντα εἰς οὐσίαν; εἰ δὲ καὶ ὕστερον λευκαίνοιτο γενόμενος, καὶ εἰ τὸ μὲν αὔξοι, τὸ δὲ αὔξοιτο, τὸ αὐξανόμενον πάσχειν; ἢ μόνον ἐν τῷ ποιῷ τὴν πεῖσιν; ἀλλ’ εἰ τὸ μὲν καλὸν ποιοῖ, τὸ δὲ καλλύνοιτο, τὸ καλλυνόμενον πάσχειν; εἰ οὖν τὸ καλλῦνον χεῖρον γίγνοιτο ἢ καὶ ἀφανίζοιτο, οἷον ὁ καττίτερος, τὸ δὲ βέλτιον γίγνοιτο, ὁ χαλκός, πάσχειν τὸν χαλκὸν φήσομεν, τὸν δὲ ποιεῖν; τὸν δὲ μανθάνοντα πῶς πάσχειν τῆς τοῦ ποιοῦντος ἐνεργείας εἰς αὐτὸν ἰούσης; ἢ πάθησις πῶς ἂν εἴη μία γε οὖσα; ἀλλ’ αὐτὴ μὲν οὐ πάθησις, ὁ δὲ ἔχων πάσχων ἔσται, τοῦ πάσχειν τινὸς λαμβανομένου: οὐδὲ γὰρ τῷ μὴ ἐνηργηκέναι αὐτόν: οὐ γὰρ τὸ μανθάνειν, ὥσπερ τὸ πληγῆναι, ἐν ἀντιλήψἑ??ʼ ὂν καὶ γνωρίσει, ὥσπερ οὐδὲ τὸ ὁρᾶν.
Pero sea que no es opuesto: aun así, siendo distinto del hacer, no está en el mismo género que la acción. ¿O, si ambos son movimiento, está en el mismo, como la alteración es movimiento según la cualidad? ¿Acaso, entonces, cuando la alteración procede de lo que cualifica, es acción y es hacer, siendo ello impasible? ¿O, si es impasible, estará en el hacer, pero si, actuando sobre otro, por ejemplo golpeando, también padece, ya no hace? ¿O nada impide que quien hace también padezca? Si, pues, [padece] por el padecer mismo, como en el frotar, ¿por qué es más hacer que padecer? ¿O es porque es frotado a su vez, y por eso padece? ¿Diremos, entonces, que, porque es movido a su vez, hay dos movimientos en torno a él? ¿Y cómo dos? Es uno solo. ¿Y cómo es el mismo acción y pasión? ¿O es acción en cuanto viene de uno, y el mismo, yendo hacia otro, es pasión? ¿Pero diremos que es otro? ¿Y cómo dispone de otro modo al paciente, alterándolo, mientras que el agente es impasible respecto de aquello? Pues ¿cómo habría de padecer lo que hace en otro? ¿Acaso el estar el movimiento en otro produce el padecer, que no era padecer en lo que respecta al agente? Pero si la razón formativa del cisne blanquea, y blanqueado es el que llega a ser cisne, ¿diremos que padece al ir hacia la esencia? ¿Y si luego, ya llegado a ser, se vuelve blanco? ¿Y si uno hace crecer y el otro crece, lo que crece padece? ¿O la pasión está solo en la cualidad? Pero si uno produce lo bello y el otro es embellecido, ¿lo embellecido padece? Si, pues, lo que embellece, como el estaño, se vuelve peor o incluso desaparece, y lo otro, el bronce, se vuelve mejor, ¿diremos que el bronce padece y el estaño hace? Y quien aprende, ¿cómo padece, si la actividad del que enseña va hacia él? ¿O cómo sería pasión, siendo una sola? Pero ella misma no es pasión, y quien la tiene será paciente, tomándose algún padecer. Pues no [es paciente] por no haber actuado él: porque el aprender no es, como el ser golpeado, algo que consista en una aprehensión y un reconocimiento, como tampoco el ver.✦
«Razón formativa»: λόγος, el principio que da forma al ser vivo (aquí, al cisne).
El texto griego presenta aquí una lectura corrupta («ἀντιλήψ…»); se ha traducido «aprehensión» como sentido probable.
τίνι οὖν γνωριοῦμεν τὸ πάσχειν; οὐ γὰρ δὴ τῇ ἐνεργείᾳ τῇ παῤ ἄλλου, εἰ ὁ τὴν ἐνέργειαν παραδεξάμενος αὑτοῦ ἐποιήσατο διαδεξάμενος. ἀλλ’ ἆρα ὅπου μὴ ἐνέργεια, πεῖσις δὲ μόνον; τί οὖν, εἰ κάλλιον γίγνοιτο, ἡ δὲ ἐνέργεια τὸ χεῖρον ἔχοι; ἢ εἰ κατὰ κακίαν ἐνεργοῖ τις καὶ ἄρχοι εἰς ἄλλον ἀκολάστως; ἢ οὐδὲν κωλύει ἐνέργειαν εἶναι φαύλην καὶ πεῖσιν καλήν. τίνι οὖν διοριοῦμεν; ἆρα τῷ τὸ μὲν εἰς ἄλλον παῤ αὑτοῦ, τὸ δὲ ἀφ̓ ἑτέρου ἐν ἄλλῳ; τί οὖν, εἰ ἐξ αὑτοῦ μέν, μὴ εἰς ἄλλον δέ, οἷον τὸ νοεῖν, τὸ δοξάζειν; τὸ δὲ θερμανθῆναι παῤ αὑτοῦ διανοηθέντος ἢ θυμωθέντος ἐκ δόξης μηδενὸς ἔξωθεν προσελθόντος. ἢ τὸ μὲν ποιεῖν, εἴτε ἐν αὐτῷ εἴτε εἰς ἄλλο τι ὄν, κίνημα ἐξ αὑτοῦ. ἡ οὖν ἐπιθυμία τί καὶ πᾶσα ὄρεξις; ἢ ἡ ὄρεξις κινεῖται ἀπὸ τοῦ ὀρεκτοῦ, εἰ μή τις μὴ προσποιοῖ τὸ ἀφ̓ οὗ κεκίνηται, ὅτι δὲ μετ’ ἐκεῖνο ἐγήγερται. τί οὖν διαφέρει τοῦ πεπλῆχθαι ἢ ὠσθέντα κατενεχθῆναι; ἀλλ’ ἆρα διαιρετέον τὰς ὀρέξεις λέγοντα τὰς μὲν ποιήσεις, ὅσαι νῷ ἑπόμεναι, τὰς δὲ ὁλκὰς οὔσας πείσεις, τὸ δὲ πάσχειν οὐ τῷ παῤ ἑτέρου ἢ παῤ ἑαυτοῦ — ἀπείη γὰρ ἄν τι ἐν ἑαυτῷ — ἀλλ’ ὅταν μηδὲν συμβαλλόμενον αὐτὸ ὑπομείνῃ ἀλλοίωσιν τὴν μὴ εἰς οὐσίαν ἄγουσαν, ἥτις ἐξίστησι πρὸς τὸ χεῖρον ἢ μὴ πρὸς τὸ βέλτιον, τὴν τοιαύτην ἀλλοίωσιν πεῖσιν καὶ τὸ πάσχειν ἔχειν; ἀλλ’ εἰ τὸ θερμαίνεσθαι θερμότητά ἐστιν ἴσχειν, εἴη δὲ τῷ μὲν εἰς οὐσίαν συντελοῦν, τῷ δὲ μή, τὸ αὐτὸ πάσχειν καὶ οὐ πάσχειν ἔσται. καὶ πῶς οὐ τὸ θερμαίνεσθαι διττόν; ἢ τὸ θερμαίνεσθαι, ὅταν εἰς οὐσίαν συντελῇ, καὶ τότε ἄλλου πάσχοντος εἰς οὐσίαν συντελέσει, οἷον θερμαινομένου τοῦ χαλκοῦ καὶ πάσχοντος, ἡ δὲ οὐσία ὁ ἀνδριάς, ὃς οὐκ αὐτὸς ἐθερμαίνετο, ἀλλ’ ἢ κατὰ συμβεβηκός. εἰ οὖν καλλίων ὁ χαλκὸς ἀπὸ τοῦ θερμαίνεσθαι ἢ κατὰ τὸ θερμαίνεσθαι, οὐδὲν κωλύει πάσχειν λέγειν: διττὸν γὰρ εἶναι τὸ πάσχειν, τὸ μὲν ἐν τῷ χεῖρον γίγνεσθαι, τὸ δ’ ἐν τῷ βέλτιον, ἢ οὐδέτερον.
