Carta a Pitocles
Ἐπίκουρος Πυθοκλεῖ χαίρειν. Ἤνεγκέ μοι Κλέων ἐπιστολὴν παρά σου, ἐν ᾗ φιλοφρονούμενός τε περὶ ἡμᾶς διετέλεις ἀξίως τῆς ἡμετέρας περὶ σεαυτὸν σπουδῆς καὶ οὐκ ἀπιθάνως ἐπειρῶ μνημονεύειν τῶν εἰς μακάριον βίον συντεινόντων διαλογισμῶν, ἐδέου τε σεαυτῷ περὶ τῶν μετεώρων σύντομον καὶ εὐπερίγραφον διαλογισμὸν ἀποστεῖλαι, ἵνα ῥᾳδίως μνημονεύῃς· τὰ γὰρ ἐν ἄλλοις ἡμῖν γεγραμμένα δυσμνημόνευτα εἶναι, καί τοι, ὡς ἔφης, συνεχῶς αὐτὰ βαστάζεις. ἡμεῖς δὲ ἡδέως τέ σου τὴν δέησιν ἀπεδεξάμεθα καὶ ἐλπίσιν ἡδείαις συνεσχέθημεν.
Epicuro saluda a Pitocles. Me trajo Cleón una carta tuya, en la que seguías mostrándote afectuoso con nosotros, de manera digna del empeño que ponemos por ti, y tratabas, no sin persuasión, de recordar los razonamientos que conducen a la vida feliz; y pedías que te enviáramos, para ti, sobre los fenómenos celestes un razonamiento breve y fácil de abarcar, para que lo recuerdes sin esfuerzo; pues lo que hemos escrito en otras obras, decías, es difícil de recordar, aunque, según dijiste, las llevas contigo de continuo. Nosotros recibimos con gusto tu petición y nos embargaron dulces esperanzas.✦
Cleón: portador de la carta de Pitocles; no se sabe de él más que lo que aquí se dice.
γράψαντες οὖν τὰ λοιπὰ πάντα συντελοῦμεν ἅπερ ἠξίωσας πολλοῖς καὶ ἄλλοις ἐσόμενα χρήσιμα τὰ διαλογίσματα ταῦτα, καὶ μάλιστα τοῖς νεωστὶ φυσιολογίας γνησίου γεγευμένοις καὶ τοῖς εἰς ἀσχολίας βαθυτέρας τῶν ἐγκυκλίων τινὸς ἐμπεπλεγμένοις. καλῶς δὴ αὐτὰ διάλαβε, καὶ διὰ μνήμης ἔχων ὀξέως αὐτὰ περιόδευε μετὰ τῶν λοιπῶν ὧν ἐν τῇ μικρᾷ ἐπιτομῇ πρὸς Ἡρόδοτον ἀπεστείλαμεν.“Πρῶτον μὲν οὖν μὴ ἄλλο τι τέλος ἐκ τῆς περὶ μετεώρων γνώσεως εἴτε κατὰ συναφὴν λεγομένων εἴτε αὐτοτελῶς νομίζειν εἶναι ἤπερ ἀταραξίαν καὶ πίστιν βέβαιον, καθάπερ καὶ ἐπὶ τῶν λοιπῶν.
Así pues, tras escribir todo lo demás, llevamos a término lo que pediste, pues estos razonamientos serán útiles también a muchos otros, y sobre todo a quienes han probado hace poco el genuino estudio de la naturaleza y a los que están envueltos en ocupaciones más absorbentes que alguna de las del ciclo ordinario de estudios. Tómalos, pues, bien, y reteniéndolos en la memoria recórrelos con agilidad junto con lo demás que enviamos a Heródoto en el pequeño compendio. Primero, pues, no pienses que del conocimiento de los fenómenos celestes, ya se traten en conexión [con otras cosas] ya por sí mismos, haya otro fin que la imperturbabilidad y una convicción firme, como también en lo demás.✦
Imperturbabilidad (ἀταραξία): estado del ánimo libre de turbación; para Epicuro es el fin del estudio de la naturaleza.
Fenómenos celestes (μετέωρα): literalmente «las cosas de lo alto»: astros, eclipses, nubes, truenos, rayos, etc.
μήτε τὸ ἀδύνατον παραβιάζεσθαι μήτε ὁμοίαν κατὰ πάντα τὴν θεωρίαν ἔχειν ἢ τοῖς περὶ βίων λόγοις ἢ τοῖς κατὰ τὴν τῶν ἄλλων φυσικῶν προβλημάτων κάθαρσιν, οἷον ὅτι τὸ πᾶν σώματα καὶ ἀναφὴς φύσις ἐστίν, ἢ ὅτι ἄτομα 〈τὰ〉 στοιχεῖα, καὶ πάντα τὰ τοιαῦτα ὅσα μοναχὴν ἔχει τοῖς φαινομένοις συμφωνίαν· ὅπερ ἐπὶ τῶν μετεώρων οὐχ ὑπάρχει, ἀλλὰ ταῦτά γε πλεοναχὴν ἔχει καὶ τῆς γενέσεως αἰτίαν καὶ τῆς οὐσίας ταῖς αἰσθήσεσι σύμφωνον κατηγορίαν.
Y no forzar lo imposible, ni tener en todo un examen semejante ni en los discursos sobre los modos de vida ni en el esclarecimiento de los demás problemas del estudio de la naturaleza, como que el todo son cuerpos y naturaleza intangible, o que los elementos son ⟨los⟩ átomos, y todas las cosas de este tipo que tienen un único acuerdo con los fenómenos; lo cual no ocurre con los fenómenos celestes, sino que éstos tienen más de una causa de su generación y más de una explicación de su ser que concuerde con las sensaciones.
Οὐ γὰρ κατὰ ἀξιώματα κενὰ καὶ νομοθεσίας φυσιολογητέον, ἀλλʼ ὡς τὰ φαινόμενα ἐκκαλεῖται· οὐ γὰρ ἤδη ἀλογίας καὶ κενῆς δόξης ὁ βίος ἡμῶν ἔχει χρείαν, ἀλλὰ τοῦ ἀθορύβως ἡμᾶς ζῆν. πάντα μὲν οὖν γίνεται ἀσείστως καί, πάντων κατὰ πλεοναχὸν τρόπον ἐκκαθαιρομένων, συμφώνως τοῖς φαινομένοις, ὅταν τις τὸ πιθανολογούμενον ὑπὲρ αὐτῶν δεόντως καταλίπῃ· ὅταν δέ τις τὸ μὲν ἀπολίπῃ, τὸ δὲ ἐκβάλῃ ὁμοίως σύμφωνον ὂν τῷ φαινομένῳ, δῆλον ὅτι καὶ ἐκ παντὸς ἐκπίπτει φυσιολογήματος ἐπὶ δὲ τὸν μῦθον καταρρεῖ. σημεῖα δὲ ἐπὶ τῶν ἐν τοῖς μετεώροις συντελουμένων φέρειν τῶν παρʼ ἡμῖν τινα φαινομένων, ἃ θεωρεῖται ᾗ ὑπάρχει, καὶ οὐ τὰ ἐν τοῖς μετεώροις φαινόμενα· ταῦτα γὰρ ἐνδέχεται πλεοναχῶς γενέσθαι.
Pues no se debe estudiar la naturaleza según postulados vacíos y disposiciones legisladas, sino como lo reclaman los fenómenos; porque nuestra vida ya no necesita irracionalidad y opinión vana, sino que vivamos sin perturbación. Todo, pues, sucede sin sobresalto y, esclarecidas todas las cosas de modo múltiple, en concordancia con los fenómenos, cuando uno deja como corresponde lo que se dice con verosimilitud acerca de ellos; pero cuando uno deja una cosa y rechaza otra igualmente concorde con el fenómeno, es evidente que se sale por completo del estudio de la naturaleza y se despeña en el mito. Y como indicios de lo que se cumple en los fenómenos celestes hay que tomar algunos fenómenos que ocurren entre nosotros, los cuales se observan tal como son, y no los que aparecen en los cielos; pues éstos pueden producirse de varias maneras.
