Enéada VI, 7 · Cómo vino a ser la multitud de las Formas, y sobre el Bien
ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Εἰς γένεσιν πέμπων ὁ θεὸς ἢ θεός τις τὰς ψυχὰς φωσφόρα περὶ τὸ πρόσωπον ἔθηκεν ὄμματα καὶ τὰ ἄλλα ὄργανα ταῖς αἰσθήσεσιν ἑκάσταις ἔδωκε προορώμενος, ὡς οὕτως ἂν σώζοιτο, εἰ προορῷτο καὶ προακούοι καὶ ἁψαμένη τὸ μὲν φεύγοι, τὸ δὲ διώκοι. πόθεν δὴ προιδὼν ταῦτα; οὐ γὰρ δὴ πρότερον γενομένων ἄλλων, εἶτα δἰ ἀπουσίαν αἰσθήσεων φθαρέντων, ἔδωκεν ὕστερον ἃ ἔχοντες ἔμελλον ἄνθρωποι καὶ τὰ ἄλλα ζῷα τὸ παθεῖν φυλάξασθαι. ἢ εἴποι ἄν τις, ᾔδει, ὅτι ἐν θερμοῖς καὶ ψυχροῖς ἔσοιτο τὸ ζῷον καὶ τοῖς ἄλλοις σωμάτων πάθεσι: ταῦτα δὲ εἰδώς, ὅπως μὴ φθείροιτο ῥᾳδίως τῶν ζῴων τὰ σώματα, τὸ αἰσθάνεσθαι ἔδωκε, καὶ δἰ ὧν ἐνεργήσουσιν αἱ αἰσθήσεις ὀργάνων. ἀλλ’ ἤτοι ἐχούσαις τὰς δυνάμεις ἔδωκε τὰ ὄργανα ἢ ἄμφω. ἀλλ’ εἰ μὲν ἔδωκε καὶ τὰς αἰσθήσεις, οὐκ ἦσαν αἰσθητικαὶ πρότερον ψυχαὶ οὖσαι: εἰ δ’ εἶχον, ὅτε ἐγένοντο ψυχαί, καὶ ἐγένοντο, ἵν’ εἰς γένεσιν ἴωσι, σύμφυτον αὐταῖς τὸ εἰς γένεσιν ἰέναι. παρὰ φύσιν ἄρα τὸ ἀπὸ γενέσεως καὶ ἐν τῷ νοητῷ εἶναι: καὶ πεποίηνται δή, ἵνα ἄλλου ὦσι καὶ ἵνα ἐν κακῷ εἶεν: καὶ ἡ πρόνοια, ἵνα σώζοιντο ἐν τῷ κακῷ, καὶ ὁ λογισμὸς ὁ τοῦ θεοῦ οὗτος καὶ ὅλως λογισμός. ἀρχαὶ δὲ λογισμῶν τίνες; καὶ γάρ, εἰ ἐξ ἄλλων λογισμῶν, δεῖ ἐπί τι πρὸ λογισμοῦ ἢ τινά γε πάντως ἰέναι. τίνες οὖν ἀρχαί; ἢ γὰρ αἴσθησις ἢ νοῦς. ἀλλὰ αἴσθησις μὲν οὔπω: νοῦς ἄρα. ἀλλ’ εἰ νοῦς αἱ προτάσεις, τὸ συμπέρασμα ἐπιστήμη: περὶ αἰσθητοῦ οὐδενὸς ἄρα. οὗ γὰρ ἀρχὴ μὲν ἐκ τοῦ νοητοῦ, τελευτὴ δὲ εἰς νοητὸν ἀφικνεῖται, πῶς ἔνι ταύτην τὴν ἕξιν πρὸς αἰσθητοῦ διανόησιν ἀφικνεῖσθαι; οὔτ’ οὖν ζῴου πρόνοια οὔθ̓ ὅλως τοῦδε τοῦ παντὸς ἐκ λογισμοῦ ἐγένετο: ἐπεὶ οὐδὲ ὅλως λογισμὸς ἐκεῖ, ἀλλὰ λέγεται λογισμὸς εἰς ἔνδειξιν τοῦ πάντα οὕτως, ὡς ἄν τις σοφὸς ἐκ λογισμοῦ ἐν τοῖς ὑστέροις, καὶ προόρασις, ὅτι οὕτως, ὡς ἄν τις σοφὸς ἐν τοῖς ὕστερον προίδοιτο. ἐν γὰρ τοῖς μὴ γενομένοις πρὸ λογισμοῦ ὁ λογισμὸς χρήσιμον ἀπορίᾳ δυνάμεως τῆς πρὸ λογισμοῦ, καὶ προόρασις, ὅτι μὴ ἦν δύναμις τῷ προορῶντι, καθ̓ ἣν οὐκ ἐδεήθη προοράσεως. καὶ γὰρ ἡ προόρασις, ἵνα μὴ τοῦτο, ἀλλὰ τοῦτο, καὶ οἷον φοβεῖται τὸ μὴ τοιοῦτον: οὗ δὲ τοῦτο μόνον, οὐ προόρασις: καὶ ὁ λογισμὸς τοῦτο ἀντὶ τούτου. μόνου δ’ ὄντος θατέρου τί καὶ λογίζεται; πῶς οὖν τὸ μόνον καὶ ἓν καὶ ἁπλῶς ἔχει ἀναπτυσσόμενον τὸ τοῦτο, ἵνα μὴ τοῦτο; καὶ ἔμελλε γὰρ τοῦτο, εἰ μὴ τοῦτο, καὶ χρήσιμον τοῦτο ἀνεφάνη καὶ σωτήριον τοῦτο γενόμενον. προείδετο ἄρα καὶ προελογίσατο ἄρα. καὶ δὴ καὶ τὸ νῦν ἐξ ἀρχῆς λεχθὲν τὰς αἰσθήσεις διὰ τοῦτο ἔδωκε καὶ τὰς δυνάμεις, εἰ καὶ ὅτι μάλιστα ἄπορος ἡ δόσις καὶ πῶς. οὐ μὴν ἀλλ’ εἰ δεῖ ἑκάστην ἐνέργειαν μὴ ἀτελῆ εἶναι, μηδὲ θέμις τοῦ θεοῦ ὁτιοῦν ὂν ἄλλο τι νομίζειν ἢ ὅλον τε καὶ πᾶν, δεῖ ἐν ὁτῳοῦν τῶν αὐτοῦ πάντα ἐνυπάρχειν. δεῖ τοίνυν [καὶ τοῦ ἀεὶ εἶναι,] καὶ τοῦ μέλλοντος [ὡς] ἤδη παρόντος εἶναι. οὐ δὴ ὕστερόν τι ἐν ἐκείνῳ, ἀλλὰ τὸ ἤδη ἐκεῖ παρὸν ὕστερον ἐν ἄλλῳ γίνεται. εἰ οὖν ἤδη πάρεστι τὸ μέλλον, ἀνάγκη οὕτω παρεῖναι, ὡς προνενοημένον εἰς τὸ ὕστερον: τοῦτο δέ ἐστιν, ὡς μηδὲν δεῖσθαι μηδενὸς τότε, τοῦτο δ’ ἐστὶ μηδὲν ἐλλείψοντος. πάντα ἄρα ἤδη ἦν καὶ ἀεὶ ἦν καὶ οὕτως ἦν, ὡς εἰπεῖν ὕστερον τόδε διὰ τόδε: ἐκτεινόμενον μὲν γὰρ καὶ οἷον ἁπλούμενον ἔχει δεικνύναι τόδε μετὰ τόδε, ὁμοῦ δὲ ὂν πᾶν τόδε: τοῦτο δέ ἐστιν ἔχον ἐν ἑαυτῷ καὶ τὴν αἰτίαν.
El dios, o algún dios, al enviar las almas a la generación, puso en torno al rostro los ojos portadores de luz y dio los demás órganos a cada una de las sensaciones, previendo que así se salvarían: si preveían, y oían de antemano, y, tras tocar, huían de una cosa y perseguían otra. ¿Pero de dónde previó esto? Pues no es que, habiendo existido antes otros [seres] y luego destruidos por la ausencia de sensaciones, [el dios] diera después lo que tendrían los hombres y los demás animales para guardarse de padecer. ¿O se dirá que sabía que el animal estaría entre cosas cálidas y frías y las demás afecciones de los cuerpos; y que, sabiendo esto, para que los cuerpos de los animales no se destruyeran con facilidad, dio el sentir, y los órganos por medio de los cuales actuarían las sensaciones? Pero o bien dio los órganos a [almas] que ya tenían las potencias, o bien dio ambas cosas. Ahora bien, si dio también las sensaciones, las almas, siendo almas, no eran antes sensitivas; y si las tenían cuando llegaron a ser almas, y llegaron a ser para ir a la generación, el ir a la generación les es connatural. Sería, entonces, contra la naturaleza estar libres de la generación y estar en lo inteligible; y han sido hechas, pues, para ser de otro y para estar en el mal; y la providencia, para que se salvaran en el mal, y este razonamiento del dios, y en general todo razonamiento. ¿Cuáles son los principios de los razonamientos? Pues si [proceden] de otros razonamientos, es preciso llegar a algo anterior al razonamiento, o en todo caso a algunos principios. ¿Cuáles son, pues, los principios? O la sensación o el Intelecto. Pero la sensación aún no; luego el Intelecto. Mas si las premisas son intelecto, la conclusión es ciencia: por tanto, no versa sobre nada sensible. Pues aquello cuyo principio procede de lo inteligible y cuyo fin llega a lo inteligible, ¿cómo es posible que este estado llegue al pensamiento discursivo de lo sensible? Así pues, ni la providencia de un animal ni la de este todo en general se produjo por razonamiento: pues allí no hay razonamiento alguno, sino que se dice «razonamiento» para indicar que todo es así como lo haría un sabio, mediante razonamiento, en las cosas posteriores; y «previsión», porque es así como un sabio preveería en las cosas posteriores. Pues en lo que no ha llegado a ser antes del razonamiento, el razonamiento es útil por falta de una potencia anterior al razonamiento; y [hay] previsión porque no había en el que prevé una potencia en virtud de la cual no necesitara previsión. Pues la previsión es «para que no esto, sino esto», y como que teme lo que no es tal; pero donde hay solo esto, no hay previsión; y el razonamiento es «esto en lugar de esto». Pero si solo existe uno de los dos, ¿qué razona? ¿Cómo, entonces, lo que es único, uno y simple, tiene desplegado el «esto, para que no esto»? «Pues esto iba a ocurrir, si no [se hacía] esto, y esto apareció como útil y, al hacerse, como salvador. Por tanto, previó y, por tanto, razonó de antemano.» Y así también lo que se ha dicho ahora desde el principio: [el dios] dio por esto las sensaciones y las potencias, aunque la donación y el cómo sean en grado sumo una dificultad. Sin embargo, si cada acto no debe ser imperfecto, y no es lícito considerar que algo del dios, sea lo que sea, sea otra cosa que entero y todo, es preciso que en cualquiera de sus [partes] estén presentes todas. Es preciso, pues, [también que sea siempre,] y que lo futuro esté ya presente. Nada, pues, es posterior en aquel, sino que lo que ya está allí presente llega a ser posterior en otro. Si, pues, lo futuro ya está presente, es necesario que esté presente así, como pensado de antemano para lo posterior; y esto es: de modo que entonces nada necesite de nada, y esto es: que nada vaya a faltar. Todo, pues, ya era, y siempre era, y era de tal modo que se pueda decir «después esto por esto»: pues, extendido y como desplegado, puede mostrar esto después de esto, pero siendo todo junto, [es] todo esto: y esto es tener en sí mismo también la causa.✦
Alusión a Platón, Timeo: el dios que envía las almas a la generación y forma los ojos «portadores de luz».
διὸ καὶ ἐντεῦθεν ἄν τις οὐχ ἧττον καταμάθοι τὴν νοῦ φύσιν, ἣν κἂν πλέον τῶν ἄλλων ὁρῶμεν, οὐδ’ ὣς ὅσον ἐστὶ τὸ νοῦ χρῆμα ὁρῶμεν. τὸ μὲν γὰρ ὅτι δίδομεν αὐτὸν ἔχειν, τὸ δὲ διότι οὐκέτι, ἤ, εἰ δοίημεν, χωρίς. καὶ ὁρῶμεν ἄνθρωπον ἢ ὀφθαλμόν, εἰ τύχοι, ὥσπερ ἄγαλμα ἢ ἀγάλματος: τὸ δέ ἐστιν ἐκεῖ ἄνθρωπος καὶ διὰ τί ἄνθρωπος, εἴπερ καὶ νοερὸν αὐτὸν δεῖ τὸν ἐκεῖ ἄνθρωπον εἶναι καὶ ὀφθαλμὸν καὶ διὰ τί — ἢ οὐκ ἂν ὅλως εἴη, εἰ μὴ διὰ τί — ἐνταῦθα δὲ ὥσπερ ἕκαστον τῶν μερῶν χωρίς, οὕτω καὶ τὸ διὰ τί. ἐκεῖ δ’ ἐν ἑνὶ πάντα, ὥστε ταὐτὸν τὸ πρᾶγμα καὶ τὸ διὰ τί τοῦ πράγματος. πολλαχοῦ δὲ καὶ ἐνταῦθα τὸ πρᾶγμα καὶ τὸ διὰ τί ταὐτόν, οἷον τί ἐστιν ἔκλειψις. τί οὖν κωλύει καὶ ἕκαστον διὰ τί εἶναι καὶ ἐπὶ τῶν ἄλλων, καὶ τοῦτο εἶναι τὴν οὐσίαν ἑκάστου; μᾶλλον δὲ ἀνάγκη: καὶ πειρωμένοις οὕτως τὸ τί ἦν εἶναι λαμβάνειν ὀρθῶς συμβαίνει. ὃ γὰρ ἔστιν ἕκαστον, διὰ τοῦτο ἔστι. λέγω δὲ οὐχ, ὅτι τὸ εἶδος ἑκάστῳ αἴτιον τοῦ εἶναι — τοῦτο μὲν γὰρ ἀληθές — ἀλλ’ ὅτι, εἰ καὶ αὐτὸ τὸ εἶδος ἕκαστον πρὸς αὑτὸ ἀναπτύσσοις, εὑρήσεις ἐν αὐτῷ τὸ διὰ τί. ἀργὸν μὲν γὰρ ὂν καὶ ζωὴν ἔχον τὸ διὰ τί οὐ πάντως ἔχει, εἶδος δὲ ὂν καὶ νοῦ ὂν πόθεν ἂν λάβοι τὸ διὰ τί; εἰ δὲ παρὰ νοῦ τις λέγοι, οὐ χωρίς ἐστιν, εἴ γε καὶ αὐτό ἐστιν: εἰ οὖν δεῖ ἔχειν ταῦτα μηδενὶ ἐλλείποντα, μηδὲ τῷ διὰ τί ἐλλείπειν. νοῦς δὲ ἔχει τὸ διὰ τί οὕτως ἕκαστον τῶν ἐν αὐτῷ: τὰ δὲ ἐν αὐτῷ αὐτὸς ἕκαστον ἂν εἴη τῶν ἐν αὐτῷ, ὥστε μηδὲν προσδεῖσθαι τοῦ διὰ τί γέγονεν, ἀλλ’ ὁμοῦ γέγονε καὶ ἔχει ἐν αὑτῷ τὴν τῆς ὑποστάσεως αἰτίαν. γεγονὸς δὲ οὐκ εἰκῆ οὐδὲν ἂν παραλελειμμένον ἔχοι τοῦ διὰ τί, ἀλλὰ πᾶν ἔχον ἔχει καὶ τὸ καλῶς ὁμοῦ τῆς αἰτίας. καὶ τοῖς ἄρα μεταλαμβάνουσιν οὕτω δίδωσιν, ὡς τὸ διὰ τί ἔχειν. καὶ μήν, ὥσπερ ἐν τῷδε τῷ παντὶ ἐκ πολλῶν συνεστηκότι συνείρεται πρὸς ἄλληλα τὰ πάντα, καὶ ἐν τῷ πάντα εἶναι ἔστι καὶ διότι ἕκαστον, ὥσπερ καὶ ἐφ̓ ἑκάστου τὸ μέρος πρὸς τὸ ὅλον ἔχον ὁρᾶται, οὐ τούτου γενομένου, εἶτα τούτου μετὰ τόδε, ἀλλὰ πρὸς ἄλληλα ὁμοῦ τὴν αἰτίαν καὶ τὸ αἰτιατὸν συνιστάντων, οὕτω χρὴ πολὺ μᾶλλον ἐκεῖ τά τε πάντα πρὸς τὸ ὅλον ἕκαστα καὶ ἕκαστον πρὸς αὑτό. εἰ οὖν ἡ συνυπόστασις ὁμοῦ πάντων καὶ οὐκ εἰκῆ πάντων καὶ δεῖ μὴ ἀπηρτῆσθαι, ἐν αὑτοῖς ἂν ἔχοι τὰ αἰτιατὰ τὰς αἰτίας, καὶ τοιοῦτον ἕκαστον, οἷον ἀναιτίως τὴν αἰτίαν ἔχειν. εἰ οὖν μὴ ἔχει αἰτίαν τοῦ εἶναι, αὐτάρκη δέ ἐστι καὶ μεμονωμένα αἰτίας ἐστίν, εἴη ἂν ἐν αὑτοῖς ἔχοντα σὺν αὑτοῖς τὴν αἰτίαν. καὶ γὰρ αὖ εἰ μηδέν ἐστι μάτην ἐκεῖ, πολλὰ δὲ ἐν ἑκάστῳ ἐστὶ πάντα ὅσα ἔχει, ἔχοις ἂν εἰπεῖν διότι ἕκαστον. προῆν ἄρα καὶ συνῆν τὸ διότι ἐκεῖ οὐκ ὂν διότι, ἀλλ’ ὅτι: μᾶλλον δὲ ἄμφω ἕν. τί γὰρ ἂν καὶ περιττὸν εἶχε νοῦ, ὡς ἂν νοῦ νόημα μὴ τοιοῦτον ὄν, οἷον μὴ τέλειον γέννημα; εἰ οὖν τέλειον, οὐκ ἔστιν εἰπεῖν ὅτῳ ἐλλείπει, οὐδὲ διὰ τί τοῦτο οὐ πάρεστι. παρὸν ἄρα ἔχοις ἂν εἰπεῖν διότι πάρεστιν: ἐν ἄρα τῇ ὑποστάσει τὸ διὰ τί: ἐν ἑκάστῳ τοίνυν νοήματι καὶ ἐνεργήματι, οἷον κατ’ ἄνθρωπον πᾶς προεφάνη ὁ ἄνθρωπος συμφέρων ἑαυτὸν αὐτῷ καὶ πάντα ὅσα ἔχει ἐξ ἀρχῆς ὁμοῦ ἔχων ἕτοιμός ἐστιν ὅλος. εἶτα, εἰ μὴ πᾶς ἐστιν, ἀλλὰ δεῖ τι αὐτῷ προσθεῖναι, γεννήματός ἐστιν. ἔστι δὲ ἀεί: ὥστε πᾶς ἐστιν. ἀλλ’ ὁ γινόμενος ἄνθρωπος γενητός.
Por eso también desde aquí podría uno conocer no menos la naturaleza del Intelecto; la cual, aunque la vemos más que las demás cosas, ni aun así vemos cuán grande es la realidad del Intelecto. Pues concedemos que tiene el «que», pero el «por qué» ya no, o, si lo concedemos, [lo ponemos] separado. Y vemos un hombre o un ojo, por ejemplo, como una estatua o como [parte] de una estatua; pero allí está el hombre y el porqué del hombre, si es que el hombre de allí debe ser también intelectivo, y el ojo y su porqué —pues no existiría en absoluto sin el porqué—; aquí, en cambio, como cada una de las partes está separada, así también el porqué. Allí todo está en uno, de modo que la cosa y el porqué de la cosa son lo mismo. Pero en muchos casos también aquí la cosa y el porqué son lo mismo, por ejemplo, qué es un eclipse. ¿Qué impide, entonces, que también en los demás casos cada cosa sea un porqué, y que esto sea la esencia de cada una? Más bien es necesario; y a quienes lo intentan así les sucede captar rectamente el «qué era ser». Pues lo que cada cosa es, por eso es. Y no digo que la Forma sea para cada cosa la causa de su ser —pues esto es verdad—, sino que, si despliegas cada Forma en relación consigo misma, hallarás en ella el porqué. Pues lo que, siendo inerte y teniendo vida, no tiene del todo el porqué; pero lo que es forma y del Intelecto, ¿de dónde tomaría el porqué? Y si alguien dijera que del Intelecto, [el porqué] no está separado, si es que el Intelecto también existe; si, pues, deben tener estas cosas sin que nada les falte, tampoco les ha de faltar el porqué. Ahora bien, el Intelecto tiene así el porqué de cada una de las cosas que hay en él; y las cosas que hay en él serían cada una el Intelecto mismo, de modo que no necesitan además el porqué de su haber llegado a ser, sino que llegó a ser a la vez y tiene en sí la causa de su hipóstasis. Y lo que ha llegado a ser no por azar no tendría nada omitido del porqué, sino que, teniéndolo todo, tiene también a la vez el ser bello de la causa. Y así, a los que participan, [el Intelecto] les da de modo que tengan el porqué. Y ciertamente, como en este todo compuesto de muchas cosas todas se encadenan entre sí, y en el ser todas está también el porqué de cada una, como también en cada una se ve la parte en relación con el todo —no llegando a ser esto, luego esto después de aquello, sino constituyendo mutuamente a la vez la causa y lo causado—, así es preciso, mucho más, que allí todas las cosas se relacionen cada una con el todo y cada una consigo misma. Si, pues, la coexistencia de todas a la vez no es por azar, y no deben estar desligadas, lo causado tendría en sí mismo las causas, y cada uno es tal que tiene la causa sin causa [fuera de sí]. Si, pues, no tienen causa de su ser, sino que son autosuficientes y están aisladas de causa, tendrían en sí mismas, consigo, la causa. Y a su vez, si nada allí es en vano, y en cada uno hay muchas cosas, todas cuantas tiene, podrías decir por qué [está] cada cosa. Preexistía, pues, y coexistía allí el porqué, que no es «porqué», sino «que»; o más bien ambos son uno. ¿Qué podría tener el Intelecto de superfluo, como si el pensamiento del Intelecto no fuera tal, como un engendro no perfecto? Si es, pues, perfecto, no se puede decir en qué le falta, ni por qué esto no está presente. Estando presente, podrías decir por qué está presente: en la hipóstasis, pues, está el porqué; así, pues, en cada pensamiento y acto: por ejemplo, según el hombre, todo el hombre apareció de antemano, reuniéndose consigo mismo, y, teniendo desde el principio todo cuanto tiene a la vez, está entero preparado. Luego, si no es entero, sino que hay que añadirle algo, es de un engendro. Pero es siempre; de modo que es entero. En cambio, el hombre que llega a ser es generado.✦
Hipóstasis (ὑπόστασις): realidad subsistente, lo que tiene existencia propia y no solo derivada.
τί οὖν κωλύει προβουλεύσασθαι περὶ αὐτοῦ; ἢ κατ’ ἐκεῖνόν ἐστιν, ὥστε οὔτε τι ἀφελεῖν δεῖ οὔτε προσθεῖναι, ἀλλὰ τὸ βουλεύσασθαι καὶ λελογίσθαι διὰ τὴν ὑπόθεσιν: ὑπέθετο γὰρ γινόμενα. καὶ οὕτω μὲν ἡ βούλευσις καὶ ὁ λογισμός: τῷ δ’ ἀεὶ γινόμενα ἐνδείξασθαι καὶ ὅτι λογίζεται ἀνεῖλεν. οὐ γὰρ ἔνι λογίζεσθαι ἐν τῷ ἀεί: καὶ γὰρ αὖ ἐπιλελησμένου ἦν, ὅπως καὶ πρότερον: εἶτα, εἰ μὲν ἀμείνω ὕστερον, οὐκ ἂν καλὰ πρότερον: εἰ δ’ ἦν καλά, ἔχει τὸ ὡσαύτως. καλὰ δ’ ἐστὶ μετὰ τῆς αἰτίας: ἐπεὶ καὶ νῦν καλόν τι, ὅτι πάντα. τοῦτο γὰρ καὶ εἶδος τὸ πάντα καὶ ὅτι τὴν ὕλην κατέχει: κατέχει δέ, εἰ μηδὲν αὐτῆς ἀμόρφωτον καταλείπει. καταλείπει δέ, εἴ τις μορφὴ ἐλλείποι, οἷον ὀφθαλμὸς ἢ ἄλλο τι: ὥστε αἰτιολογῶν πάντα λέγεις. διὰ τί οὖν ὀφθαλμοί; ἵνα πάντα: καὶ διὰ τί ὀφρύες; ἵνα πάντα. καὶ γὰρ εἰ ἕνεκα σωτηρίας λέγοις, φυλακτικὸν τῆς οὐσίας λέγεις ἐν αὐτῇ ὑπάρχον, τοῦτο δὲ εἶναι συμβαλλόμενον. οὕτως ἄρα οὐσία ἦν πρὶν καὶ τοῦτο, καὶ τὸ αἴτιον ἄρα μερος τῆς οὐσίας: καὶ ἄλλο τοίνυν τοῦτο, ὃ δ’ ἐστὶ τῆς οὐσίας. πάντα τοίνυν ἀλλήλοις καὶ ἡ ὅλη καὶ τελεία καὶ πᾶσα καὶ τὸ καλῶς μετὰ τῆς αἰτίας καὶ ἐν τῇ αἰτίᾳ, καὶ ἡ οὐσία καὶ τὸ τί ἦν εἶναι καὶ τὸ διότι ἕν. εἰ τοίνυν ἔγκειται τὸ αἰσθητικὸν εἶναι καὶ οὕτως αἰσθητικὸν ἐν τῷ εἴδει ὑπὸ ἀιδίου ἀνάγκης καὶ τελειότητος, νοῦ ἐν αὑτῷ ἔχοντος, εἴπερ τέλειος, τὰς αἰτίας, ὥστε ἡμᾶς ὕστερον ἰδεῖν, ὡς ἄρα ὀρθῶς οὕτως ἔχει — ἐκεῖ γὰρ ἓν καὶ συμπληρωτικὸν τὸ αἴτιον καὶ οὐχὶ ὁ ἄνθρωπος ἐκεῖ μόνον νοῦς ἦν, προσετέθη δὲ τὸ αἰσθητικόν, ὅτε εἰς γένεσιν ἐστέλλετο — πῶς οὐκ ἂν ἐκεῖνος ὁ νοῦς πρὸς τὰ τῇδε ῥέποι; τί γὰρ ἂν εἴη αἰσθητικὸν ἢ ἀντιληπτικὸν αἰσθητῶν; πῶς δ’ οὐκ ἄτοπον, ἐκεῖ μὲν αἰσθητικὸν ἐξ ἀιδίου, ἐνταῦθα δὲ αἰσθάνεσθαι καὶ τῆς ἐκεῖ δυνάμεως τὴν ἐνέργειαν πληροῦσθαι ἐνταῦθα, ὅτε χείρων ἡ ψυχὴ γίνεται;
¿Qué impide, entonces, deliberar de antemano sobre él? ¿O es según aquel [modelo], de modo que no hay que quitar ni añadir nada, y el deliberar y razonar se dicen por la hipótesis: pues supuso [las cosas] como generadas? Y así, ciertamente, hay deliberación y razonamiento; pero, al mostrar [que son] siempre generadas, suprimió también [la idea de] que razona. Pues no es posible razonar en el «siempre»: pues sería propio de quien ha olvidado, como también antes; luego, si [las cosas] fueran mejores después, no habrían sido bellas antes; y si eran bellas, tienen el ser del mismo modo. Y son bellas con la causa; pues también ahora algo es bello porque [es] todas las cosas. Pues esto es también la forma, el «todas», y [lo es] porque domina la materia; y la domina si no deja nada de ella sin forma. Y [la] deja, si faltara alguna forma, como el ojo o algo así; de modo que, al dar la causa, dices «todas las cosas». ¿Por qué, entonces, ojos? Para que [estén] todas; ¿y por qué cejas? Para que [estén] todas. Pues aun si dijeras «por razón de la salvación», dices algo que guarda la esencia, existente en ella, y que esto contribuye [al ser]. Así, pues, la esencia era antes también esto, y la causa es, por tanto, parte de la esencia; y otro es, pues, esto, [pero] lo que es de la esencia. Todas las cosas, entonces, [están] unas con otras, y la [esencia] entera, perfecta y total, y lo bello, con la causa y en la causa; y la esencia, el «qué era ser» y el porqué, son uno. Si, pues, está incluido el ser sensitivo, y así sensitivo en la Forma, por una necesidad y una perfección eternas, teniendo el Intelecto en sí mismo las causas, si es perfecto, de modo que nosotros veamos después que, en efecto, está rectamente así —pues allí la causa es una y completiva, y el hombre de allí no era solo intelecto, y se le añadió lo sensitivo cuando era enviado a la generación—, ¿cómo aquel intelecto no se inclinaría hacia las cosas de aquí? ¿Pues qué sería «sensitivo» sino perceptivo de lo sensible? ¿Y cómo no es absurdo que allí sea sensitivo desde la eternidad, y que aquí sienta, y que el acto de la potencia de allí se cumpla aquí, cuando el alma se hace peor?
πάλιν οὖν πρὸς ταύτην τὴν ἀπορίαν ἄνωθεν ληπτέον τὸν ἄνθρωπον ὅστις ἐκεῖνός ἐστιν. ἴσως δὲ πρότερον. χρὴ τὸν τῇδε ἄνθρωπον ὅστις ποτ̓ ἐστὶν εἰπεῖν, μή ποτε οὐδὲ τοῦτον ἀκριβῶς εἰδότες ὡς ἔχοντες τοῦτον ἐκεῖνον ζητοῦμεν. φανείη δ’ ἂν ἴσως τισὶν ὁ αὐτὸς οὗτός τε κἀκεῖνος ἑ??ʼναι. ἀρχὴ δὲ τῆς σκέψεως ἐντεῦθεν: ἆρα ὁ ἄνθρωπος οὗτος λόγος ἐστὶ ψυχῆς ἕτερος τῆς τὸν ἄνθρωπον τοῦτον ποιούσης καὶ ζῆν αὐτὸν καὶ λογίζεσθαι παρεχομένης; ἢ ἡ ψυχὴ ἡ τοιαύτη ὁ ἄνθρωπός ἐστιν; ἢ ἡ τῷ σώματι τῷ τοιῷδε ψυχὴ προσχρωμένη; ἀλλ’ εἰ μὲν ζῷον λογικὸν ὁ ἄνθρωπος, ζῷον δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος, οὐκ ἂν εἴη ὁ λόγος οὗτος τῇ ψυχῇ ὁ αὐτός. ἀλλ’ εἰ τὸ ἐκ ψυχῆς λογικῆς καὶ σώματος ὁ λόγος τοῦ ἀνθρώπου, πῶς ἂν εἴη ὑπόστασις ἀίδιος, τούτου τοῦ λόγου τοῦ τοιούτου ἀνθρώπου γινομένου, ὅταν σῶμα καὶ ψυχὴ συνέλθῃ; ἔσται γὰρ ὁ λόγος οὗτος δηλωτικὸς τοῦ ἐσομένου, οὐχ οἷος ὅν φαμεν αὐτοάνθρωπος, ἀλλὰ μᾶλλον ἐοικὼς ὅρῳ, καὶ τοιούτῳ οἵῳ μηδὲ δηλωτικῷ τοῦ τί ἦν εἶναι. οὐδὲ γὰρ εἴδους ἐστὶ τοῦ ἐνύλου, ἀλλὰ τὸ συναμφότερον δηλῶν, ὃ ἔστιν ἤδη: εἰ δὲ τοῦτο, οὔπω εὕρηται ὁ ἄνθρωπος: ἦν γὰρ ὁ κατὰ τὸν λόγον. εἰ δέ τις λέγοι ʽτὸν λόγον δεῖ τὸν τῶν τοιούτων εἶναι συναμφότερόν τι, τόδε ἐν τῷδἐ, καθ̓ ὅ ἐστιν ἕκαστον οὐκ ἀξιοῖ λέγειν: χρὴ δέ, εἰ καὶ ὅτι μάλιστα τῶν ἐνύλων εἰδῶν καὶ μετὰ ὕλης τοὺς λόγους χρὴ λέγειν, ἀλλὰ τὸν λόγον αὐτὸν τὸν πεποιηκότα, οἷον τὸν ἄνθρωπον, λαμβάνειν καὶ μάλιστα, ὅσοι τὸ τί ἦν εἶναι ἀξιοῦσιν ἐφ̓ ἑκάστου ὁρίζεσθαι, ὅταν κυρίως ὁρίζωνται. τί οὖν ἐστι τὸ εἶναι ἀνθρώπῳ; τοῦτο δ’ ἐστί, τί ἐστι τὸ πεποιηκὸς τοῦτον τὸν ἄνθρωπον ἐνυπάρχον, οὐ χωριστόν; ἆῤ οὖν αὐτὸς ὁ λόγος ζῷόν ἐστι λογικὸν ἢ τὸ συναμφότερον, αὐτὸς δέ τις ποιητικὸς ζῴου λογικοῦ; τίς ὢν αὐτός; ἢ τὸ ζῷον ἀντὶ ζωῆς λογικῆς ἐν τῷ λόγῳ. ζωὴ τοίνυν λογικὴ ὁ ἄνθρωπος. ἆῤ οὖν ζωὴ ἄνευ ψυχῆς; ἢ γὰρ ἡ ψυχὴ παρέξεται τὴν ζωὴν τὴν λογικὴν καὶ ἔσται ὁ ἄνθρωπος ἐνέργεια ψυχῆς καὶ οὐκ οὐσία, ἢ ἡ ψυχὴ ὁ ἄνθρωπος ἔσται. ἀλλ’ εἰ ἡ ψυχὴ ἡ λογικὴ ὁ ἄνθρωπος ἔσται, ὅταν εἰς ἄλλο ζῷον ἴῃ ἡ ψυχή, πῶς οὐκ ἄνθρωπος;
De nuevo, pues, para esta dificultad hay que tomar desde arriba quién es aquel hombre. Pero quizá [hay que hacerlo] antes: es preciso decir quién es este hombre de aquí, quienquiera que sea, no sea que ni a este lo conozcamos con exactitud y busquemos aquel como si tuviéramos este. Quizá a algunos les parezca que este y aquel son el mismo. El comienzo de la indagación es este: ¿es este hombre una razón distinta del alma que hace a este hombre y le procura vivir y razonar? ¿O el alma de tal clase es el hombre? ¿O el alma que se sirve de tal cuerpo? Pero si el hombre es animal racional, y animal es lo [compuesto] de alma y cuerpo, esta razón no sería la misma que el alma. Y si la razón del hombre es la [compuesta] de alma racional y cuerpo, ¿cómo sería una hipóstasis eterna, si esta razón de tal hombre se produce cuando cuerpo y alma se juntan? Pues esta razón será indicativa del [hombre] que va a ser, no tal como el que llamamos el Hombre en sí, sino más bien semejante a una definición, y a una tal que ni siquiera indica el «qué era ser». Pues no es de la forma inmersa en materia, sino que muestra el compuesto, que ya es; y si es así, aún no se ha hallado el hombre: pues ya existía el [hombre] según la razón. Y si alguien dijera: «La razón de tales cosas debe ser un compuesto, esto en esto», [quien así habla] no pretende decir aquello según lo cual cada cosa es; pero es preciso —aunque sobre todo se deban decir las razones de las formas en materia y con la materia— tomar la razón misma que ha hecho, por ejemplo, al hombre; y sobre todo [es preciso] para quienes pretenden definir el «qué era ser» en cada caso, cuando definen en sentido propio. ¿Qué es, pues, el ser para el hombre? Esto es: ¿qué es lo que ha hecho a este hombre, [lo que le es] inherente, no separable? ¿Es entonces la razón misma un animal racional, o el compuesto, y ella misma un cierto productor de animal racional? ¿Quién siendo? ¿O «animal» está en la razón en lugar de «vida racional»? Luego el hombre es vida racional. ¿Es, pues, una vida sin alma? O bien el alma procurará la vida racional y el hombre será un acto del alma y no una esencia, o bien el alma será el hombre. Pero si el alma racional será el hombre, cuando el alma pase a otro animal, ¿cómo no será hombre?✦
«Razón» traduce λόγος: aquí, la razón formativa (el principio que da forma) y, a la vez, la definición de lo que algo es.