¿Con qué, entonces, reconoceremos el padecer? Pues desde luego no por la actividad que viene de otro, si quien recibió la actividad la hizo suya al tomarla en sucesión. ¿Acaso [hay padecer] donde no hay actividad, sino solo pasión? ¿Y qué, si [el paciente] llegara a ser más bello, mientras que la actividad tuviera lo peor? ¿O si alguien actúa conforme al vicio y manda sobre otro de manera desenfrenada? ¿O nada impide que haya una actividad mala y una pasión buena? ¿Con qué, pues, lo distinguiremos? ¿Acaso con que lo uno va hacia otro desde sí mismo, y lo otro viene de otro y está en otro? ¿Y qué, si procede de sí mismo pero no va hacia otro, como el pensar y el opinar? ¿Y el calentarse por sí mismo de quien ha reflexionado o se ha irritado a partir de una opinión, sin que nada haya venido de fuera? ¿O el hacer, ya sea en sí mismo, ya sea hacia otra cosa, es un movimiento que viene de sí? El deseo, entonces, ¿qué es, y todo apetito? ¿O el apetito es movido por lo apetecible, a menos que alguien no tome en cuenta aquello desde lo cual ha sido movido, sino que se ha despertado después de aquello? ¿Qué diferencia hay, pues, con ser golpeado, o con caer empujado? ¿Acaso hay que dividir los apetitos, diciendo que unos son acciones, todos los que siguen al intelecto, y otros, siendo arrastres, son pasiones? ¿Y que el padecer no [se define] por venir de otro o de sí mismo —pues algo estaría ausente en uno mismo—, sino que, cuando uno, sin aportar nada, soporta una alteración que no conduce a la esencia, que lo desplaza hacia lo peor o no hacia lo mejor, a tal alteración se le llama pasión y se la tiene por padecer? Pero si el calentarse es adquirir calor, y para uno contribuye a la esencia y para otro no, lo mismo será padecer y no padecer. ¿Y cómo el calentarse no sería doble? ¿O el calentarse, cuando contribuye a la esencia, contribuirá a la esencia de otro que padece, como cuando el bronce se calienta y padece, mientras que la esencia es la estatua, que no se calentaba ella misma, sino por accidente? Si, pues, el bronce es más bello a partir del calentarse o según el calentarse, nada impide decir que padece. Pues el padecer sería doble: uno en el hacerse peor, otro en el hacerse mejor; o ninguno de los dos.
οὐκοῦν γίγνεται τὸ πάσχειν τῷ ἔχειν ἐν αὑτῷ κίνησιν τὴν κατὰ τὸ ἀλλοιοῦσθαι ὁπωσοῦν: καὶ τὸ ποιεῖν οὖν ἢ ἔχειν ἐν αὑτῷ κίνησιν τὴν ἀπόλυτον παῤ αὑτοῦ ἢ τὴν τελευτῶσαν εἰς ἄλλο ἀπ’ αὐτοῦ ὁρμωμένην ἀπὸ τοῦ λεγομένου ποιεῖν. καὶ κίνησις μὲν ἐπ’ ἀμφοῖν, ἡ δὲ διαφορὰ ἡ διαιροῦσα τὸ ποιεῖν καὶ τὸ πάσχειν τὸ μὲν ποιεῖν, καθ̓ ὅσον ποιεῖν, ἀπαθὲς τηροῦσα, τὸ δὲ πάσχειν ἐν τῷ διατίθεσθαι ἑτέρως ἢ πρότερον εἶχε, τῆς τοῦ πάσχοντος οὐσίας οὐδὲν εἰς οὐσίαν προσλαμβανούσης, ἀλλὰ ἄλλου ὄντος τοῦ πάσχοντος, ὅταν τις οὐσία γίνηται. γίνεται τοίνυν τὸ αὐτὸ ἐν σχέσει τινὶ ποιεῖν, ἐν ἄλλῃ δὲ πάσχειν. παρὰ μὲν γὰρ τῷδε θεωρούμενον ποιεῖν ἔσται, κίνησις οὖσα ἡ αὐτή, παρὰ δὲ τῷδε πάσχειν, ὅτι τάδε οὕτως διατίθεται, ὥστε κινδυνεύειν ἄμφω πρός τι εἶναι, ὅσα τοῦ ποιεῖν πρὸς τὸ πάσχειν, ʽεἰ μὲν παρὰ τούτῳ, τὸ αὐτὸ ποιεῖν, εἰ δὲ παρὰ τῷδε, πάσχειν̓, καὶ θεωρούμενον ἑκάτερον οὐ καθ̓ αὑτό, ἀλλὰ μετὰ τοῦ ποιοῦντος καὶ πάσχοντος ʽοὗτος κινεῖ καὶ οὗτος κινεῖταἰ καὶ δύο κατηγορίαι ἑκάτερον: καὶ ʽοὗτος δίδωσι τῷδε κίνησιν, οὗτος δὲ λαμβάνεἰ, ὥστε λῆψις καὶ δόσις καὶ πρός τι. ἢ εἰ ἔχοι ὁ λαβών, ὥσπερ λέγεται ἔχειν χρῶμα, διὰ τί οὐ καὶ ἔχει κίνησιν; καὶ ἡ ἀπόλυτος κίνησις, οἷον ἡ του βαδίζειν, ἔχει βάδισιν καὶ ἔχει δὲ νόησιν. ἐπισκεπτέον δέ, εἰ τὸ προνοεῖν ποιεῖν, εἰ καὶ τὸ προνοίας τυγχάνειν πάσχειν: εἰς ἄλλο γὰρ καὶ περὶ ἄλλου ἡ πρόνοια. ἢ οὐδὲ τὸ προνοεῖν ποιεῖν, καὶ εἰ περὶ ἄλλου τὸ νοεῖν, ἢ ἐκεῖνο πάσχειν. ἢ οὐδὲ τὸ νοεῖν ποιεῖν: οὐ γὰρ εἰς αὐτὸ τὸ νοούμενον, ἀλλὰ περὶ αὐτοῦ: οὐδὲ ποίησις ὅλως οὐδὲ δεῖ πάσας ἐνεργείας ποιήσεις λέγειν οὐδὲ ποιεῖν τι: κατὰ συμβεβηκὸς δὲ ἡ ποίησις. τί οὖν; εἰ βαδίζων ἴχνη εἰργάσατο, οὐ λέγομεν πεποιηκέναι; ἀλλ’ ἐκ τοῦ εἶναι αὐτὸν ἄλλο τι. ἢ ποιεῖν κατὰ συμβεβηκὸς καὶ τὴν ἐνέργειαν κατὰ συμβεβηκός, ὅτι μὴ πρὸς τοῦτο ἑώρα: ἐπεὶ καὶ ἐπὶ τῶν ἀψύχων ποιεῖν λέγομεν, οἷον τὸ πῦρ θερμαίνειν καὶ ʽἐνήργησε τὸ φάρμακον̓. ἀλλὰ περὶ μὲν τούτων ἅλις.
Resulta, pues, que el padecer consiste en tener en sí un movimiento conforme a ser alterado de algún modo. Y el hacer, entonces, es tener en sí un movimiento absoluto que procede de sí, o el que termina en otro, partiendo de lo que se llama agente. Hay movimiento en ambos casos, pero la diferencia que separa el hacer y el padecer mantiene impasible al que hace, en cuanto hace, mientras que el padecer consiste en ser dispuesto de otro modo que como antes se estaba, sin que la esencia del paciente adquiera nada para su esencia; siendo otro el paciente, cuando algo llega a ser esencia. Resulta, pues, que lo mismo, en una relación, hace, y en otra, padece. Pues considerado junto a éste será hacer, siendo el mismo movimiento, y junto a aquél, padecer, porque éstos se disponen así. De modo que ambos corren el riesgo de ser relativos, todos los casos de hacer respecto del padecer («si junto a éste, lo mismo es hacer; si junto a aquél, padecer»), y cada uno es considerado no en sí mismo, sino con el agente y el paciente («éste mueve y éste es movido»), y cada uno es dos categorías; y también «éste da a aquél un movimiento, y éste lo recibe», de modo que hay recepción y donación, y lo relativo. ¿O, si el que recibió lo tuviera, como se dice que se tiene un color, por qué no tendría también un movimiento? También el movimiento absoluto, como el de caminar, tiene paso, y tiene también pensamiento. Hay que examinar si el proveer es hacer, y si el obtener providencia es padecer, pues la providencia es hacia otro y acerca de otro. ¿O ni siquiera el proveer es hacer, y si el pensar es acerca de otro, ¿o aquello padece? ¿O ni siquiera el pensar es hacer? Pues no [va] hacia lo pensado mismo, sino acerca de ello. Tampoco hay acción en absoluto, ni hay que llamar acciones a todas las actividades, ni decir que hacen algo: la acción es por accidente. ¿Qué, entonces? Si al caminar produjo huellas, ¿no decimos que las ha hecho? [Sí,] pero eso resulta de que él es otra cosa. ¿O hacer por accidente es también la actividad por accidente, porque no miraba a esto? Pues también en los seres inanimados decimos «hacer», como el fuego calentar, y «actuó el fármaco». Pero de esto basta.