τὸ μέντοι φάντασμα ἑκάστου τηρητέον καὶ ἔτι τὰ συναπτόμενα τούτῳ διαιρετέον, ἃ οὐκ ἀντιμαρτυρεῖται τοῖς παρʼ ἡμῖν γινομένοις πλεοναχῶς συντελεῖσθαι.“Κόσμος ἐστὶ περιοχή ιτς οὐρανοῦ, ἄστρα τε καὶ γῆν καὶ πάντα τὰ φαινόμενα περιέχουσα, ἀποτομὴν ἔχουσα ἀπὸ τοῦ ἀπείρου καὶ λήγουσα [καὶ καταλήγουσα ἐν πέρατι ἢ ἀραιῷ ἢ πυκνῷ καὶ οὗ λυομένου πάντα τὰ ἐν αὐτῷ σύγχυσιν λήψεται.] ἢ ἐν περιαγομένῳ ἢ ἐν στάσιν ἔχοντι καὶ στρογγύλην ἢ τρίγωνον ἢ οἵαν δήποτε περιγραφήν· πανταχῶς γὰρ ἐνδέχεται· τῶν γὰρ φαινομένων οὐδὲν ἀντιμαρτυρεῖ 〈ἐν〉 τῷδε τῷ κόσμῳ, ἐν ᾧ λῆγον οὐκ ἔστι καταλαβεῖν.
Sin embargo, hay que preservar la apariencia de cada cosa y además distinguir lo que se le une, lo cual no está contradicho por lo que ocurre entre nosotros, que se produce de múltiples maneras. Un mundo es cierta envoltura del cielo que abarca astros, tierra y todos los fenómenos, separada del infinito y que termina [y acaba en un límite, o tenue o denso, y cuya disolución llevará a la confusión todo lo que hay en él], ya en rotación ya en reposo, y de contorno redondo o triangular o de cualquier figura; pues todo es posible; porque ningún fenómeno lo contradice en este mundo, en el que no es posible captar un fin.
Ὅτι δὲ καὶ τοιοῦτοι κόσμοι εἰσὶν ἄπειροι τὸ πλῆθος ἔστι καταλαβεῖν, καὶ ὅτι καὶ ὁ τοιοῦτος δύναται κόσμος γίνεσθαι καὶ ἐν κόσμῳ καὶ μετακοσμίῳ, ὃ λέγομεν μεταξὺ κόσμων διάστημα, ἐν πολυκένῳ τόπῳ καὶ οὐκ ἐν μεγάλῳ εἰλικρινεῖ καὶ κενῷ, καθάπερ τινές φασιν, ἐπιτηδείων τινῶν σπερμάτων ῥυέντων ἀφʼ ἑνὸς κόσμου ἢ μετακοσμίου ἢ καὶ ἀπὸ πλειόνων κατὰ μικρὸν προσθέσεις τε καὶ διαρθρώσεις καὶ μεταστάσεις ποιούντων ἐπʼ ἄλλον τόπον, ἐὰν οὕτω τύχῃ, καὶ ἐπαρδεύσεις ἐκ τῶν ἐχόντων ἐπιτηδείως ἕως τελειώσεως καὶ διαμονῆς ἐφʼ ὅσον τὰ ὑποβληθέντα θεμέλια τὴν προσδοχὴν δύναται ποιεῖσθαι.
Que hay también tales mundos, infinitos en número, es posible comprenderlo, y que un mundo así puede formarse tanto dentro de un mundo como en un intermundo, que llamamos el intervalo entre mundos, en un lugar de mucho vacío y no en un gran espacio puro y vacío, como dicen algunos, cuando ciertas semillas aptas fluyen de un mundo o de un intermundo o también de varios, produciendo poco a poco adiciones, articulaciones y traslados a otro lugar, si así sucede, y aportes como de riego desde lo que los tiene convenientemente, hasta la perfección y duración, por cuanto los cimientos puestos pueden dar acogida a lo que se les añada.
οὐ γὰρ ἀθροισμὸν δεῖ μόνον γενέσθαι οὐδὲ δῖνον ἐν ᾧ ἐνδέχεται κόσμον γίνεσθαι κενῷ κατὰ τὸ δοξαζόμενον ἐξ ἀνάγκης αὔξεσθαί τε, ἕως ἂν ἑτέρῳ προσκρούσῃ, καθάπερ τῶν φυσικῶν καλουμένων φησί τις· τοῦτο γὰρ μαχόμενόν ἐστι τοῖς φαινομένοις.“Ἥλιός τε καὶ σελήνη καὶ τὰ λοιπὰ ἄστρα οὐ καθʼ ἑαυτὰ γενόμενα ὕστερον ἐμπεριελαμβάνετο ὑπὸ τοῦ κόσμου [καὶ ὅσα γε δὴ σῴζει], ἀλλʼ εὐθὺς διεπλάττετο καὶ αὔξησιν ἐλάμβανεν [ὁμοίως δὲ καὶ γῆ καὶ θάλαττα] κατὰ προσκρίσεις καὶ δινήσεις λεπτομερῶν τινων φύσεων, ἤτοι πνευματικῶν ἢ πυροειδῶν ἢ συναμφοτέρων· καὶ γὰρ ταῦτα οὕτως ἡ αἴσθησις ὑποβάλλει.
Pues no debe darse solo una acumulación ni un torbellino en el que sea posible que se forme un mundo, en el vacío, según lo que se supone, por necesidad, y que crezca hasta chocar con otro, como dice uno de los llamados físicos; pues esto contradice los fenómenos. El sol, la luna y los demás astros no se formaron por sí mismos para ser abarcados después por el mundo [y cuantas cosas, en efecto, lo conservan], sino que enseguida se iban moldeando y recibían crecimiento [y de modo semejante la tierra y el mar] por agregaciones y torbellinos de ciertas naturalezas de partes sutiles, ya de aire, ya ígneas, ya de ambas; pues eso también lo sugiere la sensación.
Τὸ δὲ μέγεθος ἡλίου τε καὶ τῶν λοιπῶν ἄστρων κατὰ μὲν τὸ πρὸς ἡμᾶς τηλικοῦτόν ἐστιν ἡλίκον φαίνεται· [τοῦτο καὶ ἐν τῇ ιαʼ Περὶ φύσεως· εἰ γάρ, φησί, τὸ μέγεθος διὰ τὸ διάστημα ἀπεβεβλήκει, πολλῷ μᾶλλον ἂν τὴν χρόαν. ἄλλο γὰρ τούτῳ συμμετρότερον διάστημα οὐθέν ἐστι.] κατὰ δὲ τὸ καθʼ αὑτὸ ἤτοι μεῖζον τοῦ ὁρωμένου ἢ μικρῷ ἔλαττον ἢ τηλικοῦτον τυγχάνει. οὕτω γὰρ καὶ τὰ παρʼ ἡμῖν πυρὰ ἐξ ἀποστήματος θεωρούμενα κατὰ τὴν αἴσθησιν θεωρεῖται. καὶ πᾶν δὲ εἰς τοῦτο τὸ μέρος ἔνστημα ῥᾳδίως διαλυθήσεται, ἐάν τις τοῖς ἐναργήμασι προσέχῃ, ὅπερ ἐν τοῖς Περὶ φύσεως βιβλίοις δείκνυμεν.
El tamaño del sol y de los demás astros, en relación con nosotros, es tal cual aparece; [esto también en el libro 11 de «Sobre la naturaleza»: pues si, dice, el tamaño hubiera disminuido por la distancia, mucho más habría perdido el color; pues ninguna otra distancia es más proporcionada a esto.] Pero en sí mismo es o mayor que lo visto, o un poco menor, o igual de grande. Pues así también los fuegos que hay entre nosotros, vistos desde lejos, se ven según la sensación. Y toda objeción en este punto se disolverá fácilmente, si se atiende a las evidencias, como mostramos en los libros «Sobre la naturaleza».