λόγον τοίνυν δεῖ τὸν ἄνθρωπον ἄλλον παρὰ τὴν ψυχὴν εἶναι. τί [οὖν] κωλύει συναμφότερόν τι τὸν ἄνθρωπον εἶναι, ψυχὴν ἐν τοιῷδε λόγῳ, ὄντος τοῦ λόγου οἷον ἐνεργείας τοιᾶσδε, τῆς δὲ ἐνεργείας μὴ δυναμένης ἄνευ τοῦ ἐνεργοῦντος εἶναι; οὕτω γὰρ καὶ οἱ ἐν τοῖς σπέρμασι λόγοι: οὔτε γὰρ ἄνευ ψυχῆς οὔτε ψυχαὶ ἁπλῶς. οἱ γὰρ λόγοι οἱ ποιοῦντες οὐκ ἄψυχοι, καὶ θαυμαστὸν οὐδὲν τὰς τοιαύτας οὐσίας λόγους εἶναι. οἱ οὖν μὴ ποιοῦντες ἄνθρωπον λόγοι ποίας ψυχῆς ἐνέργειαι; ἆρα τῆς φυτικῆς; ἢ τῆς ζῷον ποιούσης, ἐναργεστέρας τινὸς καὶ αὐτὸ τοῦτο ζωτικωτέρας. ἡ δὲ ψυχὴ ἡ τοιαύτη ἡ ἐγγενομένη τῇ τοιαύτῃ ὕλῃ, ἅτε οὖσα τοῦτο, οἷον οὕτω διακειμένη καὶ ἄνευ τοῦ σώματος, ἄνθρωπος, ἐν σώματι δὲ μορφώσασα καθ̓ αὑτὴν καὶ ἄλλο εἴδωλον ἀνθρώπου ὅσον ἐδέχετο τὸ σῶμα ποιήσασα, ὥσπερ καὶ τούτου αὖ ποιήσει ὁ ζωγράφος ἔτι ἐλάττω ἄνθρωπόν τινα, τὴν μορφὴν ἔχει καὶ τοὺς λόγους ἢ τὰ ἤθη, τὰς διαθέσεις, τὰς δυνάμεις, ἀμυδρὰ πάντα, ὅτι μὴ οὗτος πρῶτος: καὶ δὴ καὶ εἴδη αἰσθήσεων ἄλλων, αἰσθήσεις ἄλλας ἐναργεῖς δοκούσας εἶναι, ἀμυδροτέρας δὲ ὡς πρὸς τὰς πρὸ αὐτῶν καὶ εἰκόνας: ὁ δὲ ἐπὶ τούτῳ ἄνθρωπος ψυχῆς ἤδη θειοτέρας, ἐχούσης βελτίω ἄνθρωπον καὶ αἰσθήσεις ἐναργεστέρας. καὶ εἴη ἂν ὁ Πλάτων τοῦτον ὁρισάμενος, προσθεὶς δὲ τὸ ʽχρωμένην σώματἰ, ὅτι ἐποχεῖται τῇ ἥτις προσχρῆται πρώτως σώματι, ἡ δὲ δευτέρως. ἤδη γὰρ αἰσθητικοῦ ὄντος τοῦ γενομένου ἐπηκολούθησεν αὕτη τρανοτέραν ζωὴν διδοῦσα: μᾶλλον δὲ οὐδ’ ἐπηκολούθησεν, ἀλλὰ οἷον προσέθηκεν αὐτήν: οὐ γὰρ ἐξίσταται τοῦ νοητοῦ, ἀλλὰ συναψαμένη οἷον ἐκκρεμαμένην ἔχει τὴν κάτω συμμίξασα ἑαυτὴν λόγῳ πρὸς λόγον. ὅθεν καὶ ἀμυδρὸς οὗτος ὢν ἐγένετο φανερὸς τῇ ἐλλάμψει.
Es preciso, pues, que el hombre sea una razón distinta del alma. ¿Qué impide [entonces] que el hombre sea un compuesto, el alma en tal razón, siendo la razón como un cierto acto de tal clase, y no pudiendo el acto ser sin el que actúa? Pues así son también las razones en las semillas: no son sin alma, ni son almas sin más. Pues las razones que hacen no son inanimadas, y nada hay de extraño en que tales esencias sean razones. Las razones, pues, que no hacen al hombre, ¿de qué alma son actos? ¿Acaso de la vegetativa? ¿O de la que hace al animal, una más evidente y, por eso mismo, más vital? Y el alma así, la que se ha dado en tal materia, siendo esto, es decir, dispuesta así incluso sin el cuerpo, [es] hombre; pero, en el cuerpo, habiendo formado según sí misma y habiendo hecho otro simulacro de hombre cuanto el cuerpo podía recibir —como también de este, a su vez, el pintor hará un hombre aún menor—, tiene la figura y las razones, o los caracteres, las disposiciones, las potencias, todo tenue, porque este [hombre] no es el primero; y también formas de otras sensaciones, otras sensaciones que parecen claras, pero más tenues respecto de las anteriores y como imágenes; y el hombre que viene después de este [es] de un alma ya más divina, que tiene un hombre mejor y sensaciones más claras. Y Platón habría definido a este, añadiendo lo de «que se sirve de un cuerpo», porque cabalga sobre la que se sirve del cuerpo en primer lugar, mientras que esta [se sirve de él] en segundo lugar. Pues, siendo ya sensitivo lo generado, esta [alma] siguió dándole una vida más nítida; o más bien ni siquiera siguió, sino que como que la añadió; pues no sale de lo inteligible, sino que, adherida a ello, tiene como suspendida a la de abajo, habiéndose mezclado razón con razón. De ahí que este [hombre], siendo tenue, se hiciera manifiesto por el resplandor.✦
Alusión a Platón, Alcibíades I: el hombre definido como el alma que se sirve del cuerpo.
πῶς οὖν ἐν τῇ κρείττονι τὸ αἰσθητικόν; ʽ??ʼ τὸ αἰσθητικὸν τῶν ἐκεῖ αἰσθητῶν, καὶ ὡς ἐκεῖ τὰ αἰσθητά. διὸ καὶ οὕτως αἰσθάνεται τὴν αἰσθητὴν ἁρμονίαν τῇ δὲ αἰσθήσει παραδεξαμένου τοῦ αἰσθητικοῦ ἀνθρώπου καὶ συναρμόσαντος εἰς ἔσχατον πρὸς τὴν ἐκεῖ ἁρμονίαν καὶ πῦρ ἐναρμόσαντος πρὸς τὸ ἐκεῖ πῦρ, οὗ αἴσθησις ἦν ἐκείνῃ τῇ ψυχῇ ἀνὰ λόγον τοῦ πυρὸς τοῦ ἐκεῖ φύσει. εἰ γὰρ ἦν ἐκεῖ σώματα ταῦτα, ἦσαν [ἂν] αὐτῶν τῇ ψυχῇ αἰσθήσεις καὶ ἀντιλήψεις: καὶ ὁ ἄνθρωπος ὁ ἐκεῖ, ἡ τοιαύτη ψυχή, ἀντιληπτικὴ τούτων, ὅθεν καὶ ὁ ὕστερος ἄνθρωπος, τὸ μίμημα, εἶχε τοὺς λόγους ἐν μιμήσει: καὶ ὁ ἐν νῷ ἄνθρωπος τὸν πρὸ πάντων τῶν ἀνθρώπων ἄνθρωπον. ἐλλάμπει δ’ οὗτος τῷ δευτέρῳ καὶ οὗτος τῷ τρίτῳ: ἔχει δέ πως πάντας ὁ ἔσχατος, οὐ γινόμενος ἐκείνοις, ἀλλὰ παρακείμενος ἐκείνοις. ἐνεργεῖ δὲ ὁ μὲν ἡμῶν κατὰ τὸν ἔσχατον, τῷ δέ τι καὶ παρὰ τοῦ πρὸ αὐτοῦ, τῷ δὲ καὶ παρὰ τοῦ τρίτου ἡ ἐνέργεια, καὶ ἔστιν ἕκαστος καθ̓ ὃν ἐνεργεῖ, καίτοι πάντας ἕκαστος ἔχει καὶ αὖ οὐκ ἔχει. τοῦ δὲ σώματος χωρισθείσης τῆς τρίτης ζωῆς καὶ τοῦ τρίτου ἀνθρώπου, εἰ συνέποιτο ἡ δευτέρα, συνέποιτο δὲ μὴ χωρισθεῖσα τῶν ἄνω, οὗ ἐκείνη καὶ αὕτη λέγεται εἶναι. μεταλαβούσης δὲ θήρειον σῶμα θαυμάζεται, πῶς λόγος οὖσα ἀνθρώπου: ἢ πάντα ἦν, ἄλλοτε δὲ ἐνεργεῖ κατ’ ἄλλον. καθαρὰ μὲν οὖν οὖσα καὶ πρὶν κακυνθῆναι ἄνθρωπον θέλει καὶ ἄνθρωπος ἔστι. καὶ γὰρ κάλλιον τοῦτο, καὶ τὸ κάλλιον ποιεῖ. ποιεῖ δὲ καὶ δαίμονας προτέρους, ὁμοειδεῖς τῇ […] ἄνθρωπον, καὶ ὁ πρὸ αὐτῆς δαιμονιώτερος, μᾶλλον δὲ θεός, καὶ ἔστι μίμημα θεοῦ δαίμων εἰς θεὸν ἀνηρτημένος, ὥσπερ ἄνθρωπος εἰς ἄνθρωπον. οὐ γὰρ λέγεται θεός, εἰς ὃν ὁ ἄνθρωπος. ἔχει γὰρ διαφοράν, ἣν ἔχουσι ψυχαὶ πρὸς ἀλλήλας, κἂν ἐκ τοῦ αὐτοῦ ὦσι στοίχου. λέγειν δὲ δεῖ δαίμονας εἶδος δαιμόνων, οὕς φησιν ὁ Πλάτων δαίμονας. ὅταν δὲ συνέπηται τὴν θήρειον φύσιν ἑλομένη ψυχὴ ἡ συνηρτημένη τῇ […] ὅτε ἄνθρωπος ἦν, τὸν ἐν αὐτῇ λόγον ἐκείνου τοῦ ζῴου ἔδωκεν. ἔχει γάρ, καὶ ἡ ἐνέργεια αὕτη χείρων.
Entonces, ¿cómo está lo sensitivo en lo superior? ʽ??ʼ Lo sensitivo [es] de los sensibles de allá, y como son allá los sensibles. Por eso también así percibe la armonía sensible; y el hombre sensitivo, habiéndola recibido con la sensación y habiéndose ajustado, hasta lo último, a la armonía de allá, y habiendo ajustado el fuego al fuego de allá, del cual había sensación para aquella alma, en proporción al fuego de allá, que lo es por naturaleza. Pues si hubiera allá estos cuerpos, habría [ἂν] para el alma sensaciones y aprehensiones de ellos; y el hombre de allá, tal alma, es capaz de aprehender estos [cuerpos]; de ahí que también el hombre posterior, la imitación, tuviera las razones en imitación; y el hombre que está en el Intelecto [tiene] al hombre anterior a todos los hombres. Este ilumina al segundo, y este al tercero; y de algún modo el último los tiene a todos, no haciéndose aquellos, sino estando junto a aquellos. Uno de nosotros actúa según el último; para otro hay algo también de parte del que está antes de él; y para otro la actividad procede también del tercero; y cada uno es según aquel conforme al cual actúa, aunque cada uno los tiene a todos y, a su vez, no los tiene. Y cuando la tercera vida y el tercer hombre se separan del cuerpo, [puede ocurrir] que la segunda [vida] los acompañe, y los acompañaría sin separarse de las cosas de arriba, de donde se dice que esa [vida] y esta son. Pero cuando [el alma] participa de un cuerpo de fiera, uno se asombra: ¿cómo, siendo razón de hombre? ¿O bien era todas las cosas, pero actúa unas veces según una y otras según otra? Pura, pues, y antes de haberse hecho mala, quiere [ser] hombre, y es hombre. Pues esto es más bello, y [el alma] hace lo más bello. Hace también daímones anteriores, de la misma forma que la […] hombre, y el que está antes que ella [es] más daimónico, o más bien dios; y el daímon es imagen de dios, suspendido de dios, como un hombre [lo está] de un hombre. Pues no se llama dios a aquel del que depende el hombre. Porque tiene una diferencia, la que tienen las almas entre sí, aunque sean de la misma serie. Y hay que decir que «daímones» designa una especie de daímones: los que Platón llama daímones. Y cuando el alma que ha elegido la naturaleza de fiera acompaña, la que estaba unida a la […] cuando era hombre, dio la razón que hay en ella de aquel animal. Pues la tiene, y esta actividad es peor.✦
Daímon: ser intermedio entre los dioses y los hombres, según la tradición platónica. Alusión a Platón.
Los signos ʽ??ʼ y […] reproducen pasajes corruptos o con lagunas en la edición.
ἀλλ’ εἰ κακυνθεῖσα καὶ χείρων γενομένη πλάττει θήρειον φύσιν, οὐκ ἦν ὃ ἐξ ἀρχῆς βοῦν ἐποίει ἢ ἵππον, καὶ ὁ λόγος δὲ ἵππου καὶ ἵππος παρὰ φύσιν. ἢ ἔλαττον, οὐ μὴν παρὰ φύσιν, ἀλλ’ ἐκεῖνό πως καὶ ἐξ ἀρχῆς ἵππος ἢ κύων: καὶ εἰ μὲν ἕξει, ποιεῖ τὸ κάλλιον, εἰ δὲ μή, ὃ δύναται, ἥ γε ποιεῖν προσταχθεῖσα: οἷα καὶ οἱ πολλὰ εἴδη ποιεῖν εἰδότες δημιουργοί, εἶτα ποιοῦντες τοῦτο, ἢ ὃ προσετάχθησαν, ἢ ὃ ἡ ὕλη ἐθέλει τῇ ἐπιτηδειότητι. τί γὰρ κωλύει τὴν μὲν δύναμιν τῆς τοῦ παντὸς ψυχῆς προυπογραφειν, ἅτε λόγον πάντα οὖσαν, πρὶν καὶ παῤ αὐτῆς ἥκειν τὰς ψυχικὰς δυναμεις, καὶ τὴν προυπογραφὴν οἷον προδρόμους ἐλλάμψεις εἰς τὴν ὕλην εἶναι, ἤδη δὲ τοῖς τοιούτοις ἴχνεσιν ἐπακολουθοῦσαν τὴν ἐξεργαζομένην ψυχην κατὰ μέρη τὰ ἴχνη διαρθροῦσαν ποιῆσαι καὶ γενέσθαι ἑκάστηι τοῦτο, ᾧ προσῆλθε, σχηματίσασαν ἑαυτήν, ὥσπερ τὸν ἐν ὀρχήσει πρὸς τὸ δοθὲν αὐτῷ δρᾶμα; ἀλλὰ γὰρ ἐπισπώμενοι τῷ ἐφεξῆς εἰς τοῦτο ἥκομεν. ἦν δὲ ἡμῖν ὁ λόγος, τὸ αἰσθητικὸν ὅπως τοῦ ἀνθρώπου καὶ πῶς οὐκ ἐκεῖνα πρὸς γένεσιν βλέπει: καὶ ἡμῖν ἐφαίνετο καὶ ὁ λόγος ἐδείκνυεν οὐκ ἐκεῖνα πρὸς τὰ τῆδε βλέπειν, ἀλλὰ ταῦτα εἰς ἐκεῖνα ἀνηρτῆσθαι καὶ μιμεῖσθαι ἐκεῖνα, καὶ τοῦτον τὸν ἄνθρωπον παῤ ἐκείνου ἔχοντα τὰς δυνάμεις πρὸς ἐκεῖνα καὶ συνεζεῦχθαι ταῦτα τὰ αἰσθητὰ τούτῳ, ἐκεῖνα δ’ ἐκείνῳ: ἐκεῖνα γάρ τὰ αἰσθητά, ἃ οὕτως ὠνομάσαμεν, ὅτι ἀσώματα, ἄλλον τρόπον ἐν ἀντιλήψει, καὶ τήνδε τὴν αἴσθησιν ἀμυδροτέραν οὖσαν τῆς ἐκεῖ ἀντιλήψεως, ἣν ὠνομάζομεν αἴσθησιν, ὅτι σωμάτων ἦν, ἐναργεστέραν εἶναι: καὶ διὰ τοῦτο καὶ τοῦτον αἰσθητικόν, ὅτι ἐλαττόνως, καὶ ἐλαττόνων ἀντιληπτικὸν εἰκόνων ἐκείνων: ὥστε εἶναι τὰς αἰσθήσεις ταύτας ἀμυδρὰς νοήσεις, τὰς δὲ ἐκεῖ νοήσεις ἐναργεῖς αἰσθήσεις.
Pero si, hecha mala y vuelta peor, modela una naturaleza de fiera, ¿no era lo que desde el principio hacía buey o caballo, y la razón de caballo, y el caballo, [serían] contra naturaleza? ¿O bien [es] menos, pero no contra naturaleza, sino que aquello de algún modo era también desde el principio caballo o perro? Y si [el alma] puede, hace lo más bello; y si no, lo que puede, al menos la que ha recibido la orden de hacer; como también los artesanos que saben hacer muchas formas y luego hacen esta, o la que se les ordenó, o la que la materia quiere por su aptitud. Pues ¿qué impide que la potencia del Alma del todo, como razón que es de todo, trace de antemano, antes de que de ella vengan las potencias psíquicas, y que ese trazado previo sea como unas iluminaciones precursoras hacia la materia; y que ya, siguiendo tales huellas, el alma que lo elabora, articulando las huellas por partes, haga [cada cosa] y llegue a ser para cada una aquello a lo que se acercó, configurándose a sí misma, como el que está en la danza [se configura] según el drama que se le ha dado? Pero, arrastrados por lo consecutivo, hemos llegado a esto. Nuestro asunto era: cómo [es] lo sensitivo del hombre, y cómo aquellas [cosas] no miran a la generación. Y nos parecía, y la razón lo mostraba, que no son aquellas las que miran a las cosas de aquí, sino que estas están suspendidas de aquellas y las imitan; y que este hombre, teniendo de aquel las potencias hacia aquellas [cosas], y que estos sensibles están unidos a este, y aquellos a aquel; pues aquellos sensibles, que así llamamos porque [son] incorpóreos, [están] de otro modo en la aprehensión; y que esta sensación de aquí, siendo más tenue que la aprehensión de allá —a la que llamábamos sensación porque era de cuerpos—, [la de allá] es más clara. Y por esto también este [hombre] es sensitivo, porque lo es menos, y capaz de aprehender menos, [pues son] imágenes de aquellas; de modo que estas sensaciones son intelecciones tenues, y las de allá, intelecciones [que son] sensaciones claras.✦
Alma del todo: el Alma como hipóstasis que contiene las razones de todas las cosas.
ἀλλὰ τὸ μὲν αἰσθητικὸν οὕτως. τὸ δὲ ἵππος ὅλος καὶ ἕκαστον τῶν ζῴων ἐκεῖ πῶς οὐ πρὸς τὰ ἐνταῦθα ἐθέλει βλέπειν; ἀλλ’ εἰ μέν, ἵνα ἐνταῦθα ἵππος γένοιτο ἢ ἄλλο τι ζῷον, ἐξεῦρε νόησιν ἵππου: καίτοι πῶς οἷόν τε ἦν βουλόμενον ἵππον ποιῆσαι νοῆσαι ἵππον; ἤδη γὰρ δῆλον ὅτι ὑπῆρχεν ἵππου νόησις, εἴπερ ἠβουλήθη ἵππον ποιῆσαι: ὥστε οὐκ ἔστιν, ἵνα ποιήσῃ, νοῆσαι, ἀλλὰ πρότερον εἶναι τὸν μὴ γενόμενον ἵππον πρὸ τοῦ μετὰ ταῦτα ἐσομένου. εἰ οὖν πρὸ τῆς γενέσεως ἦν καὶ οὐχ, ἵνα γένηται, ἐνοήθη, οὐ πρὸς τὰ τῇδε βλέπων εἶχε παῤ ἑαυτῷ ὃς εἶχε τὸν ἐκεῖ ἵππον, οὐδ’ ἵνα τὰ τῇδε ποιήσῃ, εἶχε τοῦτόν τε καὶ τὰ ἄλλα, ἀλλὰ ἦν μὲν ἐκεῖνα, ταῦτα δὲ ἐπηκολούθει ἐξ ἀνάγκης ἐκείνοις: οὐ γὰρ ἦν στῆναι μέχρι τῶν ἐκεῖ. τίς γὰρ ἂν ἔστησε δύναμιν μένειν τε καὶ προιέναι δυναμένην; ἀλλὰ διὰ τί ἐκεῖ ζῷα ταῦτα; τί γὰρ ἐν θεῷ ταῦτα; τὰ μὲν γὰρ λογικὰ ἔστω: ἀλόγων δὲ τοσοῦτον πλῆθος τί τὸ σεμνὸν ἔχει; τί δὲ οὐ τοὐναντίον; ὅτι μὲν οὖν πολλὰ δεῖ τοῦτο τὸ ἓν εἶναι ὂν μετὰ τὸ πάντη ἕν, δῆλον: ἢ οὐκ ἂν ἦν μετ’ ἐκεῖνο, ἀλλ’ ἐκεῖνο. μετ’ ἐκεῖνο δὲ ὂν ὑπὲρ μὲν ἐκεῖνο πρὸς τὸ μᾶλλον ἓν γενέσθαι οὐκ ἦν, ἐλλεῖπον δὲ ἐκείνου: τοῦ δ’ ἀρίστου ὄντος ἑνὸς ἔδει πλέον ἢ ἓν εἶναι: τὸ γὰρ πλῆθος ἐν ἐλλείψει. τί οὖν κωλύει δυάδα εἶναι; ἢ ἑκάτερον τῶν ἐν τῇ δυάδι οὐχ οἷόν τε ἦν ἓν παντελῶς εἶναι, ἀλλὰ πάλιν αὖ δύο τοὐλάχιστον εἶναι, καὶ ἐκείνων αὖ ὡσαύτως: εἶτα καὶ κίνησις ἦν ἐν τῇ δυάδι τῇ πρώτῃ καὶ στάσις, ἦν δὲ καὶ νοῦς, καὶ ζωὴ ἦν ἐν αὐτῷ: καὶ τέλειος νοῦς καὶ ζωὴ τελεία. ἦν τοίνυν οὐχ ὡς νοῦς εἷς, ἀλλὰ πᾶς καὶ πάντας τοὺς καθ̓ ἕκαστα νοῦς ἔχων καὶ τοσοῦτος, ὅσοι πάντες, καὶ πλείων: καὶ ἔζη οὐχ ὡς ψυχὴ μία, ἀλλ’ ὡς πᾶσαι καὶ πλείω δύναμιν εἰς τὸ ποιεῖν ψυχὰς ἑκάστας ἔχων, καὶ ζῷον παντελὲς ἦν, οὐκ ἄνθρωπον ἐν αὑτῷ μόνον ἔχον: μόνος γὰρ [ἂν] ἄνθρωπος ἐνταῦθα ἦν.
Pero lo sensitivo, así. Ahora bien, el caballo entero y cada uno de los animales de allá, ¿cómo no quiere mirar a las cosas de aquí? Pero si, para que aquí hubiera un caballo u otro animal, [el Intelecto] hubiera hallado la intelección de caballo… Y sin embargo, ¿cómo era posible que quien quería hacer un caballo pensara un caballo? Pues es ya evidente que la intelección de caballo existía, si es que quiso hacer un caballo; de modo que no es para hacer por lo que se piensa, sino que el caballo no generado existe antes que el que será después de esto. Si, pues, era antes de la generación y no fue pensado para que se generara, entonces no por mirar a las cosas de aquí tenía junto a sí, quien lo tenía, al caballo de allá, ni para hacer las cosas de aquí tenía este y los demás, sino que aquellos eran, y estos seguían a aquellos por necesidad; pues no era posible detenerse en las cosas de allá. ¿Quién, en efecto, habría detenido una potencia capaz de permanecer y de proceder? Pero ¿por qué hay allá estos animales? ¿Qué [tienen que hacer] estos en dios? Pues los racionales, sea; pero de los irracionales, tan gran multitud, ¿qué dignidad tiene? ¿Y no [es] más bien lo contrario? Que este uno, siendo [ser] después de lo enteramente Uno, debe ser múltiple, es evidente; o no sería después de aquel, sino aquel. Siendo después de aquel, no le era posible, por encima de aquel, llegar a ser más uno, sino que era deficiente respecto de aquel; y siendo lo mejor uno, era necesario que fuera más que uno: pues la multitud está en deficiencia. Entonces, ¿qué impide que sea díada? ¿O bien no era posible que cada uno de los de la díada fuera uno por completo, sino que a su vez eran al menos dos, y de aquellos, a su vez, igualmente? Después, había también movimiento en la primera díada, y reposo; y había Intelecto, y vida había en él: Intelecto perfecto y vida perfecta. Era, pues, no como un intelecto uno, sino todo, y teniendo todos los intelectos particulares, y tan grande como todos juntos, y más; y vivía no como un alma sola, sino como todas, teniendo mayor potencia para hacer cada una de las almas; y era un animal completo, no teniendo en sí solo al hombre: pues entonces [ἂν] solo habría hombre aquí.✦
Díada: la primera multiplicidad que sigue a lo Uno, en la que el movimiento y el reposo dan lugar al Intelecto y a la vida.
ἀλλ’ ἔστω, φήσει τις, τὰ τίμια τῶν ζῴων: πῶς [δ’] αὖ τὰ εὐτελῆ καὶ τὰ ἄλογα ἦν; τὸ εὐτελὲς δηλονότι τῷ ἀλόγως ἔχοντι, εἰ τῷ λογικῷ τὸ τίμιον: καὶ εἰ τῷ νοερῷ τὸ τίμιον, τῷ ἀνοήτῳ τὸ ἐναντίον. καίτοι πῶς ἀνόητον ἢ ἄλογον ἐκείνου ὄντος ἐν ᾧ ἕκαστα ἢ ἐξ οὗ; πρὸ δὴ τῶν περὶ ταῦτα καὶ πρὸς ταῦτα λεχθησομένων λάβωμεν, ὡς ὁ ἄνθρωπος ὁ ἐνταῦθα οὐ τοιοῦτός ἐστιν, οἷος ἐκεῖνος, ὥστε καὶ τὰ ἄλλα ζῷα οὐχ οἷα τὰ ἐνταῦθα κἀκεῖ, ἀλλὰ μειζόνως δεῖ ἐκεῖνα λαμβάνειν: εἶτα οὑ̓??ʼὲ τὸ λογικὸν ἐκεῖ: ὧδε γὰρ ἴσως λογικός, ἐκεῖ δὲ ὁ πρὸ τοῦ λογίζεσθαι. διὰ τί οὖν ἐνταῦθα λογίζεται οὗτος, τὰ δ’ ἄλλα οὔ; ἢ διαφόρου ὄντος ἐκεῖ τοῦ νοεῖν ἔν τε ἀνθρώπῳ καὶ τοῖς ἄλλοις ζῴοις, διάφορον καὶ τὸ λογίζεσθαι: ἔνι γάρ πως καὶ τοῖς ἄλλοις ζῴοις πολλὰ διανοίας ἔργα. διὰ τί οὖν οὐκ ἐπίσης λογικά; διὰ τί δὲ ἄνθρωποι πρὸς ἀλλήλους οὐκ ἐπίσης; δεῖ δὴ ἐνθυμεῖσθαι, ὡς τὰς πολλὰς ζωὰς οἷον κινήσεις οὔσας καὶ τὰς πολλὰς νοήσεις οὐκ ἐχρῆν τὰς αὐτὰς εἶναι, ἀλλὰ καὶ ζωὰς διαφόρους καὶ νοήσεις ὡσαύτως: τὰς δὲ διαφοράς πως φωτεινοτέρας καὶ ἐναργεστέρας καὶ τὸ ἐγγὺς δὲ τῶν πρώτων πρώτας καὶ δευτέρας καὶ τρίτας. διόπερ τῶν νοήσεων αἱ μὲν θεοί, αἱ δὲ δεύτερόν τι γένος, ἐν ᾧ τὸ λογικὸν ἐπίκλην ἐνταῦθα, ἑξῆς δ’ ἀπὸ τούτων τὸ ἄλογον κληθέν: ἐκεῖ δὲ καὶ τὸ ἄλογον λεγόμενον λόγος ἦν, καὶ τὸ ἄνουν νοῦς ἦν, ἐπεὶ καὶ ὁ νοῶν ἵππον νοῦς ἐστι, καὶ ἡ νόησις ἵππου νοῦς ἦν. ἀλλ’ εἰ μὲν νόησις μόνον, ἄτοπον οὐδὲν τὴν νόησιν αὐτὴν νόησιν οὖσαν ἀνοήτου εἶναι: νῦν δ’ εἰ ταὐτὸν ἡ νόησις τῷ πράγματι, πῶς ἡ μὲν νόησις, ἀνόητον δὲ τὸ πρᾶγμα; οὕτω γὰρ ἂν νοῦς ἀνόητον ἑαυτὸν ποιοῖ. ἢ οὐκ ἀνόητον, ἀλλὰ νοῦς τοιόσδε: ζωὴ γὰρ τοιάδε. ὡς γὰρ ἡτισοῦν ζωὴ οὐκ ἀπήλλακται τοῦ εἶναι ζωή, οὕτως οὐδὲ νοῦς τοιόσδε ἀπήλλακται τοῦ εἶναι νοῦς: ἐπεὶ οὐδὲ ὁ νοῦς ὁ κατὰ ὁτιοῦν ζῷον ἀπήλλακται αὖ τοῦ νοῦς εἶναι πάντων, οἷον καὶ ἀνθρώπου, εἴπερ ἕκαστον μέρος, ὅ τι ἂν λάβῃς, πάντα, ἀλλ’ ἴσως ἄλλως. ἐνεργείᾳ μὲν γὰρ ἐκεῖνο, δύναται δὲ πάντα: λαμβάνομεν δὲ καθ̓ ἕκαστον τὸ ἐνεργείᾳ: τὸ δ’ ἐνεργείᾳ ἔσχατον, ὥστε τοῦδε τοῦ νοῦ τὸ ἔσχατον ἵππον εἶναι καὶ ᾗ ἔληξε προιὼν ἀεὶ εἰς ἐλάττω ζωὴν ἵππον εἶναι, ἄλλον δὲ κατωτέρω λῆξαι. ἐξελιττόμεναι γὰρ αἱ δυνάμεις καταλείπουσιν ἀεὶ εἰς τὸ ἄνω. προίασι δέ τι ἀφιεῖσαι καὶ ἐν τῷ ἀφεῖναι δὲ ἄλλα [καὶ] ἄλλα διὰ τὸ ἐνδεὲς τοῦ ζῴου, τοῦ φανέντος ἐκ τοῦ ἐλλείποντος, ἕτερον ἐξευροῦσαι προσθεῖναι: οἷον ἐπεὶ οὐκ ἔστιν ἔτι τὸ ἱκανὸν εἰς ζωήν, ἀνεφάνη ὄνυξ ταὶ τὸ γαμψώνυχον ἢ τὸ καρχαρόδουν ἢ κέρατος φύσις: ὥστε, ᾗ κατῆλθεν ὁ νοῦς, ταύτῃ πάλιν αὖ τῷ αὐτάρκει τῆς φύσεως ἀνακύψαι καὶ εὑρεῖν ἐν αὑτῷ τοῦ ἐλλείποντος κειμένην ἴασιν.
«Pero admitamos», dirá alguien, «los animales estimables; ¿cómo, a su vez, [había] los viles y los irracionales?». Lo vil [es], evidentemente, lo que se comporta sin razón, si lo estimable es lo racional; y si lo estimable es lo intelectivo, lo contrario [es] lo no inteligente. Y, sin embargo, ¿cómo [podría haber] algo no inteligente o irracional, siendo aquello [el Intelecto] en el cual está cada cosa o de donde [procede]? Antes de lo que se dirá acerca de esto y en relación con esto, tomemos [por sentado] que el hombre de aquí no es tal como aquel, de modo que también los demás animales no son allá como los de aquí, sino que hay que tomar aquellos en un sentido mayor; luego, ʽ??ʼ lo racional de allá; pues aquí quizá [es] racional, y allá, el [que es] anterior al razonar. Entonces, ¿por qué este razona aquí, y los demás no? ¿O bien, siendo allá diferente el pensar en el hombre y en los demás animales, también es diferente el razonar? Pues hay de algún modo, también en los demás animales, muchas obras de la reflexión. Entonces, ¿por qué no son igualmente racionales? ¿Y por qué los hombres entre sí no lo son igualmente? Hay que considerar que las muchas vidas, siendo como movimientos, y las muchas intelecciones no debían ser las mismas, sino que también las vidas [debían ser] diversas, y las intelecciones igualmente; y las diferencias, de algún modo más luminosas y más claras, y lo cercano a las primeras, primeras, segundas y terceras. Por eso, de las intelecciones unas son dioses, otras un segundo género, en el cual [está] lo llamado aquí racional, y a continuación de estas, lo llamado irracional; pero allá también lo llamado irracional era razón, y lo sin intelecto era intelecto, puesto que también el que piensa un caballo es intelecto, y la intelección de caballo era intelecto. Pero si fuera solo intelección, nada absurdo habría en que la intelección misma, siendo intelección, lo fuera de algo no inteligente; pero ahora, si la intelección es lo mismo que la cosa, ¿cómo [puede ser] intelección, y no inteligente la cosa? Pues así el Intelecto se haría a sí mismo no inteligente. ¿O bien no [es] no inteligente, sino un intelecto de tal clase? Pues [es] una vida de tal clase. Porque, así como cualquier vida no deja de ser vida, tampoco un intelecto de tal clase deja de ser intelecto; puesto que tampoco el intelecto [que corresponde] a cualquier animal deja de ser intelecto de todas las cosas, por ejemplo también del hombre, si cada parte, la que tomes, [es] todas las cosas, pero quizá de otro modo. Pues aquello [está] en acto, pero puede [ser] todas las cosas; y tomamos en cada caso lo [que está] en acto; y lo [que está] en acto [es] lo último, de modo que lo último de este intelecto es ser caballo, y [ser caballo es] donde terminó, avanzando siempre hacia una vida menor, y otro terminó más abajo. Pues las potencias, al desplegarse, dejan siempre [algo] hacia arriba. Avanzan soltando algo, y, al soltar otras [y] otras, por la carencia del animal, que apareció a partir de lo deficiente, hallan otra cosa que añadir: por ejemplo, como ya no es suficiente para la vida, apareció la uña, o la garra, o el diente aserrado, o la naturaleza del cuerno; de modo que, por donde descendió el intelecto, por allí, a su vez, mediante lo autosuficiente de la naturaleza, [puede] emerger y hallar en sí mismo el remedio de lo deficiente, que está puesto [ahí].✦
En el texto griego hay un pasaje corrupto (marcado ʽ??ʼ) en la frase «luego… lo racional de allá».
ἀλλὰ πῶς ἐκεῖ ἐνέλειπε; τί γὰρ κέρατα ἐκεῖ πρὸς ἄμυναν; ἢ πρὸς τὸ αὔταρκες ὡς ζῴου καὶ τὸ τέλειον. ὡς γὰρ ζῷον ἔδει τέλειον εἶναι, καὶ ὡς νοῦν δὲ τέλειον, καὶ ὡς ζωὴν δὲ τέλειον: ὥστε, εἰ μὴ τοῦτο, ἀλλὰ τοῦτο. καὶ ἡ διαφορὰ τῷ ἄλλο ἀντὶ ἄλλου, ἵνα ἐκ πάντων μὲν τὸ τελειότατον ζῷον καὶ ὁ τέλειος νοῦς καὶ ἡ τελειοτάτη ζωή, ἕκαστον δὲ ὡς ἕκαστον τέλειον. καὶ μήν, εἰ ἐκ πολλῶν, δεῖ εἶναι αὖ ἓν ἢ οὐχ οἷόν τε ἐκ πολλῶν μὲν εἶναι, τῶν αὐτῶν δὲ πάντων: ἢ αὔταρκες ἦν ἂν ἕν. δεῖ τοίνυν ἐξ ἑτέρων ἀεὶ κατ’ εἶδος, ὥσπερ καὶ πᾶν σύνθετον, καὶ σωζομένων ἑκάστων, οἷαι καὶ αἱ μορφαὶ καὶ οἱ λόγοι. αἵ τε γὰρ μορφαί, οἷον ἀνθρώπου, ἐξ ὅσων διαφορῶν, καίτοι τὸ ἐπὶ πᾶσιν ἕν: καὶ βελτίω καὶ χείρω ἀλλήλων, ὀφθαλμὸς καὶ δάκτυλος, ἀλλ’ ἑνός, καὶ χεῖρον ὡς πρὸς τὸ πᾶν, ἀλλ’ ὅτι οὕτω, βέλτιον: καὶ ὁ λόγος δὲ ζῷον καὶ ἄλλο τι, ὃ μὴ ταὐτὸν τῷ ζῷον. καὶ ἀρετὴ δὲ τὸ κοινὸν καὶ τὸ ἴδιον καὶ τὸ ὅλον καλὸν ἀδιαφόρου τοῦ κοινοῦ ὄντος.
Pero ¿cómo faltaba allá? Pues ¿qué cuernos [habría] allá para la defensa? ¿O bien [se trata] de lo autosuficiente y perfecto en cuanto animal? Pues como animal debía ser perfecto, y como intelecto, perfecto, y como vida, perfecto; de modo que, si no esto, [entonces] esto otro. Y la diferencia [consiste] en una cosa en lugar de otra, para que, a partir de todas, [resulten] el animal más perfecto, el Intelecto perfecto y la vida perfectísima, y cada uno, en cuanto cada uno, perfecto. Y sin embargo, si [es] a partir de muchos, a su vez tiene que ser uno; o no es posible que sea a partir de muchos, pero todos los mismos: o bastaría con uno, que sería autosuficiente. Es preciso, pues, que [sea] siempre a partir de [elementos] distintos según la forma, como también todo compuesto, conservándose cada uno, tales como son también las configuraciones y las razones. Pues las configuraciones, por ejemplo la del hombre, [constan] de cuántas diferencias, y sin embargo lo [que está] sobre todas ellas [es] uno; y [unas partes son] mejores y otras peores entre sí, ojo y dedo, pero [partes] de uno; y [es] peor con respecto al todo, pero, por ser así, mejor; y la razón [de hombre es] animal y algo otro, que no es lo mismo que animal. Y la virtud [es] lo común y lo propio, y el todo [es] bello, siendo lo común sin diferencia.