περὶ δὲ τοῦ ἔχειν, εἰ τὸ ἔχειν πολλαχῶς, διὰ τί οὐ πάντες οἱ τρόποι τοῦ ἔχειν εἰς ταύτην τὴν κατηγορίαν ἀναχθήσονται; ὥστε καὶ τὸ ποσόν, ὅτι ἔχει μέγεθος, καὶ τὸ ποιόν, ὅτι ἔχει χρῶμα, καὶ ὁ πατὴρ καὶ τὰ τοιαῦτα, ὅτι ἔχει [υἱόν, καὶ ὁ υἱός, ὅτι ἔχει] πατέρα, καὶ ὅλως κτήματα. εἰ δὲ τὰ μὲν ἄλλα ἐν ἐκείναις, ὅπλα δὲ καὶ ὑποδήματα καὶ τὰ περὶ τὸ σῶμα, πρῶτον μὲν ζητήσειεν ἄν τις, διὰ τί, καὶ διὰ τί ἔχων μὲν αὐτὰ μίαν ἄλλην κατηγορίαν ποιεῖ, καίων δὲ ἢ τέμνων ἢ κατορύττων ἢ ἀποβάλλων οὐκ ἄλλην ἢ ἄλλας; εἰ δ’ ὅτι περίκειται, κἂν ἱμάτιον κέηται ἐπὶ κλίνης, ἄλλη κατηγορία ἔσται, κἂν κεκαλυμμένος ᾖ τις. εἰ δὲ κατὰ τὴν κάθεξιν αὐτὴν καὶ τὴν ἕξιν, δηλονότι καὶ τὰ ἄλλα πάντα [τὰ] κατὰ τὸ ἔχειν λεγόμενα καὶ εἰς ἕξιν αὐτά, ὅπου ποτὲ ἡ ἕξις, ἀνακτέον: οὐ γὰρ διοίσει κατὰ τὸ ἐχόμενον. εἰ μέντοι ποιότητα ἔχειν οὐ δεῖ λέγειν, ὅτι ἤδη ποιότης εἴρηται, οὐδὲ ποσότητα ἔχειν, ὅτι ποσότης, οὐδὲ μέρη ἔχειν, ὅτι οὐσία εἴρηται: διὰ τί δὲ ὅπλα ἔχειν εἰρημένης οὐσίας, ἐν ᾗ ταῦτα; οὐσία γὰρ ὑπόδημα καὶ ὅπλα. πῶς δ’ ὅλως ἁπλοῦν καὶ μιᾶς κατηγορίας ʽὅδε ὅπλα ἔχει;ʼ τοῦτο γὰρ σημαίνει τὸ ὡπλίσθαι. ἔπειτα πότερον ἐπὶ ζῶντος μόνον ἢ κἂν ἀνδριὰς ᾖ, ὅτῳ ταῦτα; ἄλλως γὰρ ἑκάτερον ἔχειν δοκεῖ καὶ ἴσως ὁμωνύμως: ἐπεὶ καὶ τὸ ἕστηκεν ἐπ’ ἀμφοῖν οὐ ταὐτόν. ἔτι καὶ τὸ ἐν ὀλίγοις πῶς εὔλογον ἔχειν κατηγορίαν γενικὴν ἄλλην;
Acerca del «tener»: si el tener se dice de muchas maneras, ¿por qué no se reducirán todos los modos del tener a esta categoría? De modo que también la cantidad, porque tiene magnitud, y la cualidad, porque tiene color, y el padre y cosas semejantes, porque tiene [un hijo, y el hijo, porque tiene] padre, y en general las posesiones. Y si las demás cosas están en aquellas [categorías], pero las armas, el calzado y lo que rodea el cuerpo [están en ésta], primero se preguntaría uno por qué; y por qué quien las tiene constituye una sola categoría distinta, pero quien las quema, o las corta, o las entierra, o las arroja, no [constituye] otra o otras. Y si es porque están puestas alrededor, aun si un manto yace sobre un lecho será otra categoría, o si alguien está cubierto. Y si [la categoría se define] según la posesión misma y el hábito, evidentemente también todas las demás cosas que se dicen según el tener hay que reducirlas al hábito, dondequiera que esté el hábito: pues no diferirá según lo tenido. Si, sin embargo, no hay que decir que se tiene cualidad, porque ya se ha hablado de la cualidad, ni que se tiene cantidad, porque ya [se ha hablado de] la cantidad, ni que se tienen partes, porque ya se ha hablado de la esencia, ¿por qué sí [decir] tener armas, habiéndose hablado ya de la esencia en la que están éstas? Pues el calzado y las armas son esencia. ¿Y cómo es, en general, simple y de una sola categoría «éste tiene armas»? Pues esto significa «estar armado». Luego, ¿se dice solo de un viviente, o también si es una estatua aquello a lo que pertenecen estas cosas? Pues cada uno parece tener de modo distinto, y quizá de manera homónima, puesto que también «está de pie» no es lo mismo en ambos casos. Además, ¿cómo es razonable que haya otra categoría genérica para pocas cosas?✦
El «tener» (ἔχειν) es una de las categorías de Aristóteles (Categorías 4); sus ejemplos típicos son «estar calzado» y «estar armado».
ἐπὶ δὲ τοῦ κεῖσθαι, ἐν ὀλίγοις καὶ αὐτὸ ὄν […] ἀνακεῖσθαι, καθῆσθαι: καίτοι οὐ κεῖσθαι ἁπλῶς λεγομένων. ἀλλὰ ʽπὼς κεῖνταἰ καὶ ʽκεῖται ἐν σχήματι τοιῷδἐ. καὶ τὸ μὲν σχῆμα ἄλλο: τοῦ δὲ κεῖσθαι τί ἄλλο σημαίνοντος ἢ ʽἐν τόπῳ ἐστίν̓, εἰρημένου τοῦ σχήματος καὶ τοῦ τόπου, τί δεῖ εἰς ἓν δύο κατηγορίας συνάπτειν; ἔπειτα, εἰ μὲν τὸ κάθηται ἐνέργειαν σημαίνει, ἐν ταῖς ἐνεργείαις τακτέον, εἰ δὲ πάθος, ἐν τῷ πεπονθέναι ἢ πάσχειν. τὸ δὲ ἀνάκειται τί ἄλλο ἢ ἄνω κεῖται, ὥσπερ καὶ τὸ κάτω κεῖται ἢ μεταξὺ κεῖται. διὰ τί δὲ ἀνακλ̔??ʼσεως οὔσης ἐν τῷ πρός τι οὐχὶ καὶ ὁ ἀνακείμενος ἐκεῖ; ἐπεὶ καὶ τοῦ δεξιοῦ ὄντος ἐκεῖ καὶ ὁ δεξιὸς ἐκεῖ καὶ ὁ ἀριστερός. ταῦτα μὲν οὖν ἐπὶ τούτων.
Y en cuanto al «estar situado», que se da también en pocas cosas […] el estar reclinado, el estar sentado: aunque no se dicen simplemente «estar situado», sino «cómo están situados» y «está situado en tal figura». Y la figura es una cosa distinta. Y como «estar situado» no significa otra cosa que «está en un lugar», habiéndose dicho ya la figura y el lugar, ¿qué necesidad hay de unir en una sola dos categorías? Además, si «está sentado» significa una actividad, hay que ponerlo entre las actividades; y si una afección, en el haber padecido o el padecer. Y «está reclinado», ¿qué otra cosa es sino «está situado arriba», como también «está situado abajo» o «situado en medio»? ¿Y por qué, estando la reclinación en lo relativo, no está también allí el reclinado? Pues, estando allí lo derecho, también están allí el que está a la derecha y el que está a la izquierda. Esto, pues, sobre estas cosas.✦
El «estar situado» (κεῖσθαι) es otra de las categorías de Aristóteles (Categorías 4). En el griego hay aquí una laguna y una palabra ilegible («ἀνακλ…σεως»), traducida como «reclinación».