ἀνατολὰς καὶ δύσεις ἡλίου καὶ σελήνης καὶ τῶν λοιπῶν ἄστρων καὶ κατὰ ἄναψιν γενέσθαι δυνατὸν καὶ σβέσιν, τοιαύτης οὔσης περιστάσεως καὶ καθʼ ἑκατέρους τοὺς τόπους, ὥστε τὰ προειρημένα ἀποτελεῖσθαι· οὐδὲν γὰρ τῶν φαινομένων ἀντιμαρτυρεῖ. καὶ κατʼ ἐμφάνειάν τε ὑπὲρ γῆς καὶ πάλιν ἐπιπροσθέτησιν τὸ προειρημένον δύναιτʼ ἂν συντελεῖσθαι· οὐδὲ γάρ τι τῶν φαινομένων ἀντιμαρτυρεῖ. τάς τε κινήσεις αὐτῶν οὐκ ἀδύνατον μὲν γίνεσθαι κατὰ τὴν τοῦ ὅλου οὐρανοῦ δίνην, ἢ τούτου μὲν στάσιν, αὐτῶν δὲ δίνην κατὰ τὴν ἐξ ἀρχῆς ἐν τῇ γενέσει τοῦ κόσμου ἀνάγκην ἀπογεννηθεῖσαν ἐπʼ ἀνατολῇ·
Las salidas y las puestas del sol, de la luna y de los demás astros pueden producirse por encendido y apagado, si la situación en uno y otro lugar es tal que se cumpla lo dicho; pues ningún fenómeno lo contradice. Y también por aparición sobre la tierra y de nuevo por interposición podría cumplirse lo dicho; pues tampoco ningún fenómeno lo contradice. Y no es imposible que sus movimientos ocurran por la rotación del cielo entero, o por el reposo de éste y la rotación de ellos, según la necesidad que, en el origen de la formación del mundo, se engendró hacia el orto;
[…]〈σφοδρο〉τάτῃ θερμασίᾳ κατά τινα ἐπινέμησιν τοῦ πυρὸς ἀεὶ ἐπὶ τοὺς ἑξῆς τόπους ἰόντος.“Τροπὰς ἡλίου καὶ σελήνης ἐνδέχεται μὲν γίνεσθαι κατὰ λόξωσιν οὐρανοῦ οὕτω τοῖς χρόνοις κατηναγκασμένου· ὁμοίως δὲ καὶ κατὰ ἀέρος ἀντέξωσιν ἢ καὶ ὕλης ἀεὶ ἐπιτηδείας τῆς μὲν ἐχομένης ἐμπιπραμένης τῆς δʼ ἐκλιπούσης· ἢ καὶ ἐξ ἀρχῆς τοιαύτην δίνην κατειληθῆναι τοῖς ἄστροις τούτοις, ὥσθʼ οἷόν τινʼ ἕλικα κινεῖσθαι. πάντα γὰρ τὰ τοιαῦτα καὶ τὰ τούτοις συγγενῆ οὐθενὶ τῶν ἐναργημάτων διαφωνεῖ, ἐάν τις ἀεὶ ἐπὶ τῶν τοιούτων μερῶν, ἐχόμενος τοῦ δυνατοῦ, εἰς τὸ σύμφωνον τοῖς φαινομένοις ἕκαστον τούτων δύνηται ἐπάγειν, μὴ φοβούμενος τὰς ἀνδραποδώδεις ἀστρολόγων τεχνιτείας.
[…] con un calor ⟨vehemen⟩tísimo, por cierta expansión del fuego que avanza siempre hacia los lugares contiguos. Los solsticios del sol y de la luna pueden producirse por la inclinación del cielo, así forzado en las estaciones; y del mismo modo también por la resistencia del aire, o porque la materia siempre adecuada arde en la parte contigua mientras la otra se agota; o también porque desde el principio se imprimió a estos astros un torbellino tal que se muevan como en una espiral. Pues todo esto y lo emparentado con ello no discrepa de ninguna evidencia, si uno, aferrado siempre en tales puntos a lo posible, puede reconducir cada una de estas cosas a lo concorde con los fenómenos, sin temer los artificios serviles de los astrólogos.
Κένωσίς τε σελήνης καὶ πάλιν πλήρωσις καὶ κατὰ στροφὴν τοῦ σώματος τούτου δύναιτʼ ἂν γίνεσθαι καὶ κατὰ σχηματισμοὺς ἀέρος ὁμοίως, ἔτι τε καὶ κατʼ ἐμπροσθετήσεις καὶ κατὰ πάντας τρόπους, καθʼ οὓς καὶ τὰ παρʼ ἡμῖν φαινόμενα ἐκκαλεῖται εἰς τὰς τοῦ εἴδους τούτου ἀποδόσεις, ἐὰν μή τις τὸν μοναχῆ τρόπον κατηγαπηκὼς τοὺς ἄλλους κενῶς ἀποδοκιμάζῃ, οὐ τεθεωρηκὼς τί δυνατὸν ἀνθρώπῳ θεωρῆσαι καὶ τί ἀδύνατον, καὶ διὰ τοῦτʼ ἀδύνατα θεωρεῖν ἐπιθυμῶν. ἔτι τε ἐνδέχεται τὴν σελήνην ἐξ ἑαυτῆς ἔχειν τὸ φῶς, ἐνδέχεται δὲ ἀπὸ τοῦ ἡλίου.
La mengua de la luna y de nuevo su plenitud pueden producirse por el giro de este cuerpo y, de modo semejante, por configuraciones del aire, y además por interposiciones y por todos los modos con que también los fenómenos entre nosotros invitan a las explicaciones de este tipo, a menos que alguien, enamorado de un único modo, rechace vanamente los otros, sin haber considerado qué es posible al hombre contemplar y qué imposible, y por ello deseando contemplar lo imposible. Además, cabe que la luna tenga luz propia, y cabe que la reciba del sol.
καὶ γὰρ παρʼ ἡμῖν θεωρεῖται πολλὰ μὲν ἐξ ἑαυτῶν ἔχοντα, πολλὰ δὲ ἀφʼ ἑτέρων. καὶ οὐθὲν ἐμποδοστατεῖ τῶν ἐν τοῖς μετεώροις φαινομένων, ἐάν τις τοῦ πλεοναχοῦ τρόπου ἀεὶ μνήμην ἔχῃ καὶ τὰς ἀκολούθους αὐτοῖς ὑποθέσεις ἅμα καὶ αἰτίας συνθεωρῇ καὶ μὴ ἀναβλέπων εἰς τὰ ἀνακόλουθα ταῦτʼ ὀγκοῖ ματαίως καὶ καταρρέπῃ ἄλλοτε ἄλλως ἐπὶ τὸν μοναχὸν τρόπον. ἡ δὲ ἔμφασις τοῦ προσώπου ἐν αὐτῇ δύναται μὲν γίνεσθαι καὶ κατὰ παραλλαγὴν μερῶν καὶ κατʼ ἐπιπροσθέτησιν, καὶ ὅσοι ποτʼ ἂν τρόποι θεωροῖντο τὸ σύμφωνον τοῖς φαινομένοις κεκτημένοι.
Pues también entre nosotros se ven muchas cosas que tienen luz de sí mismas y muchas que la reciben de otras. Y nada de lo que aparece en los fenómenos celestes lo impide, si uno tiene siempre presente el modo múltiple y considera a la vez las hipótesis y las causas que les son consecuentes, y, sin mirar a las inconsecuentes, no se hincha vanamente ni se inclina ora de un modo ora de otro hacia el modo único. La apariencia de un rostro en la luna puede producirse por diferencia de partes y por interposición, y por cuantos modos se vea que mantienen la concordancia con los fenómenos.
ἐπὶ πάντων γὰρ τῶν μετεώρων τὴν τοιαύτην ἴχνευσιν οὐ προετέον. ἢν γάρ τις ᾖ μαχόμενος τοῖς ἐναργήμασιν, οὐδέποτε δυνήσεται ἀταραξίας γνησίου μεταλαβεῖν.“Ἔκλειψις ἡλίου καὶ σελήνης δύναται μὲν γίνεσθαι καὶ κατὰ σβένσιν, καθάπερ καὶ παρʼ ἡμῖν τοῦτο θεωρεῖται γιγνόμενον· καὶ ἤδη καὶ κατʼ ἐπιπροσθέτησιν ἄλλων τινῶν, ἢ γῆς ἢ ἀοράτου τινὸς ἑτέρου τοιούτου. καὶ ὧδε τοὺς οἰκείους ἀλλήλοις τρόπους συνθεωρητέον, καὶ τὰς ἅμα συγκυρήσεις τινῶν ὅτι οὐκ ἀδύνατον γίνεσθαι. [ἐν δὲ τῇ ιβʼ Περὶ φύσεως ταῦτα λέγει καὶ πρός, ἥλιον ἐκλείπειν σελήνης ἐπισκοτούσης, σελήνην δὲ τοῦ τῆς γῆς σκιάσματος, ἀλλὰ καὶ κατʼ ἀναχώρησιν.