λέγεται δὲ οὐδ’ ὁ οὐρανός, καὶ πολλὰ δὲ φαίνεται, οὐκ ἀτιμάσαι τὴν τῶν ζῴων πάντων φύσιν: ἐπεὶ καὶ τόδε τὸ πᾶν πάντα ἔχει. πόθεν οὖν ἔχει; πάντα οὖν ἔχει ὅσα ἐνταῦθα τὰ ἐκεῖ; ἢ ὅσα λόγῳ πεποίηται καὶ κατ’ εἶδος. ἀλλ’ ὅταν πῦρ ἔχῃ, καὶ ὕδωρ ἔχει, ἔχει δὲ πάντως καὶ φυτά. πῶς οὖν τὰ φυτὰ ἐκεῖ; καὶ πῶς πῦρ ζῇ; καὶ πῶς γῆ; ἢ γὰρ ζῇ, ἢ οἷον νεκρὰ ἔσται ἐκεῖ, ὥστε μὴ πᾶν τὸ ἐκεῖ ζῆν. καὶ τί ὅλως ἐστὶν ἐκεῖ καὶ ταῦτα; τὰ μὲν οὖν φυτὰ δύναιτ̓ ἂν τῷ λόγῳ συναρμόσαι: ἐπεὶ καὶ τὸ τῇδε φυτὸν λόγος ἐστὶν ἐν ζωῇ κείμενος. εἰ δὴ ὁ ἔνυλος λόγος ὁ τοῦ φυτοῦ, καθ̓ ὃν τὸ φυτόν ἐστι, ζωή τις ἐστὶ τοιάδε καὶ ψυχή τις καὶ ὁ λόγος ἕν τι, ἤτοι τὸ πρῶτον φυτόν ἐστιν οὗτος ἢ οὔ, ἀλλὰ πρὸ αὐτοῦ φυτὸν τὸ πρῶτον, ἀφ̓ οὗ καὶ τοῦτο. καὶ γὰρ ἐκεῖνο ἕν, ταῦτα δὲ πολλὰ καὶ ἀφ̓ ἑνὸς ἐξ ἀνάγκης. εἰ δὴ τοῦτο, δεῖ πολὺ πρότερον ἐκεῖνο ζῆν καὶ αὐτὸ τοῦτο φυτὸν εἶναι, ἀπ’ ἐκείνου δὲ ταῦτα δευτέρως καὶ τρίτως καὶ κατ’ ἴχνος ἐκείνου ζῆν. γῆ δὲ πῶς; καὶ τί τὸ γῇ εἶναι; καὶ τίς ἡ ἐκεῖ γῆ τὸ ζῆν ἔχουσα; ἢ πρότερον τίς αὕτη: τοῦτο. δ’ ἐστὶ τί τὸ εἶναι ταύτῃ. δεῖ δὴ μορφήν τινα εἶναι καὶ ἐνταῦθα καὶ λόγον. ἐκεῖ μὲν οὖν ἐπὶ τοῦ φυτοῦ ἔζη καὶ ὁ τῇδε αὐτοῦ λόγος. ἆῤ οὖν καὶ ἐν τῇδε τῇ γῇ; ἤ, εἰ λάβοιμεν τὰ μάλιστα γήινα γεννώμενα καὶ πλαττόμενα ἐν αὐτῇ, εὕροιμεν ἂν καὶ ἐνταῦθα τὴν γῆς φύσιν. λίθων τοίνυν αὐξήσεις τε καὶ πλάσεις καὶ ὀρῶν ἀναφυομένων ἔνδον μορφώσεις πάντως που λόγου ἐμψύχου δημιουργοῦντος ἔνδοθεν καὶ εἰδοποιοῦντος χρὴ νομίζειν γίνεσθαι, καὶ τοῦτο εἶναι τὸ εἶδος τῆς γῆς τὸ ποιοῦν, ὥσπερ ἐν τοῖς δένδροις τὴν λεγομένην φύσιν, τῷ δὲ ξύλῳ τοῦ δένδρου ἀνάλογον τὴν λεγομένην εἶναι γῆν, καὶ ἀποτμηθέντα τὸν λίθον οὕτως ἔχειν, ὡς εἰ ἐκ τοῦ δένδρου τι κοπείη, μὴ παθόντος δὲ τούτου, ἀλλ’ ἔτι συνηρτημένου, ὡς τὸ μὴ κοπὲν ἐκ τοῦ ζῶντος φυτοῦ. τὴν [δὴ] δημιουργοῦσαν ἐγκαθημένην τῇ γῇ φύσιν ζωὴν ἐν λόγῳ ἀνευρόντες πιστοίμεθα ἂν τὸ ἐντεῦθεν ῥᾳδίως τὴν ἐκεῖ γῆν πολὺ πρότερον ζῶσαν εἶναι καὶ ζωὴν ἔλλογον γῆς, αὐτογῆν καὶ πρώτως γῆν, ἀφ̓ ἧς καὶ ἡ ἐνταῦθα γῆ. εἰ δὲ καὶ τὸ πῦρ λόγος τις ἐν ὕλῃ ἐστὶ καὶ τὰ ἄλλα τὰ τοιαῦτα καὶ οὐκ ἐκ τοῦ αὐτομάτου πῦρ — πόθεν γάρ; οὐ γὰρ ἐκ παρατρίψεως, ὡς ἄν τις οἰηθείη: ἤδη γὰρ ὄντος ἐν τῷ παντὶ πυρὸς ἡ παράτριψις ἐχόντων τῶν παρατριβομένων σωμάτων: οὐδὲ γὰρ ἡ ὕλη οὕτως δυνάμει, ὥστε παῤ αὐτῆς: εἰ δὴ κατὰ λόγον δεῖ τὸ ποιοῦν εἶναι ὡς μορφοῦν, τί ἂν εἴη; ἢ ψυχὴ ποιεῖν πῦρ δυναμένη: τοῦτο δ’ ἐστὶ ζωὴ καὶ λόγος, ἓν καὶ ταὐτὸν ἄμφω. διὸ καὶ Πλάτων ἐν ἑκάστῳ τούτων ψυχήν φησιν εἶναι οὐκ ἄλλως ἢ ὡς ποιοῦσαν τοῦτο δὴ τὸ αἰσθητὸν πῦρ. ἔστιν οὖν καὶ τὸ ἐνταῦθα ποιοῦν πῦρ ζωή τις πυρίνη, ἀληθέστερον πῦρ. τὸ ἄρα ἐπέκεινα πῦρ. μᾶλλον ὂν πῦρ μᾶλλον ἂν εἴη ἐν ζωῇ: ζῇ ἄρα καὶ αὐτὸ τὸ πῦρ. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων, ὕδατός τε καὶ ἀέρος. ἀλλὰ διὰ τί οὐκ ἔμψυχα καὶ ταῦτα ὥσπερ ἡ γῆ; ὅτι μὲν οὖν καὶ ταῦτα ἐν ζῴῳ τῷ παντί, δῆλόν που, καὶ ὅτι μέρη ζῴου: οὐ φαίνεται δὲ ζωὴ ἐν αὐτοῖς, ὥσπερ οὐδ’ ἐπὶ τῆς γῆς: συλλογίζεσθαι δ’ ἦν κἀκεῖ καὶ ἐκ τῶν γινομένων ἐν αὐτῇ: ἀλλὰ γίνεται καὶ ἐν πυρὶ ζῷα, καὶ ἐν ὕδατι δὲ φανερώτερον: καὶ ἀέρινοι δὲ ζῴων συστάσεις. γινόμενον δὲ τὸ πῦρ ἕκαστον καὶ ταχὺ σβεννύμενον τὴν ἐν τῷ ὅλῳ ψυχὴν παρέρχεται εἴς τε ὄγκον οὐ γεγένηται μένον, ἵν’ [ἂν] ἔδειξε τὴν ἐν αὐτῷ ψυχήν, ἀήρ τε καὶ ὕδωρ ὡσαύτως: ἐπεί, εἰ παγείη πως κατὰ φύσιν, δείξειεν ἄν: ἀλλ’ ὅτι ἔδει εἶναι κεχυμένα, ἣν ἔχει οὐ δείκνυσι. καὶ κινδυνεύει ὅμοιον εἶναι οἷον τὸ ἐπὶ τῶν ὑγρῶν τῶν ἐν ἡμῖν, οἷον αἵματος: ἡ μὲν γὰρ σὰρξ ἔχειν δοκεῖ καὶ ὅ τι ἂν σὰρξ γένηται ἐκ τοῦ αἵματος, τὸ δ’ αἷμα αἴσθησιν οὐ παρεχόμενον ἔχειν οὐ δοκεῖ. καίτοι ἀνάγκη ἐνεῖναι καὶ ἐν αὐτῷ: ἐπεὶ καὶ οὐδέν ἐστι βίαιον γινόμενον περὶ αὐτό, ἀλλ’ ἕτοιμόν ἐστι διεστάναι τῆς ἐνυπαρχούσης ψυχῆς, οἷον καὶ ἐπὶ τῶν στοιχείων τῶν τριῶν δεῖ νομίζειν εἶναι: ἐπεὶ καὶ ὅσα ἐξ ἀέρος συστάντος μᾶλλον ζῷα ἔχει τὸ μὴ αἰσθάνεσθαι εἰς τὸ παθεῖν. ὥσπερ δὲ ὁ ἀὴρ τὸ φῶς ἀτενὲς ὂν καὶ μένον, ἕως μένει αὐτός, παρέρχεται, τοῦτον τὸν τρόπον πάρεισι καὶ τὴν ψυχὴν αὐτοῦ κύκλῳ καὶ οὐ πάρεισι: καὶ τὰ ἄλλα ὡσαύτως.
Se dice que tampoco el cielo —y en muchos aspectos así parece— desdeñó la naturaleza de todos los vivientes: pues también este universo los tiene todos. ¿De dónde, pues, los tiene? ¿Tiene entonces todo cuanto hay aquí lo de allí? ¿O [tiene] cuanto ha sido hecho por razón y según Forma? Pero cuando tiene fuego, tiene también agua, y tiene sin duda también plantas. ¿Cómo, pues, están allí las plantas? ¿Y cómo vive el fuego? ¿Y cómo la tierra? Pues o vive, o será allí como algo muerto, de modo que no todo lo de allí vive. ¿Y qué es en absoluto esto allí? Las plantas, pues, podrían ajustarse a la razón, puesto que también la planta de aquí es una razón puesta en vida. Si, pues, la razón inmersa en materia de la planta, según la cual la planta es, es una vida de tal clase y un alma, y la razón es algo uno, entonces o bien ésta es la primera planta, o no, sino que antes de ella está la primera planta, de la cual procede también ésta. Pues aquella es una, y éstas son muchas y proceden por necesidad de una. Si es así, es preciso que aquella viva mucho antes y sea ella misma esta planta, y que de ella éstas vivan en segundo y tercer lugar, y según una huella de aquella. ¿Y la tierra, cómo? ¿Y qué es el ser tierra? ¿Y cuál es la tierra de allí, que tiene el vivir? O mejor, primero: ¿cuál es ésta de aquí? [Hay que ver] qué es para ella el ser. Es preciso, pues, que haya también aquí una configuración y una razón. Allí, pues, en el caso de la planta, vivía también la razón de la de aquí. ¿Y así también en esta tierra de aquí? O bien, si tomáramos lo más propiamente terrestre que se engendra y se modela en ella, encontraríamos también aquí la naturaleza de la tierra. Así pues, los crecimientos y modelados de las piedras y las configuraciones interiores de las montañas que brotan, hay que pensar que se producen en todo caso por una razón animada que obra como demiurgo desde dentro y da forma; y que esto es la forma de la tierra que hace, como en los árboles lo llamado naturaleza, y que a la madera del árbol corresponde lo llamado tierra; y que la piedra, una vez cortada, está como si se cortara algo del árbol, [de modo que] éste no padece, sino que [lo cortado] sigue aún unido, como lo no cortado de la planta viva. Si, pues, hallamos que la naturaleza que trabaja como demiurgo, asentada en la tierra, es vida en razón, podríamos creer fácilmente, a partir de aquí, que la tierra de allí vive mucho antes y es vida racional de tierra: la Tierra en sí y primeramente tierra, de la cual procede también la tierra de aquí. Y si también el fuego es una razón en materia, y lo mismo las otras cosas de esta clase, y el fuego no surge de lo espontáneo —pues ¿de dónde? No por fricción, como alguien podría pensar: pues la fricción [se da] cuando ya hay fuego en el todo, teniéndolo los cuerpos que se frotan; y tampoco la materia es en potencia de tal modo que [el fuego salga] de ella misma—, si, pues, es preciso que lo que hace sea según razón, en cuanto da forma, ¿qué podría ser? ¿Un alma capaz de hacer fuego? Y esto es vida y razón, ambas una y la misma cosa. Por eso también Platón dice que en cada uno de estos [elementos] hay un alma, no de otro modo que como la que hace este fuego sensible. Hay, pues, también, como lo que aquí hace fuego, una cierta vida ígnea, fuego más verdadero. Luego es el fuego de más allá [de éste]. Siendo más propiamente fuego, estaría más en vida: vive, pues, también el fuego mismo. Y el mismo razonamiento vale para los otros, agua y aire. Pero ¿por qué no están animados también éstos, como la tierra? Que éstos también están en el viviente que es el todo es claro, y que son partes de un viviente; pero no aparece vida en ellos, como tampoco en la tierra; sin embargo, allí también era posible inferirla a partir de lo que se engendra en ella: y se engendran vivientes también en el fuego, y más manifiestamente en el agua; y hay también constituciones aéreas de vivientes. Pero cada fuego que se engendra y rápidamente se apaga deja pasar de largo el alma que hay en el todo, y no ha llegado a ser un volumen permanente en el cual habría mostrado el alma que hay en él; y el aire y el agua, igualmente: pues si se solidificaran de algún modo según naturaleza, [la] mostrarían; pero, porque debían ser fluidos, no muestran la que tienen. Y es probable que ocurra algo semejante a lo de los humores que hay en nosotros, como la sangre: pues la carne parece tener [alma], y también lo que se hace carne a partir de la sangre, pero la sangre, al no proporcionar sensación, no parece tenerla. Y sin embargo es necesario que esté también en ella: pues nada violento le ocurre, sino que está dispuesta a separarse del alma que le es inherente; algo así hay que pensar también de los tres elementos: pues también los vivientes que se constituyen de aire condensado tienen más bien el no percibir ante el padecer. Y así como el aire deja pasar la luz, que es constante y permanece, mientras él mismo permanece, de este modo [los elementos] están presentes en torno a su alma, en círculo, y no están presentes; y los otros, igualmente.✦
«Razón» (λόγος): aquí la razón formativa, el principio inmanente que da forma a lo sensible; en adelante se mantiene este uso cuando se trata de ese principio.
Alusión a Platón (el Timeo), donde cada uno de los cuerpos del cosmos participa del alma.
ἀλλὰ πάλιν ὧδε λέγωμεν: ἐπεὶ γάρ φαμεν πρὸς οἷον παράδειγμα ἐκείνου τόδε τὸ πᾶν εἶναι, δεῖ κἀκεῖ πρότερον τὸ πᾶν ζῷον εἶναι καί, εἰ παντελὲς τὸ εἶναι αὐτῷ, πάντα εἶναι. καὶ οὐρανὸν δὴ ἐκεῖ ζῷον εἶναι, καὶ οὐκ ἔρημον τοίνυν ἄστρων, τῶν ἐνταῦθα τοῦτο λεγομένων οὐρανόν, καὶ τὸ οὐρανῷ εἶναι τοῦτο. ἔστι δ’ ἐκεῖ δηλονότι καὶ γῆ οὐκ ἔρημος, ἀλλὰ πολὺ μᾶλλον ἐζωωμένη, καὶ ἔστιν ἐν αὐτῇ ζῷα ξύμπαντα, ὅσα πεζὰ καὶ χερσαῖα λέγεται ἐνταῦθα, καὶ φυτὰ δηλονότι ἐν τῷ ζῆν ἱδρυμένα: καὶ θάλασσα δέ ἐστιν ἐκεῖ, καὶ πᾶν ὕδωρ ἐν ῥοῇ καὶ ζωῇ μενούσῃ, καὶ τὰ ἐν ὕδατι ζῷα πάντα, ἀέρος τε φύσις τοῦ ἐκεῖ παντὸς μοῖρα, καὶ ζῷα ἀέρια ἐν αὐτῷ ἀνὰ λόγον αὐτῷ τῷ ἀέρι. τὰ γὰρ ἐν ζῶντι πῶς ἂν οὐ ζῶντα; ὅπου δὴ καὶ ἐνταῦθα. πῶς οὖν οὐ πᾶν ζῷον ἐξ ἀνάγκης ἐκεῖ; ὡς γὰρ ἕκαστον τῶν μεγάλων μερῶν ἐστιν, ἐξ ἀνάγκης οὕτως ἔχει καὶ ἡ τῶν ζῴων ἐν αὐτοῖς φύσις. ὅπως οὖν ἔχει καὶ ἔστιν ἐκεῖ οὐρανός, οὕτω καὶ ἔχει καὶ ἔστιν ἐκεῖ τὰ ἐν οὐρανῷ ζῷα πάντα, καὶ οὐκ ἔστι μὴ εἶναι: ἢ οὐδ’ ἐκεῖνος ἔσται. ὁ οὖν ζητῶν πόθεν ζῷα, ζητεῖ πόθεν οὐρανὸς ἐκεῖ: τοῦτο δ’ ἐστὶ ζητεῖν πόθεν ζῷον, τοῦτο δὲ ταὐτὸν [τῷ] πόθεν ζωὴ καὶ ζωὴ πᾶσα καὶ ψυχὴ πᾶσα καὶ νοῦς ὁ ξύμπας, μηδεμιᾶς ἐκεῖ πενίας μηδ’ ἀπορίας οὔσης, ἀλλὰ πάντων ζωῆς πεπληρωμένων καὶ οἷον ζεόντων. ἔστι δ’ αὐτῶν ἡ οἷον ῥοὴ ἐκ μιᾶς πηγῆς, οὐχ οἷον ἑνός τινος πνεύματος ἢ θερμότητος μιᾶς, ἀλλ’ οἷον εἴ τις ἦν ποιότης μία πάσας ἐν αὑτῇ ἔχουσα καὶ σώζουσα τὰς ποιότητας, γλυκύτης μετ’ εὐωδίας, καὶ ὁμοῦ οἰνώδης ποιότης καὶ χυλῶν ἁπάντων δυνάμεις καὶ χρωμάτων ὄψεις καὶ ὅσα ἁφαὶ γινώσκουσιν. ἔστωσαν δὲ καὶ ὅσα ἀκοαὶ ἀκούουσι, πάντα μέλη καὶ ῥυθμὸς πᾶς.
Pero hablemos de nuevo así: puesto que decimos que este universo existe según algo como modelo de aquél, es preciso que también allí el todo sea primero viviente y, si su ser es completo, que estén todas las cosas. Y que también allí haya un cielo viviente, y por tanto no desierto de astros —lo que aquí se llama cielo— y que el ser cielo sea esto. Hay allí evidentemente también una tierra no desierta, sino mucho más animada, y hay en ella todos los vivientes que aquí se llaman de a pie y terrestres, y plantas, evidentemente, asentadas en el vivir; y hay allí también mar, y toda agua en flujo y en vida permanente, y todos los vivientes del agua, y la naturaleza del aire, parte del todo de allí, y vivientes aéreos en él, proporcionados al aire mismo. Pues lo que está en un viviente, ¿cómo no vivirá? Si ya aquí es así. ¿Cómo, pues, no ha de haber necesariamente allí todo viviente? Pues según es cada una de las grandes partes, así tiene necesariamente también la naturaleza de los vivientes que hay en ellas. Como, pues, allí hay cielo y lo tiene, así hay y tiene allí todos los vivientes que están en el cielo, y no es posible que no sean; o tampoco aquél será. Quien pregunta, pues, de dónde [vienen] los vivientes, pregunta de dónde viene el cielo de allí; y esto es preguntar de dónde viene el viviente, y esto es lo mismo que preguntar de dónde viene la vida, y toda vida, y toda alma, y el Intelecto entero, sin que allí haya ninguna pobreza ni penuria, sino todas las cosas llenas de vida y como en ebullición. Y su [vida] es como un flujo desde una sola fuente, no como de un solo soplo o de un solo calor, sino como si hubiera una sola cualidad que tuviera en sí y conservara todas las cualidades: dulzura con fragancia, y a la vez una cualidad vinosa, y las potencias de todos los sabores, y las visiones de los colores, y cuanto conocen los tactos. Y estén también cuantas cosas oyen los oídos: todas las melodías y todo ritmo.✦
Alusión a Platón (Timeo): el cosmos sensible es copia del Viviente inteligible.
ἔστι γὰρ οὔτε νοῦς ἁπλοῦν, οὔτε ἡ ἐξ αὐτοῦ ψυχή, ἀλλὰ ποικίλα πάντα ὅσῳ ἁπλᾶ, τοῦτο δὲ ὅσῳ μὴ σύνθετα καὶ ὅσῳ ἀρχαὶ καὶ ὅσῳ ἐνέργειαι. τοῦ μὲν γὰρ ἐσχάτου ἡ ἐνέργεια ὡς ἂν λήγουσα ἁπλῆ, τοῦ δὲ πρώτου πᾶσαι: νοῦς τε κινούμενος κινεῖται μὲν ὡσαύτως καὶ κατὰ ταὐτὰ καὶ ὅμοια ἀεί, οὐ μέντοι ταὐτὸν καὶ ἕν τι ἐν μέρει, ἀλλὰ πάντα: ἐπεὶ καὶ τὸ ἐν μέρει αὖ οὐχ ἕν, ἀλλὰ καὶ τοῦτο ἄπειρον διαιρούμενον. ἀπὸ τίνος δὲ φαῖμεν ἂν καὶ πάντως ἐπὶ τί, ὡς ἔσχατον. τὸ δὲ μεταξὺ πᾶν ἆρα ὥσπερ γραμμή, ἢ ὥσπερ ἕτερον σῶμα ὁμοιομερές τι καὶ ἀποίκιλον; ἀλλὰ τί τὸ σεμνόν; εἰ γὰρ μηδεμίαν ἔχει ἐξαλλαγὴν μηδέ τις ἐξεγείρει αὐτὸ εἰς τὸ ζῆν ἑτερότης, οὐδ’ ἂν ἐνέργεια εἴη: οὐδὲν γὰρ ἂν ἡ τοιαύτη κατάστασις μὴ ἐνεργείας διαφέροι. κἂν κίνησις δὲ ᾖ τοιαύτη, οὐ πανταχῶς, μοναχῶς δ’ ἂν εἴη ζωή: δεῖ δὲ πάντα ζῆν καὶ πανταχόθεν καὶ οὐδὲν μὴ ζῆν. ἐπὶ πάντα οὖν κινεῖσθαι δεῖ, μᾶλλον δὲ κεκινῆσθαι. ἁπλοῦν δὲ εἰ κινοῖτο, ἐκεῖνο μόνον ἔχει, καὶ ἢ αὐτὸ καὶ οὐ προύβη εἰς οὐδέν, ἢ εἰ προύβη, ἄλλο μένον: ὥστε δύο: καὶ εἰ ταὐτὸν τοῦτο ἐκείνῳ, μένει ἓν καὶ οὐ προελήλυθεν, εἰ δ’ ἕτερον, προῆλθε μετὰ ἑτερότητος καὶ ἐποίησεν ἐκ ταὐτοῦ τινος καὶ ἑτέρου τρίτον ἕν. γενόμενον δὴ ἐκ ταὐτοῦ καὶ ἑτέρου τὸ γενόμενον φύσιν ἔχει ταὐτὸν καὶ ἕτερον εἶναι: ἕτερον δὲ οὐ τί, ἀλλὰ πᾶν ἕτερον: καὶ γὰρ τὸ ταὐτὸν αὐτοῦ πᾶν. πᾶν δὲ ταὐτὸν ὂν καὶ πᾶν ἕτερον οὐκ ἔστιν ὅ τι ἀπολείπει τῶν ἑτέρων. φύσιν ἄρα ἔχει ἐπὶ πᾶν ἑτεροιοῦσθαι. εἰ μὲν οὖν ἐστι πρὸ αὐτοῦ τὰ ἕτερα πάντα, ἤδη πάσχοι ἂν ὑπ’ αὐτῶν: εἰ δὲ μή ἐστιν, οὗτος τὰ πάντα ἐγέννα, μᾶλλον δὲ τὰ πάντα ἦν. οὐκ ἔστιν ἄρα τὰ ὄντα εἶναι μὴ νοῦ ἐνεργήσαντος, ἐνεργήσαντος δὲ ἀεὶ ἄλλο μετ’ ἄλλο καὶ οἷον πλανηθέντος πᾶσαν πλάνην καὶ ἐν αὑτῷ πλανηθέντος, οἷα νοῦς ἐν αὑτῷ ὁ ἀληθινὸς πέφυκε πλανᾶσθαι: πέφυκε δ’ ἐν οὐσίαις πλανᾶσθαι συνθεουσῶν τῶν οὐσιῶν ταῖς αὐτοῦ πλάναις. πανταχοῦ δ’ αὐτός ἐστι: μένουσαν οὖν ἔχει τὴν πλάνην. ἡ δὲ πλάνη αὐτῷ ἐν τῷ τῆς ἀληθείας πεδίῳ, οὗ οὐκ ἐκβαίνει. ἔχει δὲ καταλαβὼν πᾶν καὶ αὑτῷ ποιήσας εἰς τὸ κινεῖσθαι οἷον τόπον, καὶ ὁ τόπος ὁ αὐτὸς τῷ οὗ τόπος. ποικίλον δέ ἐστι τὸ πεδίον τοῦτο, ἵνα καὶ διεξίοι: εἰ δὲ μὴ κατὰ πᾶν καὶ ἀεὶ ποικίλον, καθ̓ ὅσον μὴ ποικίλον, ἕστηκεν. εἰ δ’ ἕστηκεν, οὐ νοεῖ: ὥστε καί, εἰ ἔστη, οὐ νενόηκεν: εἰ δὲ τοῦτο, οὐδ’ ἔστιν. ἔστιν οὖν νόησις: ἡ δὲ κίνησις πᾶσα πληροῦσα οὐσίαν πᾶσαν, καὶ ἡ πᾶσα οὐσία νόησις πᾶσα ζωὴν περιλαβοῦσα πᾶσαν, καὶ μετ’ ἄλλο ἀεὶ ἄλλο, καὶ ὅτι αὐτοῦ ταὐτὸν καὶ ἄλλο, καὶ διαιροῦντι ἀεὶ τὸ ἄλλο ἀναφαίνεται. πᾶσα δὲ διὰ ζωῆς ἡ πορεία καὶ διὰ ζῴων πᾶσα, ὥσπερ καὶ τῷ διὰ γῆς ἰόντι πάντα, ἃ διέξεισι, γῆ, κἂν διαφορὰς ἔχῃ ἡ γῆ. καὶ ἐκεῖ ἡ μὲν ζωὴ δἰ ἧς ἡ αὐτή, ὅτι δὲ ἀεὶ ἄλλη, οὐχ ἡ αὐτή. ἀεὶ δ’ ἔχων τὴν αὐτὴν διὰ τῶν οὐκ αὐτῶν διέξοδον, ὅτι μὴ ἀμείβει, ἀλλὰ σύνεστι τοῖς ἄλλοις τὸ ὡσαύτως καὶ κατὰ ταὐτά: ἐὰν γὰρ μὴ περὶ τὰ ἄλλα τὸ ὡσαύτως καὶ κατὰ τὰ αὐτά, ἀργεῖ πάντη καὶ τὸ ἐνεργείᾳ καὶ ἡ ἐνέργεια οὐδαμοῦ. ἔστι δὲ καὶ τὰ ἄλλα αὐτός, ὥστε πᾶς αὐτός. καὶ εἴπερ αὐτός, πᾶς, εἰ δὲ μή, οὐκ αὐτός. εἰ δὲ πᾶς αὐτός, καὶ πᾶς, ὅτι τὰ πάντα, καὶ οὐδὲν ἔστιν, ὅ τι μὴ συντελεῖ εἰς τὰ πάντα, οὐδὲν ἔστιν αὐτοῦ, ὅ τι μὴ ἄλλο, ἵνα ἄλλο ὂν καὶ τοῦτο συντελῇ. εἰ γὰρ μὴ ἄλλο, ἀλλὰ ταὐτόν, ἐλαττώσει αὐτοῦ τὴν οὐσίαν ἰδίαν οὐ παρεχόμενον εἰς συντέλειαν αὐτοῦ φύσιν.
Pues ni el Intelecto es simple, ni el alma que procede de él, sino que todas las cosas son variadas en la medida en que son simples; y esto, en cuanto no compuestas, en cuanto principios y en cuanto actos. Pues el acto de lo último, como que termina, es simple, mientras que del primero [son] todos [los actos]. Y el Intelecto, al moverse, se mueve siempre del mismo modo, y según las mismas cosas y semejantes, pero no [es] lo mismo y algo uno en parte, sino todas las cosas: pues también lo que está en parte, a su vez, no es uno, sino que también esto, al dividirse, es infinito. ¿Desde qué [se mueve], diríamos, y en todo caso hacia qué, como último? ¿Y todo lo intermedio es acaso como una línea, o como otro cuerpo homeómero y sin variedad? Pero ¿qué tiene de venerable? Pues si no tiene ninguna alteración, ni alteridad alguna lo despierta a vivir, ni siquiera sería acto: pues un estado tal en nada diferiría de uno sin acto. Y aun si hubiera un movimiento tal, no sería vida en todos los sentidos, sino en uno solo; pero es preciso que todo viva y desde todas partes, y que nada no viva. Es preciso, pues, que se mueva hacia todo, o mejor, que haya sido movido. Y si lo simple se moviera, tiene solo aquello, y o bien [es] él mismo y no avanzó hacia nada, o, si avanzó, [lo hizo] permaneciendo otra cosa: de modo que son dos; y si esto es lo mismo que aquello, permanece uno y no ha procedido; y si es otro, procedió con alteridad e hizo, a partir de algo mismo y otro, un tercero, uno. Y lo que ha surgido de lo mismo y de lo otro tiene por naturaleza ser lo mismo y lo otro; y otro no en algo, sino todo otro: pues también lo mismo de él es todo. Y siendo todo lo mismo y todo otro, no hay nada de lo otro que le falte. Tiene, pues, por naturaleza alterarse hacia todo. Si, pues, antes de él están todas las otras cosas, ya padecería a causa de ellas; y si no están, éste engendraba todas las cosas, o mejor, era todas las cosas. No es posible, entonces, que los seres existan sin que el Intelecto actúe, y que actúe siempre una cosa tras otra y como errando toda errancia, y errando en sí mismo, tal como el Intelecto verdadero está hecho por naturaleza para errar en sí; y por naturaleza yerra entre esencias, corriendo juntas las esencias con sus errancias. Y él mismo está en todas partes: tiene, pues, una errancia permanente. Y su errancia es en la llanura de la verdad, de la cual no sale. Y habiéndola ocupado toda, la posee y la ha hecho para sí como un lugar para moverse, y el lugar es el mismo que aquello de lo que es lugar. Variada es esta llanura, para que también la recorra; y si no fuera variada en todo y siempre, en la medida en que no es variada, se detiene. Y si se detiene, no intelige: de modo que también, si se detuvo, no ha inteligido; y si esto, tampoco es. Hay, pues, intelección; y el movimiento todo llena toda esencia, y toda la esencia es intelección toda, que abarca toda vida, y siempre una cosa tras otra, y porque de él mismo [hay] lo mismo y lo otro, y al dividir aparece siempre lo otro. Y todo el recorrido es por vida y por vivientes todo, como también para quien va a través de la tierra todo lo que recorre es tierra, aunque la tierra tenga diferencias. Y allí la vida a través de la cual [recorre] es la misma, pero en cuanto siempre otra, no es la misma. Teniendo siempre el mismo recorrido a través de lo que no es lo mismo, porque no cambia, sino que con las otras cosas coexiste el «del mismo modo y según lo mismo»: pues si el «del mismo modo y según lo mismo» no estuviera en torno a las otras cosas, queda del todo ocioso lo que está en acto, y el acto, en ninguna parte. Él mismo es también las otras cosas, de modo que todo él es él mismo. Y si es él mismo, es todo; y si no, no es él mismo. Y si todo él es él mismo, también es todo, porque [es] todas las cosas, y no hay nada que no contribuya a todas las cosas; no hay nada de él que no sea otro, para que, siendo otro, también esto contribuya. Pues si no es otro, sino lo mismo, disminuirá su esencia, al no aportar una naturaleza propia para su completamiento.✦
«La llanura de la verdad»: alusión a Platón, Fedro 248b.
Lo mismo y lo otro (ταὐτόν / θάτερον): categorías que Platón trata en el Sofista, aquí aplicadas al Intelecto.
ἔστι δὲ καὶ παραδείγμασι νοεροῖς χρώμενον εἰδέναι οἷόν ἐστι νοῦς, ὡς οὐκ ἀνέχεται οἷον κατὰ μονάδα μὴ ἄλλος εἶναι. τίνα γὰρ καὶ βούλει εἰς παράδειγμα λαβεῖν λόγον εἴτε φυτοῦ εἴτε ζῴου; εἰ γὰρ ἕν τι καὶ μὴ ἓν τοῦτο ποικίλον, οὔτ’ ἂν λόγος εἴη, τό τε γενόμενον ὕλη ἂν εἴη τοῦ λόγου μὴ πάντα γενομένου εἰς τὸ πανταχοῦ τῆς ὕλης ἐμπεσόντα μηδὲν αὐτῆς ἐᾶσαι τὸ αὐτὸ εἶναι: οἷον πρόσωπον οὐκ ὄγκος εἷς, ἀλλὰ καὶ ῥῖνες καὶ ὀφθαλμοί: καὶ ἡ ῥὶς οὐχὶ οὖσα ἕν, ἀλλ’ ἕτερον, τὸ δ’ ἕτερον αὖ πάλιν αὐτῆς, εἰ ἔμελλε ῥὶς εἶναι: ἓν γάρ τι ἁπλῶς οὖσα ὄγκος ἂν ἦν μόνον. καὶ τὸ ἄπειρον οὕτως ἐν νῷ, ὅτι αὐτὸς ἓν πολλά, οὐχ ὡς οἶκος εἷς, ἀλλ’ ὡς λόγος πολὺς ἐν αὑτῷ, ἐν ἑνὶ σχήματι νοῦ οἷον περιγραφῇ ἔχων περιγραφὰς ἐντὸς καὶ σχηματισμοὺς αὖ ἐντὸς καὶ δυνάμεις καὶ νοήσεις καὶ τὴν διαίρεσιν μὴ κατ’ εὐθύ, ἀλλ’ εἰς τὸ ἐντὸς ἀεί, οἷον τοῦ παντὸς ζῴου ἐμπεριεχομένας ζῴων φύσεις, καὶ πάλιν αὖ ἄλλας ἐπὶ τὰ μικρότερα τῶν ζῴων καὶ εἰς τὰς ἐλάττους δυνάμεις, ὅπου στήσεται εἰς εἶδος ἄτομον. ἡ δὲ διαίρεσις ἔγκειται οὐ συγκεχυμένων, καίτοι εἰς ἓν ὄντων, ἀλλ’ ἔστιν ἡ λεγομένη ἐν τῷ παντὶ φιλία τοῦτο, οὑχ ἡ ἐν τῷδε τῷ παντί: μιμεῖται γὰρ αὕτη ἐκ διεστηκότων οὖσα φίλη: ἡ δὲ ἀληθὴς πάντα ἓν εἶναι καὶ μήποτε διακριθῆναι. διακρίνεσθαι δέ φησι τὸ ἐν τῷδε τῷ οὐρανῷ.
Se puede, además, usando ejemplos intelectuales, saber cómo es el Intelecto: que no soporta ser, por así decir, una mera unidad sin ser otro. Pues ¿qué razón quieres tomar como ejemplo, de planta o de animal? Si fuera algo uno y no este [uno] variado, ni sería razón, y lo engendrado sería materia de la razón, al no haberse hecho toda la razón, de modo que, caída por todas partes en la materia, no dejara nada de ella ser lo mismo: como el rostro no es un bulto único, sino también nariz y ojos; y la nariz, no siendo una sola cosa, sino una y otra, y a su vez otra de ella, si había de ser nariz: pues siendo simplemente algo uno, sería solo un bulto. Y así está lo infinito en el Intelecto, porque él es uno-muchos, no como una casa única, sino como una razón múltiple en sí misma, que, en una sola figura del Intelecto, como en un contorno, tiene contornos interiores y a su vez configuraciones interiores, y potencias e intelecciones; y la división no es en línea recta, sino siempre hacia dentro, como si, del viviente total, estuvieran contenidas dentro las naturalezas de los vivientes, y de nuevo otras hacia los vivientes más pequeños y hacia potencias menores, hasta que se detenga en una Forma indivisible. Y la división está dentro sin que [las cosas] estén confundidas, aunque estén en uno; sino que lo llamado «amistad» en el todo es esto, no la de este todo: pues ésta imita, siendo amiga a partir de cosas separadas; la verdadera, en cambio, [es] que todo sea uno y nunca se separe. Y dice [Empédocles] que lo que está en este cielo se separa.✦
Alusión a Empédocles: la «Amistad» (Philía) que une y la separación en este cielo.