πρὸς δὲ τοὺς τέτταρας τιθέντας καὶ τετραχῶς διαιροῦντας εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πὼς ἔχοντα καὶ πρός τί πως ἔχοντα, καὶ κοινόν τι ἐπ’ αὐτῶν τιθέντας καὶ ἑνὶ γένει περιλαμβάνοντας τὰ πάντα, ὅτι μὲν κοινόν τι καὶ ἐπὶ πάντων ἓν γένος λαμβάνουσι, πολλὰ ἄν τις λέγοι. καὶ γὰρ ὡς ἀσύνετον αὐτοῖς καὶ ἄλογον τὸ τὶ τοῦτο καὶ οὐκ ἐφαρμόττον ἀσωμάτοις καὶ σώμασι: καὶ διαφορὰς οὐ καταλελοίπασιν, αἷς τὸ τὶ διαιρήσουσι: καὶ τὸ τὶ τοῦτο ἢ ὂν ἢ μὴ ὄν ἐστιν. εἰ μὲν οὖν ὄν, ἕν τι τῶν εἰδῶν ἐστιν: εἰ δὲ μὴ ὄν, ἔστι τὸ ὂν μὴ ὄν — καὶ μυρία ἕτερα. ταῦτα μὲν οὖν ἐν τῷ παρόντι ἐατέον, αὐτὴν δὲ τὴν διαίρεσιν ἐπισκεπτέον. ὑποκείμενα μὲν γὰρ πρῶτα τάξαντες καὶ τὴν ὕλην ἐνταῦθα τῶν ἄλλων προτάξαντες τὴν πρώτην αὐτοῖς δοκοῦσαν ἀρχὴν συντάττουσι τοῖς μετὰ τὴν ἀρχὴν αὐτῶν. καὶ πρῶτον μὲν τὰ πρότερα τοῖς ὑστέροις εἰς ἓν ἄγουσιν, οὐχ οἷόν τε ὂν ἐν γένει τῷ αὐτῷ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον εἶναι. ἐν μὲν γὰρ τοῖς ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον, τὸ ὕστερον παρὰ τοῦ προτέρου λαμβάνει τὸ εἶναι, ἐν δὲ τοῖς ὑπὸ τὸ αὐτὸ γένος τὸ ἴσον εἰς τὸ εἶναι ἕκαστον ἔχει παρὰ τοῦ γένους, εἴπερ τοῦτο δεῖ γένος εἶναι τὸ ἐν τῷ τί ἐστι τῶν εἰδῶν κατηγορούμενον: ἐπεὶ καὶ αὐτοὶ φήσουσι παρὰ τῆς ὕλης, οἶμαι, τοῖς ἄλλοις τὸ εἶναι ὑπάρχειν. ἔπειτα τὸ ὑποκείμενον ἓν ἀριθμοῦντες οὐ τὰ ὄντα ἐξαριθμοῦνται, ἀλλ’ ἀρχὰς τῶν ὄντων ζητοῦσι: διαφέρει δὲ ἀρχὰς λέγειν καὶ αὐτά. εἰ δὲ ὂν μὲν μόνον τὴν ὕλην φήσουσι, τὰ δ’ ἄλλα πάθη τῆς ὕλης, οὐκ ἐχρῆν τοῦ ὄντος καὶ τῶν ἄλλων ἕν τι γένος προτάττειν: μᾶλλον δ’ ἂν βέλτιον αὐτοῖς ἐλέγετο, εἰ τὸ μὲν οὐσίαν, τὰ δ’ ἄλλα πάθη, καὶ διῃροῦντο ταῦτα. τὸ δὲ καὶ λέγειν τὰ μὲν ὑποκείμενα, τὰ δὲ τὰ ἄλλα, ἑνὸς ὄντος τοῦ ὑποκειμένου καὶ διαφορὰν οὐκ ἔχοντος, ἀλλ’ ἢ τῷ μεμερίσθαι, ὥσπερ ὄγκον εἰς μέρη — καίτοι οὐδὲ μεμερίσθαι τῷ συνεχῆ λέγειν τὴν οὐσίαν βέλτιον λέγειν ἦν τὸ ὑποκείμενον.
Contra los que ponen cuatro [géneros] y dividen en cuatro: en sujetos, cualificados, dispuestos de cierto modo, y dispuestos de cierto modo en relación con algo; y que ponen algo común sobre ellos y abarcan todo en un solo género. Que toman algo común y un solo género para todas las cosas, mucho podría decirse. Pues, en efecto, es insensato y sin razón este «algo», y no se aplica a los incorpóreos y a los cuerpos; y no han dejado diferencias con las que dividir el «algo»; y este «algo» o es ser o es no ser. Si es ser, es una de las especies; si es no ser, el ser es no ser; y otras mil cosas. Esto hay que dejarlo por ahora, y examinar la división misma. Pues, habiendo colocado primero los sujetos y anteponiendo aquí la materia a las demás cosas, coordinan el principio que a ellos les parece primero con lo que viene después de su principio. Y primero reducen a uno lo anterior con lo posterior, siendo imposible que en el mismo género uno sea anterior y otro posterior. Pues en las cosas en que hay anterior y posterior, lo posterior recibe el ser de lo anterior, mientras que en las que están bajo el mismo género cada una tiene igualmente el ser a partir del género, si es que debe ser género lo que se predica de las especies en el «qué es»; puesto que ellos mismos dirán, creo, que el ser pertenece a las demás cosas a partir de la materia. Luego, al contar el sujeto como uno, no enumeran los entes, sino que buscan principios de los entes; pero difiere decir «principios» y decir «los entes mismos». Y si dicen que ente es solo la materia, y que las demás cosas son afecciones de la materia, no debían anteponer un solo género común al ente y a las demás cosas; más bien habría sido mejor dicho por ellos si llamaran a lo uno esencia y a las demás afecciones, y dividieran éstas. Y decir además que unas cosas son sujetos y otras las demás, siendo uno el sujeto y sin tener diferencia, salvo por estar dividido, como una masa en partes —aunque ni siquiera por estar dividido, dado que dicen que la esencia es continua, era mejor decir «el sujeto»—.✦
Alusión a la división cuádruple de los estoicos (sujeto, cualificado, dispuesto de cierto modo, dispuesto de cierto modo en relación con algo), que Plotino critica aquí; la última frase del griego queda sintácticamente incompleta.
ὅλως δὲ τὸ προτάττειν ἁπάντων, ὃ δυνάμει ἐστίν, ἀλλὰ μὴ ἐνέργειαν πρὸ δυνάμεως τάττειν, παντάπασιν ἀτοπώτατον. οὐδὲ γὰρ ἔστι τὸ δυνάμει εἰς ἐνέργειαν ἐλθεῖν ποτε τάξεως ἀρχὴν ἔχοντος ἐν τοῖς οὖσι τοῦ δυνάμει: οὐ γὰρ δὴ αὐτὸ ἑαυτὸ ἄξει, ἀλλὰ δεῖ ἢ πρὸ αὐτοῦ εἶναι τὸ ἐνεργείᾳ καὶ οὐκέτι τοῦτο ἀρχή, ἤ, εἰ ἅμα λέγοιεν, ἐν τύχαις θήσονται τὰς ἀρχάς. ἔπειτα, εἰ ἅμα, διὰ τί οὐκ ἐκεῖνο προτάττουσι; καὶ διὰ τί τοῦτο μᾶλλον ὄν, ἀλλ’ οὐκ ἐκεῖνο; εἰ δὲ ὕστερον ἐκεῖνο, πῶς; οὐ γὰρ δὴ ἡ ὕλη τὸ εἶδος γεννᾷ, ἡ ἄποιος τὸ ποιόν, οὐδ’ ἐκ τοῦ δυνάμει ἐνέργεια: ἐνυπῆρχε γὰρ ἂν τὸ ἐνεργείᾳ καὶ οὐχ ἁπλοῦν ἔτι. καὶ ὁ θεὸς δεύτερος αὐτοῖς τῆς ὕλης: καὶ γὰρ σῶμα ἐξ ὕλης ὂν καὶ εἴδους. καὶ πόθεν αὐτῷ τὸ εἶδος; εἰ δὲ καὶ ἄνευ τοῦ ὕλην ἔχειν, ἀρχοειδὴς ὢν καὶ λόγος ἀσώματος ἂν εἴη ὁ θεὸς καὶ τὸ ποιητικὸν ἀσώματον. εἰ δὲ καὶ ἄνευ τῆς ὕλης ἐστὶ τὴν οὐσίαν σύνθετος, ἅτε σῶμα ὤν, ἄλλην ὕλην τὴν τοῦ θεοῦ εἰσάξουσιν. ἔπειτα πῶς ἀρχὴ ἡ ὕλη σῶμα οὖσα; οὐ γὰρ ἔστι σῶμα μὴ οὐ πολλὰ εἶναι: καὶ πᾶν σῶμα ἐξ ὕλης καὶ ποιότητος. εἰ δὲ ἄλλως τοῦτο τὸ σῶμα, ὁμωνύμως λέγουσι σῶμα τὴν ὕλην. εἰ δὲ κοινὸν ἐπὶ σώματος τὸ τριχῇ διάστατον, μαθηματικὸν λέγουσιν: εἰ δὲ μετὰ ἀντιτυπίας τὸ τριχῇ, οὐχ ἓν λέγουσιν. ἔπειτα ἡ ἀντιτυπία ποιὸν ἢ παρὰ ποιότητος. καὶ πόθεν ἡ ἀντιτυπία; πόθεν δὲ τὸ τριχῇ διάστατον, ἢ τίς διέστησεν; οὐ γὰρ ἐν τῷ λόγῳ τοῦ τριχῇ διαστάτου ἡ ὕλη, οὐδ’ ἐν τῷ τῆς ὕλης τὸ τριχῇ διάστατον. μετασχοῦσα τοίνυν μεγέθους οὐκέτ̓ ἂν ἁπλοῦν εἴη. ἔπειτα πόθεν ἡ ἕνωσις; οὐ γὰρ δὴ αὐτὸ ἕνωσις, ἀλλὰ μετοχῇ ἑνότητος. ἐχρῆν δὴ λογίσασθαι, ὡς οὐκ ἔστι δυνατὸν προτάττειν ἁπάντων ὄγκον, ἀλλὰ τὸ ἄογκον καὶ τὸ ἕν, καὶ ἐκ τοῦ ἑνὸς ἀρξαμένους εἰς τὰ πολλὰ τελευτᾶν καὶ ἐξ ἀμεγέθους εἰς μεγέθη, εἴ γε οὐκ ἔστι πολλὰ εἶναι μὴ ἑνὸς ὄντος, οὐδὲ μέγεθος μὴ ἀμεγέθους: εἴ γε τὸ μέγεθος ἓν οὐ τῷ αὐτὸ ἕν, ἀλλὰ τῷ μετέχειν τοῦ ἓν καὶ κατὰ σύμβασιν. δεῖ τοίνυν εἶναι τὸ πρώτως καὶ κυρίως πρὸ τοῦ κατὰ σύμβασιν: ἢ πῶς ἡ σύμβασις; καὶ ζητεῖν, τίς ὁ τρόπος τῆς συμβάσεως: τάχα γὰρ ἂν εὗρον τὸ μὴ κατὰ συμβεβηκὸς ἕν. λέγω δὲ κατὰ συμβεβηκός, ὅτῳ μὴ αὐτὸ ἕν, ἀλλὰ παῤ ἄλλου.