Pues en todos los fenómenos celestes no se debe abandonar tal indagación. Porque si uno combate contra las evidencias, jamás podrá participar de una imperturbabilidad genuina. El eclipse del sol y de la luna puede producirse por extinción, como también entre nosotros se ve que ocurre; y también por interposición de otras cosas, ya sea la tierra o algún otro cuerpo invisible semejante. Y así hay que considerar a la vez los modos afines entre sí, y que no es imposible la coincidencia simultánea de algunos. [En el libro 12 de «Sobre la naturaleza» dice esto y además que el sol se eclipsa al oscurecerlo la luna, y la luna por la sombra de la tierra, pero también por retirada.
τοῦτο δὲ καὶ Διογένης ὁ Ἐπικούρειος ἐν τῇ α′ τῶν Ἐπιλέκτων.]“Ἔτι τε τάξις περιόδου, καθάπερ ἔνια καὶ παρʼ ἡμῖν τῶν τυχόντων γίνεται, λαμβανέσθω· καὶ ἡ θεία φύσις πρὸς ταῦτα μηδαμῇ προσαγέσθω, ἀλλʼ ἀλειτούργητος διατηρείσθω καὶ ἐν τῇ πάσῃ μακαριότητι· ὡς εἰ τοῦτο μὴ πραχθήσεται, ἅπασα ἡ περὶ τῶν μετεώρων αἰτιολογία ματαία ἔσται, καθάπερ τισὶν ἤδη ἐγένετο οὐ δυνατοῦ τρόπου ἐφαψαμένοις, εἰς δὲ τὸ μάταιον ἐκπεσοῦσι τῷ καθʼ ἕνα τρόπον μόνον οἴεσθαι γίνεσθαι τοὺς δʼ ἄλλους ἅπαντας τοὺς κατὰ τὸ ἐνδεχόμενον ἐκβάλλειν εἴς τε τὸ ἀδιανόητον φερομένους καὶ τὰ φαινόμενα, ἃ δεῖ σημεῖα ἀποδέχεσθαι, μὴ δυναμένους συνθεωρεῖν.
Y esto lo dice también Diógenes el epicúreo en el libro 1 de los «Selectos».] Además, tómese en cuenta el orden de la revolución, como ocurre también entre nosotros con algunas cosas corrientes; y no se acerque a esto en modo alguno la naturaleza divina, sino que se la preserve libre de servicio y en plena bienaventuranza; pues si esto no se cumple, toda la explicación causal de los fenómenos celestes será vana, como ya les ocurrió a algunos que, sin alcanzar un modo posible, cayeron en lo vano al pensar que sucede de un solo modo y al rechazar todos los demás que caben en lo posible, llevados a lo inconcebible y sin poder considerar a la vez los fenómenos, que deben aceptarse como indicios.
Μήκη νυκτῶν καὶ ἡμερῶν παραλλάττοντα καὶ παρὰ τὸ ταχείας ἡλίου κινήσεις γίνεσθαι καὶ πάλιν βραδείας ὑπὲρ γῆς παρὰ τὰ μήκη τόπων παραλλάττοντα καὶ τόπους τινὰς περαιοῦν τάχιον ἢ βραδύτερον, ὡς καὶ παρʼ ἡμῖν τινα θεωρεῖται, οἷς συμφώνως δεῖ λέγειν ἐπὶ τῶν μετεώρων. οἱ δὲ τὸ ἓν λαμβάνοντες τοῖς τε φαινομένοις μάχονται καὶ τοῦ ᾗ δυνατὸν ἀνθρώπῳ θεωρῆσαι διαπεπτώκασιν.“Ἐπισημασίαι δύνανται γίνεσθαι καὶ κατὰ συγκυρήσεις καιρῶν, καθάπερ ἐν τοῖς ἐμφανέσι παρʼ ἡμῖν ζῴοις, καὶ παρʼ ἑτεροιώσεις ἀέρος καὶ μεταβολάς. ἀμφότερα γὰρ ταῦτα οὐ μάχεται τοῖς φαινομένοις·
Las longitudes variables de noches y días pueden producirse porque los movimientos del sol sobre la tierra son rápidos y de nuevo lentos, y por variar según las longitudes de los lugares, y por recorrer ciertos lugares más rápido o más lento, como también se ve en algunos casos entre nosotros, de acuerdo con los cuales hay que hablar sobre los fenómenos celestes. Los que toman un solo modo combaten los fenómenos y han fallado en lo que es posible al hombre contemplar. Las señales [del tiempo] pueden producirse por coincidencias de ocasiones, como en los animales visibles entre nosotros, y por alteraciones y cambios del aire. Pues ambas cosas no se oponen a los fenómenos;
ἐπὶ δὲ ποίοις παρὰ τοῦτο ἢ τοῦτο τὸ αἴτιον γίνεται οὐκ ἔστι συνιδεῖν.“Νέφη δύναται γίνεσθαι καὶ συνίστασθαι καὶ παρὰ πιλήσεις ἀέρος πνευμάτων συνώσει, καὶ παρὰ περιπλοκὰς ἀλληλούχων ἀτόμων καὶ ἐπιτηδείων εἰς τὸ τοῦτο τελέσαι καὶ κατὰ ῥευμάτων συλλογὴν ἀπό τε γῆς καὶ ὑδάτων· καὶ κατʼ ἄλλους δὲ τρόπους πλείους αἱ τῶν τοιούτων συστάσεις οὐκ ἀδυνατοῦσι συντελεῖσθαι. ἤδη δʼ ἀπʼ αὐτῶν ᾗ μὲν θλιβομένων, ᾗ δὲ μεταβαλλόντων ὕδατα δύναται συντελεῖσθαι,
pero en qué circunstancias ocurre por esta causa o por aquella no es posible discernirlo. Las nubes pueden formarse y condensarse tanto por compresión del aire bajo el empuje de los vientos, como por entrelazamientos de átomos que se traban entre sí y son aptos para producir esto, y por reunión de corrientes procedentes de la tierra y de las aguas; y por otros modos más no es imposible que se cumplan tales formaciones. Y, a su vez, a partir de ellas, ya comprimiéndose, ya transformándose, pueden producirse aguas,
ἔτι τε ῥευμάτων κατʼ ἀποφορὰν ἀπὸ ἐπιτηδείων τόπων διʼ ἀέρος κινουμένων, βιαιοτέρας ἐπαρδεύσεως γινομένης ἀπό τινων ἀθροισμάτων ἐπιτηδείων εἰς τὰς τοιαύτας ἐκπέμψεις. βροντὰς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πνεύματος ἐν τοῖς κοιλώμασι τῶν νεφῶν ἀνείλησιν, καθάπερ ἐν τοῖς ἡμετέροις ἀγγείοις, καὶ παρὰ πυρὸς πεπνευματωμένου βόμβον ἐν αὐτοῖς, καὶ κατὰ ῥήξεις δὲ νεφῶν καὶ διαστάσεις, καὶ κατὰ παρατρίψεις νεφῶν καὶ κατάξεις πῆξιν εἰληφότων κρυσταλλοειδῆ. καὶ τὸ ὅλον καὶ τοῦτο τὸ μέρος πλεοναχῶς γίνεσθαι λέγειν ἐκκαλεῖται τὰ φαινόμενα.
y además por emanación de corrientes que se mueven por el aire desde lugares adecuados, produciéndose un aporte más violento desde ciertas acumulaciones apropiadas para tales emisiones. Los truenos pueden producirse por el enrollamiento del viento en las cavidades de las nubes, como en nuestras vasijas, y por el estruendo del fuego henchido de viento en ellas, y por desgarros de nubes y separaciones, y por fricciones de nubes y fracturas de las que han tomado una consistencia cristalina. Y en general también esta parte, los fenómenos invitan a decir que sucede de varias maneras.