ταύτην οὖν τὴν ζωὴν τὴν πολλὴν καὶ πᾶσαν καὶ πρώτην καὶ μίαν τίς ἰδὼν οὐκ ἐν ταύτῃ εἶναι ἀσπάζεται τὴν ἄλλην πᾶσαν ἀτιμάσας; σκότος γὰρ αἱ ἄλλαι αἱ κάτω καὶ σμικραὶ καὶ ἀμυδραὶ καὶ εὐτελεῖς καὶ οὐ καθαραὶ καὶ τὰς καθαρὰς μολύνουσαι. κἂν εἰς αὐτὰς ἴδῃς, οὐκέτι τὰς καθαρὰς οὔτε ὁρᾷς, οὔτε ζῇς ἐκείνας τὰς πάσας ὁμοῦ, ἐν αἷς οὐδέν ἐστιν ὅ τι μὴ ζῇ καὶ καθαρῶς ζῇ κακὸν οὐδὲν ἔχον. τὰ γὰρ κακὰ ἐνταῦθα, ὅτι ἴχνος ζωῆς καὶ νοῦ ἴχνος: ἐκεῖ δὲ τὸ ἀρχέτυπον τὸ ἀγαθοειδές φησιν, ὅτι ἐν τοῖς εἴδεσι τὸ ἀγαθὸν ἔχει. τὸ μὲν γάρ ἐστιν ἀγαθόν, ὁ δὲ ἀγαθός ἐστιν ἐν τῷ θεωρεῖν τὸ ζῆν ἔχων: θεωρεῖ δὲ ἀγαθοειδῆ ὄντα τὰ θεωρούμενα καὶ αὐτά, ἃ ἐκτήσατο, ὅτε ἐθεώρει τὴν τοῦ ἀγαθοῦ φύσιν. ἦλθε δὲ εἰς αὐτὸν οὐχ ὡς ἐκεῖ ἦν, ἀλλ’ ὡς αὐτὸς ἔσχεν. ἀρχὴ γὰρ ἐκεῖνος καὶ ἐξ ἐκείνου ἐν τούτῳ καὶ οὗτος ὁ ποιήσας ταῦτα ἐξ ἐκείνου. οὐ γὰρ ἦν θέμις βλέποντα εἰς ἐκεῖνον μηδὲν νοεῖν οὐδ’ αὖ τὰ ἐν ἐκείνῳ: οὐ γὰρ ἂν αὐτὸς ἐγέννα. δύναμιν οὖν εἰς τὸ γεννᾶν εἶχε παῤ ἐκείνου καὶ τῶν αὐτοῦ πληροῦσθαι γεννημάτων διδόντος ἐκείνου ἃ μὴ εἶχεν αὐτός. ἀλλ’ ἐξ ἑνὸς αὐτοῦ πολλὰ τούτῳ: ἣν γὰρ ἐκομίζετο δύναμιν ἀδυνατῶν ἔχειν συνέθραυε καὶ πολλὰ ἐποίησε τὴν μίαν, ἵν’ οὕτω δύναιτο κατὰ μέρος φέρειν. ὅ τι οὖν ἐγέννα, ἀγαθοῦ ἐκ δυνάμεως ἦν καὶ ἀγαθοειδὲς ἦν καὶ αὐτὸς ἀγαθὸς ἐξ ἀγαθοειδῶν, ἀγαθὸν ποικίλον. διὸ καὶ εἴ τις αὐτὸν ἀπεικάζοι σφαίρᾳ ζώσῃ ποικίλῃ, εἴτε παμπρόσωπόν τι χρῆμα λάμπον ζῶσι προσώποις εἴτε ψυχὰς τὰς καθαρὰς πάσας εἰς τὸ αὐτὸ συνδραμούσας φαντάζοιτο οὐκ ἐνδεεῖς, ἀλλὰ πάντα τὰ αὑτῶν ἐχούσας, καὶ νοῦν τὸν πάντα ἐπ’ ἄκραις αὐταῖς ἱδρυμένον, ὡς φέγγει νοερῷ καταλάμπεσθαι τὸν τόπον — φανταζόμενος μὲν οὕτως ἔξω πως ἄλλος ὢν ὁρῴη [ἂν] ἄλλον: δεῖ δὲ ἑαυτὸν ἐκεῖνο γενόμενον τὴν θέαν ἑαυτὸν ποιήσασθαι.
Esta vida, pues, múltiple, total, primera y una, ¿quién que la ha visto no la abraza, despreciando toda otra, por estar en ella? Pues las otras, las de abajo, son tinieblas, y pequeñas, borrosas, ruines y no puras, y contaminan las puras. Y si miras hacia ellas, ya no ves las puras, ni vives aquellas todas juntas, en las cuales no hay nada que no viva, y que no viva puramente, sin tener mal alguno. Pues los males de aquí lo son porque [son] huella de vida y huella de intelecto; allí, en cambio, [se] llama al arquetipo «semejante al Bien», porque tiene el Bien en las Formas. Pues aquél es el Bien, y éste es bueno por tener el vivir en la contemplación; y contempla las cosas contempladas, que son semejantes al Bien, y ellas mismas, las que adquirió cuando contemplaba la naturaleza del Bien. Y [el Bien] llegó a él no como era allí, sino como él lo tuvo. Pues aquél es principio, y de aquél [procede lo que hay] en éste, y éste es el que hizo estas cosas a partir de aquél. Pues no era lícito que, mirando hacia aquél, no inteligiera nada, ni tampoco lo que está en aquél: pues no habría engendrado él mismo. Tenía, pues, de parte de aquél la potencia para engendrar y para llenarse de sus propios engendrados, dándole aquél lo que él no tenía. Pero de uno solo [que es aquél], son muchas en éste: pues la potencia que recibía, no pudiendo tenerla [entera], la quebró y de una hizo muchas, para poder así soportarla por partes. Lo que engendró, pues, procedía de la potencia del Bien y era semejante al Bien, y él mismo [era] bueno a partir de cosas semejantes al Bien: un bien variado. Por eso, si alguien lo comparara con una esfera viva y variada, o con una cosa de todos los rostros resplandeciente con rostros vivos, o imaginara todas las almas puras reunidas en lo mismo, no deficientes, sino teniendo todo lo suyo, y el Intelecto entero asentado sobre sus cumbres, de modo que el lugar se ilumine con una luz intelectual —imaginándolo así, siendo en cierto modo otro desde fuera, vería a otro; pero es preciso que, convertido en aquello mismo, se haga a sí mismo la visión.✦
«Semejante al Bien» (ἀγαθοειδές): alusión a Platón, que emplea este término al hablar de la relación entre el Bien y lo inteligible.
χρὴ δὲ μηδ’ ἀεὶ ἐν τῷ πολλῷ τούτῳ καλῷ μένειν, μεταβαίνειν δ’ ἔτι πρὸς τὸ ἄνω ἀίξαντα καὶ ἀφέντα τοῦτο, οὐκ ἐκ τούτου τοῦ οὐρανοῦ, ἀλλ’ ἐξ ἐκείνου, θαυμάσαντα τίς ὀ γεννήσας καὶ ὅπως. ἕκαστον μὲν οὖν εἶδος ἕκαστον καὶ ἴδιος οἷον τύπος: ἀγαθοειδὲς δὲ ὂν κοινὸν τὸ ἐπιθέον ἐπὶ πᾶσιν ἔχει. ἔχει μὲν οὖν καὶ τὸ ὂν ἐπὶ πᾶσιν, ἔχει δὲ καὶ τὸ ζῷον ἕκαστον ζωῆς κοινῆς ἐπὶ πᾶσιν ὑπαρχούσης, τάχα δ’ ἂν καὶ ἄλλα. ἀλλὰ καθ̓ ὅσον ἀγαθὰ καὶ διότι ἀγαθά, τί ἂν εἴη; πρὸς δὴ τὴν τοιαύτην σκέψιν τάχ̓ ἂν εἴη προὔργου ἄρξασθαι ἐντεῦθεν. ἆρα, ὅτε ἑώρα πρὸς τὸ ἀγαθόν, ἐνόει ὡς πολλὰ τὸ ἓν ἐκεῖνο καὶ ἓν ὢν αὐτὸς ἐνόει αὐτό, πολλὰ μερίζων αὐτὸ παῤ αὑτῷ τῷ νοεῖν μὴ ὅλον ὁμοῦ δύνασθαι; ἀλλ’ οὔπω νοῦς ἦν ἐκεῖνο βλέπων, ἀλλ’ ἔβλεπεν ἀνοήτως. ἢ φατέον ὡς οὐδ’ ἑώρα πώποτε, ἀλλ’ ἔζη μὲν πρὸς αὐτὸ καὶ ἀνήρτητο αὐτοῦ καὶ ἐπέστραπτο πρὸς αὐτό, ἡ δὲ κίνησις αὕτη πληρωθεῖσα τῷ ἐκεῖ κινεῖσθαι καὶ περὶ ἐκεῖνο ἐπλήρωσεν αὐτὸν καὶ οὐκέτι κίνησις ἦν μόνον, ἀλλὰ κίνησις διακορὴς καὶ πλήρης: ἑξῆς δὲ πάντα ἐγένετο καὶ ἔγνω τοῦτο ἐν συναισθήσει αὑτοῦ καὶ νοῦς ἤδη ἦν, πληρωθεὶς μέν, ἵν’ ἔχῃ, ὃ ὄψεται, βλέπων δὲ αὐτὰ μετὰ φωτὸς παρὰ τοῦ δόντος ἐκεῖνα καὶ τοῦτο κομιζόμενος. διὰ τοῦτο οὐ μόνον λέγεται τῆς οὐσίας, ἀλλὰ καὶ τοῦ ὁρᾶσθαι αὐτήν, αἴτιος ἐκεῖνος εἶναι. ὥσπερ δὲ ὁ ἥλιος τοῦ ὁρᾶσθαι τοῖς αἰσθητοῖς καὶ τοῦ γίνεσθαι αἴτιος ὢν αἴτιός πως καὶ τῆς ὄψεως ἐστιν — οὔκουν οὔτε ὄψις οὔτε τὰ γινόμενα — οὕτω καὶ ἡ τοῦ ἀγαθοῦ φύσις αἰτία οὐσίας καὶ νοῦ οὖσα καὶ φῶς κατὰ τὸ ἀνάλογον τοῖς ἐκεῖ ὁρατοῖς καὶ τῷ ὁρῶντι οὔτε τὰ ὄντα οὔτε νοῦς ἐστιν, ἀλλὰ αἴτιον τούτων καὶ νοεῖσθαι φωτὶ τῷ ἑαυτοῦ εἰς τὰ ὄντα καὶ εἰς τὸν νοῦν παρέχον. πληρούμενος μὲν οὖν ἐγίνετο, πληρωθεὶς δὲ ἦν, καὶ ὁμοῦ ἀπετελέσθη καὶ ἑώρα. ἀρχὴ δὲ αὐτοῦ ἐκεῖνο τὸ πρὶν πληρωθῆναι ἦν: ἑτέρα δὲ ἀρχὴ οἱονεὶ ἔξωθεν ἡ πληροῦσα ἦν, ἀφ̓ ἧς οἷον ἐτυποῦτο πληρούμενος.
Y no hay que permanecer siempre en esta multiplicidad bella, sino pasar todavía hacia lo alto, tras haber saltado y dejado esto, no desde este cielo, sino desde aquel, admirándose de quién lo engendró y cómo. Cada Forma, pues, es cada una y tiene como un sello propio; pero, siendo de aspecto de bien, tiene en común lo que corre por encima de todas. Tiene también el ser en todas; y cada viviente tiene una vida común que existe en todas, y quizá también otras cosas. Pero en cuanto son buenas y porque son buenas, ¿qué serían? Para una indagación así quizá sea útil comenzar desde aquí. ¿Acaso, cuando [el Intelecto] miraba al Bien, pensaba aquello uno como múltiple, y siendo él uno lo pensaba, dividiéndolo en muchos en sí mismo por no poder pensarlo todo a la vez? Pero aquello que miraba aún no era Intelecto, sino que miraba sin intelección. ¿O hay que decir que ni siquiera miraba jamás, sino que vivía hacia él, estaba suspendido de él y vuelto hacia él, y este movimiento, colmado por moverse allí y en torno a aquello, lo llenó, y ya no era solo movimiento, sino movimiento saciado y pleno; y a continuación todas las cosas llegaron a ser, y conoció esto con conciencia de sí mismo, y ya era Intelecto, colmado para tener lo que vería, y viéndolas con luz procedente de quien daba aquellas cosas, recibiendo también esto? Por eso se dice que aquel es causa no solo de la esencia, sino también de que ella sea vista. Y como el sol, siendo causa de que los sensibles sean vistos y de que se generen, es de algún modo causa también de la vista —sin ser, con todo, ni la vista ni lo generado—, así también la naturaleza del Bien, siendo causa de esencia y de intelecto, y luz en proporción con lo visible de allí y con el que ve, no es ni los seres ni el intelecto, sino causa de estos, y proporciona a los seres y al intelecto, con su propia luz, el ser pensados. Llegaba a ser, pues, colmándose; y una vez colmado, era; y a la vez quedó completo y veía. Su principio era aquello que había antes de ser colmado; pero había otro principio, como exterior, el que lo colmaba, desde el cual, al ser colmado, era como modelado.✦
«De aspecto de bien» traduce ἀγαθοειδές: lo que tiene la forma o el semblante del Bien sin ser el Bien mismo.
Alusión a la analogía del sol (Platón, República VI 508a-509b).
ἀλλὰ πῶς ταῦτα ἐν αὐτῷ, καὶ αὐτὸς οὐκ ὄντων ἐκεῖ ἐν τῷ πληρώσαντι, οὐδ’ αὖ ἐν αὐτῷ τῷ πληρουμένῳ; ὅτε γὰρ μήπω ἐπληροῦτο, οὐκ εἶχεν. ἢ οὐκ ἀνάγκη, ὅ τις δίδωσι, τοῦτο ἔχειν, ἀλλὰ δεῖ ἐν τοῖς τοιούτοις το μὲν διδὸν μεῖζον νομίζειν, τὸ δὲ διδόμενον ἔλαττον τοῦ διδόντος: τοιαύτη γὰρ ἡ γένεσις ἐν τοῖς οὖσι. πρῶτον γὰρ δεῖ τὸ ἐνεργείᾳ εἶναι, τὰ δ’ ὕστερα δυνάμει εἶναι τὰ πρὸ αὐτῶν: καὶ τὸ πρῶτον δὲ ἐπέκεινα τῶν δευτέρων καὶ τοῦ διδομένου τὸ διδὸν ἐπέκεινα ἦν: κρεῖττον γάρ. εἴ τι τοίνυν ἐνεργείας πρότερον, ἐπέκεινα ἐνεργείας, ὥστε καὶ ἐπέκεινα ζωῆς. εἰ οὖν ζωὴ ἐν τούτῳ, ὁ διδοὺς ἔδωκε μὲν ζωήν, καλλίων δὲ καὶ τιμιώτερος ζωῆς. εἶχεν οὖν ζωὴν καὶ οὐκ ἐδεῖτο ποικίλου τοῦ διδόντος, καὶ ἦν ἡ ζωὴ ἴχνος τι ἐκείνου, οὐκ ἐκείνου ζωή. πρὸς ἐκεῖνο μὲν οὖν βλέπουσα ἀόριστος ἦν, βλέψασα δ’ ἐκεῖ ὡρίζετο ἐκείνου ὅρον οὐκ ἔχοντος. εὐθὺς γὰρ πρὸς ἕν τι ἰδοῦσα ὁρίζεται τούτῳ καὶ ἴσχει ἐν αὑτῇ ὅρον καὶ πέρας καὶ εἶδος: καὶ τὸ εἶδος ἐν τῷ μορφωθέντι, τὸ δὲ μορφῶσαν ἄμορφον ἦν: ὁ δὲ ὅρος οὐκ ἔξωθεν, οἷον μεγέθει περιτεθείς, ἀλλ’ ἦν πάσης ἐκείνης τῆς ζωῆς ὁ ὅρος πολλῆς καὶ ἀπείρου οὔσης, ὡς ἂν παρὰ τοιαύτης φύσεως ἐκλαμψάσης, ζωή τε ἦν οὐ τοῦδε: ὥριστο γὰρ ἂν ὡς ἀτόμου ἤδη. ἀλλ’ ὥριστο μέντοι: ἦν ἄρα ὁρισθεῖσα ὡς ἑνός τινος πολλοῦ. ὥριστο δὴ καὶ ἕκαστον τῶν πολλῶν, διὰ μὲν τὸ πολὺ τῆς ζωῆς πολλὰ ὁρισθέν, διὰ δὲ αὖ τὸν ὅρον ἕν. τί οὖν τὸ ἓν ὡρίσθη; νοῦς: ὁρισθεῖσα γὰρ ζωὴ νοῦς: τί δὲ τὸ πολλά; νόες πολλοί. πάντα οὖν νόες, καὶ ὁ μὲν πᾶς νοῦς, οἱ δὲ ἕκαστοι νοῖ. ὁ δὲ πᾶς νοῦς ἕκαστον περιέχων ἆρα ταὐτὸν ἕκαστον περιέχει; ἀλλ’ ἕνα ἂν περιεῖχεν. εἰ οὖν πολλοί, διαφορὰν δεῖ εἶναι. πάλιν οὖν πῶς ἕκαστος διαφορὰν ἔσχεν; ἢ ἐν τῷ καὶ εἷς ὅλως γενέσθαι ειχε τὴν διαφοράν: οὐ γὰρ ταὐτὸν ὁτῳοῦν νῷ τὸ πᾶν. ἦν οὖν ἡ μὲν ζωὴ δύναμις πᾶσα, ἡ δὲ ὅρασις ἡ ἐκεῖθεν δύναμις πάντων, ὁ δὲ γενόμενος νοῦς αὐτὰ ἀνεφάνη τὰ πάντα. ὁ δὲ ἐπικάθηται αὐτοῖς, οὐχ ἵνα ἱδρυθῇ, ἀλλ’ ἵνα ἱδρύσῃ εἶδος ἰδὼν τῶν πρώτων ἀνείδεον αὐτό. καὶ νοῦς δὲ γίνεται πρὸς ψυχὴν οὕτω φῶς εἰς αὐτήν, ὡς ἐκεῖνος εἰς νοῦν: καὶ ὅταν καὶ οὗτος ὁρίσῃ τὴν ψυχήν, λογικὴν ποιεῖ δοὺς αὐτῇ ὧν ἔσχεν ἴχνος ἴχνος οὖν καὶ νοῦς ἐκείνου: ἐπεὶ δὲ ὁ νοῦς εἶδος καὶ ἐν ἐκστάσει καὶ πλήθει, ἐκεῖνος ἄμορφος καὶ ἀνείδεος: οὕτω γὰρ εἰδοποιεῖ. εἰ δ’ ἦν ἐκεῖνος εἶδος, ὁ νοῦς ἦν ἂν λόγος. ἔδει δὲ τὸ πρῶτον μὴ πολὺ μηδαμῶς εἶναι: ἀνήρτητο γὰρ ἂν τὸ πολὺ αὐτοῦ εἰς ἕτερον αὖ πρὸ αὐτοῦ.
Pero ¿cómo están estas cosas en él, si allí, en lo que lo colmó, no están, ni tampoco en el propio colmado? Pues cuando aún no era colmado, no las tenía. ¿O no es necesario que quien da algo lo tenga? Más bien, en casos así hay que considerar mayor lo que da, y menor que el que da lo que se da; pues tal es la generación entre los seres. Primero, en efecto, es preciso que exista lo que está en acto, y que lo posterior sea en potencia lo que está antes de ello; y lo primero está más allá de lo segundo, y lo que da estaba más allá de lo dado: pues es mejor. Si, pues, algo es anterior al acto, está más allá del acto, de modo que está también más allá de la vida. Si, pues, hay vida en este [Intelecto], el que da dio la vida, pero es más bello y más digno que la vida. [El Intelecto] tenía, pues, vida y no necesitaba un dador multiforme, y la vida era una huella de aquel, no la vida de aquel. Mirando hacia aquel, pues, era indeterminada; pero una vez que miró allí, quedó determinada, no teniendo aquel ningún límite. Pues en seguida, al ver hacia algo uno, queda determinada por ello y tiene en sí misma límite, término y forma; y la forma está en lo conformado, mientras que lo que confirió forma era informe. El límite no era exterior, como puesto alrededor a modo de tamaño, sino que era el límite de toda aquella vida, que es múltiple e ilimitada, como resplandecida desde una naturaleza tal; y era vida no de esto determinado: pues habría estado determinada como ya individual. Pero fue determinada, sin embargo: era, pues, determinada como la de un uno múltiple. Quedó determinado también cada uno de los muchos: determinados como muchos por la abundancia de la vida, pero a su vez uno por el límite. ¿Qué es, pues, lo uno determinado? El Intelecto: pues la vida determinada es Intelecto. ¿Y los muchos? Muchos intelectos. Todos, pues, son intelectos: uno es el Intelecto total, y los otros son los intelectos particulares. El Intelecto total, que abarca a cada uno, ¿abarca acaso a cada uno como lo mismo? Pero entonces abarcaría a uno solo. Si, pues, son muchos, tiene que haber diferencia. De nuevo, entonces: ¿cómo tuvo cada uno su diferencia? ¿O tenía la diferencia por el mero hecho de llegar a ser uno [particular]? Pues el todo no es lo mismo para cualquier intelecto. Así, la vida era toda ella potencia; la visión procedente de allí, potencia de todas las cosas; y el Intelecto surgido hizo aparecer a todas ellas. Y él se asienta sobre ellas, no para ser asentado, sino para asentar, viendo una forma de los primeros, [siendo] él mismo sin forma. Y el Intelecto llega a ser luz para el alma de la misma manera que aquel lo es para el Intelecto; y cuando también este determina el alma, la hace racional, dándole de lo que tuvo una huella. Huella de aquel es, pues, también el Intelecto; pero como el Intelecto es forma, y está en éxtasis y multitud, aquel es amorfo e informe: pues así es como da forma. Si aquel fuera forma, el Intelecto sería razón. Pero era necesario que lo primero no fuera en modo alguno múltiple: pues su multiplicidad dependería a su vez de otro anterior a él.✦
La construcción de «ὁ δὲ ἐπικάθηται αὐτοῖς… εἶδος ἰδὼν τῶν πρώτων ἀνείδεον αὐτό» es ambigua en griego; se traduce lo más literalmente posible.
«Éxtasis» (ἔκστασις) designa aquí el salir de sí del Intelecto hacia la multiplicidad.
«Razón» (λόγος) es aquí la razón formativa: el principio que da forma, inferior al Intelecto.
ἀλλ’ ἀγαθοειδῆ κατὰ τί τὰ ἐν τῷ νῷ; ἆρα ᾗ εἶδος ἕκαστον, ἢ ᾗ καλά, ἢ [ᾗ] τί; εἰ δὴ τὸ παρὰ τοῦ ἀγαθοῦ ἧκον πᾶν ἴχνος καὶ τύπον ἔχει ἐκείνου ἢ ἀπ’ ἐκείνου, ὥσπερ τὸ ἀπὸ πυρὸς ἴχνος πυρὸς καὶ τὸ ἀπὸ γλυκέος γλυκέος ἴχνος, ἥκει δὲ εἰς νοῦν καὶ ζωὴ ἀπ’ ἐκείνου: ἐκ γὰρ τῆς παῤ ἐκείνου ἐνεργείας ὑπέστη: καὶ νοῦς δὲ δἰ ἐκεῖνον καὶ τὸ τῶν εἰδῶν κάλλος ἐκεῖθεν, πάντα ἂν ἀγαθοειδῆ εἴη, καὶ ζωὴ καὶ νοῦς καὶ ἰδέα, ἀλλὰ τί τὸ κοινόν; οὐ γὰρ δὴ ἀρκεῖ τὸ ἀπ’ ἐκείνου πρὸς τὸ ταὐτόν: ἐν αὐτοῖς γὰρ δεῖ τὸ κοινὸν εἶναι: καὶ γὰρ ἂν γένοιτο ἀπὸ τοῦ αὐτοῦ μὴ ταὐτὸν ἢ καὶ δοθὲν ὡσαύτως ἐν τοῖς δεξομένοις ἄλλο γίνεσθαι: ἐπεὶ καὶ ἄλλο τὸ εἰς πρώτην ἐνέργειαν, ἄλλο δὲ τὸ τῇ πρώτῃ ἐνεργείᾳ δοθέν: τὸ δ’ ἐπὶ τούτοις ἄλλο ἤδη. ἢ οὐδὲν κωλύει καθ̓ ἕκαστον μὲν ἀγαθοειδὲς εἶναι, μᾶλλον μὴν κατ’ ἄλλο. τί οὖν καθ̓ ὃ μάλιστα; ἀλλὰ πρότερον ἐκεῖνο ἀναγκαῖον ἰδεῖν: ἆρά γε ἀγαθὸν ἡ ζωή, ᾗ αὐτὸ τοῦτο ζωὴ ἡ ψιλὴ θεωρουμένη καὶ ἀπογεγυμνωμένη; ἢ ἡ ζωὴ ἡ ἀπ’ αὐτοῦ, τὸ δ’ ἀπ’ αὐτοῦ ἄλλο τι ἡ τοιαύτη; πάλιν οὖν τί ἡ τοιαύτη ζωή; ἢ ἀγαθοῦ. ἀλλ’ οὐκ αὐτοῦ ἦν, ἀλλ’ ἐξ αὐτοῦ. ἀλλ’ εἰ ἐν τῇ ζωῇ ἐκείνῃ ἐνείη τι ἐξ ἐκείνου καὶ ἔστιν ἡ ὄντως ζωὴ καὶ οὐδὲν ἄτιμον παῤ ἐκείνου λεκτέον εἶναι, καὶ καθ̓ ὃ ζωή, ἀγαθὸν εἶναι, καὶ ἐπὶ νοῦ δὴ τοῦ ἀληθινοῦ ἀνάγκη λέγειν τοῦ πρώτου ἐκείνου, ὅτι ἀγαθόν: καὶ δῆλον ὅτι καὶ εἶδος ἕκαστον ἀγαθὸν καὶ ἀγαθοειδές. ἢ οὖν τι ἔχει ἀγαθόν, εἴτε κοινόν, εἴτε μᾶλλον ἄλλο, εἴτε τὸ μὲν πρώτως, τὸ δὲ τῷ ἐφεξῆς καὶ δευτέρως. ἐπεὶ γὰρ εἰλήφαμεν ἕκαστον ὡς ἔχον ἤδη ἐν τῇ οὐσίᾳ αὐτοῦ ἀγαθόν τι καὶ διὰ τοῦτο ἦν ἀγαθόν — καὶ γὰρ ἡ ζωὴ ἦν ἀγαθὸν οὐχ ἁπλῶς, ἀλλ’ ὅτι ἐλέγετο ἀληθινὴ καὶ ὅτι παῤ ἐκείνου, καὶ νοῦς ὁ ὄντως — δεῖ τι τοῦ αὐτοῦ ἐν αὐτοῖς ὁρᾶσθαι. διαφόρων γὰρ ὄντων, ὅταν τὸ αὐτὸ αὐτῶν κατηγορῆται, κωλύει μὲν οὐδὲν ἐν τῇ οὐσίᾳ αὐτῶν τοῦτο ἐνυπάρχειν, ὅμως δ’ ἔστι λαβεῖν αὐτὸ χωρὶς τῷ λόγῳ, οἷον καὶ τὸ ζῷον ἐπ’ ἀνθρώπου καὶ ἵππου, καὶ τὸ θερμὸν ἐπὶ ὕδατος καὶ πυρός, τὸ μὲν ὡς γένος, τὸ δ’ ὡς τὸ μὲν πρώτως, τὸ δὲ δευτέρως: ἢ ὁμωνύμως ἂν ἑκάτερον ἢ ἕκαστον λέγοιτο ἀγαθόν. ἆῤ οὖν ἐνυπάρχει τῇ οὐσίᾳ αὐτῶν τὸ ἀγαθόν; ἢ ὅλον ἕκαστον ἀγαθόν ἐστιν, οὐ καθ̓ ἓν τὸ ἀγαθόν. πῶς οὖν; ἢ ὡς μέρη. ἀλλὰ ἀμερὲς τὸ ἀγαθόν. ἢ ἓν μὲν αὐτό, οὑτωσὶ δὲ τόδε: καὶ γὰρ ἡ ἐνέργεια ἡ πρώτη ἀγαθὸν καὶ τὸ ἐπ’ αὐτῇ ὁρισθὲν ἀγαθὸν καὶ τὸ συνάμφω: καὶ τὸ μὲν ὅτι γενόμενον ὑπ’ αὐτοῦ, τὸ δ’ ὅτι κόσμος ἀπ’ αὐτοῦ, τὸ δ’ ὅτι συναμφω. ἀπ’ αὐτοῦ οὖν καὶ οὐδὲν ταὐτόν, οἷον εἰ ἀπὸ τοῦ αὐτοῦ φωνὴ καὶ βάδισις καὶ ἄλλο τι, πάντα κατορθούμενα. ἢ ἐνταῦθα, ὅτι τάξις καὶ ῥυθμός: ἐκεῖ δὲ τί; ἀλλ’ εἴποι τις ἄν, ὡς ἐνταῦθα ὅλως τὸ καλῶς ἔξωθεν διαφόρων ὄντων τῶν περὶ ἃ ἡ τάξις, ἐκεῖ δὲ καὶ αὐτά. ἀλλὰ διὰ τί καὶ αὐτά; οὐ γὰρ ὅτι ἀπ’ ἐκείνου δεῖ πιστεύοντας ἀφεῖναι: δεῖ μὲν γὰρ συγχωρεῖν ἀπ’ ἐκείνου ὄντα εἶναι τίμια, ἀλλὰ ποθεῖ ὁ λόγος λαβεῖν, κατὰ τί τὸ ἀγαθὸν αὐτῶν.
Pero ¿en qué sentido son de aspecto de bien las cosas que hay en el Intelecto? ¿Acaso en cuanto cada una es una Forma, o en cuanto bellas, o en cuanto qué? Si todo lo que viene del Bien tiene una huella y un sello de aquel, o procedente de aquel, como lo que viene del fuego [tiene] huella de fuego y lo que viene de lo dulce, huella de lo dulce; y llega al Intelecto también la vida desde aquel —pues subsistió a partir de la actividad que procede de él—, y el Intelecto es por causa de aquel, y la belleza de las Formas viene de allí, todo sería de aspecto de bien: vida, Intelecto e Idea. Pero ¿qué hay de común? Pues el «procede de aquel» no basta para [que sean] lo mismo: lo común debe estar en ellos mismos; pues podría resultar, a partir de lo mismo, algo no idéntico, o que, dado del mismo modo, en los receptores se haga otra cosa; ya que una cosa es lo que va a la primera actividad, otra lo que se da a la primera actividad, y lo que viene después de estos es ya otra. ¿O nada impide que cada uno sea de aspecto de bien, pero más según otra cosa? ¿Cuál es, pues, aquello según lo cual lo es sobre todo? Pero antes es necesario ver esto: ¿es un bien la vida, en cuanto esto mismo, vida, considerada desnuda y despojada? ¿O lo es la vida [que viene] de él, y lo que viene de él es otra cosa, una vida tal? De nuevo, pues: ¿qué es una vida tal? ¿Acaso [vida] del bien? Pero no era [vida] del Bien mismo, sino a partir de él. Ahora bien, si en aquella vida hubiera algo procedente de aquel, y es la vida verdadera, y no hay que decir que nada procedente de aquel sea indigno, entonces, en cuanto vida, es un bien; y del Intelecto verdadero, el primero, es necesario decir también que es bueno; y es claro que cada Forma es buena y de aspecto de bien. O bien tiene algún bien, sea común, sea más bien otro, sea lo uno primeramente y lo otro a continuación y en segundo lugar. Pues como hemos tomado a cada uno como teniendo ya en su esencia algún bien y por eso era bueno —pues la vida era un bien no sin más, sino porque se decía verdadera y porque [procede] de aquel, y lo mismo el Intelecto que lo es de verdad—, es preciso que algo de lo mismo se vea en ellos. Pues siendo diferentes, cuando de ellos se predica lo mismo, nada impide que esto esté presente en su esencia, pero sin embargo es posible tomarlo aparte por la razón, como «viviente» de hombre y caballo, y «caliente» de agua y fuego, lo uno como género, lo otro como primero y segundo; o bien, de lo contrario, cada uno de los dos, o cada uno, se llamaría bueno por homonimia. ¿Está, pues, el bien presente en su esencia? ¿O cada uno es bueno como un todo, no según un solo bien? ¿Cómo, pues? ¿Como partes? Pero el Bien no tiene partes. ¿O él es uno, y esto es así, y esto otro, de este modo? Pues la primera actividad es un bien, y lo determinado sobre ella es un bien, y lo conjunto de ambos; y lo uno lo es porque ha sido hecho por él, lo otro porque es orden procedente de él, lo otro porque son ambos a la vez. Procedentes de él, pues, y sin ser nada lo mismo, como si de lo mismo [vinieran] la voz, el andar y otra cosa, todas bien dirigidas. ¿O aquí [es así] porque hay orden y ritmo? Pero allí, ¿qué? Alguien diría que aquí lo bien hecho en general viene de fuera, siendo diversas las cosas sobre las que recae el orden, mientras que allí [está] también en ellas mismas. Pero ¿por qué también en ellas mismas? Pues no hay que dejarlo pasar por creer que [viene] de aquel: hay que conceder que, procediendo de aquel, son dignas; pero la razón desea captar según qué hay en ellas el bien.
ἆῤ οὖν τῇ ἐφέσει καὶ τῇ ψυχῇ ἐπιτρέψομεν τὴν κρίσιν καὶ τῷ ταύτης πάθει πιστεύσαντες τὸ ταύτῃ ἐφετὸν ἀγαθὸν φήσομεν, διότι δὲ ἐφίεται οὐ ζητήσομεν; καὶ τί μὲν ἕκαστον, περὶ τούτου ἀποδείξεις κομιοῦμεν, τὸ δ’ ἀγαθὸν τῇ ἐφέσει δώσομεν; ἀλλὰ πολλὰ ἄτοπα ἡμῖν φαίνεται. πρῶτον μέν, ὅτι καὶ τὸ ἀγαθὸν ἕν τι τῶν πέρι: ἔπειτα, ὅτι πολλὰ τὰ ἐφιέμενα καὶ ἄλλα ἄλλων: πῶς οὖν κρινοῦμεν τῷ ἐφιεμένῳ, εἰ βέλτιον; ἀλλ’ ἴσως οὐδὲ τὸ βέλτιον γνωσόμεθα τὸ ἀγαθὸν ἀγνοοῦντες. ἀλλὰ ἆρα τὸ ἀγαθὸν ὁριούμεθα κατὰ τὴν ἑκάστου ἀρετήν; ἀλλ’ οὕτως εἰς εἶδος καὶ λόγον ἀνάξομεν, ὀρθῶς μὲν πορευόμενοι: ἀλλὰ ἐλθόντες ἐκεῖ τί ἐροῦμεν αὐτὰ ταῦτα ζητοῦντες πῶς ἀγαθά; ἐν μὲν γὰρ τοῖς χείροσιν, ὡς ἔοικε, γινώσκοιμεν ἂν τὴν φύσιν τὴν τοιαύτην καίτοι οὐκ ἔχουσαν εἰλικρινῶς τῇ πρὸς τὰ χείρω παραθέσει: ἐκεῖ δὲ, ὅπου μηδέν ἐστι κακόν, αὐτὰ δὲ ἐφ̓ ἑαυτῶν ἐστι τὰ ἀμείνω, ἀπορήσομεν. ἆῤ οὖν, ἐπειδὴ [ὁ] λόγος τὸ διότι ζητεῖ, ταῦτα δὲ ἀγαθὰ παῤ αὑτῶν, διὰ τοῦτο ἀπορεῖ τοῦ διότι τὸ ὅτι ὄντος; ἐπεὶ κἂν ἄλλο φῶμεν αἴτιον, λόγου μὴ φθάνοντος ἐκεῖ ὁμοίως ἡ ἀπορία. οὐ μὴν ἀποστατέον, εἴ πῃ κατ’ ἄλλην ὁδὸν πορευομένοις τι φανείη.
¿Confiaremos, pues, el juicio al deseo y al alma, y, fiándonos de su afección, diremos que es bien lo que ella desea, sin investigar por qué lo desea? ¿Y aportaremos demostraciones sobre qué es cada cosa, pero al bien se lo daremos al deseo? Pero nos parecen muchos los absurdos. Primero, que el bien sería también una de las cosas «de alrededor»; luego, que son muchos los que desean, y unos desean unas cosas y otros otras: ¿cómo, pues, juzgaremos por el que desea si [algo] es mejor? Pero quizá ni siquiera conoceremos lo mejor, ignorando el bien. ¿Y acaso definiremos el bien según la virtud de cada uno? Pero así lo remitiremos a la Forma y a la razón, avanzando rectamente; pero una vez allí, ¿qué diremos, al investigar cómo son buenas estas mismas cosas? Pues en las cosas inferiores, según parece, conoceríamos una naturaleza tal, aunque no la tenga pura, por la comparación con lo peor; pero allí, donde no hay ningún mal y lo mejor está por sí mismo, quedaremos sin salida. ¿Acaso, puesto que el razonamiento busca el «por qué», y estas cosas son buenas por sí mismas, se queda sin salida por ser lo que hay el «que» y no el «por qué»? Pues aun si dijéramos que hay otra causa, como el razonamiento no llega allí, la aporía es igual. Sin embargo, no hay que desistir, por si de algún modo, andando por otro camino, algo se nos mostrara.