En general, anteponer a todas las cosas lo que es en potencia, y no colocar el acto antes de la potencia, es del todo absurdo. Pues no es posible que lo que es en potencia llegue alguna vez al acto, si lo que es en potencia tiene entre los seres el principio del orden: porque no se conducirá a sí mismo, sino que es necesario o bien que antes de ello exista lo que es en acto, y entonces esto ya no es principio, o bien, si dijeran que son simultáneos, pondrán los principios en manos del azar. Además, si son simultáneos, ¿por qué no anteponen aquello [el acto]? ¿Y por qué esto es más ser y no aquello? Y si aquello es posterior, ¿cómo? Pues la materia no engendra la forma, ni lo carente de cualidad lo cualificado, ni de lo que es en potencia surge el acto: porque el acto ya estaría presente en ella y ya no sería simple. Y para ellos su dios es segundo respecto de la materia: pues también él es cuerpo, compuesto de materia y forma. ¿Y de dónde le viene la forma? Y si la tiene aun sin poseer materia, siendo de naturaleza semejante a un principio, el dios sería razón incorpórea y lo productivo sería incorpóreo. Y si, aun sin la materia, es compuesto en su esencia, por ser cuerpo, introducirán otra materia, la del dios. Además, ¿cómo es principio la materia, siendo cuerpo? Pues no es posible que un cuerpo no sea múltiple; y todo cuerpo es de materia y cualidad. Y si este cuerpo es de otro modo, llaman «cuerpo» a la materia solo de nombre. Y si lo común en el cuerpo es lo extenso en tres dimensiones, hablan del cuerpo matemático; y si lo tridimensional con resistencia, no hablan de algo uno. Además, la resistencia es una cualidad o procede de una cualidad. ¿Y de dónde la resistencia? ¿De dónde lo tridimensional, o quién lo extendió? Pues la materia no está en la definición de lo tridimensional, ni lo tridimensional en la de la materia. Al participar, entonces, de magnitud, ya no sería simple. Además, ¿de dónde la unión? Pues ella no es la unión misma, sino que lo es por participación de unidad. Debían haber razonado que no es posible anteponer a todas las cosas una masa, sino lo sin masa y lo Uno, y, comenzando desde lo Uno, terminar en lo múltiple, y desde lo sin magnitud, en las magnitudes, si es que no es posible que haya muchos sin que haya uno, ni magnitud sin lo que carece de magnitud; si es que la magnitud es una no por ser ella misma uno, sino por participar de lo uno y por concurrencia. Es necesario, pues, que lo que es primera y propiamente [uno] exista antes de lo que lo es por concurrencia; ¿o cómo se daría la concurrencia? Y hay que investigar cuál es el modo de la concurrencia: quizá así habrían hallado lo uno que no lo es por accidente. Llamo «por accidente» a aquello que no es uno por sí mismo, sino por otro.✦
La crítica se dirige aquí a la doctrina estoica, que pone la materia y el cuerpo como primer principio.
ἐχρῆν δὲ καὶ ἄλλως τηροῦντας τὴν ἀρχὴν τῶν πάντων ἐν τῷ τιμίῳ μὴ τὸ ἄμορφον μηδὲ τὸ παθητὸν μηδὲ τὸ ζωῆς ἄμοιρον καὶ ἀνόητον καὶ σκοτεινὸν καὶ τὸ ἀόριστον τίθεσθαι ἀρχήν, καὶ τούτῳ ἀναφέρειν καὶ τὴν οὐσίαν. ὁ γὰρ θεὸς αὐτοῖς εὐπρεπείας ἕνεκεν ἐπεισάγεται παρά τε τῆς ὕλης ἔχων τὸ εἶναι καὶ σύνθετος καὶ ὕστερος, μᾶλλον δὲ ὕλη πως ἔχουσα. ἔπειτα εἰ ὑποκείμενον, ἀνάγκη ἄλλο εἶναι, ὃ ποιοῦν εἰς αὐτὴν ἔξω ὂν αὐτῆς παρέχει αὐτὴν ὑποκεῖσθαι τοῖς παῤ αὐτοῦ πεμπομένοις εἰς αὐτήν. εἰ δ’ ἐν τῇ ὕλῃ καὶ αὐτὸς εἴη ὑποκείμενος καὶ αὐτὸς σὺν αὐτῇ γενόμενος, οὐκέτι ὑποκείμενον τὴν ὕλην παρέξεται οὐδὲ μετὰ τῆς ὕλης αὐτὸς ὑποκείμενον: τίνι γὰρ ὑποκείμενα ἔσται οὐκέτι ὄντος τοῦ παρέξοντος ὑποκείμενα αὐτὰ ἁπάντων καταναλωθέντων εἰς τὸ λεγόμενον ὑποκείμενον; πρός τι γὰρ τὸ ὑποκείμενον, οὐ πρὸς τὸ ἐν αὐτῷ, ἀλλὰ πρὸς τὸ ποιοῦν εἰς αὐτὸ κείμενον. καὶ τὸ ὑποκείμενον ὑπόκειται πρὸς τὸ οὐχ ὑποκείμενον: εἰ [δὲ] τοῦτο, πρὸς τὸ ἔξω: ὥστε παραλελειμμένον ἂν εἴη τοῦτο. εἰ δὲ οὐδὲν δέονται ἄλλου ἔξωθεν, αὐτὸ δὲ πάντα δύναται γίνεσθαι σχηματιζόμενον, ὥσπερ ὁ τῇ ὀρχήσει πάντα αὑτὸν ποιῶν, οὐκέτ̓ ἂν ὑποκείμενον εἴη, ἀλλ’ αὐτὸ τὰ πάντα. ὡς γὰρ ὁ ὀρχηστὴς οὐχ ὑποκείμενον τοῖς σχήμασιν — ἐνέργεια γὰρ αὐτοῦ τὰ ἄλλα — οὕτως οὐδὲ ἣν λέγουσιν ὕλην ἔσται τοῖς πᾶσιν ὑποκείμενον, εἰ τὰ ἄλλα παῤ αὐτῆς εἴη: μᾶλλον δὲ οὐδὲ τὰ ἄλλα ὅλως ἔσται, εἴ γέ πως ἔχουσα ὕλη τὰ ἄλλα, ὥς πως ἔχων ὁ ὀρχούμενος τὰ σχήματα. εἰ δὲ τὰ ἄλλα οὐκ ἔσται, οὐδὲ ὅλως ὑποκείμενον αὕτη οὐδὲ τῶν ὄντων ἡ ὕλη, ἀλλὰ ὕλη μόνον οὖσα τούτῳ αὐτῷ οὐδὲ ὕλη: πρός τι γὰρ ἡ ὕλη. τὸ γὰρ πρός τι πρὸς ἄλλο καὶ ἐκ τοῦ αὐτοῦ γένους, οἷον διπλάσιον πρὸς ἥμισυ, οὐκ οὐσία πρὸς διπλάσιον: ὂν δὲ πρὸς μὴ ὂν πῶς πρός τι, εἰ μὴ κατὰ συμβεβηκός; τὸ δὲ καθ̓ αὑτὸ ὂν καὶ ἡ ὕλη ὂν πρὸς ὄν. εἰ γὰρ δύναμίς ἐστιν, ὃ μέλλει ἔσεσθαι, ἐκεῖνο δὲ μὴ οὐσία, οὐδ’ ἂν αὐτὴ οὐσία: ὥστε συμβαίνει αὐτοῖς αἰτιωμένοις τοὺς ἐκ μὴ οὐσιῶν οὐσίας ποιοῦντας αὐτοὺς ποιεῖν ἐξ οὐσίας μὴ οὐσίαν: ὁ γὰρ κόσμος καθ̓ ὅσον κόσμος οὐκ οὐσία. ἄτοπον δὲ τὴν μὲν ὕλην τὸ ὑποκείμενον οὐσίαν, τὰ δὲ σώματα μὴ μᾶλλον οὐσίας, καὶ τούτων μᾶλλον μὴ τὸν κόσμον οὐσίαν, ἀλλ’ ἢ μόνον, καθ̓ ὅσον μόριον αὐτοῦ, οὐσίαν: καὶ τὸ ζῷον μὴ παρὰ τῆς ψυχῆς ἔχειν τὴν οὐσίαν, παρὰ δὲ τῆς ὕλης μόνον, καὶ τὴν ψυχὴν πάθημα ὕλης καὶ ὕστερον. παρὰ τίνος οὖν ἔσχεν ἡ ὕλη τὸ ἐψυχῶσθαι, καὶ ὅλως τῆς ψυχῆς ἡ ὑπόστασις; πῶς δὲ ἡ ὕλη ὁτὲ μὲν σώματα γίνεται, ἄλλο δὲ αὐτῆς ψυχή; καὶ γὰρ εἰ ἄλλοθεν προσίοι τὸ εἶδος, οὐδαμῇ ψυχὴ ἂν γένοιτο ποιότητος προσελθούσης τῇ ὕλῃ, ἀλλὰ σώματα ἄψυχα. εἰ δέ τι αὐτὴν πλάττοι καὶ ψυχὴν ποιοῖ, πρὸ τῆς γινομένης ψυχῆς ἔσται ἡ ποιοῦσα ψυχή.