καὶ ἀστραπαὶ δʼ ὡσαύτως γίνονται κατὰ πλείους τρόπους· καὶ γὰρ κατὰ παράτριψιν καὶ σύγκρουσιν νεφῶν ὁ πυρὸς ἀποτελεστικὸς σχηματισμὸς ἐξολισθαίνων ἀστραπὴν γεννᾷ· καὶ κατʼ ἐκριπισμὸν ἐκ τῶν νεφῶν ὑπὸ πνευμάτων τῶν τοιούτων σωμάτων ἃ τὴν λαμπηδόνα ταύτην παρασκευάζει, καὶ κατʼ ἐκπιασμόν, θλίψεως τῶν νεφῶν γινομένης, εἴθʼ ὑπʼ ἀλλήλων εἴθʼ ὑπὸ πνευμάτων· καὶ κατʼ ἐμπερίληψιν δὲ τοῦ ἀπὸ τῶν ἄστρων κατεσπαρμένου φωτός, εἶτα συνελαυνομένου ὑπὸ τῆς κινήσεως νεφῶν τε καὶ πνευμάτων καὶ διεκπίπτοντος διὰ τῶν νεφῶν· ἢ κατὰ διήθησιν 〈διὰ〉 τῶν νεφῶν τοῦ λεπτομερεστάτου φωτός, [ᾗ ἀπὸ τοῦ πυρὸς νέφη συνεφλέχθαι καὶ τὰς βροντὰς ἀποτελεῖσθαι] καὶ τὴν τούτου κίνησιν· καὶ κατὰ τὴν τοῦ πνεύματος ἐκπύρωσιν τὴν γινομένην διά τε συντονίαν φορᾶς καὶ διὰ σφοδρὰν κατείλησιν·
Y los relámpagos igualmente se producen de varios modos: pues por fricción y choque de nubes la configuración productora de fuego, al deslizarse fuera, engendra el relámpago; y por expulsión desde las nubes, por los vientos, de los cuerpos que preparan este resplandor; y por exprimido, al producirse una compresión de las nubes, ya por ellas mismas ya por los vientos; y por captura de la luz esparcida desde los astros, luego empujada por el movimiento de nubes y vientos y precipitándose a través de las nubes; o por filtración a través de las nubes de la luz de partes más sutiles, [por lo cual las nubes se inflamaron con el fuego y se producen los truenos] y por su movimiento; y por la ignición del viento producida por la intensidad del impulso y por un fuerte enrollamiento;
καὶ κατὰ ῥήξεις δὲ νεφῶν ὑπὸ πνευμάτων ἔκπτωσίν τε πυρὸς ἀποτελεστικῶν ἀτόμων καὶ τὸ τῆς ἀστραπῆς φάντασμα ἀποτελουσῶν. καὶ κατʼ ἄλλους δὲ πλείους τρόπους ῥᾳδίως ἔσται καθορᾶν ἐχόμενον ἀεὶ τῶν φαινομένων καὶ τὸ τούτοις ὅμοιον δυνάμενον συνθεωρεῖν. προτερεῖ δὲ ἀστραπὴ βροντῆς ἐν τοιᾷδέ τινι περιστάσει νεφῶν καὶ διὰ τὸ ἅμα τῷ τὸ πνεῦμα ἐμπίπτειν ἐξωθεῖσθαι τὸν ἀστραπῆς ἀποτελεστικὸν σχηματισμόν, ὕστερον δὲ τὸ πνεῦμα ἀνειλούμενον τὸν βόμβον ἀποτελεῖν τοῦτον· καὶ κατʼ ἔμπτωσιν δὲ ἀμφοτέρων ἅμα, τῷ τάχει συντονωτέρῳ κεχρῆσθαι πρὸς ἡμᾶς τὴν ἀστραπήν, ὑστερεῖν δὲ τὴν βροντήν,
y por desgarros de las nubes causados por los vientos y la caída de átomos productores de fuego que producen la apariencia del relámpago. Y por otros muchos modos será fácil verlo, si uno se aferra siempre a los fenómenos y es capaz de considerar a la vez lo semejante a ellos. El relámpago precede al trueno en cierta disposición de las nubes, y porque, al mismo tiempo que el viento cae, es expulsada la configuración productora del relámpago, y después el viento, al enrollarse, produce este estruendo; y también por la caída de ambos a la vez, empleando el relámpago una velocidad más intensa hacia nosotros, y llegando más tarde el trueno,
καθά περ ἐπʼ ἐνίων ἐξ ἀποστήματος θεωρουμένων καὶ πληγάς τινας ποιουμένων. κεραυνοὺς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πλείονας πνευμάτων συλλογὰς καὶ κατείλησιν ἰσχυράν τε ἐκπύρωσιν· καὶ κατάρρηξιν μέρους καὶ ἔκπτωσιν ἰσχυροτέραν αὐτοῦ ἐπὶ τοὺς κάτω τόπους, τῆς ῥήξεως γινομένης διὰ τὸ τοὺς ἑξῆς τόπους πυκνοτέρους εἶναι διὰ πίλησιν νεφῶν· καὶ κατὰ αὐτὴν δὲ τὴν τοῦ πυρὸς ἔκπτωσιν ἀνειλουμένου, καθὰ καὶ βροντὴν ἐνδέχεται γίνεσθαι, πλείονος γενομένου πυρὸς καὶ πνευματωθέντος ἰσχυρότερον καὶ ῥήξαντος τὸ νέφος διὰ τὸ μὴ δύνασθαι ὑποχωρεῖν εἰς τὰ ἑξῆς, τῷ πίλησιν γίνεσθαι [τὸ μὲν πολὺ πρὸς ὄρος τι ὑψηλόν, ἐν ᾧ μάλιστα κεραυνοὶ πίπτουσιν], ἀεὶ πρὸς ἄλληλα.
como en algunas cosas que se ven desde lejos y dan golpes. Los rayos pueden producirse por varias reuniones de vientos y un fuerte enrollamiento y una intensa ignición; y por la ruptura de una parte y su caída más fuerte hacia los lugares inferiores, produciéndose la ruptura porque los lugares siguientes son más densos por la compresión de las nubes; y por la misma caída del fuego, enrollado, como también puede producirse el trueno, al hacerse el fuego más abundante y henchirse de viento con más fuerza y romper la nube por no poder retirarse hacia lo siguiente, al producirse siempre compresión de unas partes contra otras [la mayor parte hacia algún monte elevado, en el que más caen los rayos].
καὶ κατʼ ἄλλους δὲ τρόπους πλείονας ἐνδέχεται κεραυνοὺς ἀποτελεῖσθαι· μόνον ὁ μῦθος ἀπέστω· ἀπέσται δέ, ἐάν τις καλῶς τοῖς φαινομένοις ἀκολουθῶν περὶ τῶν ἀφανῶν σημειῶται.“Πρηστῆρας ἐνδέχεται γίνεσθαι καὶ κατὰ κάθεσιν νέφους εἰς τοὺς κάτω τόπους στυλοειδῶς ὑπὸ πνεύματος ἀθρόου ὠσθέντος καὶ διὰ τοῦ πνεύματος πολλοῦ φερομένου, ἅμα καὶ τὸ νέφος εἰς τὸ πλάγιον ὠθοῦντος τοῦ ἐκτὸς πνεύματος· καὶ κατὰ περίστασιν δὲ πνεύματος εἰς κύκλον, ἀέρος τινὸς ἐπισυνωθουμένου ἄνωθεν· καὶ ῥύσεως πολλῆς πνευμάτων γενομένης καὶ οὐ δυναμένης εἰς τὰ πλάγια διαρρυῆναι διὰ τὴν πέριξ τοῦ ἀέρος πίλησιν.
Y también por otros muchos modos pueden producirse los rayos; que solo quede lejos el mito; y quedará lejos si uno, siguiendo bien los fenómenos, hace inferencias sobre lo no manifiesto. Las trombas pueden producirse tanto por el descenso de una nube hacia los lugares inferiores, en forma de columna, empujada por un viento compacto y llevada a través de mucho viento, al tiempo que el viento exterior empuja la nube hacia un lado; como por un cambio del viento que se pone en círculo, al amontonarse algo de aire desde arriba; y también cuando se produce un gran flujo de vientos que no puede dispersarse hacia los lados por la compresión del aire que los rodea.✦
«Tromba» traduce πρηστήρ: columna de viento que desciende de una nube.