ἐπειδὴ τοίνυν ἀπιστοῦμεν ἐν τῷ παρόντι ταῖς ὀρέξεσι πρὸς τὰς τοῦ τί ἐστιν ἢ ποῖόν ἐστι θέσεις, ἆρα χρὴ πρὸς τὰς κρίσεις ἰέναι καὶ τὰς τῶν πραγμάτων ἐναντιώσεις, οἷον τάξιν ἀταξίαν, σύμμετρον ἀσύμμετρον, ὑγίειαν νόσον, εἶδος ἀμορφίαν, οὐσίαν φθοράν, ὅλως σύστασιν ἀφάνισιν; τούτων γὰρ τὰ πρῶτα καθ̓ ἑκάστην συζυγίαν τίς ἂν ἀμφισβητήσειε μὴ οὐκ ἐν ἀγαθοῦ εἴδει εἶναι; εἰ δὲ τοῦτο, καὶ τὰ ποιητικὰ αὐτῶν ἀνάγκη ἐν ἀγαθοῦ μοίρᾳ τίθεσθαι. καὶ ἀρετὴ δὴ καὶ νοῦς καὶ ζωὴ καὶ ψυχή, ἥ γε ἔμφρων, ἐν ἀγαθοῦ εἴδει: καὶ ὧν ἐφίεται τοίνυν ἔμφρων ζωή. τί οὖν οὐ στησόμεθα, φήσει τις, εἰς νοῦν καὶ τοῦτο τὸ ἀγαθὸν θησόμεθα; καὶ γὰρ ψυχὴ καὶ ζωὴ νοῦ ἴχνη καὶ τούτου ἐφίεται ψυχή. καὶ κρίνει τοίνυν καὶ ἐφίεται νοῦ, κρίνουσα μὲν δικαιοσύνην ἀντ̓ ἀδικίας ἄμεινον καὶ ἕκαστον εἶδος ἀρετῆς πρὸ κακίας εἴδους, καὶ τῶν αὐτῶν ἡ προτίμησις, ὧν καὶ ἡ αἵρεσις. ἀλλ’ εἰ μὲν νοῦ μόνον ἐφίεται, τάχ̓ ἂν πλείονος ἐδέησε λόγου δεικνύντων, ὡς οὐ τὸ ἔσχατον ὁ νοῦς καὶ νοῦ μὲν οὐ πάντα, ἀγαθοῦ δὲ πάντα. καὶ τῶν μὲν μὴ ἐχόντων νοῦν οὐ πάντα νοῦν κτήσασθαι ζητεῖ, τὰ δὲ ἔχοντα νοῦν οὐχ ἵσταται ἤδη, ἀλλὰ πάλιν τὸ ἀγαθὸν ζητεῖ, καὶ νοῦν μὲν ἐκ λογισμοῦ, τὸ δ’ ἀγαθὸν καὶ πρὸ τοῦ λόγου. εἰ δὲ καὶ ζωῆς ἐφίεται καὶ τοῦ ἀεὶ εἶναι καὶ ἐνεργεῖν, οὐχ ᾗ νοῦς ἂν εἴη τὸ ἐφετόν, ἀλλ’ ᾗ ἀγαθὸν καὶ ἀπὸ ἀγαθοῦ καὶ εἰς ἀγαθόν: ἐπεὶ καὶ ἡ ζωὴ οὕτως.
Puesto que, pues, por ahora desconfiamos de los deseos para establecer qué es algo o cómo es, ¿hay que ir a los juicios y a las oposiciones de las cosas, como orden y desorden, proporcionado y desproporcionado, salud y enfermedad, forma y deformidad, esencia y corrupción, en general constitución y desaparición? Pues de estos, los primeros en cada par, ¿quién discutiría que no estén en la especie del bien? Y si es así, es necesario poner también sus productores en la categoría del bien. Y también la virtud, el Intelecto, la vida y el alma —la sensata, al menos— están en la especie del bien; y [lo están], además, las cosas que desea la vida sensata. «¿Por qué, pues, no nos detendremos en el Intelecto y pondremos este como el Bien?», dirá alguien. Pues también el alma y la vida son huellas del Intelecto, y el alma desea este. Y juzga, pues, y desea el Intelecto, juzgando mejor la justicia que la injusticia y cada especie de virtud antes que la especie del vicio; y la preferencia recae sobre las mismas cosas que la elección. Pero si [el alma] desea solo el Intelecto, quizá haría falta más razonamiento, que mostrara que el Intelecto no es lo último, y que no todas las cosas [desean] el Intelecto, pero todas [desean] el Bien. Y de los que no tienen intelecto, no todos buscan adquirirlo; y los que tienen intelecto ya no se detienen, sino que buscan de nuevo el Bien: el intelecto, por cálculo; el Bien, incluso antes de la razón. Y si desean también la vida, el ser siempre y el obrar, lo deseable no sería en cuanto Intelecto, sino en cuanto bien, procedente del bien y hacia el bien; pues también la vida es así.
τί οὖν ἓν ὂν ἐν πᾶσι τούτοις ποιεῖ ἀγαθὸν ἕκαστον; ὧδε τοίνυν τετολμήσθω: εἶναι μὲν τὸν νοῦν καὶ τὴν ζωὴν ἐκείνην ἀγαθοειδῆ, ἔφεσιν δὲ εἶναι καὶ τούτων, καθ̓ ὅσον ἀγαθοειδῆ: ἀγαθοειδῆ δὲ λέγω τῷ τὴν μὲν τἀγαθοῦ εἶναι ἐνέργειαν, μᾶλλον δὲ ἐκ τἀγαθοῦ ἐνέργειαν, τὸν δὲ ἤδη ὁρισθεῖσαν ἐνέργειαν: εἶναι δ’ αὐτὰ μεστὰ μὲν ἀγλαίας καὶ διώκεσθαι μὲν ὑπὸ ψυχῆς, ὡς ἐκεῖθεν καὶ πρὸς ἐκεῖνα αὖ: ὡς τοίνυν οἰκεῖα, ἀλλ’ οὐχὶ ἀγαθά: ἀγαθοειδῆ δὲ ὄντα οὐδὲ ταύτῃ ἀπόβλητα εἶναι. τὸ γὰρ οἰκεῖον, εἰ μὴ ἀγαθὸν εἴη, οἰκεῖον μέν ἐστι, φεύγει δέ τις αὐτό: ἐπεὶ καὶ ἄλλα πόρρω ὄντα καὶ κάτω κινήσειεν ἄν. γίνεται δὲ πρὸς αὐτὰ ἔρως ὁ σύντονος οὐχ ὅταν ᾖ ἅπερ ἐστίν, ἀλλ’ ὅταν ἐκεῖθεν ἤδη ὂν ἅπερ ἐστὶν ἄλλο προσλάβῃ. οἷον γὰρ ἐπὶ τῶν σωμάτων φωτὸς ἐμμεμιγμένου ὅμως δεῖ φωτὸς ἄλλου, ἵνα καὶ φανείη τὸ ἐν αὐτοῖς φῶς, οὕτω τοι δεῖ καὶ ἐπὶ τῶν ἐκεῖ καίπερ πολὺ φῶς ἐχόντων φωτὸς κρείττονος ἄλλου, ἵνα κἀκεῖνα καὶ ὑπ’ αὐτῶν καὶ ὑπ’ ἄλλου ὀφθῇ.
¿Qué es, pues, lo que, siendo uno en todas estas cosas, hace bueno a cada una? Atrevámonos, entonces, así: que el Intelecto y aquella vida son de aspecto de bien, y que hay deseo también de estos, en cuanto son de aspecto de bien. Llamo «de aspecto de bien» a lo que, por una parte, es actividad del Bien —o más bien actividad procedente del Bien— [la vida], y, por otra, actividad ya determinada [el Intelecto]. Y que ellos están llenos de esplendor y son perseguidos por el alma, como procedentes de allí y a su vez [orientados] hacia aquello; por tanto, como cosas propias, pero no como bienes; y que, siendo de aspecto de bien, tampoco por esto son rechazables. Pues lo propio, si no fuera bueno, es propio, pero uno huye de ello; ya que también otras cosas, estando lejos y abajo, podrían moverlo. Y el amor intenso hacia ellos surge no cuando son lo que son, sino cuando, siendo ya lo que son procedente de allí, reciben además otra cosa. Pues como en los cuerpos, aun estando mezclada la luz, hace falta sin embargo otra luz para que se manifieste la luz que hay en ellos, así también hace falta, en los de allí, aunque tengan mucha luz, otra luz mejor, para que también aquellos sean vistos tanto por sí mismos como por otro.
ὅταν οὖν τὸ φῶς τοῦτό τις ἴδῃ, τότε δὴ καὶ κινεῖται ἐπ’ αὐτὰ καὶ τοῦ φωτὸς τοῦ ἐπιθέοντος ἐπ’ αὐτοῖς γλιχόμενος εὐφραίνεται, ὥσπερ καὶ τῶν ἐνταῦθα σωμάτων οὐ τῶν ὑποκειμένων ἐστὶν ὁ ἔρως, ἀλλὰ τοῦ ἐμφανταζομένου κάλλους ἐπ’ αὐτοῖς. ἔστι γὰρ ἕκαστον ὃ ἔστιν ἐφ̓ αὑτοῦ: ἐφετὸν δὲ γίνεται ἐπιχρώσαντος αὐτὸ τοῦ ἀγαθοῦ, ὥσπερ χάριτας δόντος αὐτοῖς καὶ εἰς τὰ ἐφιέμενα ἔρωτας. καὶ τοίνυν ψυχὴ λαβοῦσα εἰς αὑτὴν τὴν ἐκεῖθεν ἀπορροὴν κινεῖται καὶ ἀναβακχεύεται καὶ οἴστρων πίμπλαται καὶ ἔρως γίνεται. πρὸ τοῦ δὲ οὐδὲ πρὸς τὸν νοῦν κινεῖται, καίπερ καλὸν ὄντα: ἀργόν τε γὰρ τὸ κάλλος αὐτοῦ, πρὶν τοῦ ἀγαθοῦ φῶς λάβῃ, ὑπτία τε ἀναπέπτωκεν ἡ ψυχὴ παῤ αὑτῆς καὶ πρὸς πᾶν ἀργῶς ἔχει καὶ παρόντος νοῦ ἐστι πρὸς αὐτὸν νωθής. ἐπειδὰν δὲ ἥκῃ εἰς αὐτὴν ὥσπερ θερμασία ἐκεῖθεν, ῥώννυταί τε καὶ ἐγείρεται καὶ ὄντως πτεροῦται καὶ πρὸς τὸ παρακείμενον καὶ πλησίον καίπερ ἐπτοημένη ὅμως πρὸς ἄλλο οἷον τῇ μνήμῃ μεῖζον κουφίζεται. καὶ ἕως τί ἐστιν ἀνωτέρω τοῦ παρόντος, αἴρεται φύσει ἄνω αἰρομένη ὑπὸ τοῦ δόντος τὸν ἔρωτα. καὶ νοῦν μὲν ὑπεραίρει, οὐ δύναται δὲ ὑπὲρ τὸ ἀγαθὸν δραμεῖν, ὅτι μηδέν ἐστι τὸ ὑπερκείμενον. ἐὰν δὲ μένῃ ἐν νῷ, καλὰ μὲν καὶ σεμνὰ θεᾶται, οὔπω μὴν ὃ ζητεῖ πάντη ἔχει. οἷον γὰρ προσώπῳ πελάζει καλῷ μέν, οὔπω δὲ ὄψιν κινεῖν δυναμένῳ, ᾧ μὴ ἐμπρέπει χάρις ἐπιθέουσα τῷ κάλλει. διὸ καὶ ἐνταῦθα φατέον μᾶλλον τὸ κάλλος τὸ ἐπὶ τῇ συμμετρίᾳ ἐπιλαμπόμενον ἢ τὴν συμμετρίαν εἶναι καὶ τοῦτο εἶναι τὸ ἐράσμιον. διὰ τί γὰρ ἐπὶ μὲν ζῶντος προσώπου μᾶλλον τὸ φέγγος τοῦ καλοῦ, ἴχνος δ’ ἐπὶ τεθνηκότος καὶ μηπω τοῦ προσώπου ταῖς σαρξὶ καὶ ταῖς συμμετρίαις μεμαρασμένου; καὶ τῶν ἀγαλμάτων δὲ τὰ ζωτικώτερα καλλίω, κἂν συμμετρότερα τὰ ἕτερα ᾖ: καὶ αἰσχίων ζῶν καλλίων τοῦ ἐν ἀγάλματι καλοῦ; ἢ ὅτι τοδὶ ἐφετὸν μᾶλλον: τοῦτο δ’ ὅτι ψυχὴν ἔχει: τοῦτο δ’ ὅτι ἀγαθοειδέστερον: τοῦτο δέ, ὅτι ἀγαθοῦ ἀμηγέπη φωτὶ κέχρωσται καὶ χρωσθεῖσα ἐγήγερται καὶ ἀνακεκούφισται καὶ ἀνακουφίζει ὃ ἔχει, καὶ ὡς οἷόν τε αὐτῷ ἀγαθοποιεῖ αὐτὸ καὶ ἐγείρει.
Cuando, pues, alguien ve esta luz, entonces se mueve hacia ellos [los inteligibles] y, ansiando la luz que corre sobre ellos, se regocija; así como también, en los cuerpos de aquí, el amor no es de los sustratos, sino de la belleza que se manifiesta en ellos. Pues cada cosa es lo que es por sí misma; pero se vuelve deseable cuando el Bien la ha teñido, como si les hubiera dado gracias y, a los que desean, amores. Y así también el alma, al recibir en sí la emanación de allí, se mueve, se agita en bacanal, se llena de aguijones y se hace amor. Antes de esto ni siquiera se mueve hacia el Intelecto, aunque es bello: pues su belleza está inactiva antes de recibir la luz del Bien, y el alma yace echada de espaldas, por sí misma, y se comporta con inercia ante todo, y aun estando presente el Intelecto, es torpe ante él. Pero cuando llega a ella desde allí algo así como un calor, se fortalece, se despierta, le brotan verdaderamente alas, y, aunque está conmovida por lo que tiene al lado y cerca, se eleva sin embargo hacia otra cosa, mayor, como por el recuerdo. Y mientras haya algo más alto que lo presente, es levantada hacia arriba, por naturaleza, por quien le dio el amor. Y sobrepasa al Intelecto, pero no puede correr por encima del Bien, porque no hay nada que esté sobre él. Pero si permanece en el Intelecto, contempla cosas bellas y venerables, pero todavía no tiene del todo lo que busca. Es como si se acercara a un rostro bello, sí, pero todavía incapaz de mover la vista, en el que no resplandece la gracia que corre sobre la belleza. Por eso también aquí hay que decir que la belleza es más bien lo que resplandece sobre la simetría que la simetría misma, y que esto es lo amable. Pues ¿por qué el fulgor de lo bello es mayor en un rostro vivo, y solo una huella en el de un muerto, aunque el rostro todavía no se haya marchitado en sus carnes y sus simetrías? Y entre las estatuas, las más vivientes son más bellas, aunque las otras sean más simétricas; y ¿es más bello un vivo más feo que lo bello en una estatua? ¿O es porque aquél es más deseable; y esto porque tiene alma; y esto porque es más semejante al Bien; y esto porque está de algún modo teñido por la luz del Bien, y, teñida, [el alma] se ha despertado y aligerado, y aligera lo que tiene, y en la medida en que le es posible lo hace bueno y lo despierta?✦
Alusión a Platón, Fedro: el alma a la que le brotan alas ante la belleza.
ἐκεῖνο δή, ὃ ψυχὴ διώκει, καὶ ὃ φῶς νῷ παρεχει καὶ ἐμπεσὸν αὐτοῦ ἴχνος κινεῖ, οὔτοι δεῖ θαυμάζειν, εἰ τοιαύτην δύναμιν ἔχει ἕλκον πρὸς αὑτὸ καὶ ἀνακαλούμενον ἐκ πάσης πλάνης, ἵνα πρὸς αὐτὸ ἀναπαύσαιτο. εἰ γὰρ ἐκ τούτου τὰ πάντα, οὐδέν ἐστι κρεῖττον αὐτοῦ, ἐλάττω δὲ πάντα. τὸ δὴ ἄριστον τῶν ὄντων πῶς οὐ τὸ ἀγαθόν ἐστι; καὶ μὴν εἰ δεῖ τὴν τοῦ ἀγαθοῦ φύσιν αὐταρκεστάτην τε εἶναι αὑτῇ καὶ ἀνενδεᾶ ἄλλου ὁτουοῦν παντός, τίνα ἂν ἄλλην ἢ ταύτην οὖσαν εὕροι τις; ἣ πρὸ τῶν ἄλλων ἦν ὅπερ ἦν, ὅτε μηδὲ κακία πω ἦν. εἰ δὲ τὰ κακὰ ὕστερον ἐν τοῖς μηδὲ καθ̓ ἓν τούτου μετειληφόσι καὶ ἐν τοῖς ἐσχάτοις καὶ οὐδὲν ἐπέκεινα τῶν κακῶν πρὸς τὸ χεῖρον, ἐναντίως ἂν ἔχοι τὰ κακὰ πρὸς αὐτὸ οὐδὲν ἔχοντα μέσον πρὸς ἐναντίωσιν. τὸ ἄρα ἀγαθὸν τοῦτο ἂν εἴη: ἢ γὰρ οὐκ ἔστιν ὅλως ἀγαθόν, ἤ, εἰ ἀνάγκη εἶναι, τοῦτο ἂν καὶ οὐκ ἄλλο εἴη. εἰ δέ τις λέγοι μὴ εἶναι, οὐδὲ κακὸν ἂν εἴη: ἀδιάφορα ἄρα πρὸς αἵρεσιν τῇ φύσει: τοῦτο δ’ ἀδύνατον. ἃ δ’ ἄλλα λέγουσιν ἀγαθά, εἰς τοῦτο, αὐτὸ δὲ εἰς οὐδέν. τί οὖν ποιεῖ τοιοῦτον ὄν; ἢ ἐποίησε νοῦν, ἐποίησε ζωήν, ψυχὰς ἐκ τούτου καὶ τὰ ἄλλα, ὅσα λόγου ἢ νοῦ ἢ ζωῆς μετέχει. ὃ δὴ τούτων πηγὴ καὶ ἀρχή, τίς ἂν εἴποι, ὅπως ἀγαθὸν καὶ ὅσον; ἀλλὰ τί νῦν ποιεῖ; ἢ καὶ νῦν σώζει ἐκεῖνα καὶ νοεῖν ποιεῖ τὰ νοουντα καὶ ζῆν τὰ ζῶντα, ἐμπνέον νοῦν, ἐμπνέον ζωήν, εἰ δέ τι μὴ δύναται ζῆν, εἶναι.
Aquello, pues, que el alma persigue, que da luz al Intelecto y, al incidir su huella, lo mueve, no hay que asombrarse de que tenga tal poder, atrayendo hacia sí y llamando de vuelta desde todo extravío, para que [el alma] repose en ello. Pues si todas las cosas proceden de esto, nada hay mejor que ello, y todas son inferiores. Lo mejor de los seres, ¿cómo no sería el Bien? Y si la naturaleza del Bien debe ser la más suficiente por sí misma y sin necesidad de ninguna otra cosa, ¿qué otra hallaría alguien sino ésta? La cual ya era lo que era antes que las demás, cuando todavía ni siquiera había maldad. Y si los males son posteriores, y se dan en los que de ningún modo participan de él, en los últimos, y más allá de los males no hay nada hacia lo peor, los males estarían en oposición a él, sin tener nada intermedio para la contrariedad. Esto sería, pues, el Bien: o bien no hay en absoluto bien, o bien, si es necesario que lo haya, sería esto y no otra cosa. Y si alguien dijera que no existe, tampoco existiría el mal: serían, pues, indiferentes por naturaleza para la elección; pero esto es imposible. Los demás bienes de que hablan se refieren a éste, y él a nada. ¿Qué hace, entonces, siendo tal? Hizo el Intelecto, hizo la vida, las almas a partir de él y todo lo demás que participa de razón, de intelecto o de vida. Y lo que es fuente y principio de todo esto, ¿quién podría decir cuán bueno y cuán grande es? Pero ¿qué hace ahora? También ahora conserva aquellas cosas, y hace pensar a los que piensan y vivir a los que viven, insuflando intelecto, insuflando vida, y, si algo no puede vivir, [insuflando] ser.
ἡμᾶς δὲ τί ποιεῖ; ἢ πάλιν περὶ τοῦ φωτὸς λέγωμεν τί τὸ φῶς, ᾧ καταλάμπεται μὲν νοῦς, μεταλαμβάνει δὲ αὐτοῦ ψυχή: ἢ τοῦτο νῦν εἰς ὕστερον ἀφέντες εἰκότως ἐκεῖνα πρότερον ἀπορήσωμεν: ἆρά γε τὸ ἀγαθόν, ὅτι ἐστὶν ἄλλῳ ἐφετόν, ἔστι καὶ λέγεται ἀγαθὸν καὶ τινὶ μὲν ὂν ἐφετόν, τινὶ δὲ ἀγαθόν, πᾶσι δὲ ὂν τοῦτο λέγομεν εἶναι τὸ ἀγαθόν; ἢ μαρτύριον μὲν ἄν τις τοῦτο ποιήσαιτο τοῦ εἶναι ἀγαθόν, δεῖ δέ γε φύσιν αὐτὸ τὸ ἐφετὸν ἔχειν τοιαύτην, ὡς δικαίως ἂν τυχεῖν τῆς τοιαύτης προσηγορίας. καὶ πότερα τῷ τι δέχεσθαι τὰ ἐφιέμενα ἐφίεται ἢ τῷ χαίρειν αὐτῷ; καὶ εἰ μέν τι δέχεται, τί τοῦτο; εἰ δὲ τῷ χαίρειν, διὰ τί τούτῳ, ἀλλὰ μὴ ἄλλῳ τινί; ἐν ᾧ δὴ καὶ πότερα τῷ οἰκείῳ τὸ ἀγαθὸν ἢ ἄλλῳ τινί: καὶ δὴ καὶ πότερα τὸ ἀγαθὸν ὅλως ἄλλου ἐστίν, ἢ καὶ αὑτῷ τὸ ἀγαθὸν ἀγαθόν ἐστιν. ἢ ὃ ἂν ᾖ ἀγαθόν, αὑτῷ μὲν οὐκ ἔστιν, ἄλλου δὲ ἐξ ἀνάγκης. καὶ τίνι φύσει ἀγαθόν ἐστιν; ἔστι δέ τις φύσις, ᾗ μηδὲν ἀγαθόν ἐστι. κἀκεῖνο δὲ οὐκ ἀφετέον, ὃ τάχ̓ ἄν τις δυσχεραντικὸς ἀνὴρ εἴποι, ὡς ὑμεῖς, ὦ οὗτοι, τί δὴ ἀποσεμνύνετε τοῖς ὀνόμασιν ἄνω καὶ κάτω ζωὴν ἀγαθὸν λέγοντες καὶ νοῦν ἀγαθὸν λέγοντες, καίτοι ἐπέκεινα τούτων; τί γὰρ ἂν καὶ ὁ νοῦς: ἀγαθὸν εἴη; ἢ τί ὁ νοῶν τὰ εἴδη αὐτὰ ἀγαθὸν ἔχοι αὐτὸ ἕκαστον θεωρῶν; ἠπατημένος μὲν γὰρ ἂν καὶ ἡδόμενος ἐπὶ τούτοις τάχ̓ ἂν ἀγαθὸν λέγοι καὶ τὴν ζωὴν ἡδεῖαν οὖσαν: στὰς δ’ ἐν τῷ ἀνήδονος εἶναι διὰ τί ἂν φήσειεν ἀγαθά; ἢ τὸ αὐτὸν εἶναι; τί γὰρ ἂν ἐκ τοῦ εἶναι καρπώσαιτο; ἢ τί ἂν διαφέροι ἐν τῷ εἶναι ἢ ὅλως μὴ εἶναι, εἰ μή τις τὴν πρὸς αὐτὸν φιλίαν αἰτίαν τούτων θεῖτο; ὥστε διὰ ταύτην τὴν ἀπάτην φυσικὴν οὖσαν καὶ τὸν φόβον τῆς φθορᾶς τὴν τῶν ἀγαθῶν νομισθῆναι θέσιν.
¿Y a nosotros qué nos hace? ¿O hablemos de nuevo de la luz, de qué es la luz con la que el Intelecto es iluminado y de la que el alma participa? ¿O, dejando esto ahora para más tarde, planteémonos primero, como es razonable, estas dificultades: ¿acaso el Bien, porque es deseable para otro, es y se llama bien, y siendo deseable para uno y bueno para otro, a lo que es esto para todos lo llamamos el Bien? ¿O alguien podría tomar esto como testimonio de que es bueno, pero es preciso que lo deseable mismo tenga una naturaleza tal que con justicia obtenga esa denominación? Y ¿los que desean lo desean porque reciben algo o porque se gozan en ello? Y si reciben algo, ¿qué es? Y si es por gozarse, ¿por qué en esto y no en otra cosa? Y en esto mismo, ¿es el bien para lo propio o para otra cosa? Y además, ¿el bien lo es en absoluto de otro, o el Bien es bueno también para sí mismo? ¿O lo que es bueno no lo es para sí, sino necesariamente de otro? ¿Y para qué naturaleza es bueno? Pues hay alguna naturaleza para la cual nada es bueno. Y tampoco hay que dejar de lado lo que quizá diría algún hombre quisquilloso: «Ustedes, amigos, ¿por qué se engrandecen con nombres, arriba y abajo, llamando bien a la vida y llamando bien al Intelecto, aunque [el Bien está] más allá de esto? Pues ¿cómo sería el Intelecto un bien? ¿O qué bien tendría el que piensa las Formas mismas, contemplando cada una? Engañado y deleitándose en ellas, quizá las llamaría bien, y también a la vida por ser agradable; pero si se quedara sin placer, ¿por qué diría que son bienes? ¿O [lo sería] el hecho de que él mismo exista? Pues ¿qué fruto sacaría del ser? ¿O en qué diferiría estar siendo o no ser en absoluto, a menos que se pusiera como causa de esto el afecto hacia sí mismo? De modo que, por este engaño, que es natural, y por el miedo a la destrucción, se habría llegado a sostener la tesis de los bienes.»
ὁ μὲν οὖν Πλάτων ἡδονὴν τῷ τέλει μιγνὺς καὶ τὸ ἀγαθὸν οὐχ ἁπλοῦν οὐδὲ ἐν νῷ μόνῳ τιθέμενος, ὡς ἐν τῷ Φιλήβῳ γέγραπται, τάχα ἂν αἰσθόμενος ταύτης τῆς ἀπορίας οὔτε παντάπασιν ἐπὶ τὸ ἡδὺ τίθεσθαι τὸ ἀγαθὸν ἐτράπετο, ὀρθῶς ποιῶν, οὔτε τὸν νοῦν ἀνήδονον ὄντα ᾠήθη δεῖν θέσθαι ἀγαθὸν τὸ κινοῦν ἐν αὐτῷ οὐχ ὁρῶν. τάχα δὲ οὐ ταύτῃ, ἀλλ’ ὅτι ἠξίου τὸ ἀγαθὸν ἔχον φύσιν ἐν αὑτῷ τοιαύτην δεῖν ἐξ ἀνάγκης χαρτὸν εἶναι, τό τε ἐφετὸν τῷ τυγχάνοντι πάντως ἔχειν τὸ χαίρειν, ὥστε, ᾧ μὴ τὸ χαίρειν, ἀγαθὸν μηδὲ εἶναι, καὶ ὥστε, εἰ τὸ χαίρειν τῷ ἐφιεμένῳ, τῷ πρώτῳ μὴ εἶναι: ὥστε μηδὲ τὸ ἀγαθόν. καὶ οὐκ ἄτοπον τοῦτο: αὐτὸς γὰρ οὐ τὸ πρῶτον ἀγαθὸν ἐζήτει, τὸ δὲ ἡμῶν, καὶ ὅλως ἑτέρου ὄντος ἐστὶν αὐτῷ ἕτερον ὂν αὐτοῦ, ἐλλιποῦς ὄντος αὐτοῦ καὶ ἴσως συνθέτου: ὅθεν καὶ τὸ ἔρημον καὶ μόνον μηδὲν ἔχειν ἀγαθόν, ἀλλ’ εἶναι ἑτέρως καὶ μειζόνως. ἐφετὸν μὲν οὖν δεῖ τὸ ἀγαθὸν εἶναι, οὐ μέντοι τῷ ἐφετὸν εἶναι ἀγαθὸν γίνεσθαι, ἀλλὰ τῷ ἀγαθὸν εἶναι ἐφετὸν γίνεσθαι. ἆῤ οὖν τῷ μὲν ἐσχάτῳ ἐν τοῖς οὖσι τὸ πρὸ αὐτοῦ, καὶ ἀεὶ ἡ ἀνάβασις τὸ ὑπὲρ ἕκαστον διδοῦσα ἀγαθὸν εἶναι τῷ ὑπ’ αὐτῷ, εἰ ἡ ἀνάβασις οὐκ ἐξίσταιτο τοῦ ἀνὰ λόγον, ἀλλὰ ἐπὶ μεῖζον ἀεὶ προχωροῖ; τότε δὲ στήσεται ἐπ’ ἐσχάτῳ, μεθ̓ ὃ οὐδὲν ἔστιν εἰς τὸ ἄνω λαβεῖν, καὶ τοῦτο τὸ πρῶτον καὶ τὸ ὄντως καὶ τὸ μάλιστα κυρίως ἔσται, καὶ αἴτιον δὲ καὶ τοῖς ἄλλοις. τῇ μὲν γὰρ ὕλῃ τὸ εἶδος — εἰ γὰρ αἴσθησιν λάβοι, ἀσπάσαιτ̓ ἄν. τῷ δὲ σώματι ψυχή — καὶ γὰρ οὐδ’ ἂν εἴη οὐδ’ ἂν σώζοιτο: ψυχῇ δὲ ἀρετή. ἤδη δὲ καὶ ἀνωτέρω νοῦς καὶ ἐπὶ τούτῳ ἣν δή φαμεν πρώτην φύσιν. καὶ δὴ καὶ τούτων ἕκαστον ποιεῖν τι εἰς τὰ ὧν ἀγαθά ἐστι, τὰ μὲν τάξιν καὶ κόσμον, τὰ δ’ ἤδη ζωήν, τὰ δὲ φρονεῖν καὶ ζῆν εὖ, τῷ δὲ νῷ τὸ ἀγαθόν, ὅ φαμεν καὶ εἰς τοῦτον ἥκειν, καὶ ὅτι ἐνέργεια ἐξ αὐτοῦ, καὶ ὅτι καὶ νῦν δίδωσι φῶς λεγόμενον: ὃ δὴ τί ποτ̓ ἐστίν, ὕστερον.
Platón, pues, al mezclar el placer con el fin y al no poner el bien como algo simple ni solo en el intelecto, como está escrito en el Filebo, quizá percibiendo esta dificultad, ni se volvió a poner el bien enteramente en lo agradable, y en eso obraba rectamente, ni juzgó que debía poner como bien al Intelecto, que carece de placer, al no ver lo que lo mueve en él. Quizá no fue por esto, sino porque estimaba que el bien, al tener en sí una naturaleza tal, debía ser necesariamente gozoso, y que lo deseable tiene absolutamente el gozo para quien lo alcanza, de modo que aquello para lo cual no hay gozo ni siquiera sea bien; y que, si el gozo es del que desea, no existe en el Primero, y así tampoco el Bien. Y esto no es absurdo: pues él no buscaba el primer bien, sino el nuestro; y en general, siendo [el bien] de otro, es para éste algo distinto de él, por ser él deficiente y quizá compuesto; de ahí que lo desierto y solo no tenga ningún bien, sino que sea de otro modo y de manera más grande. Es preciso, pues, que el Bien sea deseable, pero no que por ser deseable se haga bueno, sino que por ser bueno se haga deseable. ¿Acaso, entonces, para el último entre los seres lo es lo que está antes de él, y la ascensión, dando siempre lo que está por encima de cada uno como bien para lo que está debajo, [continúa así] si la ascensión no se sale de la proporción, sino que avanza siempre hacia lo mayor? Entonces se detendrá en un último, tras el cual no hay nada que tomar hacia arriba, y éste será lo primero, lo verdadero y lo que lo es en el sentido más propio, y causa también para las demás cosas. Pues para la materia lo es la forma —pues si recibiera sensación, la acogería—; para el cuerpo, el alma —pues ni siquiera sería ni se conservaría—; para el alma, la virtud. Y ya más arriba, el Intelecto, y sobre éste la que decimos naturaleza primera. Y también que cada una de estas cosas hace algo para aquellos de los que es bien: unas, orden y cosmos; otras, ya vida; otras, pensar y vivir bien; y para el Intelecto, el Bien, que decimos que llega también hasta él, y que de él procede un acto, y que también ahora da la luz de que se habla. Qué es ésta, lo diremos después.✦
Platón, Filebo: la vida buena como mezcla de intelecto y placer.
καὶ δὴ τὸ πεφυκὸς αἰσθάνεσθαι παῤ αὐτόν, εἰ ἥκει αὐτῷ, τὸ ἀγαθὸν γινώσκει καὶ λέγει ἔχειν. τί οὖν, εἰ ἠπάτηται; δεῖ ἄρα τινὰ εἶναι ὁμοίωσιν, καθ̓ ἣν ἠπάτηται. εἰ δὲ τοῦτο, ἐκεῖνο ἀγαθὸν ἂν αὐτῷ εἴη, ἀφ̓ οὗ ἠπάτηται: ἐπεὶ καί, ὅταν ἐκεῖνο ἥκῃ, ἀφίσταται ἀφ̓ οὗ ἠπάτηται. καὶ ἡ ἔφεσις δ’ αὐτοῦ ἑκάστου καὶ ἡ ὠδὶς μαρτυρεῖ, ὅτι ἔστι τι ἀγαθὸν ἑκάστου. τοῖς μὲν γὰρ ἀψύχοις παῤ ἄλλου τοῦ ἀγαθοῦ αὐτοῖς ἡ δόσις, τῷ δὲ ψυχὴν ἔχοντι ἡ ἔφεσις τὴν δίωξιν ἐργάζεται, ὥσπερ καὶ τοῖς νεκροῖς γεγενημένοις σώμασι παρὰ τῶν ζώντων ἡ ἐπιμέλεια καὶ ἡ κήδευσις, τοῖς δὲ ζῶσι παῤ αὑτῶν ἡ πρόνοια. ὅτι δ’ ἔτυχε, πιστοῦται, ὅταν βέλτιόν τι γίνηται καὶ ἀμετανόητον ᾖ καὶ πεπληρῶσθαι αὐτῷ γίγνηται καὶ ἐπ’ ἐκείνου μένῃ καὶ μὴ ἄλλο ζητῇ. διὸ καὶ ἡ ἡδονὴ οὐκ αὔταρκες: οὐ γὰρ ἀγαπᾷ ταὐτόν: οὐ γάρ, ὅτι ἡδονὴν πάλιν, ταὐτόν: ἄλλο γὰρ ἀεὶ τὸ ἐφ̓ ᾧ ἥδεται. δεῖ δὴ τὸ ἀγαθόν, ὃ αἱρεῖταί τις, εἶναι οὐ τὸ πάθος τὸ ἐπὶ τῷ τυχόντι: ὅθεν καὶ κενὸς μένει ὁ τοῦτο ἀγαθὸν νομίζων, τὸ πάθος μόνον ἔχων, ὃ ἔσχεν ἄν τις ἀπὸ τοῦ ἀγαθοῦ. διὸ οὐκ ἂν ἀνάσχοιτό τις τοῦ πάθους, ἐφ̓ ᾧ οὐκ ἔχων, οἷον ἐπὶ τῷ παιδί, ὅτι πάρεστιν, ἥδεσθαι οὐ παρόντος: οὐδέ γε οἶμαι οἷς ἐν τῷ πληροῦσθαι σωματικῶς τὸ ἀγαθὸν ἥδεσθαι ὡς ἐσθίοντα μὴ ἐσθίοντα, ὡς ἀφροδισίοις χρώμενον μὴ συνόντα ᾗ ἐβούλετο, ἢ ὅλως μὴ δρῶντα.
Y, ciertamente, lo que por naturaleza percibe, si el bien llega a ello, lo conoce y dice tenerlo. ¿Y si se engaña? Debe haber, entonces, alguna semejanza según la cual se engaña. Y si es así, aquello sería bueno para él, aquello por lo que se engañó; puesto que, cuando llega aquello, [él] se aparta de aquello por lo que se engañaba. El deseo de cada cosa y su dolor de parto atestiguan también que hay un bien de cada una. Pues para los seres inanimados la entrega de su bien viene de otro; en cambio, en el que tiene alma el deseo produce la búsqueda, así como, para los cuerpos que han llegado a estar muertos, el cuidado y los ritos fúnebres vienen de los vivos, y para los vivos la providencia viene de ellos mismos. Que ha alcanzado [el bien], lo confirma cuando algo llega a ser mejor, y no da lugar a arrepentimiento, y se siente colmado con ello, y permanece en aquello y no busca otra cosa. Por eso el placer no es suficiente: pues no se contenta con lo mismo; pues no, porque sea de nuevo placer, es lo mismo: siempre es otro aquello en lo que se goza. Es preciso, pues, que el bien que uno elige no sea la afección que acompaña al haber alcanzado; de ahí que quede vacío el que considera esto bien, teniendo solo la afección, que podría tener a partir del bien. Por eso nadie soportaría la afección de gozarse por lo que no tiene, como por el hijo, [gozarse] porque está presente cuando no está presente; ni tampoco, creo, [soportarían gozarse] aquellos para quienes el bien está en el llenarse corporalmente, como quien come sin comer, como quien usa los placeres de Afrodita sin estar con quien quería, o sin hacer nada en absoluto.