Convenía, además, que quienes guardan de otro modo el principio de todas las cosas en lo digno de honra, no pusieran como principio lo informe, lo pasivo, lo privado de vida, lo carente de intelección, lo oscuro y lo indeterminado, ni refirieran también a ello la esencia. Pues su dios es introducido por decoro, teniendo de la materia el ser, compuesto y posterior; o más bien, [es] una materia en cierto estado. Además, si [la materia] es sustrato, es necesario que haya otro que, actuando sobre ella desde fuera, haga que ella sea sustrato de lo que de él le es enviado. Y si ese [dios] estuviera en la materia, siendo también él sustrato y habiendo llegado a ser junto con ella, ya no ofrecerá la materia como sustrato, ni él mismo con la materia como sustrato: pues ¿de qué serán sustratos, si ya no existe quien los ofrezca como sustratos, al haberse consumido todas las cosas en lo llamado sustrato? Porque el sustrato lo es en relación a algo, no a lo que está en él, sino a lo que, actuando sobre él, está puesto [frente a él]. Y el sustrato está debajo en relación a lo que no es sustrato; y si es así, en relación a lo de fuera; de modo que esto habría sido pasado por alto. Y si no necesitan de nada otro desde fuera, sino que ella misma puede llegar a serlo todo configurándose, como quien se hace todas las cosas por medio de la danza, ya no sería sustrato, sino ella misma todas las cosas. Pues, así como el bailarín no es sustrato de las figuras —ya que las demás cosas son acto suyo—, tampoco lo que llaman materia será sustrato de todas las cosas, si las demás proceden de ella; más aún, ni siquiera existirán en absoluto las demás, si la materia en cierto estado es las demás, como el que danza, en cierto estado, es las figuras. Y si las demás no existirán, tampoco ella será en absoluto sustrato de los seres ni materia, sino solo materia, y por eso mismo ni siquiera materia: pues la materia es relativa a algo. Porque lo relativo lo es respecto de otro y del mismo género, como el doble respecto de la mitad, no la sustancia respecto del doble; y un ser respecto de un no ser, ¿cómo sería relativo, si no es por accidente? Pero lo que es por sí mismo, y también la materia, serían un ser respecto de un ser. Pues si es potencia de lo que va a ser, y aquello no es esencia, tampoco ella sería esencia; de modo que les ocurre que, reprochando a quienes hacen esencias a partir de no esencias, ellos mismos hacen de una esencia una no esencia: pues el cosmos, en cuanto cosmos, no es esencia. Y es absurdo que la materia, el sustrato, sea esencia, y los cuerpos no lo sean más bien, y que, más aún que estos, el cosmos no sea esencia sino solo en cuanto parte de él; y que el viviente no tenga su esencia del alma, sino solo de la materia, y que el alma sea una afección de la materia y posterior a ella. ¿De quién recibió, entonces, la materia el estar animada, y en general la hipóstasis del alma? ¿Y cómo la materia se hace unas veces cuerpos y otra cosa distinta de ella, alma? Pues aun si la forma llegara de otra parte, de ningún modo se haría alma al sobrevenir una cualidad a la materia, sino que serían cuerpos inanimados. Y si algo la moldeara y produjera alma, antes del alma que llega a ser existirá el alma que produce.✦
Hipóstasis: realidad subsistente por sí misma.
ἀλλὰ γὰρ πολλῶν ὄντων τῶν λεγομένων πρὸς τὴν ὑπόθεσιν ταύτην τούτων μὲν παυστέον, μὴ καὶ ἄτοπον ᾖ τὸ πρὸς οὕτω φανερὰν ἀτοπίαν φιλονεικεῖν, δεικνύντα, ὅτι τὸ μὴ ὂν ὡς τὸ μάλιστα ὂν προτάττουσι καὶ τὸ ὕστατον πρῶτον. αἴτιον δὲ ἡ αἴσθησις αὐτοῖς ἡγεμὼν γενομένη καὶ πιστὴ εἰς ἀρχῶν καὶ τῶν ἄλλων θέσιν: τὰ γὰρ σώματα νομίσαντες εἶναι τὰ ὄντα, εἶτα αὐτῶν τὴν μεταβολὴν εἰς ἄλληλα φοβηθέντες τὸ μένον ὑπ’ αὐτὰ τοῦτο ᾠήθησαν τὸ ὂν εἶναι, ὥσπερ ἂν εἴ τις μᾶλλον τὸν τόπον ἢ τὰ σώματα νομίσειεν εἶναι τὸ ὄν, ὅτι οὐ φθείρεται ὁ τόπος, νομίσας. καίτοι καὶ οὗτος αὐτοῖς μένει, ἔδει δὲ οὐ τὸ ὁπωσοῦν μένον νομίσαι τὸ ὄν, ἀλλὰ ἰδεῖν πρότερον, τίνα δεῖ προσεῖναι τῷ ἀληθῶς ὄντι, οἷς οὖσιν ὑπάρχει καὶ τὸ ἀεὶ μένειν. οὐδὲ γὰρ, εἰ σκιὰ ἀεὶ μένοι παρακολουθοῦσα ἀλλοιουμένῳ ἄλλῳ, μᾶλλόν ἐστιν ἢ ἐκεῖνο: τό τε αἰσθητὸν μετ’ ἐκείνου καὶ ἄλλων πολλῶν τῷ πλήθει μᾶλλον ἂν τὸ ὅλον ὂν εἴη, ἢ ἕν τι τῶν ἐν ἐκείνῳ. εἰ δὲ δὴ καὶ τὸ ὅλον, ὑποβάθρα ἐκεῖνο μὴ ὂν πῶς ἂν ἐκεῖνο; πάντων τε θαυμαστότατον τὸ τῇ αἰσθήσει πιστουμένους ἕκαστα τὸ μὴ τῇ αἰσθήσει ἁλωτὸν τίθεσθαι ὄν: οὐδὲ γὰρ ὀρθῶς τὸ ἀντιτυπὲς αὐτῇ διδόασι: ποιότης γὰρ τοῦτο. εἰ δὲ τῷ νῷ λέγουσι λαβεῖν, ἄτοπος ὁ νοῦς οὗτος ὁ τὴν ὕλην αὑτοῦ προτάξας καὶ τὸ ʽ??ʼν αὐτῇ δεδωκώς, ἀλλ’ οὐχ αὑτῷ. οὐκ ὢν οὖν ὁ νοῦς αὐτοῖς πῶς ἂν πιστὸς εἴη περὶ τῶν κυριωτέρων αὑτοῦ λέγων καὶ οὐδαμῇ αὐτοῖς συγγενὴς ὤν; ἀλλὰ περὶ μὲν ταύτης τῆς φύσεως καὶ τῶν ὑποκειμένων ἱκανῶς καὶ ἐν ἄλλοις.