καὶ ἕως μὲν γῆς τοῦ πρηστῆρος καθιεμένου στρόβιλοι γίνονται, ὡς ἂν καὶ ἡ ἀπογέννησις κατὰ τὴν κίνησιν τοῦ πνεύματος γίνηται· ἕως δὲ θαλάττης δῖνοι ἀποτελοῦνται.“Σεισμοὺς ἐνδέχεται γίνεσθαι καὶ κατὰ πνεύματος ἐν τῇ γῇ ἀπόληψιν καὶ παρὰ μικροὺς ὄγκους αὐτῆς παράθεσιν καὶ συνεχῆ κίνησιν, ὅταν κράδανσιν τῇ γῇ παρασκευάζῃ· καὶ τὸ πνεῦμα τοῦτο ἢ ἔξωθεν ἐμπεριλαμβάνει 〈ἢ〉 ἐκ τοῦ πίπτειν εἴσω ἐδάφη εἰς ἀντροειδεῖς τόπους τῆς γῆς ἐκπνευματοῦντα ἐπειλημένον ἀέρα. 〈καὶ〉 κατʼ αὐτὴν δὲ τὴν διάδοσιν τῆς κινήσεως ἐκ τῶν πτώσεων ἐδαφῶν πολλῶν καὶ πάλιν ἀνταπόδοσιν, ὅταν πυκνώμασι σφοδροτέροις τῆς γῆς ἀπαντήσῃ, ἐνδέχεται σεισμοὺς ἀποτελεῖσθαι.
Y mientras la tromba desciende hasta la tierra, se producen torbellinos, según se vaya generando conforme al movimiento del viento; y cuando desciende hasta el mar, se forman remolinos. Pueden producirse terremotos por la retención de viento en la tierra y por su yuxtaposición con pequeñas masas de ella y su movimiento continuo, cuando le procura a la tierra una sacudida; y este viento, o bien la envuelve desde fuera, 〈o bien〉 resulta de que caen suelos hacia el interior, en lugares cavernosos de la tierra, y convierten en viento el aire retenido. 〈Y〉 también por la propia transmisión del movimiento, a partir de las caídas de muchos suelos y de su devolución de nuevo, cuando choca con densidades más fuertes de la tierra, pueden producirse terremotos.
καὶ κατʼ ἄλλους δὲ πλείους τρόπους τὰς κινήσεις ταύτας τῆς γῆς γίνεσθαι.“Τὰ δὲ πνεύματα συμβαίνει γίνεσθαι κατὰ χρόνον ἀλλοφυλίας τινὸς ἀεὶ καὶ κατὰ μικρὸν παρεισδυομένης, καὶ καθʼ ὕδατος ἀφθόνου συλλογήν· τὰ δὲ λοιπὰ πνεύματα γίνεται καὶ ὀλίγων πεσόντων εἰς τὰ πολλὰ κοιλώματα, διαδόσεως τούτων γινομένης.“Χάλαζα συντελεῖται καὶ κατὰ πῆξιν ἰσχυροτέραν, πάντοθεν δὲ πνευματωδῶν περίστασίν τινων κᾆτα μέρισιν· καὶ 〈κατὰ〉 πῆξιν μετριωτέραν ὑδατοειδῶν τινων, 〈πνευματωδῶν δέ τινων〉 ὁμούρησιν ἅμα τήν τε σύνωσιν αὐτῶν ποιουμένην καὶ τὴν διάρρηξιν πρὸς τὸ κατὰ μέρη συνίστασθαι πηγνύμενα καὶ κατʼ ἀθροότητα.
Y también por otros muchos modos se producen estos movimientos de la tierra. Los vientos ocurre que se forman con el tiempo, al irse introduciendo siempre poco a poco algo de naturaleza ajena, y por la acumulación de agua abundante; y los demás vientos se forman al caer unos pocos en las muchas cavidades, produciéndose la difusión de estos. El granizo se produce por una congelación más fuerte, cuando unas partículas ventosas rodean por todas partes [algo] y luego se dividen; y 〈por〉 una congelación más moderada de ciertas partículas acuosas, 〈mientras que de otras ventosas〉 la contigüidad produce a la vez su compresión y su rotura, de modo que se forman congeladas por partes y también en conjunto.
ἡ δὲ περιφέρεια οὐκ ἀδυνάτως μὲν ἔχει γίνεσθαι πάντοθεν τῶν ἄκρων ἀποτηκομένων καὶ ἐν τῇ συστάσει πάντοθεν, ὡς λέγεται, κατὰ μέρη ὁμαλῶς περιισταμένων εἴτε ὑδατοειδῶν τινων εἴτε πνευματωδῶν.“Χιόνα δʼ ἐνδέχεται συντελεῖσθαι καὶ ὕδατος λεπτοῦ ἐκχεομένου ἐκ τῶν νεφῶν διὰ πόρων συμμετρίας καὶ θλίψεις ἐπιτηδείων νεφῶν ἀεὶ ὑπὸ πνεύματος σφοδράς, εἶτα τούτου πῆξιν ἐν τῇ φορᾷ λαμβάνοντος διά τινα ἰσχυρὰν ἐν τοῖς κατωτέρω τόποις τῶν νεφῶν ψυχρασίας περίστασιν. καὶ κατὰ πῆξιν δʼ ἐν τοῖς νέφεσιν ὁμαλῆ ἀραιότητα ἔχουσι τοιαύτη πρόεσις ἐκ τῶν νεφῶν γίνοιτο ἂν πρὸς ἄλληλα θλιβομένων 〈τῶν〉 ὑδατοειδῶν καὶ συμπαρακειμένων· ἃ οἱονεὶ σύνωσιν ποιούμενα χάλαζαν ἀποτελεῖ, ὃ μάλιστα γίνεται ἐν τῷ ἔαρι.
La forma redonda no es imposible que se produzca, derritiéndose por todas partes las puntas y rodeándose por todas partes, en la formación, como se dice, de manera uniforme por partes, ya sean partículas acuosas o ventosas. La nieve puede formarse también cuando se derrama agua fina desde las nubes a través de poros de proporción adecuada, y por la compresión de nubes apropiadas, siempre bajo un viento violento; luego, al congelarse esto en su caída por una intensa influencia del frío en las regiones inferiores de las nubes. Y también por una congelación en nubes de rareza uniforme podría producirse tal emisión desde las nubes, al comprimirse unas contra otras y yuxtaponerse las [partículas] acuosas; las cuales, haciendo como una compresión, producen granizo, lo cual ocurre sobre todo en primavera.
καὶ κατὰ τρίψιν δὲ νεφῶν πῆξιν εἰληφότων ἀπόπαλσιν ἂν λαμβάνοι τὸ τῆς χιόνος τοῦτο ἄθροισμα. καὶ κατʼ ἄλλους δὲ τρόπους ἐνδέχεται χιόνα συντελεῖσθαι.“Δρόσος συντελεῖται καὶ κατὰ σύνοδον πρὸς ἄλληλα ἐκ τοῦ ἀέρος τῶν τοιούτων, ἃ τῆς τοιαύτης ὑγρασίας ἀποτελεστικὰ γίνεται· καὶ κατʼ ἀναφορὰν δὲ ἢ ἀπὸ νοτερῶν τόπων ἢ ὕδατα κεκτημένων, ἐν οἵοις τόποις μάλιστα δρόσος συντελεῖται, εἶτα σύνοδον τούτων εἰς τὸ αὐτὸ λαβόντων καὶ ἀποτέλεσιν ὑγρασίας καὶ πάλιν φορὰν ἐπὶ τοὺς κάτω τόπους, καθά περ ὁμοίως καὶ παρʼ ἡμῖν ἐπὶ πλειόνων τοιαῦτά τινα 〈συντελούμενα θεωρεῖται.
Y por el frotamiento de nubes que han adquirido congelación, esta aglomeración de nieve podría recibir un impulso de expulsión. Y por otros modos puede formarse la nieve. El rocío se forma por la reunión mutua, desde el aire, de aquellas [partículas] que son productoras de tal humedad; y también por ascenso, ya sea desde lugares húmedos o que contienen aguas (que son los lugares donde sobre todo se forma el rocío), cuando estas [partículas] se reúnen luego en un mismo punto, producen humedad y se desplazan de nuevo hacia los lugares inferiores, tal como igualmente entre nosotros se ven 〈producirse〉 en muchos casos cosas semejantes.