ἀλλὰ τίνος γενομένου ἑκάστῳ τὸ αὑτῷ προσῆκον ἔχει; ἢ εἴδους τινὸς φήσομεν: καὶ γὰρ τῇ ὕλῃ εἶδος, καὶ ψυχῇ ἡ ἀρετὴ εἶδος. ἀλλὰ τὸ εἶδος τοῦτο ἆρά γε τῷ οἰκεῖον εἶναι ἀγαθόν ἐστιν ἐκείνῳ, καὶ ἡ ἔφεσις πρὸς τὸ οἰκεῖον; ἢ οὔ: καὶ γὰρ τὸ ὅμοιον οἰκεῖον, κἂν ἐθέλῃ αὐτὸ καὶ χαίρῃ τῷ ὁμοίῳ, οὔπω τὸ ἀγαθὸν ἔχει: ἀλλ’ οὐκ οἰκεῖον φήσομεν ἀγαθὸν εἰπόντες εἶναι. ἢ φατέον τοῦ οἰκείου τῷ κρείττονι κρίνειν δεῖ καὶ τῷ βελτίονι αὐτοῦ, πρὸς ὃ δυνάμει ἐστίν. ὂν γὰρ δυνάμει πρὸς ὃ ἔστιν ἐνδεές ἐστιν αὐτοῦ, οὗ δὲ ἐνδεές ἐστι κρείττονος ὄντος, ἀγαθόν ἐστιν αὐτῷ ἐκεῖνο. ἡ δὲ ὕλη πάντων ἐνδεέστατον καὶ τὸ ἔσχατον εἶδος προσεχὲς αὐτῇ: μετ’ αὐτὴν γὰρ πρὸς τὸ ἄνω. εἰ δὲ δὴ καὶ αὐτὸ αὑτῷ ἀγαθόν ἐστι, πολὺ μᾶλλον ἂν εἴη ἀγαθὸν αὐτῷ ἡ τελειότης αὐτοῦ καὶ τὸ εἶδος καὶ τὸ κρεῖττον αὐτοῦ, καὶ τῇ ἑαυτοῦ φύσει ὂν τοιοῦτον καὶ αὐτῷ, ὅτι καὶ αὐτὸ ἀγαθὸν ποιεῖ. ἀλλὰ διὰ τί αὐτῷ ἀγαθὸν ἔσται; ἆῤ ὅτι οἰκειότατον αὐτῷ; ἢ οὔ: ἀλλ’ ὅτι ἐστί τις ἀγαθοῦ μοῖρα. διὸ καὶ μᾶλλον οἰκείωσις πρὸς αὑτοὺς τοῖς εἰλικρινέσι καὶ τοῖς μᾶλλον ἀγαθοῖς. ἄτοπον δὴ τὸ ζητεῖν, διὰ τί ἀγαθὸν ὂν αὑτῷ ἀγαθόν ἐστιν, ὥσπερ δέον πρὸς αὑτὸ ἐξίστασθαι τῆς ἑαυτοῦ φύσεως καὶ μὴ ἀγαπᾶν ἑαυτὸ ὡς ἀγαθόν. ἀλλ’ ἐπὶ τοῦ ἁπλοῦ τοῦτο σκεπτέον, εἰ, ὅπου μηδαμῶς ἔνι ἄλλο, τὸ δὲ ἄλλο, ἡ οἰκείωσις πρὸς αὑτὸ ἀγαθόν ἐστιν ἑαυτῷ. νῦν δέ, εἰ ταῦτα ὀρθῶς λέγεται, καὶ ἡ ἐπανάβασις ἔχει τὸ ἀγαθὸν ἐν φύσει τινὶ κείμενον, καὶ οὐχ ἡ ἔφεσις ποιεῖ τὸ ἀγαθόν, ἀλλ’ ἡ. ἔφεσις, ὅτι ἀγαθόν, καὶ γίνεταί τι τοῖς κτωμένοις καὶ ἐπὶ τῇ κτήσει ἡδύ. ἀλλὰ τὸ μέν, [καὶ] εἰ μὴ ἕποιτο ἡδονή, αἱρετέον καὶ αὐτὸ ζητητέον.
Pero ¿al llegar a ser qué tiene cada uno lo que le conviene? ¿Diremos que al llegar a ser alguna Forma? Pues para la materia hay forma, y para el alma la virtud es forma. Pero esta forma, ¿es un bien para aquello por serle propia, y el deseo es hacia lo propio? ¿O no? Pues también lo semejante es propio, y aunque [algo] lo quiera y se goce en lo semejante, todavía no tiene el bien; pero no diremos «propio» cuando decimos que es bien. ¿O hay que decir que lo propio debe juzgarse por lo más fuerte y mejor que él, hacia lo cual está en potencia? Pues lo que está en potencia hacia algo carece de ello, y aquello de lo que carece, siendo mejor, es un bien para él. Y la materia es la más carente de todas las cosas, y la última forma es la adyacente a ella: pues tras ella [no hay nada] hacia arriba [sino ésta]. Y si también él es bueno para sí mismo, mucho más sería bueno para él su perfección, su Forma y lo que es mejor que él, y, siendo tal por su propia naturaleza, también para él mismo, porque lo hace bueno. Pero ¿por qué será bueno para él? ¿Acaso porque le es lo más propio? ¿O no, sino porque es una parte del bien? Por eso hay mayor apropiación hacia sí mismos en los puros y en los más buenos. Es absurdo, pues, buscar por qué, siendo bueno, es bueno para sí mismo, como si debiera salir de su propia naturaleza respecto de sí y no quererse como bueno. Pero esto ha de examinarse en lo simple: si, donde de ningún modo hay otra cosa, sino que lo otro [es otro], la apropiación hacia sí mismo es un bien para sí. Ahora bien, si esto se dice correctamente, también la ascensión tiene el bien situado en cierta naturaleza, y no es el deseo el que hace el bien, sino que el deseo [surge] porque es bueno, y a los que lo adquieren les resulta algo placentero con la adquisición. Pero lo primero, [incluso] si no le siguiera el placer, ha de elegirse y buscarse por sí mismo.✦
El texto griego es dudoso en este pasaje («ἀλλ’ ἡ. ἔφεσις»); lo entre corchetes completa el sentido. El [incluso] final traduce el «[καὶ]» entre corchetes de la edición.
τὸ δ’ ἐκ τοῦ λόγου συμβαῖνον νῦν ὀπτέον. εἰ γὰρ πανταχοῦ τὸ παραγινόμενον ὡς ἀγαθὸν εἶδος, καὶ τῇ ὕλῃ δὲ εἶδος ἔνι τὸ ἀγαθόν, πότερον ἠθέλησεν ἂν ἡ ὕλη, εἴπερ ἦν αὐτῇ τὸ θέλειν, εἶδος μόνον γενέσθαι; ἀλλ’ εἰ τοῦτο, ἀπολέσθαι θελήσει: τὸ δ’ ἀγαθὸν αὑτῷ πᾶν ζητεῖ. ἀλλ’ ἴσως οὐχ ὕλη εἶναι ζητήσει, ἀλλὰ εἶναι, τοῦτο δ’ ἔχουσα ἀφεῖναι αὑτῆς θελήσει τὴν κάκην. ἀλλὰ τὸ κακὸν πῶς ἔφεσιν ἕξει τοῦ ἀγαθοῦ; ἢ οὐδὲ τὴν ὕλην ἐν ἐφέσει ἐτιθέμεθα, ἀλλὰ ὑπόθεσιν ἐποιεῖτο ὁ λόγος αἴσθησιν δούς, εἴπερ οἷόν τε ἦν δοῦναι ὕλην τηροῦσιν: ἀλλὰ τοῦ εἴδους ἐπελθόντος, ὥσπερ ὀνείρατος ἀγαθοῦ, ἐν καλλίονι τάξει γεγονέναι. εἰ μὲν οὖν τὸ κακὸν ἡ ὕλη, εἴρηται: εἰ δ’ ἄλλο τι, οἷον κακία, εἰ αἴσθησιν λάβοι τὸ εἶναι αὐτῆς, ἆῤ οὖν ἔτι τὸ οἰκεῖον πρὸς τὸ κρεῖττον τὸ ἀγαθὸν ἔσται; ἢ οὐχ ἡ κακία ἦν ἡ αἱρουμένη, ἀλλὰ τὸ κακούμενον. εἰ δὲ ταὐτὸν τὸ εἶναι καὶ τὸ κακόν, πῶς τοῦτο τὸ ἀγαθὸν αἱρήσεται; ἀλλ’ ἆρά γε, εἰ αἴσθησιν αὑτοῦ λάβοι τὸ κακόν, ἀγαπήσει αὑτό; καὶ πῶς ἀγαπητὸν τὸ μὴ ἀγαπητὸν ἔσται; οὐ γὰρ δὴ τῷ οἰκείῳ ἐθέμεθα τὸ ἀγαθόν. καὶ ταῦτα μὲν ταύτῃ. ἀλλ’ εἰ εἶδος τὸ ἀγαθὸν πανταχοῦ καὶ μᾶλλον ἐπαναβαίνουσι μᾶλλον εἶδος — μᾶλλον γὰρ ψυχὴ εἶδος ἢ σώματος εἶδος καὶ ψυχῆς τὸ μὲν μᾶλλον, τὸ δ’ ἐπὶ μᾶλλον, καὶ νοῦς ψυχῆς — τὸ ἀγαθὸν ἂν προσχωροῖ τῷ τῆς ὕλης ἐναντίῳ καὶ οἷον καθαιρομένῳ καὶ ἀποτιθεμένῳ, κατὰ δύναμιν μὲν ἑκάστῳ, τὸ δὲ μάλιστα πᾶν ὅ τι ὕλης ἀποτιθεμένῳ. καὶ δὴ καὶ ἡ τοῦ ἀγαθοῦ φύσις πᾶσαν ὕλην φυγοῦσα, μᾶλλον δε οὐδαμῇ οὐδαμῶς πλησίον γενομένη, ἀναπεφευγυῖα ἂν εἴη εἰς τὴν ἀνείδεον φύσιν, ἀφ̓ ἧς τὸ πρῶτον εἶδος. ἀλλὰ περὶ τούτου ὕστερον.
Pero lo que resulta del argumento hay que verlo ahora. Pues si en todas partes lo que sobreviene como bien es una forma, y también para la materia el bien es una forma, ¿habría querido la materia, si tuviera el querer, llegar a ser solo forma? Pero si es así, querrá perecer: y el bien lo busca todo para sí. Pero quizá no buscará ser materia, sino ser, y, teniendo esto, querrá desprenderse de su propia maldad. Pero ¿cómo tendrá el mal deseo del bien? ¿O ni siquiera habíamos puesto la materia en el deseo, sino que el argumento hacía una suposición dándole sensación, si fuera posible dársela a la materia manteniéndola [como tal]; [suposición] según la cual, al sobrevenirle la forma, como un buen sueño, ha llegado a estar en un orden más bello? Si, pues, el mal es la materia, está dicho; pero si es otra cosa, como la maldad, si su ser recibiera sensación, ¿será todavía lo propio, orientado hacia lo mejor, el bien? ¿O no era la maldad la que elegía, sino lo dañado por el mal? Y si ser y mal son lo mismo, ¿cómo elegirá esto el bien? Pero ¿acaso, si el mal recibiera sensación de sí mismo, se amará? ¿Y cómo lo no amable será amable? Pues no habíamos puesto el bien en lo propio. Y esto, en este sentido. Pero si el bien es en todas partes forma, y más forma para los que ascienden —pues el alma es más forma que la forma del cuerpo, y de las del alma una lo es más y otra todavía más, y el Intelecto más que el alma—, el bien se acercaría a lo contrario de la materia, a lo que se purifica y se despoja de ella, cada uno según su capacidad, y sobre todo a lo que se despoja de todo lo que es de la materia. Y entonces también la naturaleza del Bien, huyendo de toda materia, o más bien sin aproximarse de ningún modo en absoluto, habría escapado hacia la naturaleza sin forma, de la cual procede la primera Forma. Pero sobre esto, después.
ἀλλ’ εἰ μὴ ἕποιτο ἡδονὴ τῷ ἀγαθῷ, γίνοιτο δὲ πρὸ τῆς ἡδονῆς τι, δἰ ὃ καὶ ἡ ἡδονή, διὰ τί οὐκ ἀσπαστόν; ἢ εἰπόντες ἀσπαστὸν ἡδονὴν ἤδη εἴπομεν. ἀλλ’ εἰ ὑπάρξει μέν, ὑπάρξαντος δὲ δυνατὸν μὴ ἀσπαστὸν εἶναι; ἀλλ’ εἰ τοῦτο, παρόντος τοῦ ἀγαθοῦ αἴσθησιν ἔχον τὸ ἔχον οὐ γνώσεται, ὅτι. ἢ τί κωλύει καὶ γινώσκειν καὶ μὴ κινεῖσθαι ἄλλως μετὰ τῷ αὐτὸ ἔχειν; ὃ μᾶλλον ἂν τῷ σωφρονεστέρῳ ὑπάρχοι καὶ μᾶλλον τῷ μὴ ἐνδεεῖ. διὸ οὐδὲ τῷ πρώτῳ, οὐ μόνον ὅτι ἁπλοῦν, ἀλλ’ ὅτι ἡ κτῆσις δεηθέντος ἡδεῖα. ἀλλὰ καὶ τουτὶ καταφανὲς ἔσται τὰ ἄλλα, ὅσα λοιπά, προσανακαθηραμένοις καὶ ἐκεῖνον τὸν ἀντίτυπον λόγον ἀπωσαμένοις. ἔστι δὲ οὗτος, ὃς ἀπορεῖ, τί ἂν καρπώσαιτο ὁ νοῦν ἔχων εἰς ἀγαθοῦ μοῖραν οὐδὲν πληττόμενος, ὅταν ταῦτα ἀκούῃ, τῷ μὴ σύνεσιν αὐτῶν ἴσχειν, ἢ ὄνομα ἀκούων, ἢ ἄλλο τι ἕκαστον αὐτῶν ὑπολαμβάνων ἢ αἰσθητόν τι ζητῶν καὶ τὸ ἀγαθὸν ἐν χρήμασιν ἤ τισι τοιούτοις τιθέμενος. πρὸς ὃν λεκτέον, ὡς, ὅταν ταῦτα ἀτιμάζῃ, ὁμολογεῖ τίθεσθαί τι παῤ αὑτῷ ἀγαθόν, ἀπορῶν δὲ ὅπῃ τῇ ἐννοίᾳ τῇ παῤ αὑτῷ ταῦτα ἐφαρμόττει. οὐ γὰρ ἔστι λέγειν μὴ τοῦτο πάντη ἄπειρον καὶ ἀνεννόητον ὄντα τούτου. τάχα δὲ καὶ τὸ ὑπὲρ νοῦν ἀπομαντεύεται. ἔπειτα δέ, εἰ τῷ ἀγαθῷ ἢ τῷ ἐγγὺς τούτου προσβάλλων ἀγνοεῖ, ἐκ τῶν ἀντικειμένων εἰς ἔννοιαν ἴτω. ἢ οὐδὲ κακὸν τὴν ἄνοιαν θήσεται: καίτοι πᾶς αἱρεῖται νοεῖν καὶ νοῶν σεμνύνεται. μαρτυροῦσι δὲ καὶ αἱ αἰσθήσεις εἰδήσεις εἶναι θέλουσαι. εἰ δὴ νοῦς τίμιον καὶ καλὸν καὶ νοῦς ὁ πρῶτος μάλιστα, τί ἂν φαντασθείη τις, εἴ τις δύναιτο τὸν τούτου γεννητὴν καὶ πατέρα; τὸ δὲ εἶναι καὶ τὸ ζῆν ἀτιμάζων ἀντιμαρτυρεῖ ἑαυτῷ καὶ τοῖς ἑαυτοῦ πάθεσι πᾶσιν. εἰ δέ τις δυσχεραίνει τὸ ζῆν, ᾧ θάνατος μέμικται, τὸ τοιοῦτο δυσχεραίνει, οὐ τὸ ἀληθῶς ζῆν.
Pero si el placer no acompañara al Bien, y hubiera algo anterior al placer, por lo cual existe también el placer, ¿por qué [el Bien] no sería digno de ser acogido con agrado? ¿O acaso, al decir «acogido con agrado», ya hemos dicho placer? Pero si [el placer] va a estar presente, ¿es posible que, una vez presente, no sea acogido con gusto? Mas si eso fuera así, el que posee, teniendo sensación, no conocerá el Bien estando este presente, porque… ¿O qué impide conocer y no ser movido de otro modo [aparte] de poseerlo? Esto se daría más bien en el más sensato y más bien en quien no tiene carencia. Por eso tampoco [se da] en el Primero, no solo porque es simple, sino porque la posesión resulta placentera para quien ha tenido necesidad. Pero también esto, y lo demás que resta, quedará claro a quienes se purifiquen aún más y rechacen aquel argumento contrario. Es el de quien se pregunta qué fruto sacaría, hacia una parte del bien, el que tiene intelecto sin ser conmovido en nada, cuando oye estas cosas, por no tener comprensión de ellas: o bien oye solo un nombre, o bien supone que cada una de ellas es otra cosa, o bien busca algo sensible y pone el bien en las riquezas o en cosas semejantes. A este hay que decirle que, cuando desprecia estas cosas, admite poner algún bien propio, aunque no sabe cómo ajustar esas cosas a la noción que tiene. Pues no se puede decir que no sea del todo ignorante y sin noción de ello. Quizás incluso adivina lo que está por encima del intelecto. Además, si al acercarse al Bien o a lo próximo a él lo ignora, que llegue a la noción a partir de los opuestos. ¿O ni siquiera pondrá la insensatez como un mal? Y sin embargo todos prefieren inteligir y se enorgullecen al inteligir. Dan testimonio también las sensaciones, que quieren ser conocimientos. Si, pues, el Intelecto es digno de honra y bello, y sobre todo el Intelecto primero, ¿qué podría imaginar alguien, si pudiera, de su engendrador y padre? Quien desprecia el ser y el vivir da testimonio contra sí mismo y contra todas sus propias afecciones. Y si alguien rechaza el vivir, al que se mezcla la muerte, rechaza eso, no el vivir verdaderamente.✦
La frase griega queda interrumpida tras «porque» («ὅτι») en el texto de la edición; se traduce tal como está.
ἀλλὰ εἰ δεῖ τῷ ἀγαθῷ τὴν ἡδονὴν μεμῖχθαι καὶ μὴ τέλειόν ἐστι τὸ ζῆν, εἴ τις τὰ θεῖα θεῷτο καὶ μάλιστα τὴν τούτων ἀρχήν, νῦν ἰδεῖν ἐφαπτομένους τοῦ ἀγαθοῦ πάντως προσήκει. τὸ μὲν οὖν οἴεσθαι τὸ ἀγαθὸν ἔκ τε τοῦ νοῦ ὡς ὑποκειμένου ἔκ τε τοῦ πάθους τῆς ψυχῆς, ὃ γίνεται ἐκ τοῦ φρονεῖν, οὐ τὸ τέλος οὐδ’ αὐτὸ τὸ ἀγαθὸν τὸ συναμφότερόν ἐστι τιθέντος, ἀλλὰ νοῦς ἂν εἴη τὸ ἀγαθόν, ἡμεῖς δὲ χαίροντες τῷ τὸ ἀγαθὸν ἔχειν: καὶ εἴη ἂν αὕτη τις δόξα περὶ ἀγαθοῦ. ἑτέρα δὲ εἴη ἂν παρὰ ταύτην, ἣ μίξασα τῷ νῷ τὴν ἡδονὴν ὡς ἕν τι ἐξ ἀμφοῖν ὑποκείμενον τοῦτο τίθεται εἶναι, ἵν’ ἡμεῖς τὸν τοιοῦτον νοῦν κτησάμενοι ἢ καὶ ἰδόντες τὸ ἀγαθὸν ἔχωμεν: τὸ γὰρ ἔρημον καὶ μόνον οὔτε γενέσθαι οὔτε αἱρετὸν εἶναι δυνατὸν ὡς ἀγαθόν. πῶς ἂν οὖν μιχθείη νοῦς ἡδονῇ εἰς μίαν συντέλειαν φύσεως; ὅτι μὲν οὖν τὴν σώματος ἡδονὴν οὐκ ἄν τις οἰηθείη νῷ δυνατὴν εἶναι μίγνυσθαι, παντὶ δήπου δῆλον: ἀλλ’ οὐδ’ ὅσαι χαραὶ ψυχῆς ἂν ἄλογοι γένοιντο. ἀλλ’ ἐπειδὴ πάσῃ ἐνεργείᾳ καὶ διαθέσει δὲ καὶ ζωῇ ἕπεσθαι δεῖ οἷον καὶ συνεῖναι τὸ ἐπιθέον, καθ̓ ὃ τῇ μέν ἐστι κατὰ φύσιν ἰούσῃ τὸ ἐμποδίζον καί τι τοῦ ἐναντίου παραμεμιγμένον, ὃ οὐκ ἐᾷ τὴν ζωὴν ἑαυτῆς εἶναι, τῇ δὲ καθαρὸν καὶ εἰλικρινὲς τὸ ἐνέργημα καὶ ἡ ζωὴ ἐν διαθέσει φαιδρᾷ, τὴν τοιαύτην τοῦ νοῦ κατάστασιν ἀσμενιστὴν καὶ αἱρετωτάτην εἶναι τιθέμενοι ἡδονῇ μεμῖχθαι λέγουσιν ἀπορίᾳ οἰκείας προσηγορίας, οἷα ποιοῦσι καὶ τὰ ἄλλα ὀνόματα [τὰ] παῤ ἡμῖν ἀγαπώμενα μεταφέροντες, τὸ μεθυσθεὶς ἐπὶ τοῦ νέκταρος καὶ ἐπὶ δαῖτα καὶ ἑστίασιν καὶ τὸ ʽμείδησεν δὲ πατὴῤ οἱ ποιηταὶ καὶ ἄλλα τοιαῦτα μυρία. ἔστι γὰρ καὶ τὸ ἄσμενον ὄντως ἐκεῖ καὶ τὸ ἀγαπητότατον καὶ τὸ ποθεινότατον, οὐ γινόμενον οὐδ’ ἐν κινήσει, αἴτιον δὲ τὸ ἐπιχρῶσαν αὐτὰ καὶ ἐπιλάμψαν καὶ φαιδρῦναν. διὸ καὶ ἀλήθειαν τῷ μίγματι προστίθησι καὶ τὸ μετρῆσον πρὸ αὐτοῦ ποιεῖ καὶ ἡ συμμετρία καὶ τὸ κάλλος ἐπὶ τῷ μίγματι ἐκεῖθέν φησιν εἰς τὸ καλὸν ἐλήλυθεν: ὥστε κατὰ τοῦτο ἂν ἡμεῖς καὶ ἐν τούτῳ μοίρας. τὸ δὲ ὄντως ὀρεκτὸν ἡμῖν ἄλλως μὲν ἡμεῖς αὑτοῖς εἰς τὸ βέλτιστον ἑαυτῶν ἀνάγοντες ἑαυτούς, τοῦτο δὴ τὸ σύμμετρον καὶ καλὸν καὶ εἶδος σύνθετον καὶ ζωὴν ἐναργῆ καὶ νοερὰν καὶ καλήν.
Pero si es preciso que el placer esté mezclado con el Bien y la vida no es perfecta, si alguien contemplara las cosas divinas y sobre todo su principio, conviene ahora examinar, abordando de todos modos el Bien. Pensar que el bien [resulta] del Intelecto como sustrato y de la afección del alma que nace del pensar, no es propio de quien pone el conjunto de ambos como fin y como el Bien mismo; antes bien el Bien sería el Intelecto, y nosotros nos alegraríamos de tener el Bien; y esta sería una opinión sobre el bien. Otra, distinta de esta, sería la que, mezclando el placer con el Intelecto como algo uno surgido de ambos, lo pone como sustrato, para que nosotros, adquiriendo tal intelecto o incluso viéndolo, tengamos el Bien: pues lo desierto y solitario no puede ni producirse ni ser deseable como bien. ¿Cómo, pues, podría mezclarse el Intelecto con el placer en una sola consumación de naturaleza? Que nadie pensaría que el placer del cuerpo pueda mezclarse con el intelecto es, sin duda, manifiesto a todos; pero tampoco cuantas alegrías del alma fueran irracionales. Mas, puesto que a todo acto, disposición y vida debe seguir y como acompañar lo que se superpone, según lo cual en una vida, incluso cuando va conforme a la naturaleza, hay un impedimento y algo del contrario mezclado, que no deja que la vida sea de sí misma, mientras que en otra el acto es puro y límpido y la vida está en una disposición radiante, quienes sostienen que tal estado del Intelecto es muy grato y sumamente deseable dicen que está mezclado con placer, por falta de un nombre apropiado, como hacen también con otros nombres que nos son queridos, transfiriéndolos: «embriagado de néctar», «banquete» y «festín», y «sonrió el padre» [dicen] los poetas, y otras mil cosas semejantes. Pues también lo verdaderamente grato está allí, y lo más amable y lo más deseable, no como algo que se produce ni en movimiento, sino que la causa es lo que los tiñe de color, los ilumina y los hace radiantes. Por eso [Platón] añade también la verdad a la mezcla, y pone la medida antes de ella, y dice que la proporción y la belleza han pasado desde allí, en la mezcla, a lo bello; de modo que, según esto, también nosotros tendríamos parte en ello. Lo verdaderamente deseable para nosotros, de otro modo, elevándonos nosotros mismos a lo mejor de nosotros, es esto: lo conmensurado, lo bello, la Forma compuesta y una vida clara, intelectual y bella.✦
«Embriagado de néctar»: alusión a Platón, Banquete 203b (Poros).
«Sonrió el padre»: alusión a Homero, Ilíada (Zeus).
La mezcla, la verdad, la medida y la belleza: alusión a Platón, Filebo 64–65.
ἀλλ’ ἐπεὶ ἐκαλλύνθη τὰ πάντα ἐκείνῳ τῷ πρὸ τούτων καὶ φῶς ἔσχε, νοῦς μὲν τὸ τῆς ἐνεργείας τῆς νοερᾶς φέγγος, ᾧ τὴν φύσιν ἐξέλαμψε, ψυχὴ δὲ δύναμιν ἔσχεν εἰς τὸ ζῆν ζωῆς πλείονος εἰς αὐτὴν ἐλθούσης. ἤρθη μὲν οὖν ἐκεῖ καὶ ἔμεινεν ἀγαπήσας τὸ περὶ ἐκεῖνον εἶναι: ἐπιστραφεῖσα δὲ καὶ ψυχὴ ἡ δυνηθεῖσα, ὡς ἔγνω καὶ εἶδεν, ἥσθη τε τῇ θέᾳ καὶ ὅσον οἵα τε ἦν ἰδεῖν ἐξεπλάγη. εἶδε δὲ οἷον πληγεῖσα καὶ ἐν αὑτῇ ἔχουσά τι αὐτοῦ συνῄσθετο καὶ διατεθεῖσα ἐγένετο ἐν πόθῳ, ὥσπερ οἱ τῷ εἰδώλῳ τοῦ ἐρασμίου κινούμενοι εἰς τὸ αὐτὸ ἰδεῖν ἐθέλειν τὸ ἐρώμενον. ὥσπερ δὲ ἐνταῦθα σχηματίζονται εἰς ὁμοιότητα τῷ ἐραστῷ οἳ ἂν ἐρῶσι, καὶ τὰ σώματα εὐπρεπέστερα καὶ τὰς ψυχὰς ἄγοντες εἰς ὁμοιότητα, ὡς μὴ λείπεσθαι κατὰ δύναμιν θέλειν τῇ τοῦ ἐρωμένου σωφροσύνῃ τε καὶ ἀρετῇ τῇ ἄλλῃ — ἢ ἀπόβλητοι ἂν εἶεν τοῖς ἐρωμένοις τοῖς τοιούτοις: καὶ οὗτοί εἰσιν οἱ συνεῖναι δυνάμενοι — τοῦτον τὸν τρόπον καὶ ψυχὴ ἐρᾷ μὲν ἐκείνου ὑπ’ αὐτοῦ ἐξ ἀρχῆς εἰς τὸ ἐρᾶν κινηθεῖσα: καὶ ἡ πρόχειρον ἔχουσα τὸν ἔρωτα ὑπόμνησιν οὐ περιμένει ἐκ τῶν καλῶν τῶν τῇδε, ἔχουσα δὲ τὸν ἔρωτα, καὶ ἂν ἀγνοῇ ὅτι ἔχει, ζητεῖ ἀεὶ καὶ πρὸς ἐκεῖνο φέρεσθαι θέλουσα ὑπεροψίαν τῶν τῇδε ἔχει, καὶ ἰδοῦσα τὰ ἐν τῷδε τῷ παντὶ καλὰ ὑποψίαν ἔχει πρὸς αὐτά, ὅτι ἐν σαρξὶ καὶ σώμασιν ὁρᾷ αὐτὰ ὄντα καὶ μιαινόμενα τῇ παρούσῃ οἰκήσει καὶ τοῖς μεγέθεσι διειλημμένα καὶ οὐκ αὐτὰ τὰ καλὰ ὄντα — μὴ γὰρ ἂν τολμῆσαι ἐκεῖνα οἷά ἐστιν εἰς βόρβορον σωμάτων ἐμβῆναι καὶ ῥυπᾶναι ἑαυτὰ καὶ ἀφανίσαι: ὅταν δὲ καὶ παραρρέοντα ἴδῃ, ἤδη παντελῶς γινώσκει, ὅτι ἄλλοθεν ἔχει, ὃ ἦν αὐτοῖς ἐπιθέον. εἶτα ἐκεῖ φέρεται δεινὴ ἀνευρεῖν οὗπερ ἐρᾷ οὖσα, καὶ οὐκ ἂν πρὶν ἑλεῖν ἀποστᾶσα, εἰ μή πού τις αὐτῆς καὶ τὸν ἔρωτα ἐξέλοι: ἔνθα δὴ εἶδε μὲν καλὰ πάντα καὶ ἀληθῆ ὄντα, καὶ ἐπερρώσθη πλέον τῆς τοῦ ὄντος ζωῆς πληρωθεῖσα, καὶ ὄντως ὂν καὶ αὐτὴ γενομένη καὶ σύνεσιν ὄντως [ὄντος] λαβοῦσα ἐγγὺς οὖσα αἰσθάνεται οὗ πάλαι ζητεῖ.
Pero puesto que todas las cosas fueron embellecidas por aquello que es anterior a ellas y recibieron luz —el Intelecto, el resplandor del acto intelectivo con el que hizo brillar su naturaleza, y el alma, que recibió potencia para vivir al venir a ella más vida—, [el Intelecto] fue elevado allí y permaneció, amando estar en torno a aquello; y el alma que pudo volverse, cuando conoció y vio, se alegró con la visión y quedó atónita en la medida en que fue capaz de ver. Vio como golpeada, y teniendo en sí algo de él lo percibió, y dispuesta de este modo entró en deseo, como quienes, movidos por la imagen de lo amable, quieren ver la cosa amada misma. Y así como aquí los que aman se configuran a semejanza del amante, haciendo más bellos sus cuerpos y llevando sus almas a la semejanza, para no quedar atrás, en la medida de lo posible, en moderación y en las demás virtudes del amado —o serían rechazados por tales amados; y estos son los capaces de convivir—, de este modo también el alma ama aquello, movida por él desde el principio al amor; y la que tiene el amor a mano no espera el recuerdo que le vendría de las cosas bellas de aquí, sino que, teniendo el amor, aunque ignore que lo tiene, busca siempre y, queriendo ser llevada hacia aquello, siente desdén por las cosas de aquí; y al ver las cosas bellas de este universo desconfía de ellas, porque las ve en carnes y cuerpos, mancilladas por la morada presente y divididas por las magnitudes, y no siendo ellas mismas lo bello —pues aquellos [bellos verdaderos], siendo como son, no se atreverían a entrar en el fango de los cuerpos, ni a ensuciarse ni a desvanecerse—; y cuando además las ve fluir, ya sabe del todo que lo que las revestía lo tenían de otra parte. Entonces se lanza hacia allí, hábil para hallar aquello que ama, y no desistiría antes de alcanzarlo, a no ser que alguien le quitara también el amor; allí vio que todas las cosas son bellas y verdaderas, y se fortaleció más al llenarse de la vida del ser, y habiéndose hecho también ella verdaderamente ser, y habiendo recibido verdadera comprensión [del ser], estando cerca percibe lo que busca desde hace tiempo.
ποῦ οὖν ὁ ποιήσας τὸ τοσοῦτον κάλλος καὶ τὴν τοσαύτην ζωὴν καὶ γεννήσας οὐσίαν; ὁρᾷς τὸ ἐπ’ αὐτοῖς ἅπασι ποικίλοις οὖσιν εἴδεσι κάλλος; καλὸν μὲν ὡδὶ μένειν: ἀλλ’ ἐν καλῷ ὄντα δεῖ βλέπειν, ὅθεν ταῦτα καὶ ὅθεν καλά. δεῖ δ’ αὐτὸν εἶναι τούτων μηδὲ ἕν: τὶ γὰρ αὐτῶν ἔσται μέρος τε ἔσται. οὐ τοίνυν οὐδὲ τοιαύτη μορφὴ οὐδέ τις δύναμις οὐδ’ αὖ πᾶσαι αἱ γεγενημέναι καὶ οὖσαι ἐνταῦθα, ἀλλὰ δεῖ ὑπὲρ πάσας εἶναι δυνάμεις καὶ ὑπὲρ πάσας μορφάς. ἀρχὴ δὲ τὸ ἀνείδεον, οὐ τὸ μορφῆς δεόμενον, ἀλλ’ ἀφ̓ οὗ πᾶσα μορφὴ νοερά. τὸ γὰρ γενόμενον, εἴπερ ἐγίνετο, ἔδει γενέσθαι τι καὶ μορφὴν ἰδίαν ἔσχεν: ὃ δὲ μηδεὶς ἐποίησε, τίς ἂν ποιήσειεν; οὐδὲν οὖν τοῦτο τῶν ὄντων καὶ πάντα: οὐδὲν μέν, ὅτι ὕστερα τὰ ὄντα, πάντα δέ, ὅτι ἐξ αὐτοῦ. πάντα δὲ ποιεῖν δυνάμενον τί ἂν μέγεθος ἔχοι; ἢ ἄπειρον ἂν εἴη. ἀλλ’ εἰ ἄπειρον, μέγεθος ἂν ἔχοι οὐδέν: καὶ γὰρ μέγεθος ἐν τοῖς ὑστάτοις: καὶ δεῖ, εἰ καὶ τοῦτο ποιήσει, αὐτὸν μὴ ἔχειν. τό τε τῆς οὐσίας μέγα οὐ ποσόν: ἔχοι δ’ ἂν καὶ ἄλλο τι μετ’ αὐτὸν τὸ μέγεθος. τὸ δὲ μέγα αὐτοῦ τὸ μηδὲν αὐτοῦ εἶναι δυνατώτερον παρισοῦσθαί τε μηδὲν δύνασθαι: τίνι γὰρ τῶν αὐτοῦ εἰς ἴσον ἄν τι ἔλθοι μηδὲν ταὐτὸν ἔχον; τό τε εἰς ἀεὶ καὶ εἰς πάντα οὐ μέτρον αὐτῷ δίδωσιν οὐδ’ αὖ ἀμετρίαν: πῶς γὰρ ἂν τὰ ἄλλα μετρήσειεν; οὐ τοίνυν αὖ οὐδὲ σχῆμα. καὶ μήν, ὅτου ἂν ποθεινοῦ ὄντος μήτε σχῆμα μήτε μορφὴν ἔχῃς λαβεῖν, ποθεινότατον καὶ ἐρασμιώτατον ἂν εἴη, καὶ ὁ ἔρως ἂν ἄμετρος εἴη: οὐ γὰρ ὥρισται ἐνταῦθα ὁ ἔρως, ὅτι μηδὲ τὸ ἐρώμενον, ἀλλ’ ἄπειρος ἂν εἴη ὁ τούτου ἔρως, ὥστε καὶ τὸ κάλλος αὐτοῦ ἄλλον τρόπον καὶ κάλλος ὑπὲρ κάλλος. οὐδὲν γὰρ ὂν τί κάλλος; ἐράσμιον δὲ ὂν τὸ γεννῶν ἂν εἴη τὸ κάλλος. δύναμις οὖν [ὂν] παντὸς καλοῦ ἄνθος ἐστὶ κάλλους καλλοποιόν: καὶ γὰρ γεννᾷ αὐτὸ καὶ κάλλιον ποιεῖ τῇ παῤ αὑτοῦ περιουσίᾳ τοῦ κάλλους, ὥστε ἀρχὴ κάλλους καὶ πέρας κάλλους. οὖσα δὲ κάλλους ἀρχὴ ἐκεῖνο μὲν καλὸν ποιεῖ, οὗ ἀρχή, καὶ καλὸν ποιεῖ οὐκ ἐν μορφῇ, ἀλλὰ καὶ αὐτὸ τὸ γενόμενον ἄμορφον, ἄλλον δὲ τρόπον ἐν μορφῇ: ἡ γὰρ λεγομένη αὐτὸ τοῦτο μόνον μορφὴ ἐν ἄλλῳ, ἐφ̓ ἑαυτῆς δὲ οὖσα ἄμορφον. τὸ οὖν μετέχον κάλλους μεμόρφωται, οὐ τὸ κάλλος.