Pero, siendo muchas las cosas que se dicen contra esta hipótesis, hay que dejarlas, no sea que resulte absurdo porfiar contra un absurdo tan manifiesto, mostrando que ponen el no ser como lo que es en sumo grado, y lo último como primero. La causa es que la sensación, hecha para ellos guía y digna de confianza, los llevó a la posición de los principios y de lo demás: pues, habiendo pensado que los cuerpos son los seres, y temiendo luego su cambio de unos en otros, pensaron que lo que permanece bajo ellos es el ser, como si alguien pensara que el ser es más el lugar que los cuerpos, porque el lugar no se destruye. Y sin embargo también este permanece para ellos; pero no debían pensar que el ser es lo que de cualquier modo permanece, sino ver primero qué cosas deben estar presentes en lo que verdaderamente es, a los seres a los que pertenece también el permanecer siempre. Pues si una sombra permaneciera siempre acompañando a otra cosa que cambia, no es por eso más que aquella; y lo sensible, junto con aquello y con otras muchas cosas, sería, por su multitud, más el todo que una sola de las cosas que hay en aquello. Y si [el ser] fuera también el todo, ¿cómo podría ser aquello, siendo un mero pedestal que no es ser? Y lo más asombroso de todo es que, dando crédito a cada cosa por la sensación, pongan como ser lo que no es aprehensible por la sensación: pues ni siquiera le atribuyen correctamente a ella lo resistente, porque esto es una cualidad. Y si dicen que lo captan con el intelecto, es absurdo este intelecto que antepone la materia a sí mismo y le ha dado a ella [el ser], y no a sí mismo. Y no siendo, pues, el intelecto [un ser] para ellos, ¿cómo sería digno de crédito al hablar de cosas más soberanas que él, no siendo en modo alguno afín a ellas? Pero sobre esta naturaleza y sobre los sustratos se ha dicho lo suficiente también en otros lugares.✦
En la transcripción digital hay aquí caracteres ilegibles («ʽ??ʼν»); se traduce «[el ser]» por conjetura, según el sentido del contexto.
Sobre la materia, véase Enéada II 4.
τὰ δὲ ποια αὐτοῖς ἕτερα μὲν δεῖ εἶναι τῶν ὑποκειμένων, καὶ λέγουσιν: οὐ γὰρ ἂν αὐτὰ δεύτερα κατηρίθμουν. εἰ τοίνυν ἕτερα, δεῖ αὐτὰ καὶ ἁπλᾶ εἶναι: εἰ τοῦτο, μὴ σύνθετα: εἰ τοῦτο, μηδ’ ὕλην ἔχειν, ᾗ ποιά: εἰ τοῦτο, ἀσώματα εἶναι καὶ δραστήρια: ἡ γὰρ ὕλη πρὸς τὸ πάσχειν αὐτοῖς ὑπόκειται. εἰ δὲ σύνθετα, πρῶτον μὲν ἄτοπος ἡ διαίρεσις ἀπλᾶ καὶ σύνθετα ἀντιδιαστέλλουσα καὶ ταῦτα ὑφ̓ ἓν γένος, ἔπειτα ἐν θατέρῳ τῶν εἰδῶν τὸ ἕτερον τιθεῖσα, ὥσπερ ἂν [εἴ] τις διαιρῶν τὴν ἐπιστήμην τὴν μὲν γραμματικὴν λέγοι, τὴν δὲ γραμματικὴν καὶ ἄλλο τι. εἰ δὲ τὰ ποιὰ ὕλην ποιὰν λέγοιεν, πρῶτον μὲν οἱ λόγοι αὐτοῖς ἔνυλοι, ἀλλ’ οὐκ ἐν ὕλῃ γενόμενοι, σύνθετόν τι ποιήσουσιν, ἀλλὰ πρὸ τοῦ συνθέτου ὃ ποιοῦσιν ἐξ ὕλης καὶ εἴδους ἔσονται: οὐκ ἄρα αὐτοὶ εἴδη οὐδὲ λόγοι. εἰ δὲ λέγοιεν μηδὲν εἶναι τοὺς λόγους ἢ ὕλην πως ἔχουσαν, τὰ ποιὰ δηλονότι πως ἔχοντα ἐροῦσι καὶ ἐν τῷ τετάρτῳ γένει τακτέον. εἰ δὲ ἥδε ἡ σχέσις ἄλλη, τίς ἡ διαφορά; ἢ δηλονότι τό πως ἔχειν ἐνταῦθα ὑπόστασις μᾶλλον: καίτοι εἰ μὴ κἀκεῖ ὑπόστασις, τί καταριθμοῦσιν ὡς ἓν γένος ἢ εἶδος; οὐ γὰρ δὴ ὑπὸ τὸ αὐτὸ τὸ μὲν ὄν, τὸ δὲ οὐκ ὂν δύναται εἶναι. ἀλλὰ τί τοῦτο τὸ ἐπὶ τῇ ὕλῃ πως ἔχον; ἢ γὰρ ὂν ἢ οὐκ ὄν. καὶ εἰ ὄν, πάντως ἀσώματον: εἰ δὲ οὐκ ὄν, μάτην λέγεται, καὶ ὕλη μόνον, τὸ δὲ ποιὸν οὐδέν. ἀλλ’ οὐδὲ τό πως ἔχον: ἔτι γὰρ μᾶλλον οὐκ ὄν. τὸ δὲ τέταρτον λεχθὲν καὶ πολλῷ μᾶλλον. μόνον ὂν ἄρα ὕλη. τίς οὖν τοῦτό φησιν; οὐ γὰρ δὴ αὐτὴ ἡ ὕλη: εἰ μὴ ἄρα αὐτή, πὼς γὰρ ἔχουσα ὁ νοῦς — καίτοι τό πως ἔχουσα προσθήκη κενή — ἡ ὕλη ἄρα λέγει ταῦτα καὶ καταλαμβάνει. καὶ εἰ μὲν ἔλεγεν ἔμφρονα, θαῦμα ἂν ἦν, πῶς καὶ νοεῖ καὶ ψυχῆς ἔργα ποιεῖ οὔτε νοῦν οὔτε ψυχὴν ἔχουσα: εἰ δ’ ἀφρόνως λέγοι αὑτὴν τιθεῖσα ὃ μή ἐστι μηδὲ δύναται, τίνι ταύτην δεῖ ἀνατιθέναι τὴν ἀφροσύνην; ἤ, εἰ ἔλεγεν αὐτή: νῦν δὲ οὔτε λέγει ἐκείνη, ὅ τε λέγων πολὺ τὸ παῤ ἐκείνης ἔχων λέγει, ὅλος μὲν ὢν ἐκείνης, εἰ καὶ μόνον ψυχὴν ἔχοι, ἀγνοίᾳ δὲ αὑτοῦ καὶ δυνάμεως τῆς λέγειν τἀληθῆ περὶ τῶν τοιούτων δυναμένης.