καὶ〉 πάχνη δὲ συντελεῖται 〈οὐ διαφερόντωσ〉 τῶν δρόσων, τοιούτων τινῶν πῆξίν τινα ποιὰν λαβόντων διὰ περίστασίν τινα ἀέρος ψυχροῦ.“Κρύσταλλος συντελεῖται καὶ κατʼ ἔκθλιψιν μὲν τοῦ περιφεροῦς σχηματισμοῦ ἐκ τοῦ ὕδατος, σύνωσιν δὲ τῶν σκαληνῶν καὶ ὀξυγωνίων τῶν ἐν τῷ ὕδατι ὑπαρχόντων· καὶ κατὰ τὴν ἔξωθεν δὲ τῶν τοιούτων πρόσκρισιν, ἃ συνελασθέντα πῆξιν τῷ ὕδατι παρεσκεύασε, ποσὰ τῶν περιφερῶν ἐκθλίψαντα.“Ἶρις γίνεται κατὰ πρόσλαμψιν ὑπὸ τοῦ ἡλίου πρὸς ἀέρα ὑδατοειδῆ· ἢ κατὰ 〈σύμ〉φυσιν ἰδίαν τοῦ τε φωτὸς καὶ τοῦ ἀέρος, ἣ τὰ τῶν χρωμάτων τούτων ἰδιώματα ποιήσει εἴ τε πάντα εἴ τε μονοειδῶς· ἀφʼ οὗ πάλιν ἀπολάμποντος τὰ ὁμοροῦντα τοῦ ἀέρος χρῶσιν ταύτην λήψεται, οἵαν θεωροῦμεν, κατὰ πρόσλαμψιν πρὸς τὰ μέρη.
y〉 la escarcha se forma 〈no de modo distinto〉 que los rocíos, al adquirir tales [partículas] cierta congelación de cierta cualidad por la influencia de un aire frío. El hielo se forma por la expulsión de la figura redonda fuera del agua y la compresión de las [figuras] escalenas y de ángulos agudos que hay en el agua; y también por la adición desde fuera de tales [figuras], que, apretadas juntas, procuraron la congelación al agua, tras expulsar cierta cantidad de las redondas. El arco iris se produce por el brillo del sol sobre aire acuoso; o por una peculiar 〈con〉junción natural de la luz y del aire, que producirá las propiedades de estos colores, ya todas, ya de un solo tipo; a partir de lo cual, brillando de nuevo, el aire contiguo recibirá este color, tal como lo vemos, por el brillo sobre las partes.✦
«Hielo» traduce κρύσταλλος, que en griego designa el hielo (y también el cristal de roca).
τὸ δὲ τῆς περιφερείας τοῦτο φάντασμα γίνεται διὰ τὸ τὸ διάστημα πάντοθεν ἴσον ὑπὸ τῆς ὄψεως θεωρεῖσθαι, ἢ σύνωσιν τοιαύτην λαμβανουσῶν τῶν ἐν τῷ ἀέρι ἀτόμων ἢ ἐν τοῖς νέφεσιν ἀπὸ τοῦ ἡλίου ἀποφερομένων περιφέρειάν τινα καθίεσθαι τὴν σύγκρισιν ταύτην.“Ἅλως περὶ τὴν σελήνην γίνεται καὶ πάντοθεν ἀέρος προσφερομένου πρὸς τὴν σελήνην ἢ τὰ ἀπʼ αὐτῆς ῥεύματα ἀποφερόμενα ὁμαλῶς ἀναστέλλοντος ἐπὶ τοσοῦτον ἐφʼ ὅσον κύκλῳ περιστῆσαι τὸ νεφοειδὲς τοῦτο καὶ μὴ τὸ παράπαν διακρῖναι, ἢ καὶ τὸν πέριξ ἀέρα αὐτῆς ἀναστέλλοντος συμμέτρως πάντοθεν εἰς τὸ περιφερὲς τὸ περὶ αὐτὴν καὶ παχυμερὲς περιστῆσαι.
Y esta apariencia de circunferencia se produce porque la vista percibe la distancia igual por todas partes; o porque los átomos del aire, al recibir tal compresión, o los que son llevados desde el sol hacia las nubes, hacen descender esta composición con cierta forma circular. El halo en torno a la luna se forma porque el aire se dirige por todas partes hacia la luna y detiene uniformemente los flujos que de ella se desprenden, hasta el punto de formar en círculo esta envoltura nebulosa sin llegar a separarla del todo; o porque rechaza proporcionalmente por todas partes el aire que la rodea hacia la circunferencia que está en torno a ella y forma allí una capa espesa.
ὃ γίνεται κατὰ μέρη τινὰ ἤτοι ἔξωθεν βιασαμένου τινὸς ῥεύματος ἢ τῆς θερμασίας ἐπιτηδείων πόρων ἐπιλαμβανομένης εἰς τὸ τοῦτο ἀπεργάσασθαι.“Κομῆται ἀστέρες γίνονται ἤτοι πυρὸς ἐν τόποις τισὶ διὰ χρόνων τινῶν ἐν τοῖς μετεώροις συστρεφομένου περιστάσεως γινομένης, ἢ ἰδίαν τινὰ κίνησιν διὰ χρόνων τοῦ οὐρανοῦ ἴσχοντος ὑπὲρ ἡμᾶς, ὥστε τὰ τοιαῦτα ἄστρα ἀναφανῆναι, ἢ αὐτὰ ἐν χρόνοις τισὶν ὁρμῆσαι διά τινα περίστασιν καὶ εἰς τοὺς καθʼ ἡμᾶς τόπους ἐλθεῖν καὶ ἐκφανῆ γενέσθαι. τήν τε ἀφάνισιν τούτων γίνεσθαι παρὰ τὰς ἀντικειμένας ταύταις αἰτίας.
Esto ocurre en ciertas partes, ya sea porque alguna corriente fuerza desde fuera, ya porque el calor se apodera de poros adecuados para producir esto. Los astros cometas se producen o bien porque, en ciertos lugares y tras ciertos períodos de tiempo, se forma en las regiones altas una concentración de fuego que se agrupa; o bien porque el cielo, por encima de nosotros, tiene en ciertos períodos algún movimiento propio, de modo que tales astros aparezcan; o bien porque ellos mismos, en ciertos tiempos, por alguna circunstancia, se lanzan, llegan a los lugares cercanos a nosotros y se hacen visibles. Y su desaparición se produce por las causas opuestas a estas.✦
«Cometas» traduce κομῆται, literalmente «astros de larga cabellera».
τινὰ ἄστρα στρέφεσθαι αὐτοῦ συμβαίνει οὐ μόνον τῷ τὸ μέρος τοῦτο τοῦ κόσμου ἑστάναι, περὶ ὃ τὸ λοιπὸν στρέφεται, καθά περ τινές φασιν, ἀλλὰ καὶ τῷ δίνην ἀέρος ἔγκυκλον αὐτῷ περιεστάναι, ἣ κωλυτικὴ γίνεται τοῦ περιπολεῖν, ὡς καὶ τὰ ἄλλα· ἢ καὶ διὰ τὸ ἑξῆς μὲν αὐτοῖς ὕλην ἐπιτηδείαν μὴ εἶναι, ἐν δὲ τούτῳ τῷ τόπῳ ἐν ᾧ κείμενα θεωρεῖται. καὶ κατʼ ἄλλους δὲ πλείονας τρόπους τοῦτο δυνατὸν συντελεῖσθαι, ἐάν τις δύνηται τὸ σύμφωνον τοῖς φαινομένοις συλλογίζεσθαι. τινὰ τῶν ἄστρων πλανᾶσθαι, εἰ οὕτω ταῖς κινήσεσι χρώμενα συμβαίνει, τινὰ δὲ ὁμαλῶς κινεῖσθαι,
Que algunos astros giren en el mismo lugar ocurre no solo porque esta parte del cosmos permanece fija, y en torno a ella gira el resto, como dicen algunos, sino también porque un torbellino de aire circular se ha situado a su alrededor, que les impide recorrer su camino, como [lo hacen] los demás; o también porque no hay para ellos materia adecuada a continuación, sino en este lugar donde se ve que están. Y también por otros muchos modos puede producirse esto, si uno es capaz de razonar lo concordante con los fenómenos. Que algunos de los astros sean errantes, si es que ocurre que usan así sus movimientos, y que otros se muevan uniformemente,
ἐνδέχεται μὲν καὶ παρὰ τὸ κύκλῳ κινούμενα ἐξ ἀρχῆς οὕτω κατηναγκάσθαι, ὥστε τὰ μὲν κατὰ τὴν αὐτὴν δίνην φέρεσθαι ὁμαλῆ οὖσαν, τὰ δὲ κατά τινʼ ἄλλην τισὶν ἀνωμαλίαις χρωμένην. ἐνδέχεται δὲ καὶ καθʼ οὓς τόπους φέρεται οὗ μὲν παρεκτάσεις ἀέρος εἶναι ὁμαλὰς ἐπὶ τὸ αὐτὸ συνωθούσας κατὰ τὸ ἑξῆς ὁμαλῶς τε ἐκκαούσας, οὗ δὲ ἀνωμαλεῖς οὕτως ὥστε τὰς θεωρουμένας παραλλαγὰς συντελεῖσθαι. τὸ δὲ μίαν αἰτίαν τούτων ἀποδιδόναι, πλεοναχῶς τῶν φαινομένων ἐκκαλουμένων, μανικὸν καὶ οὐ καθηκόντως πραττόμενον ὑπὸ τῶν τὴν ματαίαν ἀστρολογίαν ἐζηλωκότων καὶ εἰς τὸ κενὸν αἰτίας τινῶν ἀποδιδόντων, ὅταν τὴν θείαν φύσιν μηδαμῆ λειτουργιῶν ἀπολύωσι.