¿Dónde está, pues, el que hizo tanta belleza y tanta vida y engendró la esencia? ¿Ves la belleza que hay sobre todas estas cosas, que son Formas variadas? Es bello permanecer aquí; pero, estando en lo bello, hay que mirar de dónde proceden estas cosas y de dónde son bellas. Es preciso que él no sea ninguna de ellas: pues, si lo fuera, sería algo de ellas y sería una parte. Por tanto, no es tal figura, ni potencia alguna, ni tampoco todas las que han llegado a ser y existen aquí, sino que debe estar por encima de todas las potencias y por encima de todas las figuras. El principio es lo sin Forma, no lo que necesita figura, sino aquello de lo que procede toda figura intelectual. Pues lo generado, si es que se generaba, debía llegar a ser algo y tuvo una figura propia; pero lo que nadie hizo, ¿quién lo habría hecho? No es, pues, ninguna de las cosas que son, y es todas: ninguna, porque los seres son posteriores; todas, porque proceden de él. Y lo que puede hacerlo todo, ¿qué magnitud tendría? ¿O sería infinito? Pero si es infinito, no tendría magnitud alguna: pues la magnitud está entre las cosas últimas; y es necesario, si él va a producir también esto, que no la tenga. Y lo grande de la esencia no es cuantitativo; en cambio, otra cosa posterior a él podría tener la magnitud. Lo grande de él es que nada es más poderoso que él y que nada puede igualársele: ¿con cuál de sus cosas llegaría algo a ser igual, no teniendo nada idéntico? Y el «siempre» y el «para todo» no le dan medida, ni tampoco desmesura: pues ¿cómo mediría las demás cosas? Tampoco, pues, tiene contorno. Y por cierto, de aquello deseable de lo cual no puedes captar ni contorno ni figura, sería lo más deseable y lo más amable, y el amor sería sin medida: pues el amor de aquí está delimitado porque también lo está lo amado; en cambio, el amor de aquello sería infinito, de modo que también su belleza es de otra manera, belleza más allá de la belleza. Pues no siendo nada, ¿qué belleza [tiene]? Siendo amable, sería lo que engendra la belleza. Es, pues, potencia de toda belleza, flor de belleza, hacedor de belleza: pues la engendra y la hace más bella con el exceso de belleza que procede de él, de modo que es principio de belleza y término de belleza. Y siendo principio de belleza, hace bello aquello de lo que es principio, y lo hace bello no en una figura, sino que lo generado mismo es sin figura, aunque de otro modo está en figura: pues la llamada «figura» es solamente esto, figura en otro, y por sí misma es sin figura. Lo que participa de la belleza, por tanto, está conformado; no la belleza.✦
«Sin Forma» traduce ἀνείδεον: lo carente de εἶδος, es decir, lo que está más allá de toda Forma determinada.
διὸ καὶ ὅταν κάλλος λέγηται, φευκτέον μᾶλλον ἀπὸ μορφῆς τοιαύτης, ἀλλ’ οὐ πρὸ ὀμμάτων ποιητέον, ἵνα μὴ ἐκπέσῃς τοῦ καλοῦ εἰς τὸ ἀμυδρᾷ μετοχῇ καλὸν λεγόμενον. τὸ δὲ ἄμορφον εἶδος καλόν, εἴπερ εἶδός ἐστι, καὶ ὅσον ἂν ἀποσυλήσῃς πᾶσαν μορφήν, οἷον καὶ τὴν ἐν λόγῳ, ᾗ διαφέρειν ἄλλο ἄλλου λέγομεν, ὡς δικαιοσύνην καὶ σωφροσύνην ἀλλήλων ἕτερα, καίτοι καλὰ ὄντα. ἐπεὶ δὲ ὁ νοῦς ἴδιόν τι νοεῖ, ἠλάττωται, κἂν ὁμοῦ πάντα λάβῃ ὅσα ἐν τῷ νοητῷ: κἂν ἕκαστον, μίαν μορφὴν νοητὴν ἔχει: ὁμοῦ δὲ πάντα οἷον ποικίλην τινά, ἔτι ἐν δεήσει, οἷον δεῖ θεάσασθαι ὂν ὑπὲρ ἐκεῖνο τὸ πάγκαλον καὶ ποικίλον καὶ οὐ ποικίλον, οὗ ὀρέγεται μὲν ψυχὴ οὐ λέγουσα διὰ τί τοιοῦτον ποθεῖ, ὁ δὲ λόγος λέγει, ὅτι τοῦτο τὸ ὄντως, εἴπερ ἐν τῷ πάντη ἀνειδέῳ ἡ τοῦ ἀρίστου φύσις καὶ ἡ τοῦ ἐρασμιωτάτου. διὸ ὅ τι ἂν εἰς εἶδος ἀνάγων τῇ ψυχῇ δεικνύῃς, ἐπὶ τούτῳ ἄλλο τὸ μορφῶσαν ζητεῖ. λέγει δὴ ὁ λόγος, ὅτι τὸ μορφὴν ἔχον καὶ ἡ μορφὴ καὶ τὸ εἶδος μεμετρημένον πᾶν, τοῦτο δὲ οὐ πᾶν οὐδὲ αὔταρκες οὐδὲ παῤ αὑτοῦ καλόν, ἀλλὰ καὶ τοῦτο μέμικται. δεῖ τοίνυν ταῦτα μὲν καλά, τὸ δὲ ὄντως ἢ τὸ ὑπέρκαλον μὴ μεμετρῆσθαι: εἰ δὲ τοῦτο, μὴ μεμορφῶσθαι μηδὲ εἶδος εἶναι. ἀνείδεον ἄρα τὸ πρώτως καὶ πρῶτον καὶ ἡ καλλονὴ ἐκεῖ νοητοῦ ἀγαθοῦ φύσις. μαρτυρεῖ δὲ καὶ τὸ τῶν ἐραστῶν πάθος, ὡς, ἕως ἐστὶν ἐν ἐκείνῳ τῷ τὸν αἰσθητὸν ἔχοντι, οὔπω ἐρᾷ: ὅταν δ’ ἀπ’ ἐκείνου αὐτὸς ἐν αὑτῷ οὐκ αἰσθητὸν γεννήσῃ τύπον ἐν ἀμερεῖ ψυχῇ, τότε ἔρως φύεται. βλέπειν δὲ ζητεῖ τὸ ἐρώμενον, ἵν’ ἐκεῖνο ἐπάρδῃ μαραινόμενον. εἰ δὲ σύνεσιν λάβοι, ὡς δεῖ μεταβαίνειν ἐπὶ τὸ ἀμορφότερον, ἐκείνου ἂν ὀρέγοιτο: καὶ γὰρ ὃ ἐξ ἀρχῆς ἔπαθεν, ἐκ σέλαος ἀμυδροῦ ἔρως φωτὸς μεγάλου. τὸ γὰρ ἴχνος τοῦ ἀμόρφου μορφή: τοῦτο γοῦν γεννᾷ τὴν μορφήν, οὐχ ἡ μορφὴ τοῦτο, καὶ γεννᾷ, ὅταν ὕλη προσέλθῃ. ἡ δὲ ὕλη πορρωτάτω ἐξ ἀνάγκης, ὅτι μηδὲ τῶν ὑστάτων μορφῶν παῤ αὑτῆς τινα ἔχει. εἰ οὖν ἐράσμιον μὲν οὐχ ἡ ὕλη, ἀλλὰ τὸ εἰδοποιηθὲν διὰ τὸ εἶδος, τὸ δ’ ἐπὶ τῇ ὕλῃ εἶδος παρὰ ψυχῆς, ψυχὴ δὲ μᾶλλον εἶδος καὶ μᾶλλον ἐράσμιον καὶ νοῦς μᾶλλον ταύτης εἶδος καὶ ἔτι μᾶλλον ἐρασμιώτερον, ἀνείδεον δεῖ τὴν καλοῦ φύσιν τὴν πρώτην τίθεσθαι.
Por eso, cuando se dice «belleza», más bien hay que huir de tal figura y no ponerla ante los ojos, para que no caigas de lo bello a lo que se llama bello por una participación tenue. Lo sin figura es una Forma bella, si es que es Forma, en la medida en que despojes toda figura, como también la que está en la razón, por la cual decimos que una cosa difiere de otra, como justicia y moderación son distintas entre sí, aunque son bellas. Pero como el Intelecto intelige algo propio, queda disminuido, aunque tome a la vez todo cuanto hay en lo inteligible; y si toma cada cosa, tiene una sola figura inteligible; y todas juntas, como una cierta variedad; todavía está en carencia, [pues] hay que contemplar, como a algo que es, lo que está por encima de aquello todo-bello, variado y no variado, a lo que tiende el alma sin decir por qué desea tal cosa; pero la razón dice que esto es lo verdaderamente [real], si es que en lo completamente sin Forma está la naturaleza de lo mejor y de lo más amable. Por eso, cualquier cosa que, reduciéndola a una Forma, muestres al alma, sobre ella busca otra cosa que la ha configurado. Dice, pues, la razón que lo que tiene figura, y la figura y la Forma, es todo medido; y esto no es todo ni autosuficiente ni bello por sí mismo, sino que también esto es mezclado. Es necesario, por tanto, que estas cosas sean bellas, pero que lo verdadero, o lo sobrebello, no esté medido; y si es así, que no esté conformado ni sea Forma. Sin Forma, pues, lo que es primeramente y primero, y la hermosura, allí, es la naturaleza del Bien inteligible. Da testimonio también la afección de los amantes: mientras están en aquello que tiene lo sensible, aún no aman; pero cuando, a partir de aquello, él mismo engendra en sí un molde no sensible en un alma sin partes, entonces nace el amor. Y busca mirar lo amado, para regar aquello que se marchita. Pero si llegara a comprender que hay que pasar a lo más informe, desearía aquello: pues lo que sufrió desde el principio fue, a partir de un débil fulgor, amor de una gran luz. Pues la huella de lo sin figura es la figura; aquello engendra la figura, no la figura aquello; y la engendra cuando se le aproxima la materia. La materia está necesariamente lo más lejos, porque no tiene por sí misma ninguna, ni siquiera de las últimas figuras. Si, pues, lo amable no es la materia, sino lo conformado por la Forma, debido a la Forma, y la Forma que está sobre la materia viene del alma, y el alma es más Forma y más amable, y el Intelecto es más Forma que ella y todavía más amable, hay que poner sin Forma la naturaleza primera de lo bello.✦
Se traduce μορφή por «figura» y εἶδος por «Forma».
καὶ οὐκέτι θαυμάσομεν τὸ τοὺς δεινοὺς πόθους παρέχον εἰ πάντη ἀπήλλακται καὶ μορφῆς νοητῆς: ἐπεὶ καὶ ψυχή, ὅταν αὐτοῦ ἔρωτα σύντονον λάβῃ, ἀποτίθεται πᾶσαν ἣν ἔχει μορφήν, καὶ ἥτις ἂν καὶ νοητοῦ ᾖ ἐν αὐτῇ. οὐ γὰρ ἔστιν ἔχοντά τι ἄλλο καὶ ἐνεργοῦντα περὶ αὐτὸ οὔτε ἰδεῖν οὔτε ἐναρμοσθῆναι: ἀλλὰ δεῖ μήτε κακὸν μήτ̓ αὖ ἀγαθὸν μηδὲν ἄλλο πρόχειρον ἔχειν, ἵνα δέξηται μόνη μόνον. ὅταν δὲ τούτου εὐτυχήσῃ ἡ ψυχὴ καὶ ἥκῃ πρὸς αὐτήν, μᾶλλον δὲ παρὸν φανῇ, ὅταν ἐκείνη ἐκνεύσῃ τῶν παρόντων, καὶ παρασκευάσασα αὑτὴν ὡς ὅτι μάλιστα καλὴν καὶ εἰς ὁμοιότητα ἐλθοῦσα: ἡ δὲ παρασκευὴ καὶ ἡ κόσμησις δήλη που τοῖς παρασκευαζομένοις: ἰδοῦσα δὲ ἐν αὑτῇ ἐξαίφνης φανέντα — μεταξὺ γὰρ οὐδὲν οὐδ’ ἔτι δύο, ἀλλ’ ἓν ἄμφω: οὐ γὰρ ἂν διακρίναις ἔτι, ἕως πάρεστι: μίμησις δὲ τούτου καὶ οἱ ἐνταῦθα ἐρασταὶ καὶ ἐρώμενοι συγκρῖναι θέλοντες — οὔτε σώματος ἔτι αἰσθάνεται, ὅτι ἐστὶν ἐν αὐτῷ, οὔτε ἑαυτὴν ἄλλο τι λέγει, οὐκ ἄνθρωπον, οὐ ζῷον, οὐκ ὄν, οὐδὲ πᾶν: ἀνώμαλος γὰρ ἡ τούτων πως θέα, καὶ οὔτε σχολὴν ἄγει πρὸς αὐτὰ οὔτε θέλει, ἀλλὰ καὶ αὐτὸ ζητήσασα ἐκείνῳ παρόντι ἀπαντᾷ κἀκεῖνο ἀντ̓ αὐτῆς βλέπει: τίς δὲ οὖσα βλέπει, οὐδὲ τοῦτο σχολάζει ὁρᾶν. ἔνθα δὴ οὐδὲν πάντων ἂν τούτου ἀλλάξαιτο, οὐδ’ εἴ τις αὐτῇ πάντα τὸν οὐρανὸν ἐπιτρέποι, ὡς οὐκ ὄντος ἄλλου ἔτι ἀμείνονος οὐδὲ μᾶλλον ἀγαθοῦ οὔτε γὰρ ἀνωτέρω τρέχει τά τε ἄλλα πάντα κατιούσης, κἂν ᾖ ἄνω: ὥστε τότε ἔχει καὶ τὸ κρίνειν καλῶς καὶ γινώσκειν, ὅτι τοῦτό ἐστιν οὗ ἐφίετο, καὶ τίθεσθαι, ὅτι μηδέν ἐστι κρεῖττον αὐτοῦ. οὐ γάρ ἐστιν ἀπάτη ἐκεῖ: ἢ ποῦ ἂν τοῦ ἀληθοῦς ἀληθεστέρου τύχοι; ὃ οὖν λέγει, ἐκεῖνό ἐστι, καὶ ὕστερον λέγει, καὶ σιωπῶσα δὲ λέγει καὶ εὐπαθοῦσα οὐ ψεύδεται, ὅτι εὐπαθεῖ: οὐδὲ γαργαλιζομένου λέγει τοῦ σώματος, ἀλλὰ τοῦτο γενομένη, ὃ πάλαι, ὅτε εὐτύχει. ἀλλὰ καὶ τὰ ἄλλα πάντα, οἷς πρὶν ἥδετο, ἀρχαῖς ἢ δυνάμεσιν ἢ πλούτοις ἢ κάλλεσιν ἢ ἐπιστήμαις, ταῦτα ὑπεριδοῦσα λέγει οὐκ ἂν εἰποῦσα μὴ κρείττοσι συντυχοῦσα τούτων: οὐδὲ φοβεῖται, μή τι πάθῃ, μετ’ ἐκείνου οὖσα οὐδ’ ὅλως ἰδοῦσα: εἰ δὲ καὶ τὰ ἄλλα τὰ περὶ αὐτὴν φθείροιτο, εὖ μάλα καὶ βούλεται, ἵνα πρὸς τούτῳ ᾖ μόνον: εἰς τόσον ἥκει εὐπαθείας.
Y ya no nos asombraremos de que lo que provoca deseos terribles esté enteramente libre incluso de figura inteligible; pues también el alma, cuando concibe un amor intenso de él, deja toda la figura que tiene, incluso la que pueda haber en ella de lo inteligible. Pues no es posible, teniendo otra cosa y ocupándose de ella, ni verlo ni ajustarse a él; sino que no hay que tener a mano ningún otro, ni mal ni bien, para que reciba, sola, a Solo. Y cuando el alma alcance esta fortuna y él venga a ella, o más bien se manifieste presente, cuando ella se aparte de las cosas presentes y se prepare lo más bella posible y llegue a la semejanza —la preparación y el adorno son claros, sin duda, a los que se preparan—, y lo vea aparecer de repente en sí —pues no hay nada en medio, ni son ya dos, sino uno ambos: pues no podrías distinguirlos mientras está presente; imitación de esto son los amantes y amados de aquí, que quieren fundirse—, ya no siente el cuerpo, en el que está, ni se dice a sí misma otra cosa: ni hombre, ni animal, ni ente, ni todo; pues la contemplación de estas cosas es en cierto modo desigual, y ni tiene tiempo para ellas ni lo quiere, sino que, habiéndolo buscado a él, le sale al encuentro cuando está presente y lo mira a él en lugar de a sí misma; y quién es ella al mirar, ni siquiera tiene tiempo para verlo. Entonces no cambiaría nada de todas las cosas por esto, ni aunque alguien le confiara todo el cielo, pues no hay ya otra cosa mejor ni más buena —no corre más arriba, y todas las demás cosas quedan por debajo, aun estando ella arriba—; de modo que entonces tiene también el juzgar bien y el conocer que esto es lo que deseaba, y el establecer que nada hay mejor que ello. Pues allí no hay engaño; ¿o dónde hallaría algo más verdadero que lo verdadero? Lo que dice, aquello es; y lo dice después, y también callando lo dice, y gozando no miente, porque goza; ni lo dice por el cosquilleo del cuerpo, sino por haberse hecho lo que fue antaño, cuando era feliz. Y también todas las demás cosas con que antes se deleitaba —poderes, dominios, riquezas, bellezas, saberes—, las desprecia y dice esto; no lo habría dicho si no hubiera encontrado algo mejor que ellas. Ni teme que le ocurra algo, estando con aquel y habiendo visto [del todo]; y aunque las demás cosas a su alrededor se destruyeran, lo desea muy bien, para estar solo en esto: a tanta dicha llega.✦
Sobre la unión con lo Uno, véase Enéada VI 9.
οὕτω δὲ διάκειται τότε, ὡς καὶ τοῦ νοεῖν καταφρονεῖν, ὃ τὸν ἄλλον χρόνον ἠσπάζετο, ὅτι τὸ νοεῖν κίνησίς τις ἦν, αὐτὴ δὲ οὐ κινεῖσθαι θέλει: καὶ γὰρ οὐδ’ ἐκεῖνόν φησιν, ὃν ὁρᾷ, καίτοι νοῦς γενομένη αὐτὴ θεωρεῖ, οἷον νοωθεῖσα καὶ ἐν τῷ τόπῳ τῷ νοητῷ γενομένη: ἀλλὰ γενομένη μὲν ἐν αὐτῷ καὶ περὶ αὐτὸν ἔχουσα τὸ νοητὸν νοεῖ, ἐπὴν δ’ ἐκεῖνον ἴδῃ, πάντα ἤδη ἀφίησιν, οἷον εἴ τις εἰσελθὼν εἰς οἶκον ποικίλον καὶ οὕτω καλὸν θεωροῖ ἔνδον ἕκαστα τῶν ποικιλμάτων καὶ θαυμάζοι, πρὶν ἰδεῖν τὸν τοῦ οἴκου δεσπότην, ἰδὼν δ’ ἐκεῖνον καὶ ἀγασθεὶς οὐ κατὰ τὴν τῶν ἀγαλμάτων φύσιν ὄντα, ἀλλ’ ἄξιον τῆς ὄντως θέας, ἀφεὶς ἐκεῖνα τοῦτον μόνον τοῦ λοιποῦ βλέποι, εἶτα βλέπων καὶ μὴ ἀφαιρῶν τὸ ὄμμα μηκέτι ὅραμα βλέποι τῷ συνεχεῖ τῆς θέας, ἀλλὰ τὴν ὄψιν αὑτοῦ συγκεράσαιτο τῷ θεάματι, ὥστε ἐν αὐτῷ ἤδη τὸ ὁρατὸν πρότερον ὄψιν γεγονέναι, τῶν δ’ ἄλλων πάντων ἐπιλάθοιτο θεαμάτων. καὶ τάχ̓ ἂν σώζοι τὸ ἀνάλογον ἡ εἰκών, εἰ μὴ ἄνθρωπος εἴη ὁ ἐπιστὰς τῷ τὰ τοῦ οἴκου θεωμένῳ, ἀλλά τις θεός, καὶ οὗτος οὐ κατ’ ὄψιν φανείς, ἀλλὰ τὴν ψυχὴν ἐμπλήσας τοῦ θεωμένου. καὶ τὸν νοῦν τοίνυν [δεῖ] τὴν μὲν ἔχειν δύναμιν εἰς τὸ νοεῖν, ᾗ τὰ ἐν αὑτῷ βλέπει, τὴν δέ, ᾗ τὰ ἐπέκεινα αὐτοῦ ἐπιβολῇ τινι καὶ παραδοχῇ, καθ̓ ἣν καὶ πρότερον ἑώρα μόνον καὶ ὁρῶν ὕστερον καὶ νοῦν ἔσχε καὶ ἕν ἐστι: καὶ ἔστιν ἐκείνη μὲν ἡ θέα νοῦ ἔμφρονος, αὕτη δὲ νοῦς ἐρῶν. ὅταν [γὰρ] ἄφρων γένηται μεθυσθεὶς τοῦ νέκταρος, τότε ἐρῶν γίνεται ἁπλωθεὶς εἰς εὐπάθειαν τῷ κόρῳ: καὶ ἔστιν αὐτῷ μεθύειν βέλτιον ἢ σεμνοτέρῳ εἶναι τοιαύτης μέθης. παρὰ μέρος δὲ ὁ νοῦς ἐκεῖνος ἄλλα, τὰ δὲ ἄλλοτε ἄλλα ὁρᾷ; ἢ οὔ: ὁ δὲ λόγος διδάσκων γινόμενα ποιεῖ, ὁ δὲ ἔχει τὸ νοεῖν ἀεί, ἔχει δὲ καὶ τὸ μὴ νοεῖν, ἀλλὰ ἄλλως ἐκεῖνον βλέπειν. καὶ γὰρ ὁρῶν ἐκεῖνον ἔσχε γεννήματα καὶ συνῄσθετο καὶ τούτων γενομένων καὶ ἐνόντων: καὶ ταῦτα μὲν ὁρῶν λέγεται νοεῖν, ἐκεῖνον δὲ ᾗ δυνάμει ἔμελλε νοεῖν. ἡ δὲ ψυχὴ οἷον συγχέασα καὶ ἀφανίσασα μένοντα τὸν ἐν αὐτῇ νοῦν, μᾶλλον δὲ αὐτῆς ὁ νοῦς ὁρᾷ πρῶτος, ἔρχεται δὲ ἡ θέα καὶ εἰς αὐτὴν καὶ τὰ δύο ἓν γίνεται. ἐκταθὲν δὲ τὸ ἀγαθὸν ἐπ’ αὐτοῖς καὶ συναρμοσθὲν τῇ ἀμφοτέρων συστάσει ἐπιδραμὸν καὶ ἑνῶσαν τὰ δύο ἔπεστιν αὐτοῖς μακαρίαν διδοὺς αἴσθησιν καὶ θέαν, τοσοῦτον ἄρας, ὥστε μήτε ἐν τόπῳ εἶναι, μήτε ἔν τῳ ἄλλῳ, ἐν ᾧ πέφυκεν ἄλλο ἐν ἄλλῳ εἶναι: οὐδὲ γὰρ αὐτός που: ὁ δὲ νοητὸς τόπος ἐν αὐτῷ, αὐτὸς δὲ οὐκ ἐν ἄλλῳ. διὸ οὐδὲ κινεῖται ἡ ψυχὴ τότε, ὅτι μηδ’ ἐκεῖνο: οὐδὲ ψυχὴ τοίνυν, ὅτι μηδὲ ζῇ ἐκεῖνο, ἀλλὰ ὑπὲρ τὸ ζῆν: οὐδὲ νοῦς, ὅτι μηδὲ νοεῖ: ὁμοιοῦσθαι γὰρ δεῖ: νοεῖ δὲ οὐκ ἐκεῖνο, ὅτι οὐδὲ νοεῖται.
Y entonces se dispone de tal modo que desprecia incluso el intelegir, que en otro tiempo acogía con agrado, porque el intelegir era cierto movimiento, y ella no quiere moverse. En efecto, dice que ni siquiera aquel al que ve [es objeto de intelección], aunque ella misma contempla habiéndose hecho intelecto, como intelectualizada y llegada al lugar inteligible. Más bien, llegada a él y teniendo lo inteligible en torno a aquel [Uno], intelige; pero cuando lo ve a él, lo abandona ya todo. Es como si alguien, entrando en una casa variada y tan bella, contemplara y admirara en el interior cada una de las labores, antes de ver al dueño de la casa; y luego, tras verlo a él y admirarlo, por no ser de la naturaleza de las estatuas sino digno de la visión verdadera, dejando aquellas, lo mirara en adelante solo a él; y después, mirando y sin apartar el ojo, ya no viera un objeto visto, por la continuidad de la contemplación, sino que mezclara su vista con el espectáculo, de modo que lo que antes era visible se hubiera hecho ya vista en él, y olvidara todos los demás espectáculos. Y quizá la imagen conservaría la analogía si el que se presenta ante quien contempla lo de la casa no fuera un hombre, sino un dios, y este no apareciendo a la vista, sino llenando el alma del que contempla. Así también el Intelecto [debe] tener una potencia para intelegir, con la que ve lo que hay en él, y otra con la que [ve] lo que está más allá de él, mediante cierto impulso y recepción, con la cual antes solamente veía, y viendo después obtuvo también intelecto y es uno. Y aquella es la contemplación de un intelecto sensato, y esta, un intelecto enamorado. Cuando [pues] se vuelve insensato, ebrio de néctar, entonces se hace enamorado, desplegado en el placer de la saciedad; y le es mejor estar ebrio de tal embriaguez que ser más solemne. ¿Ve aquel Intelecto por turno unas cosas, y las otras en cada ocasión otras? ¿O no? El discurso, al enseñar, hace las cosas como si estuvieran en devenir, pero él tiene siempre el intelegir, y tiene también el no intelegir, sino el ver a aquel de otro modo. Pues, al verlo, tuvo engendrados y tomó conciencia de que estos se producían y estaban en él; y a estos, al verlos, se dice que los intelige, y a aquel, por la potencia con la que iba a intelegir. El alma, por su parte, como confundiendo y haciendo desaparecer al intelecto que permanece en ella —o más bien, el intelecto de ella ve primero—, recibe la visión también en sí misma, y los dos se hacen uno. Y el Bien, extendido sobre ellos y ajustado a la constitución de ambos, habiendo corrido sobre ellos y unido los dos, está por encima de ellos dándoles bienaventurada sensación y visión, elevándolos tanto que no estén ni en un lugar ni en ninguna otra cosa en la que por naturaleza una cosa esté en otra; pues él mismo no está en ninguna parte: el lugar inteligible está en él, y él no está en otro. Por eso el alma entonces no se mueve, porque tampoco aquel se mueve; ni siquiera es alma, porque aquel no vive, sino que está por encima del vivir; ni es intelecto, porque aquel no intelige: pues es preciso asemejarse; y aquel no intelige, porque ni siquiera es inteligido.✦
Alusión a Platón, Banquete 203b: Poros, ebrio de néctar, se une a Penía y engendra a Eros.
τὰ μὲν γὰρ ἄλλα δῆλα, εἴρηται δέ τι καὶ περὶ τούτου. ἀλλ’ ὅμως καὶ νῦν ἐπ’ ὀλίγον λεκτέον ἀρχομένοις μὲν ἐκεῖθεν, διὰ λογισμῶν δὲ προιοῦσιν. ἔστι μὲν γὰρ ἡ τοῦ ἀγαθοῦ εἴτε γνῶσις εἴτε ἐπαφὴ μέγιστον, καὶ μέγιστόν φησι τοῦτο εἶναι μάθημα, οὐ τὸ πρὸς αὐτὸ ἰδεῖν μάθημα λέγων, ἀλλὰ περὶ αὐτοῦ μαθεῖν τι πρότερον. διδάσκουσι μὲν οὖν ἀναλογίαι τε καὶ ἀφαιρέσεις καὶ γνώσεις τῶν ἐξ αὐτοῦ καὶ ἀναβασμοί τινες, πορεύουσι δὲ καθάρσεις πρὸς αὐτὸ καὶ ἀρεταὶ καὶ κοσμήσεις καὶ τοῦ νοητοῦ ἐπιβάσεις καὶ ἐπ’ αὐτοῦ ἱδρύσεις καὶ τῶν ἐκεῖ ἑστιάσεις, ὥς τις γένηται ὁμοῦ θεατής τε καὶ θέαμα αὐτὸς αὑτοῦ καὶ τῶν ἄλλων καὶ γενόμενος οὐσία καὶ νοῦς καὶ ζῷον παντελὲς μηκέτι ἔξωθεν αὐτὸ βλέπῃ: τοῦτο δὲ γενόμενος ἐγγύς ἐστι καὶ τὸ ἐφεξῆς ἐκεῖνο καὶ πλησίον αὐτὸ ἤδη ἐπὶ παντὶ τῷ νοητῷ ἐπιστίλβον. ἔνθα δὴ ἐάσας τις πᾶν μάθημα καὶ μέχρι τούτου παιδαγωγηθεὶς καὶ ἐν καλῷ ἱδρυθείς, ἐν ᾧ μέν ἐστι, μέχρι τούτου νοεῖ, ἐξενεχθεὶς δὲ τῷ αὐτῷ τοῦ νοῦ οἷον κύματι καὶ ὑψοῦ ὑπ’ αὐτοῦ οἷον οἰδήσαντος ἀρθεὶς εἰσεῖδεν ἐξαίφνης οὐκ ἰδὼν ὅπως, ἀλλ’ ἡ θέα πλήσασα φωτὸς τὰ ὄμματα οὐ δἰ αὐτοῦ πεποίηκεν ἄλλο ὁρᾶν, ἀλλ’ αὐτὸ τὸ φῶς τὸ ὅραμα ἦν. οὐ γὰρ ἦν ἐν ἐκείνῳ τὸ μὲν ὁρώμενον, τὸ δὲ φῶς αὐτοῦ, οὐδὲ νοῦς καὶ νοούμενον, ἀλλ’ αὐγὴ γεννῶσα ταῦτα εἰς ὕστερον καὶ ἀφεῖσα εἶναι παῤ αὐτῷ: αὐτὸς δὲ αὐγὴ μόνον γεννῶσα νοῦν, οὔτι σβέσασα αὑτῆς ἐν τῷ γεννῆσαι, ἀλλὰ μείνασα μὲν αὐτή, γενομένου δ’ ἐκείνου τῷ τοῦτο εἶναι. εἰ γὰρ μὴ τοῦτο τοιοῦτον ἦν, οὐκ ἂν ὑπέστη ἐκεῖνο.
Pues lo demás es claro, y también sobre esto se ha dicho algo. Sin embargo, también ahora hay que decir brevemente [algo] a quienes comienzan desde allí, pero avanzan mediante razonamientos. Pues el conocimiento del Bien, o el contacto con él, es lo máximo, y [Platón] dice que este es el estudio máximo, no llamando estudio el de verlo a él, sino el de aprender antes algo acerca de él. Enseñan, pues, las analogías, las abstracciones, los conocimientos de lo que procede de él y ciertos grados de ascenso; pero conducen hacia él las purificaciones, las virtudes, los ornatos, los avances en lo inteligible, los asentamientos en él y los banquetes de lo que hay allí, de modo que alguien llegue a ser a la vez espectador y espectáculo de sí mismo y de los demás, y, hecho esencia, intelecto y viviente perfecto, ya no lo vea [a Él] desde fuera. Habiendo llegado a esto, está cerca, y aquello es lo que viene a continuación, ya cercano, resplandeciendo sobre todo lo inteligible. Allí, dejando todo estudio, guiado hasta este punto y asentado en lo bello, en cuanto está en ello, hasta ahí intelige; pero arrebatado por la misma ola del intelecto y elevado en lo alto por él, como hinchado, de pronto vio, sin ver cómo; sino que la visión, llenando de luz los ojos, no hizo que viera otra cosa por medio de ella, sino que la luz misma era lo visto. Pues en aquello no había una cosa vista y otra su luz, ni intelecto e inteligido, sino un resplandor que engendraba esto para después y lo dejaba ser junto a él; y él, solo resplandor que engendra intelecto, sin extinguirse en el engendrar, sino permaneciendo él mismo, y aquello llegado a ser por ser esto. Pues si esto no fuera tal, aquello no habría subsistido.✦
«Estudio máximo»: Platón, República 505a, a propósito de la Idea del Bien.
οἱ μὲν οὖν νόησιν αὐτῷ δόντες τῶν μὲν ἐλαττόνων καὶ τῶν ἐξ αὐτοῦ οὐκ ἔδοσαν: καίτοι καὶ τοῦτο ἄτοπον τὰ ἄλλα, φασί τινες, μὴ εἰδέναι: ἀλλ’ οὖν ἐκεῖνοι ἄλλο τιμιώτερον αὐτοῦ οὐχ εὑρόντες τὴν νόησιν αὐτῷ αὑτοῦ εἶναι ἔδοσαν, ὥσπερ τῇ νοήσει σεμνοτέρου αὐτοῦ ἐσομένου καὶ τοῦ νοεῖν κρείττονος ἢ κατ’ αὐτὸν ὃ ἔστιν ὄντος, ἀλλ’ οὐκ αὐτοῦ σεμνύνοντος τὴν νόησιν. τίνι γὰρ τὸ τίμιον ἕξει, τῇ νοήσει ἢ αὑτῷ; εἰ μὲν οὖν τῇ νοήσει, αὑτῷ οὐ τίμιον ἢ ἧττον, εἰ δὲ αὑτῷ, πρὸ τῆς νοήσεώς ἐστι τέλειος καὶ οὐ τῇ νοήσει τελειούμενος. εἰ δ’ ὅτι ἐνέργειά ἐστιν, ἀλλ’ οὐ δύναμις, δεῖ νοεῖν, εἰ μὲν οὐσία ἐστὶν ἀεὶ νοοῦσα καὶ τούτῳ ἐνέργειαν λέγουσι, δύο ὅμως λέγουσι, τὴν οὐσίαν καὶ τὴν νόησιν, καὶ οὐχ ἁπλοῦν λέγουσιν, ἀλλά τι ἕτερον προστιθέασιν αὐτῷ, ὥσπερ ὀφθαλμοῖς τὸ ὁρᾶν κατ’ ἐνέργειαν, κἂν ἀεὶ βλέπωσιν. εἰ δ’ ἐνεργείᾳ λέγουσιν, ὅτι ἐνέργειά ἐστι καὶ νόησις, οὐκ ἂν οὖσα νόησις νοοῖ, ὥσπερ οὐδὲ κίνησις κινοῖτο ἄν. τί οὖν; οὐ καὶ αὐτοὶ λέγετε οὐσίαν καὶ ἐνέργειαν εἶναι ἐκεῖνα; ἀλλὰ πολλὰ ταῦτα ὁμολογοῦμεν εἶναι καὶ ταῦτα ἕτερα, τὸ δὲ πρῶτον ἁπλοῦν, καὶ τῷ ἐξ ἄλλου δίδομεν νοεῖν καὶ οἷον ζητεῖν αὑτοῦ τὴν οὐσίαν καὶ αὑτὸ καὶ τὸ ποιῆσαν αὐτό, καὶ ἐπιστραφὲν ἐν τῇ θέᾳ καὶ γνωρίσαν νοῦν ἤδη δικαίως εἶναι: τὸ δὲ μήτε γενόμενον μήτε ἔχον πρὸ αὑτοῦ [ἄλλο], ἀλλ’ ἀεὶ [ὂν] ὃ ἔστι, τίν̓ αἰτίαν τοῦ νοεῖν ἕξει; διὸ ὑπὲρ νοῦν φησιν ὁ Πλάτων εἶναι ὀρθῶς. νοῦς μὲν γὰρ μὴ νοῶν ἀνόητος: ᾧ γὰρ ἡ φύσις ἔχει τὸ νοεῖν, εἰ μὴ τοῦτο πράττοι, ἀνόητον: ᾧ δὲ μηδὲν ἔργον ἐστί, τί ἂν τούτῳ τις ἔργον προσάγων κατὰ στέρησιν αὐτοῦ κατηροροῖ τοῦτο, ὅτι μὴ πράττει; οἷον εἰ ἀνίατρον αὐτόν τις λέγοι. μηδὲν δὲ ἔργον εἶναι αὐτῷ, ὅτι μηδὲν ἐπιβάλλει αὐτῷ ποιεῖν: ἀρκεῖ γὰρ αὐτὸς καὶ οὐδὲν δεῖ ζητεῖν παῤ αὑτὸν ὑπὲρ τὰ πάντα ὄντα ἀρκεῖ γὰρ αὐτῷ καὶ τοῖς ἄλλοις ὢν αὐτὸς ὃ ἔστιν.