Las cualidades, para ellos, deben ser distintas de los sustratos, y así lo dicen: pues de otro modo no las enumerarían como segundas. Si, pues, son distintas, es preciso que sean también simples; si es así, que no sean compuestas; si es así, que no tengan materia, en cuanto cualificadas; si es así, que sean incorpóreas y activas: pues para ellos la materia está puesta como sustrato para padecer. Y si son compuestas, en primer lugar es absurda la división que contrapone simples y compuestas y las pone bajo un solo género; en segundo lugar, porque pone lo otro dentro de una de las dos especies, como si alguien, dividiendo la ciencia, dijera que una es la gramática y la otra, la gramática y algo más. Y si dijeran que las cualidades son materia cualificada, primero, sus razones, que son inmersas en la materia y no surgidas en una materia, no harán un compuesto, sino que serán, antes del compuesto que hacen, [ya] de materia y forma: así que ellas mismas no serán ni formas ni razones. Y si dijeran que las razones no son otra cosa que materia en cierto estado, evidentemente dirán que las cualidades son [materia] en cierto estado y habrá que colocarlas en el cuarto género. Y si esta disposición es otra, ¿cuál es la diferencia? ¿O es evidente que el estar en cierto estado, aquí, es más bien una hipóstasis? Sin embargo, si tampoco allí es una hipóstasis, ¿por qué las cuentan como un solo género o especie? Pues bajo lo mismo no pueden estar lo que es y lo que no es. Pero ¿qué es esto que está en cierto estado sobre la materia? Pues o es ser o es no ser. Y si es ser, es en todo caso incorpóreo; y si no es ser, se dice en vano, y solo hay materia, y lo cualificado no es nada. Pero ni siquiera lo que está en cierto estado: pues es todavía más no ser. Y lo dicho en cuarto lugar, mucho más. Solo la materia, entonces, es ser. ¿Quién dice esto, pues? No la materia misma, ciertamente; a menos que sea ella misma —pues el intelecto sería [materia] en cierto estado, aunque el «en cierto estado» es una adición vacía—: la materia, entonces, dice esto y lo comprende. Y si hablara con sensatez, sería un prodigio cómo piensa y hace obras del alma sin tener ni intelecto ni alma; y si habla insensatamente, poniéndose a sí misma lo que no es ni puede ser, ¿a quién hay que atribuir esta insensatez? ¿O [habría que atribuírsela a ella] si ella misma lo dijera? Pero ahora ni ella lo dice, y quien lo dice lo dice teniendo mucho de lo que procede de ella, siendo todo [suyo] de ella, aunque tenga solo alma, por ignorancia de sí mismo y de la potencia capaz de decir la verdad sobre tales cosas.✦
Los cuatro géneros estoicos son: sustrato, cualificado, en cierto estado y relativamente en cierto estado.
ἐν δὲ τοῖς πως ἔχουσιν ἄτοπον μὲν ἴσως τά πως ἔχοντα τρίτα τίθεσθαι ἢ ὁπωσοῦν τάξεως ἔχει, ἐπειδὴ περὶ τὴν ὕλην πως ἔχοντα πάντα. ἀλλὰ διαφορὰν τῶν πως ἐχόντων φήσουσιν εἶναι καὶ ἄλλως πως ἔχειν τὴν ὕλην ὡδὶ καὶ οὕτως, ἄλλως δὲ ἐν τοῖς πως ἔχουσι, καὶ ἔτι τὰ μὲν ποιὰ περὶ τὴν ὕλην πως ἔχοντα, τὰ ἰδίως δέ πως ἔχοντα περὶ τὰ ποιά. ἀλλὰ τῶν ποιῶν αὐτῶν οὐδὲν ἢ ὕλης πως ἐχούσης ὄντων πάλιν τά πως ἔχοντα ἐπὶ τὴν ὕλην αὐτοῖς ἀνατρέχει καὶ περὶ τὴν ὕλην ἔσται. πῶς δὲ ἓν τό πως ἔχον πολλῆς διαφορᾶς ἐν αὐτοῖς οὔσης; πῶς γὰρ τὸ τρίπηχυ καὶ τὸ λευκὸν εἰς ἕν, τοῦ μὲν ποσοῦ, τοῦ δὲ ποιοῦ ὄντος; πῶς δὲ τὸ ποτὲ καὶ τὸ ποῦ; πῶς δὲ ὅλως πως ἔχοντα τὸ χθὲς καὶ τὸ πέρυσι καὶ τὸ ἐν Λυκείῳ καὶ Ἀκαδημίᾳ; καὶ ὅλως πῶς δὲ ὁ χρόνος πως ἔχων; οὔτε γὰρ αὐτὸς οὔτε τὰ ἐν αὐτῷ τῷ χρόνῳ, οὔτε τὰ ἐν τῷ τόπῳ οὔτε ὁ τόπος. τὸ δὲ ποιεῖν πῶς πως ἔχον; ἐπεὶ οὐδ’ ὁ ποιῶν πως ἔχων, ἀλλὰ μᾶλλόν πως ποιῶν ἢ ὅλως οὐκ ὤν, ἀλλὰ ποιῶν μόνον: καὶ ὁ πάσχων οὔ πως ἔχων, ἀλλὰ μᾶλλόν πως πάσχων ἢ ὅλως πάσχων οὕτως. ἴσως δ’ ἂν μόνον ἁρμόσει ἐπὶ τοῦ κεῖσθαι τό πως ἔχον καὶ ἐπὶ τοῦ ἔχειν ἐπὶ δὲ τοῦ ἔχειν οὐ πὼς ἔχον, ἀλλὰ ἔχον. τὸ δὲ πρός τι εἰ μὲν μὴ ὑφ̓ ἓν τοῖς ἄλλοις ἐτίθεσαν, ἕτερος λόγος ἦν ἂν ζητούντων, εἴ τινα διδόασιν ὑπόστασιν ταῖς τοιαύταις σχέσεσι, πολλαχοῦ οὐ διδόντων. ἔτι δ’ ἐν γένει τῷ αὐτῷ ἐπιγενόμενον πρᾶγμα τοῖς ἤδη οὖσιν ἄτοπον συντάττειν εἰς ταὐτὸν γένος τοῖς πρότερον οὖσι: δεῖ γὰρ πρότερον ἓν καὶ δύο εἶναι, ἴνα καὶ ἥμισυ καὶ διπλάσιον. περὶ δὲ τῶν ὅσοι ἄλλως τὰ ὄντα ἢ τὰς ἀρχὰς τῶν ὄντων ἔθεντο, εἴτε ἄπειρα εἴτε πεπερασμένα, εἴτε σώματα εἴτε ἀσώματα, ἢ καὶ τὸ συναμφότερον, χωρὶς περὶ ἑκάστων ἔξεστι ζητεῖν λαμβάνουσι καὶ τὰ παρὰ τῶν ἀρχαίων πρὸς τὰς δόξας αὐτῶν εἰρημένα.
Y entre las cosas en cierto estado, es quizá absurdo poner como terceras las cosas en cierto estado, o que tengan de algún modo un orden, puesto que todas son en cierto estado respecto de la materia. Pero dirán que hay diferencia entre las cosas en cierto estado, y que la materia está en cierto estado de un modo aquí y así, y de otro modo en las cosas en cierto estado; y que, además, las cualidades son la materia en cierto estado, mientras que las que lo están de modo particular lo son respecto de las cualidades. Pero, no siendo las cualidades mismas otra cosa que materia en cierto estado, las cosas en cierto estado remontan de nuevo, para ellos, a la materia y estarán en torno a la materia. ¿Y cómo es uno el «en cierto estado», habiendo entre ellos tanta diferencia? Pues ¿cómo lo de tres codos y lo blanco entran en uno, siendo lo uno cantidad y lo otro cualidad? ¿Y cómo el cuándo y el dónde? ¿Cómo, en general, son «en cierto estado» el ayer, el año pasado, lo que está en el Liceo y en la Academia? Y, en general, ¿cómo es el tiempo «en cierto estado»? Pues ni él mismo lo es, ni lo que está en el tiempo, ni lo que está en el lugar ni el lugar. ¿Y el hacer, cómo es «en cierto estado»? Pues tampoco el que hace está en cierto estado, sino que más bien hace de cierto modo, o, no siendo [de cierto modo] en absoluto, simplemente hace; y el que padece no está en cierto estado, sino que más bien padece de cierto modo, o simplemente padece así. Quizá solo convendría el «en cierto estado» al estar situado y al tener; pero, en el caso del tener, no es «en cierto estado», sino «teniendo». En cuanto a lo relativo, si no lo hubieran puesto bajo un mismo género con los demás, la cuestión sería otra, la de quienes investigan si dan alguna hipóstasis a tales relaciones, cosa que en muchos casos no conceden. Además, dentro de un mismo género, es absurdo ordenar en un mismo género una cosa sobrevenida a las ya existentes junto con las que existían antes: pues es preciso que antes haya uno y dos, para que haya mitad y doble. Y acerca de cuantos pusieron de otro modo los seres o los principios de los seres, ya sean infinitos o finitos, ya cuerpos o incorpóreos, o ambas cosas, es posible investigar por separado sobre cada uno, tomando también lo dicho por los antiguos contra sus opiniones.✦
El Liceo y la Academia eran las escuelas de Aristóteles y de Platón en Atenas.
Fuente del texto original: Texto griego: edición de R. Volkmann (Leipzig, Teubner, 1883–1884, dominio público), transcripción digital de Open Greek and Latin (First1KGreek), CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.