es posible tanto porque, al moverse en círculo desde el principio, fueron forzados de tal modo que unos son llevados por el mismo torbellino, que es uniforme, y otros por otro que presenta ciertas irregularidades. Es posible también que, en los lugares por donde se desplazan, en uno haya extensiones de aire uniformes que los empujan hacia el mismo lado y los inflaman uniformemente en sucesión, y en otro sean irregulares, de modo que se produzcan las diferencias observadas. Pero dar una sola causa de estos fenómenos, cuando los fenómenos invitan a varias, es una locura, y no es proceder como corresponde por parte de los que se han aficionado a la vana astrología y dan causas vacías de ciertas cosas, ya que de ningún modo eximen de servicios a la naturaleza divina.
τινὰ ἄστρα ὑπολειπόμενά τινων θεωρεῖσθαι συμβαίνει καὶ παρὰ τὸ βραδύτερον συμπεριφέρεσθαι τὸν αὐτὸν κύκλον περιιόντα καὶ παρὰ τὸ τὴν ἐναντίαν κινεῖσθαι ἀντισπώμενα ὑπὸ τῆς αὐτῆς δίνης· καὶ παρὰ τὸ περιφέρεσθαι τὰ μὲν διὰ πλείονος τόπου, τὰ δὲ διʼ ἐλάττονος, τὴν αὐτὴν δίνην περικυκλοῦντα. τὸ δὲ ἁπλῶς ἀποφαίνεσθαι περὶ τούτων καθῆκόν ἐστι τοῖς τερατεύεσθαί τι πρὸς τοὺς πολλοὺς βουλομένοις.“Οἱ λεγόμενοι ἀστέρες ἐκπίπτειν καὶ παρὰ μέρος κατὰ παράτριψιν ἑαυτῶν δύναται συντελεῖσθαι καὶ παρʼ ἔκπτωσιν οὗ ἂν ἡ ἐκπνευμάτωσις γένηται, καθά περ καὶ ἐπὶ τῶν ἀστραπῶν ἐλέγομεν·
Que se vea a algunos astros quedarse rezagados respecto de otros ocurre porque, al recorrer el mismo círculo, son llevados con mayor lentitud; y porque se mueven en sentido contrario, arrastrados hacia atrás por el mismo torbellino; y porque unos se desplazan por mayor espacio y otros por menor, rodeando el mismo torbellino. Pero declarar sin más algo sobre esto es propio de quienes quieren hacer prodigios ante la multitud. Las llamadas estrellas que caen pueden producirse en parte por el frotamiento de ellas mismas entre sí, y en parte por una expulsión desde donde se produzca el escape de viento, como también decíamos a propósito de los relámpagos;
καὶ κατὰ σύνοδον δὲ ἀτόμων πυρὸς ἀποτελεστικῶν, συμφυλίας γενομένης εἰς τὸ τοῦτο τελέσαι, καὶ κίνησιν οὗ ἂν ἡ ὁρμὴ ἐξ ἀρχῆς κατὰ τὴν σύνοδον γένηται· καὶ κατὰ πνεύματος δὲ συλλογὴν ἐν πυκνώμασί τισιν ὁμιχλοειδέσι, καὶ ἐκπύρωσιν τούτου διὰ τὴν κατείλησιν, εἶτʼ ἐπέκρηξιν τῶν περιεχόντων, καὶ ἐφʼ ὃν ἂν τόπον ἡ ὁρμὴ γένηται τῆς φορᾶς, εἰς τοῦτον φερομένου. καὶ ἄλλοι δὲ τρόποι εἰς τὸ τοῦτο τελέσαι ἀμύθητοί εἰσιν.“Αἱ δʼ ἐπισημασίαι αἱ γινόμεναι ἐπί τισι ζῴοις κατὰ συγκύρημα γίνονται τοῦ καιροῦ· οὐ γὰρ τὰ ζῷα ἀνάγκην τινὰ προσφέρεται τοῦ ἀποτελεσθῆναι χειμῶνα, οὐδὲ κάθηταί τις θεία φύσις παρατηροῦσα τὰς τῶν ζῴων τούτων ἐξόδους κἄπειτα τὰς ἐπισημασίας ταύτας ἐπιτελεῖ.
y también por la reunión de átomos productores de fuego, al darse entre ellos afinidad para realizar esto, y por un movimiento hacia donde el impulso se produzca desde el principio, conforme a la reunión; y también por una acumulación de viento en ciertas densidades neblinosas, y la inflamación de este a causa del encierro, luego el estallido de lo que lo rodea, y su desplazamiento hacia el lugar en que se produzca el impulso del movimiento. Y otros modos de lograr esto son innumerables. Las señales que se producen en ciertos animales se dan por coincidencia con la ocasión; pues los animales no aportan ninguna necesidad de que se produzca una tempestad, ni hay alguna naturaleza divina sentada observando las salidas de estos animales y cumpliendo luego esas señales.
οὐδὲ γὰρ εἰς τὸ τυχὸν ζῷον, κἂν 〈εἰ〉 μικρὸν χαριέστερον εἴη, ἡ τοιαύτη μωρία ἐμπέσοι, μὴ ὅτι εἰς παντελῆ εὐδαιμονίαν κεκτημένον.Ταῦτα δὴ πάντα, Πυθόκλεις, μνημόνευσον· κατὰ πολύ τε γὰρ τοῦ μύθου ἐκβήσῃ καὶ τὰ ὁμογενῆ τούτοις συνορᾶν δυνήσῃ· μάλιστα δὲ σεαυτὸν ἀπόδος εἰς τὴν τῶν ἀρχῶν καὶ ἀπειρίας καὶ τῶν συγγενῶν τούτοις θεωρίαν, ἔτι τε κριτηρίων καὶ παθῶν, καὶ οὗ ἕνεκεν ταῦτα ἐκλογιζόμεθα· ταῦτα γὰρ μάλιστα συνθεωρούμενα ῥᾳδίως τὰς περὶ τῶν κατὰ μέρος αἰτίας συνορᾶν ποιήσει. οἱ δὲ ταῦτα μὴ καταγαπήσαντες ᾗ μάλιστα οὔτʼ 〈ἂν〉 αὐτὰ ταῦτα καλῶς συνθεωρήσαιεν οὔτε οὗ ἕνεκεν δεῖ θεωρεῖν ταῦτα περιεποιήσαντο.
Pues ni en un animal cualquiera, aunque fuera un poco más refinado, caería tal necedad, cuanto menos en uno que posee la felicidad completa. Todo esto, Pitocles, recuérdalo; pues te saldrás en gran medida del mito y podrás ver en conjunto lo afín a esto; pero sobre todo entrégate a la contemplación de los principios, de lo infinito y de lo emparentado con ellos, y además de los criterios y de las afecciones, y de aquello por lo cual razonamos estas cosas; pues estas, contempladas juntas, harán que veas con facilidad las causas de lo particular. Y quienes no se hayan aficionado a esto de todo corazón, ni contemplarán bien estas mismas cosas ni habrán conseguido aquello por lo cual hay que contemplarlas.
Fuente del texto original: Texto griego: R. D. Hicks, Diogenes Laertius, Lives of Eminent Philosophers (Loeb, 1925; dominio público), transcripción digital © Perseus Digital Library, Tufts University, CC BY-SA 4.0. La columna original se distribuye con esa misma licencia.