Así pues, quienes le atribuyeron intelección no se la dieron respecto de lo menor ni de lo que procede de él; aunque también esto es absurdo —que no conozca lo demás, dicen algunos—. En todo caso, aquellos, al no encontrar nada más digno que él, le atribuyeron la intelección de sí mismo, como si por la intelección fuera a ser más venerable y fuera mejor que el intelegir, o más de lo que corresponde a lo que él es, y no fuera él quien hace venerable la intelección. ¿Pues de dónde tendrá lo digno, de la intelección o de sí mismo? Si de la intelección, por sí mismo no es digno, o lo es menos; si de sí mismo, es perfecto antes de la intelección y no perfeccionado por la intelección. Y si se dice que debe intelegir porque es acto y no potencia: si es una esencia que siempre intelige y por eso lo llaman acto, de todos modos dicen dos cosas, la esencia y la intelección, y no dicen algo simple, sino que le añaden algo distinto, como a los ojos el ver en acto, aunque miren siempre. Y si dicen «en acto» porque es acto y es intelección, siendo intelección no intelegiría, como tampoco un movimiento se movería. ¿Entonces? ¿No dicen ustedes mismos que aquellos son esencia y acto? Pero nosotros reconocemos que estos son muchos y distintos, mientras que lo primero es simple; y concedemos el intelegir a lo que procede de otro y como que busca su esencia, a sí mismo y a lo que lo produjo, y que, convertido hacia la contemplación y habiéndolo reconocido, es ya justamente intelecto. Pero lo que ni ha llegado a ser ni tiene [otro] antes de sí, sino que [es] siempre lo que es, ¿qué causa tendrá del intelegir? Por eso Platón dice con razón que está por encima del intelecto. Pues un intelecto que no intelige es sin inteligencia; en efecto, aquello a cuya naturaleza pertenece intelegir, si no lo hiciera, es sin inteligencia. Pero a quien no le corresponde ninguna obra, ¿por qué alguien, atribuyéndole una obra, lo acusaría, por privación de ella, de que no la hace? Sería como si alguien lo llamara «sin arte médica». Y [digo] que no tiene ninguna obra porque nada le corresponde hacer; pues él se basta, y no necesita buscar nada fuera de sí, estando por encima de todos los seres; pues a él y a los demás les basta que él mismo sea lo que es.✦
Alusión a Platón, República 509b, donde el Bien está «más allá de la esencia».
ἔστι δὲ οὐδὲ τὸ ἔστιν: οὐδὲν γὰρ οὐδὲ τούτου δεῖται: ἐπεὶ οὐδὲ τὸ ἀγαθός ἐστι κατὰ τούτου, ἀλλὰ καθ̓ οὗ τὸ ἔστι: τὸ δὲ ἔστιν οὐχ ὡς κατ’ ἄλλου ἄλλο, ἀλλ’ ὡς σημαῖνον ὃ ἔστι. λέγομεν δὲ τἀγαθὸν περὶ αὐτοῦ λέγοντες οὐκ αὐτὸ οὐδὲ κατηγοροῦντες, ὅτι αὐτῷ ὑπάρχει, ἀλλ’ ὅτι αὐτό: εἶτα οὐδ’ ἔστιν ἀγαθὸν λέγειν ἀξιοῦντες οὐδὲ τὸ τὸ προτιθέναι αὐτοῦ, δηλοῦν δὲ οὐ δυνάμενοι, εἴ τις αὐτὸ παντάπασιν ἀφέλοι, ἵνα μὴ ἄλλο, τὸ δ’ ἄλλο ποιῶμεν, ὡς μὴ δεῖσθαι τοῦ ἔστιν ἔτι, οὕτω λέγομεν τἀγαθόν. ἀλλὰ τίς παραδέξεται φύσιν οὐκ οὖσαν ἐν αἰσθήσει καὶ γνώσει αὑτῆς; τί οὖν [οὐ] γνώσεται ʽἐγὼ εἰμἴ; ἀλλ’ οὐκ ἔστι. διὰ τί οὖν οὐκ ἐρεῖ τὸ ʽἀγαθὸν εἰμἴ; ἢ πάλιν τὸ ἔστι κατηγορήσει αὑτοῦ. ἀλλὰ τὸ ἀγαθὸν μόνον ἐρεῖ τί προσθείς; ἀγαθὸν μὲν γὰρ νοήσειεν ἄν τις ἄνευ τοῦ ἔστιν, εἰ μὴ κατ’ ἄλλου κατηγοροῖ: ὁ δὲ αὑτὸν νοῶν ὅτι ἀγαθὸν πάντως νοήσει τὸ ʽἐγὼ εἰμὶ τὸ ἀγαθόν̓: εἰ δὲ μή, ἀγαθὸν μὲν νοήσει, οὐ παρέσται δὲ αὐτῷ τὸ ὅτι αὐτός ἐστι τοῦτο νοεῖν. δεῖ οὖν τὴν νόησιν εἶναι, ὅτι ἀγαθὸν εἰμί. καὶ εἰ μὲν [ἡ] νόησις αὐτὴ τὸ ἀγαθόν, οὐκ αὐτοῦ ἔσται νόησις, ἀλλ’ ἀγαθοῦ, αὐτός τε οὐκ ἔσται τὸ ἀγαθόν, ἀλλ’ ἡ νόησις. εἰ δὲ ἑτέρα τοῦ ἀγαθοῦ ἡ νόησις τοῦ ἀγαθοῦ, ἔστιν ἤδη τὸ ἀγαθὸν πρὸ τῆς νοήσεως αὐτοῦ. εἰ δέ ἐστι πρὸ τῆς νοήσεως τὸ ἀγαθόν, αὔταρκες ὂν αὑτῷ εἰς ἀγαθὸν οὐδὲν ἂν δέοιτο τῆς νοήσεως τῆς περὶ αὑτοῦ: ὥστε ᾗ ἀγαθὸν οὐ νοεῖ ἑαυτό, ἀλλὰ ᾗ τί. ἢ οὐδὲν ἄλλο πάρεστιν αὐτῷ, ἀλλ’ ἁπλῆ τις ἐπιβολὴ αὐτῷ πρὸς αὑτὸ ἔσται.
Ni siquiera es «es»: pues no necesita tampoco esto; ya que ni siquiera «bueno» se dice de él, sino de aquello de lo que se dice «es»; y el «es» no [se dice] como algo de otro, sino como significando lo que es. Decimos «el Bien» al hablar acerca de él, no diciendo «él mismo» ni predicando que le pertenezca, sino que es él; luego, juzgando que no cabe decir ni siquiera «es bueno», ni anteponer el artículo, pero sin poder darlo a entender si se le quitara todo, para no hacer de él una cosa y luego otra, de modo que ya no necesite el «es», así decimos «el Bien». Pero ¿quién admitirá una naturaleza que no está en sensación y conocimiento de sí misma? ¿Qué, entonces, [no] conocerá? ¿«Yo soy»? Pero no es. ¿Por qué, entonces, no dirá «soy el Bien»? ¿O de nuevo predicará de sí el «es»? ¿Pero dirá solamente «el Bien», sin añadir nada? Pues alguien podría pensar «bueno» sin el «es», si no lo predica de otro; en cambio, el que se intelige a sí mismo como bueno pensará sin duda «yo soy el Bien»; si no, intelegirá «bueno», pero no estará presente en él el intelegir que él mismo es esto. Es preciso, pues, que la intelección sea «soy bueno». Y si [la] intelección misma es el Bien, no será intelección de él, sino del bien, y él no será el Bien, sino la intelección. Y si la intelección del Bien es distinta del Bien, ya existe el Bien antes de su intelección. Y si el Bien es antes de la intelección, siendo autosuficiente para sí en cuanto al bien, no necesitaría la intelección acerca de sí; de modo que, en cuanto bueno, no se intelige a sí mismo, sino en cuanto algo. ¿O no hay en él nada más, sino que habrá en él una simple aplicación hacia sí mismo?✦
Pasaje de texto difícil; la traducción de algunas frases es en parte conjetural.
ἀλλ’ οὐκ ὄντος οἷον διαστήματός τινος οὐδὲ διαφορᾶς πρὸς αὑτό, τὸ ἐπιβάλλον ἑαυτῷ τί ἂν εἴη ἢ αὐτό; διὸ καὶ ὀρθῶς ἑτερότητα λαμβάνει, ὅπου νοῦς καὶ οὐσία. δεῖ γὰρ τὸν νοῦν ἀεὶ ἑτερότητα καὶ ταυτότητα λαμβάνειν, εἴπερ νοήσει. ἑαυτόν τε γὰρ οὐ διακρινεῖ ἀπὸ τοῦ νοητοῦ τῇ πρὸς αὐτὸ ἑτέρου σχέσει, τά τε πάντα οὐ θεωρήσει μηδεμιᾶς ἑτερότητος γενομένης εἰς τὸ πάντα εἶναι: οὐδὲ γὰρ ἂν οὐδὲ δύο. ἔπειτα, εἰ νοήσει, οὐ δήπου ἑαυτὸν μόνον νοήσει, εἴπερ ὅλως νοήσει: διὰ τί γὰρ οὐχ ἅπαντα; ἢ ἀδυνατήσει. ὅλως δὲ οὐχ ἁπλοῦς γίνεται νοῶν ἑαυτόν, ἀλλὰ δεῖ τὴν νόησιν τὴν περὶ αὐτοῦ ἑτέρου εἶναι, εἴ τι ὅλως δύναιτο νοεῖν αὑτό. ἐλέγομεν δέ, ὅτι οὐ νόησις τοῦτο, εἰ μὴ ἄλλον αὑτὸν ἐθέλοι ἰδεῖν. νοήσας δὲ αὐτὸς πολὺς γίνεται, νοητός, νοῶν, κινούμενος καὶ ὅσα ἄλλα προσήκει νῷ. πρὸς δὲ τούτοις κἀκεῖνο ὁρᾶν προσήκει, ὅπερ εἴρηται ἤδη ἐν ἄλλοις, ὡς ἑκάστη νόησις, εἴπερ νόησις ἔσται, ποικίλον τι δεῖ εἶναι, τὸ δὲ ἁπλοῦν καὶ τὸ αὐτὸ πᾶν οἷον κίνημα, εἰ τοιοῦτον εἴη οἷον ἐπαφή, οὐδὲν νοερὸν ἔχει. τί οὖν; οὔτε τὰ ἄλλα οὔτε αὑτὸν εἰδήσει, ἀλλὰ σεμνὸν ἑστήξεται. τὰ μὲν οὖν ἄλλα ὕστερα αὐτοῦ, καὶ ἦν πρὸ αὐτῶν ὃ ἦν, καὶ ἐπίκτητος αὐτῶν ἡ νόησις καὶ οὐχ ἡ αὐτὴ ἀεὶ καὶ οὐχ ἑστηκότων, κἂν τὰ ἑστῶτα δὲ νοῇ, πολύς ἐστιν. οὐ γὰρ δὴ τὰ μὲν ὕστερα μετὰ τῆς νοήσεως καὶ τὴν οὐσίαν ἕξει, αἱ δὲ τούτου νοήσεις θεωρίαι κεναὶ μόνον ἔσονται. ἡ δὲ πρόνοια ἀρκεῖ ἐν τῷ αὐτὸν εἶναι, παῤ οὗ τὰ πάντα. τὸ δὲ πρὸς αὐτὸν πῶς, εἰ μὴ αὑτόν; ἀλλὰ σεμνὸν ἑστήξεται. ἔλεγε μὲν οὖν ὁ Πλάτων περὶ τῆς οὐσίας λέγων, ὅτι νοήσει, ἀλλ’ οὐ σεμνὸν ἑστήξεται, ὡς τῆς οὐσίας μὲν νοούσης, τοῦ δὲ μὴ νοοῦντος σεμνοῦ ἑστηξομένου, τὸ μὲν ἑστήξεται τῷ μὴ ἄλλως ἂν δεδυνῆσθαι ἑρμηνεῦσαι, σεμνότερον δὲ καὶ ὄντως σεμνὸν νομίζων εἶναι τὸ ὑπερβεβηκὸς τὸ νοεῖν.
Pero, al no haber en él una especie de intervalo ni diferencia respecto de sí mismo, ¿qué sería lo que se aplica a sí mismo sino él mismo? Por eso también se admite con razón la alteridad allí donde hay intelecto y esencia. Pues el intelecto debe tomar siempre alteridad e identidad, si es que va a intelegir. Porque ni se distinguirá a sí mismo de lo inteligible por la relación de lo otro hacia él, ni contemplará todas las cosas si no se da alguna alteridad que haga que todas sean; pues ni siquiera serían dos. Además, si intelige, no intelegirá solo a sí mismo, si es que intelige en absoluto: ¿por qué no todas las cosas? ¿O será incapaz? En general, no se vuelve simple al intelegirse a sí mismo, sino que es preciso que la intelección acerca de él sea otra, si es que pudiera intelegirse en absoluto. Y decíamos que esto no es intelección si no quisiera verse a sí mismo como otro. Y al intelegir, él mismo se hace múltiple: inteligible, inteligente, en movimiento y cuanto más conviene al intelecto. Además de esto, conviene considerar también aquello que ya se ha dicho en otros lugares: que toda intelección, si ha de ser intelección, debe ser algo variado; mientras que lo simple y lo idéntico en todo, como un [mero] movimiento, si fuera como un contacto, no tiene nada intelectivo. ¿Entonces? No conocerá ni lo demás ni a sí mismo, sino que permanecerá venerable. Ahora bien, lo demás es posterior a él, y él era antes de ellos lo que era; y la intelección de ellos es adquirida, y no siempre la misma, ni de cosas estables; y aun si intelige las estables, es múltiple. Pues no es que lo posterior vaya a tener, junto con la intelección, también la esencia, y las intelecciones de él vayan a ser meras contemplaciones vacías. La providencia basta con que él sea aquel de quien [proceden] todas las cosas. Y lo [que se dirige] hacia él, ¿cómo [sería], si no a sí mismo? Pero permanecerá venerable. Platón, al hablar de la esencia, decía que intelige, y no que «permanecerá venerable», como si la esencia inteligiera, pero lo venerable permaneciera sin intelegir; y el «permanecerá» lo dijo por no poder expresarlo de otro modo, considerando más venerable, y verdaderamente venerable, lo que ha sobrepasado el intelegir.✦
Alusión a Platón, Sofista 249a, donde se discute si el ser plenamente real es inmóvil, venerable y sin intelecto, y a los géneros de lo mismo y lo otro (Sofista 254-255).
καὶ ὅτι μὲν μὴ δεῖ νόησιν περὶ αὐτὸν εἶναι, εἰδεῖεν ἂν οἱ προσαψάμενοι τοῦ τοιούτου: δεῖ γε μὴν παραμύθια ἄττα πρὸς τοῖς εἰρημένοις κομίζειν, εἴ πῃ οἷόν τε τῷ λόγῳ σημῆναι. δεῖ δὲ τὴν πειθὼ μεμιγμένην ἔχειν τὴν ἀνάγκην. δεῖ τοίνυν γινώσκειν ἐπιστήσαντα, ὡς νόησις πᾶσα ἔκ τινός ἐστι καὶ τινός. καὶ ἡ μὲν συνοῦσα τῷ ἐξ οὗ ἐστιν ὑποκείμενον μὲν ἔχει τὸ οὗ ἐστι νόησις, οἷον δὲ ἐπικείμενον αὐτὴ γίνεται ἐνέργεια αὐτοῦ οὖσα καὶ πληροῦσα τὸ δυνάμει ἐκεῖνο οὐδὲν αὐτὴ γεννῶσα: ἐκείνου γάρ ἐστιν, οὗ ἐστι, μόνον οἷον τελείωσις. ἡ δὲ οὖσα νόησις μετ’ οὐσίας καὶ ὑποστήσασα τὴν οὐσίαν οὐκ ἂν δύναιτο ἐν ἐκείνῳ εἶναι, ἀφ̓ οὗ ἐγένετο: οὐ γὰρ ἂν ἐγέννησέ τι ἐν ἐκείνῳ οὖσα. ἀλλ’ οὖσα δύναμις τοῦ γεννᾶν ἐφ̓ ἑαυτῆς ἐγέννα, καὶ ἡ ἐνέργεια αὐτῆς ἐστιν οὐσία, καὶ σύνεστι καὶ ἐν τῇ οὐσίᾳ, καὶ ἔστιν οὐχ ἕτερον ἡ νόησις καὶ ἡ οὐσία αὕτη, κἂν αὕτη ἑαυτὴν νοῇ ἡ φύσις, οὐχ ἕτερον, ἀλλ’ ἢ λόγῳ, τὸ νοούμενον καὶ τὸ νοοῦν, πλῆθος ὄν, ὡς δέδεικται πολλαχῇ. καὶ ἔστιν αὕτη πρώτη ἐνέργεια ὑπόστασιν γεννήσασα εἰς οὐσίαν, καὶ ἴνδαλμα ὂν ἄλλου οὕτως ἐστὶ μεγάλου τινός, ὥστε ἐγένετο οὐσία. εἰ δ’ ην ἐκείνου καὶ μὴ ἀπ’ ἐκείνου, οὐδ’ ἂν ἄλλο τι ἢ ἐκείνου ἦν, καὶ οὐκ ἂν ἐφ̓ ἑαυτῆς ὑπόστασις ἦν. πρώτη δὲ οὖσα αὕτη ἐνέργεια καὶ πρώτη νόησις οὐκ ἂν ἔχοι οὔτε ἐνέργειαν πρὸ αὑτῆς οὔτε νόησιν. μεταβαίνων τοίνυν τις ἀπὸ ταύτης τῆς οὐσίας καὶ νοήσεως οὔτε ἐπὶ οὐσίαν ἥξει οὔτε ἐπὶ νόησιν, ἀλλ’ ἐπέκεινα ἥξει οὐσίας καὶ νοήσεως ἐπί τι θαυμαστόν, ὃ μήτε ἔχει ἐν αὑτῷ οὐσίαν μήτε νόησιν, ἀλλ’ ἔστιν ἔρημον αὐτὸ ἐφ̓ ἑαυτοῦ τῶν ἐξ αὐτοῦ οὐδὲν δεόμενον. οὐ γὰρ ἐνεργήσας πρότερον ἐγέννησεν ἐνέργειαν — ἤδη γὰρ ἂν ἦν, πρὶν γενέσθαι: οὐδὲ νοήσας ἐγέννησε νόησιν — ἤδη γὰρ ὂν νενοήκει, πρὶν γενέσθαι νόησιν. ὅλως γὰρ ἡ νόησις, εἰ μὲν ἀγαθοῦ, χεῖρον αὐτοῦ: ὥστε οὐ τοῦ ἀγαθοῦ ἂν εἴη: λέγω δὲ οὐ τοῦ ἀγαθοῦ, οὐχ ὅτι μὴ ἔστι νοῆσαι τὸ ἀγαθόν: τοῦτο γὰρ ἔστω: ἀλλ’ ὅτι ἐν αὐτῷ τῷ ἀγαθῷ οὐκ ἂν εἴη νόησις: ἢ ἓν ἔσται ὁμοῦ τἀγαθὸν καὶ τὸ ἔλαττον αὐτοῦ. εἰ δὲ χεῖρον ἔσται, ὁμοῦ ἡ νόησις ἔσται καὶ ἡ οὐσία. εἰ δὲ κρεῖττον ἡ νόησις, τὸ νοητὸν χεῖρον ἔσται. οὐ δὴ ἐν τῷ ἀγαθῷ ἡ νόησις, ἀλλὰ χεῖρον οὖσα καὶ διὰ τοῦτο τὸ ἀγαθὸν ἀξιωθεῖσα ἑτέρωθι ἂν εἴη αὐτοῦ καθαρὸν ἐκεῖνο, ὥσπερ τῶν ἄλλων, καὶ αὐτῆς ἀφεῖσα. καθαρὸν δὲ ὂν νοήσεως εἰλικρινῶς ἐστιν ὃ ἔστιν, οὐ παραποδιζόμενον τῇ νοήσει παρούσῃ, ὡς μὴ εἰλικρινὲς καὶ ἓν εἶναι. εἰ δέ τις καὶ τοῦτο ἅμα νοοῦν καὶ νοούμενον ποιοῖ καὶ οὐσίαν καὶ νόησιν συνοῦσαν τῇ οὐσίᾳ, καὶ οὕτως αὑτὸ νοοῦν θέλοι ποιεῖν, ἄλλου δεήσεται καὶ τούτου πρὸ αὐτοῦ: ἐπείπερ ἡ ἐνέργεια καὶ ἡ νόησις ἢ ἄλλου ὑποκειμένου τελείωσις ἢ συνυπόστασις οὖσα πρὸ αὑτῆς καὶ αὐτὴ ἄλλην ἔχει φύσιν, ᾗ καὶ τὸ νοεῖν εἰκότως: καὶ γὰρ ἔχει ὃ νοήσει, ὅτι ἄλλο πρὸ αὐτῆς: καὶ ὅταν αὐτὴ αὑτήν, οἷον καταμανθάνει ἃ ἔσχεν ἐκ τῆς ἄλλου θέας ἐν αὑτῇ. ᾧ δὲ μήτε τι ἄλλο πρὸ αὐτοῦ μήτε τι σύνεστιν αὐτῷ ἐξ ἄλλου, τί καὶ νοήσει ἢ πῶς ἑαυτό; τί γὰρ ἐζήτει; ἢ τί ἐπόθει; ἢ τὴν δύναμιν αὐτοῦ ὅση, ὡς ἐκτὸς οὔσης αὐτοῦ, καθὸ ἐνόει. λέγω δέ, εἰ ἄλλη μὲν ἡ δύναμις αὐτοῦ, ἣν ἐμάνθανεν, ἄλλη δέ, ᾗ ἐμάνθανεν: εἰ δὲ μία, τί ζητεῖ;
Que no debe haber intelección en torno a él, lo sabrían quienes han tocado algo así; conviene, sin embargo, aportar algunos consuelos además de lo dicho, por si de algún modo es posible indicarlo con la razón. Y es preciso que la persuasión tenga mezclada la necesidad. Hay que reconocer, pues, deteniéndose en ello, que toda intelección es de algo y desde algo. La que está unida a aquello de lo que procede tiene como sustrato aquello de lo que es intelección, y ella se hace como superpuesta, siendo acto de aquello y llenando lo que es en potencia, sin engendrar ella nada; pues es de aquello de lo que es, solo como una perfección. En cambio, la intelección que es con la esencia, y que hizo subsistir la esencia, no podría estar en aquello de donde provino; pues, estando en aquello, no habría engendrado nada. Sino que, siendo potencia de engendrar, engendraba por sí misma, y su acto es la esencia, y está también en la esencia, y la intelección y esta esencia no son distintas; y aunque esta naturaleza se intelija a sí misma, lo inteligido y lo inteligente no son distintos sino en razón, siendo una multiplicidad, como se ha mostrado de muchas maneras. Y esta es el primer acto, que engendró una hipóstasis como esencia, y siendo reflejo de otro, es de tal modo [reflejo] de algo grande que llegó a ser esencia. Si fuera de aquel y no [procedente] de aquel, no sería otra cosa que de aquel, y no sería hipóstasis por sí misma. Siendo este el primer acto y la primera intelección, no tendría ni acto ni intelección antes de sí. Quien, pues, pasara desde esta esencia e intelección, no llegará ni a esencia ni a intelección, sino que llegará más allá de la esencia y de la intelección, a algo admirable, que no tiene en sí ni esencia ni intelección, sino que está solitario por sí mismo, sin necesitar nada de lo que procede de él. Pues no engendró acto habiendo actuado antes —pues ya habría sido, antes de llegar a ser—; ni engendró intelección habiendo intelegido —pues, siendo ya, habría intelegido antes de que hubiera intelección. En general, la intelección, si es del Bien, es peor que él, de modo que no sería del Bien; digo «no del Bien», no porque no sea posible intelegir el Bien —admitamos esto—, sino porque en el Bien mismo no habría intelección; o serán uno a la vez el Bien y lo inferior a él. Y si [la intelección] fuera peor, serán a la vez la intelección y la esencia. Y si la intelección es mejor, lo inteligible será peor. No está, pues, la intelección en el Bien, sino que, siendo peor, y por eso tenida por digna del Bien, estaría en otro lugar fuera de él, y aquello permanecería puro, como de las demás cosas, así también de ella, habiéndola dejado. Y siendo puro de intelección, es sinceramente lo que es, sin ser trabado por una intelección presente, de modo que no fuera sincero y uno. Y si alguien hace también a esto a la vez inteligente e inteligido, esencia e intelección presente a la esencia, y así quiere hacerlo intelegiéndose a sí mismo, necesitará de otro anterior a él también; puesto que el acto y la intelección, o bien son perfección de otro sustrato, o bien son algo coexistente que subsiste antes de sí, y ella misma tiene otra naturaleza, por la cual también el intelegir es razonable; pues tiene lo que intelegirá, porque hay otro antes de ella; y cuando [se intelige] a sí misma, como que examina lo que tuvo en sí por la contemplación de otro. Pero aquello a lo que no hay otro antes ni le acompaña nada procedente de otro, ¿qué intelegirá, o cómo [se intelegirá] a sí mismo? ¿Qué buscaba? ¿O qué anhelaba? ¿O cuán grande es su potencia, como si estuviera fuera de él, en cuanto intelegía? Digo: si una es su potencia, la que aprendía, y otra aquella con la que aprendía; pero si es una sola, ¿qué busca?✦
Hipóstasis: realidad que subsiste por sí misma; aquí, el Intelecto como primer acto que subsiste como esencia.
κινδυνεύει γὰρ βοήθεια τὸ νοεῖν δεδόσθαι ταῖς φύσεσι ταῖς θειοτέραις μέν, ἐλάττοσι δὲ οὔσαις, καὶ οἷον αὐταῖς τυφλαῖς οὔσαις ὄμμα. ὁ δ’ ὀφθαλμὸς τί ἂν δέοιτο τὸ ὂν ὁρᾶν φῶς αὐτὸς ὤν; ὃ δ’ ἂν δέηται δἰ ὀφθαλμοῦ, σκότον ἔχον παῤ αὑτῷ φῶς ζητεῖ. εἰ οὖν φῶς τὸ νοεῖν, τὸ δὲ φῶς φῶς οὐ ζητεῖ, οὐκ ἂν ἐκείνη ἡ αὐγὴ φῶς μὴ ζητοῦσα ζητήσειε νοεῖν, οὐδὲ προσθήσει αὑτῇ τὸ νοεῖν. τί γὰρ καὶ ποιήσει, ἢ τί προσθήσει δεόμενος καὶ αὐτὸς ὁ νοῦς, ἵνα νοῇ; οὐκ αἰσθάνεται οὖν ἑαυτοῦ — οὐ γὰρ δεῖται: οὐδ’ ἐστὶ δύο, μᾶλλον δὲ πλείω, αὐτός, ἡ νόησις — οὐ γὰρ δὴ ἡ νόησις αὐτός — δεῖ δὲ τρίτον καὶ τὸ νοούμενον εἶναι. εἰ δὲ ταὐτὸν νοῦς, νόησις, νοητόν, πάντη ἓν γενόμενα ἀφανιεῖ αὑτὰ ἐν αὑτοῖς: διακριθέντα δὲ τῷ ἄλλο πάλιν αὖ οὐκ ἐκεῖνο ἔσται. ἐατέον οὖν τὰ ἄλλα πάντη ἐπὶ φύσεως ἀρίστης οὐδεμιᾶς ἐπικουρίας δεομένης: ὃ γὰρ ἂν προσθῇς, ἠλάττωσας τῇ προσθήκῃ τὴν οὐδενὸς δεομένην. ἡμῖν μὲν γὰρ ἦν ἡ νόησις καλόν, ὅτι ψυχὴ δεῖται νοῦν ἔχειν, καὶ νῷ, ὅτι τὸ εἶναι αὐτῷ ταὐτόν, καὶ ἡ νόησις πεποίηκεν αὐτόν: συνεῖναι οὖν δεῖ τῇ νοήσει τοῦτον καὶ σύνεσιν αὑτοῦ λαμβάνειν ἀεί, ὅτι τοῦτο τοῦτο, ὅτι τὰ δύο ἕν: εἰ δὲ ἓν ἦν μόνον, ἤρκεσεν ἂν αὑτῷ καὶ οὐκ ἂν ἐδεήθη λαβεῖν. ἐπεὶ καὶ τὸ γνῶθι σαυτὸν λέγεται τούτοις, οἳ διὰ τὸ πλῆθος ἑαυτῶν ἔργον ἔχουσι διαριθμεῖν ἑαυτοὺς καὶ μαθεῖν, ὅσα καὶ ποῖα ὄντες οὐ πάντα ἴσασιν ἢ οὐδέν, οὐδ’ ὅ τι ἄρχει οὐδὲ κατὰ τί αὐτοί. εἰ δέ τί ἐστιν αὐτῷ, μειζόνως ἐστὶν ἢ κατὰ γνῶσιν καὶ νόησιν καὶ συναίσθησιν αὐτοῦ: ἐπεὶ οὐδὲ ἑαυτῷ οὐδέν ἐστιν. οὐδὲν γὰρ εἰσάγει εἰς αὑτό, ἀλλὰ ἀρκεῖ αὑτῷ. οὐ τοίνυν οὐδ’ ἀγαθὸν. αὑτῷ, ἀλλὰ τοῖς ἄλλοις: ταῦτα γὰρ καὶ δεῖται αὐτοῦ, αὐτὸ δὲ οὐκ ἂν δέοιτο ἑαυτοῦ: γελοῖον γάρ: οὕτω γὰρ ἂν καὶ ἐνδεὲς ἦν αὑτοῦ. οὐδὲ βλέπει δὴ ἑαυτό: δεῖ γάρ τι εἶναι καὶ γίνεσθαι αὐτῷ ἐκ τοῦ βλέπειν. τούτων γὰρ ἁπάντων παρακεχώρηκε τοῖς μετ’ αὐτὸ καὶ κινδυνεύει μηδὲν τῶν προσόντων τοῖς ἄλλοις ἐκείνῳ παρεῖναι, ὥσπερ οὐδὲ οὐσία. οὐ τοίνυν οὐδὲ τὸ νοεῖν, εἴπερ ἐνταῦθα ἡ οὐσία, καὶ ὁμοῦ ἄμφω ἡ νόησις ἡ πρώτη καὶ κυρίως καὶ τὸ εἶναι. διὸ οὔτε λόγος οὔτε αἴσθησις οὔτε ἐπιστήμη, ὅτι μηδὲν ἔστι κατηγορεῖν αὐτοῦ ὡς παρόν.
Pues parece que el pensar ha sido dado como una ayuda a las naturalezas más divinas, sí, pero menores, y como un ojo a ellas, que serían de suyo ciegas. Ahora bien, el ojo, ¿qué necesidad tendría de ver el ser, siendo él mismo luz? Aquello que necesita [ver] por medio del ojo, teniendo oscuridad en sí, busca luz. Si, pues, el pensar es luz, y la luz no busca luz, aquel resplandor, al no buscar luz, no buscaría pensar, ni se añadirá a sí mismo el pensar. Pues ¿qué hará, o qué añadirá el Intelecto mismo, necesitado también él, para pensar? No se percibe, pues, a sí mismo, porque no lo necesita; y no son dos —o más bien más [de dos]— él mismo y la intelección (pues la intelección no es, desde luego, él mismo); y es necesario que haya además un tercero, lo pensado. Y si el intelecto, la intelección y lo inteligible son lo mismo, al hacerse del todo uno se desvanecerán en sí mismos; y si se distinguen por ser cada uno otro, de nuevo no será aquello [uno]. Hay que dejar, pues, todo lo demás respecto de la naturaleza más excelente, que no necesita ningún auxilio: pues lo que le añadas, lo has rebajado con la adición, a la que no necesita nada. Para nosotros, en efecto, la intelección era bella porque el alma necesita tener intelecto; y para el Intelecto, porque su ser es lo mismo [que pensar] y la intelección lo ha hecho [lo que es]. Es necesario, pues, que éste conviva con la intelección y tome siempre conciencia de sí, de que esto es esto, de que los dos son uno; pero si fuera solamente uno, se bastaría y no habría necesitado tomar [conciencia]. Pues también el «conócete a ti mismo» se dice a aquellos que, por su multiplicidad, tienen la tarea de contarse y de aprender cuántos y cuáles son, y no lo saben todo, o no saben nada, ni qué es lo que gobierna ni según qué [principio] son ellos mismos. Y si hay algo [que sea] para él, lo es de un modo más elevado que según el conocimiento, la intelección y la conciencia de sí; pues tampoco para sí mismo es nada. Nada introduce en sí, sino que se basta. Así pues, tampoco es bien para sí mismo, sino para los demás: éstos, en efecto, lo necesitan, mientras que él no necesitaría de sí mismo; sería ridículo: pues así estaría falto de sí mismo. Y tampoco se mira a sí mismo: pues sería necesario que algo fuera y se produjera en él a partir del mirar. De todas estas cosas, en efecto, ha hecho concesión a los que vienen después de él, y parece que nada de lo que está presente en los otros esté presente en aquél, como ni siquiera la esencia. Tampoco, pues, el pensar, si es en [el Intelecto] donde está la esencia, y ambos a la vez, la intelección primera y propiamente dicha y el ser. Por eso [en él] no hay ni razón, ni sensación, ni ciencia, porque nada puede predicarse de él como presente.✦
«Conócete a ti mismo»: célebre inscripción del templo de Apolo en Delfos.
ἀλλ’ ὅταν ἀπορῇς ἐν τῷ τοιούτῳ καὶ ζητῇς, ὅπου δεῖ ταῦτα θέσθαι, λογισμῷ ἐπ’ αὐτὰ στελλόμενος ἀπόθου ταῦτα, ἃ νομίζεις σεμνὰ εἶναι ἐν τοῖς δευτέροις, καὶ μήτε τὰ δεύτερα προστίθει τῷ πρώτῳ, μήτε τὰ τρίτα τοῖς δευτέροις, ἀλλὰ τὰ δεύτερα περὶ τὸ πρῶτον τίθει, καὶ τὰ τρίτα περὶ τὸ δεύτερον: οὕτω γὰρ αὐτὰ ἕκαστα ἐάσεις, ὡς ἔχει, καὶ τὰ ὕστερα ἐξαρτήσεις ἐκείνων ὡς ἐκεῖνα περιθέοντα ἐφ̓ ἑαυτῶν ὄντα. διὸ καὶ ὀρθῶς καὶ ταύτῃ λέγεται ʽπερὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκα πάντἀ, τὰ πάντα ὄντα λέγοντος αὐτοῦ καὶ τὸ ἐκείνου ἕνεκα, ἐπειδὴ καὶ τοῦ εἶναι αἴτιος αὐτοῖς καὶ οἷον ὀρέγεται ἐκείνου ἑτέρου ὄντος τῶν πάντων καὶ οὐδὲν ἔχοντος, ὃ ἐκίνοις πάρεστιν: ἢ οὐκ ἂν εἴη ἔτι τὰ πάντα, εἴ τι ἐκείνῳ τῶν ἄλλων τῶν μετ’ αὐτὸν παρείη. εἰ οὖν καὶ νοῦς τῶν πάντων, οὐδὲ νοῦς ἐκείνῳ. αἴτιον δὲ λέγων πάντων καλῶν τὸ καλὸν ἐν τοῖς εἴδεσι φαίνεται τιθέμενος, αὐτὸν δὲ ὑπὲρ τὸ καλὸν πᾶν τοῦτο. ταῦτα δὴ δεύτερα τιθεὶς εἰς αὐτὰ τρίτα φησὶν ἀνηρτῆσθαι τὰ μετὰ ταῦτα γενόμενα, καὶ περὶ τὰ τρίτα δὲ τιθεὶς εἶναι δῆλον ὅτι τὰ γενόμενα ἐκ τῶν τρίτων, κόσμον τόνδε εἰς ψυχήν. ἀνηρτημένης δὲ ψυχῆς εἰς νοῦν καὶ νοῦ εἰς τὸ ἀγαθόν, οὕτω πάντα εἰς ἐκεῖνο διὰ μέσων, τῶν μὲν πλησίον, τῶν δὲ τοῖς πλησίον γειτονούντων, ἐσχάτην δ’ ἀπόστασιν τῶν αἰσθητῶν ἐχόντων εἰς ψυχὴν ἀνηρτημένων.
Pero cuando te quedes perplejo en un asunto como éste y busques dónde hay que colocar estas cosas, dirigiéndote hacia ellas con el razonamiento, deja aparte esas cosas que consideras venerables en los [principios] segundos; y no añadas lo segundo a lo primero, ni lo tercero a lo segundo, sino pon lo segundo en torno a lo primero, y lo tercero en torno a lo segundo. Así, en efecto, dejarás cada una tal como es, y harás depender las posteriores de aquéllas, como girando en torno a aquéllas, que son por sí mismas. Por eso también se dice con razón, en este sentido: «en torno al rey de todas las cosas están todas, y todas son por causa de aquél». Con «todas las cosas» se refiere a los que son todo, y con «por causa de aquél», puesto que él es causa de su ser y ellas, por así decir, lo desean a él, que es otro que todas las cosas y no tiene nada de lo que ellas tienen; pues ya no serían todas las cosas si alguna de las otras, posteriores a él, estuviera presente en él. Si, pues, también el Intelecto es [uno] de todas las cosas, tampoco el Intelecto [está] en aquél. Y al decir que es causa de todas las cosas bellas, parece poner lo bello en las Formas, y a él mismo por encima de todo esto bello. Colocando éstas como segundas, dice que de ellas, como terceras, dependen las que nacen después de ellas; y al poner [algo] en torno a lo tercero, es claro que [se refiere a] las cosas nacidas de lo tercero, este cosmos, [que pende] del alma. Y estando el alma suspendida del Intelecto, y el Intelecto del Bien, así todo [depende] de aquél por medio de intermedios, unos próximos [a él], otros vecinos de los próximos; y los sensibles, que tienen la distancia última, [están] suspendidos del alma.✦
Alusión a Platón, Carta II 312e: «en torno al rey de todas las cosas está todo, y todo es por causa de él». Plotino lo interpreta como la ordenación de los tres principios (lo Uno o el Bien, el Intelecto, el Alma).
Fuente del texto original: Texto griego: edición de R. Volkmann (Leipzig, Teubner, 1883–1884, dominio público), transcripción digital de Open Greek and Latin (First1KGreek), CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.