Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa Mis notas EN
‹ San Justino: Apologías
Cristianismo · San Justino: Apologías

Primera apología · capítulos 28–36

28

Παρ᾿ ἡμῖν μὲν γὰρ ὁ ἀρχηγέτης τῶν κακῶν δαιμόνων ὄφις καλεῖται καὶ σατανᾶς καὶ διάβολος, ὡς καὶ ἐκ τῶν ἡμετέρων συγγραμμάτων ἐρευνήσαντες μαθεῖν δύνασθε· ὃν εἰς τὸ πῦρ πεμφθήσεσθαι μετὰ τῆς αὐτοῦ στρατιᾶς καὶ τῶν ἑπομένων ἀνθρώπων κολασθησομένους τὸν ἀπέραντον αἰῶνα, προεμήνυσεν ὁ Χριστός. Καὶ γὰρ ἡ ἐπιμονὴ τοῦ μηδέπω τοῦτο πρᾶξαι τὸν θεὸν διὰ τὸ ἀνθρώπινον γένος γεγένηται· προγινώσκει γάρ τινας ἐκ μετανοίας σωθήσεσθαι μέλλοντας καί τινας μηδέπω ἴσως γεννηθέντας. Καὶ τὴν ἀρχὴν νοερὸν καὶ δυνάμενον αἱρεῖσθαι τἀληθῆ καὶ εὗ πράττειν τὸ γένος τὸ ἀνθρώπινον πεποίηκεν, ὥστ᾿ ἀναπολόγητον εἶναι τοῖς πᾶσιν ἀνθρώποις παρὰ τῷ θεῷ· λογικοὶ γὰρ καὶ θεωρητικοὶ γεγένηνται. Εἰ δέ τις ἀπιστεῖ μέλειν τούτων τῷ θεῷ, ἢ μὴ εἶναι αὐτὸν διὰ τέχνης ὁμολογήσει, ἢ ὄντα χαίρειν κακίᾳ φήσει ἢ λίθῳ ἐοικότα μένειν, καὶ μηδὲν εἶναι ἀρετὴν μηδὲ κακίαν, δόξῃ δὲ μόνον τοὺς ἀνθρώπους ἢ ἀγαθὰ ἢ κακὰ ταῦτα ἡγεῖσθαι, ἥπερ μεγίστη ἀσέβεια καὶ ἀδικία ἐστί.

Entre nosotros, en efecto, al jefe de los demonios malos se le llama serpiente, Satanás y diablo, como también ustedes pueden saberlo si investigan nuestros escritos. Cristo anunció de antemano que él será enviado al fuego con su ejército y con los hombres que lo siguen, para ser castigados por el siglo sin fin. Y si Dios todavía no lo ha hecho, esa demora se debe al género humano, porque sabe de antemano que algunos han de salvarse por la conversión, y algunos quizá aún no han nacido. Desde el principio hizo al género humano inteligente y capaz de escoger la verdad y obrar bien, de modo que ningún hombre tenga excusa ante Dios, porque han sido hechos racionales y capaces de contemplar. Y si alguno no cree que a Dios le importen estas cosas, o admitirá con rodeos que no existe, o dirá que, aunque existe, se complace en el mal, o que permanece inmóvil como una piedra, y que nada es virtud ni vicio, sino que los hombres tienen estas cosas por buenas o malas solo por opinión; y esto es la mayor impiedad e injusticia.✦

29

Καὶ πάλιν, μὴ τῶν ἐκτεθέντων τις μὴ ἀναληφθεὶς θανατωθῇ καὶ ὧμεν ἀνδροφόνοι· ἀλλ᾿ ἢ τὴν ἀρχὴν οὐκ ἐγαμοῦμεν εἰ μὴ ἐπὶ παίδων ἀνατροφῇ, ἢ παραιτούμενοι τὸ γήμασθαι τέλεον ἐνεγκρατευόμεθα. Καὶ ἤδη τις τῶν ἡμετέρων, ὑπὲρ τοῦ πεῖσαι ὑμᾶς ὅτι οὐκ ἔστιν ἡμῖν μυστήριον ἡ ἀνέδην μίξις, βιβλίδιον ἀνέδωκεν ἐν Ἀλεξανδρείᾳ Φήλικι ἡγεμονεύοντι ἀξιῶν ἐπιτρέψαι ἰατρῷ τοὺς διδύμους αὐτοῦ ἀφελεῖν· ἄνευ γὰρ τῆς τοῦ ἡγεμόνος ἐπιτροπῆς τοῦτο πράττειν ἀπειρῆσθαι οἱ ἐκεῖ ἰατροὶ ἔλεγον. Καὶ μηδόλως βουληθέντος Φήλικος ὑπογράψαι, ἐφ᾿ ἑαυτοῦ μείνας ὁ νεανίσκος ἠρκέσθη τῇ ἑαυτοῦ καὶ τῶν ὁμογνωμόνων συνειδήσει. Οὐκ ἄτοπον δὲ ἐπιμνησθῆναι ἐν τούτοις ἡγησάμεθα καὶ Ἀντινόου τοῦ νῦν γεγενημένου, ὃν καὶ πάντες ὡς θεὸν διὰ φόβον σέβειν ὥρμηντο, ἐπιστάμενοι τίς τε ἦν καὶ πόθεν ὑπῆρχεν.

Y además, [tememos] que alguno de los expuestos, si no es recogido, muera y seamos homicidas. Por eso, o bien no nos casamos desde el principio sino para criar hijos, o bien, renunciando al matrimonio, vivimos en perfecto dominio de nosotros mismos. Y ya uno de los nuestros, para convencerlos de que la unión sin freno no es un misterio nuestro, presentó en Alejandría una petición al gobernador Félix, pidiéndole que permitiera a un médico extirparle los testículos, pues los médicos de allí decían que les estaba prohibido hacerlo sin permiso del gobernador. Y como Félix no quiso firmar de ningún modo, el joven permaneció solo y se dio por satisfecho con [el testimonio de] su propia conciencia y la de quienes pensaban como él. No nos ha parecido fuera de lugar recordar en este punto también a Antínoo, que ha vivido en nuestros días, a quien todos se apresuraron a venerar como dios por miedo, aun sabiendo quién era y de dónde procedía.✦

30

Ὅπως δὲ μή τις εἴπῃ ἀντιτιθεὶς ἡμῖν, τί κωλί ει καὶ τὸν παρ᾿ ἡμῖν λεγόμενον Χριστόν, ἄνθρωπον ἐξ ἀνθρώπων ὄντα, μαγικῇ τέχνῃ ἃς λέγομεν δυνάμεις πεποιηκέναι καὶ δόξαι διὰ τοῦτο υἱὸν θεοῦ εἶναι, τήν ἀπόδειξιν ἤδη ποιησόμεθα, οὐ τοῖς λέγουσι πιστεύοντες, ἀλλὰ τοῖς προφητεύουσι πρὶν ἢ γενέσθαι κατ᾿ ἀνάγκην πειθόμενοι, διὰ τὸ καὶ ὄψει ὡς προεφητεύθη ὁρᾶν γενόμενα καὶ γινόμενα, ἥπερ μεγίστη καὶ ἀληθεστάτη ἀπόδειξις καὶ ὑμῖν, ὡς νομίζομεν, φανήσεται.

Y para que nadie nos objete: «¿Qué impide que también el que entre nosotros se llama Cristo, siendo hombre nacido de hombres, haya hecho por arte de magia los milagros que contamos, y por eso haya parecido ser hijo de Dios?», haremos ya la demostración, no dando crédito a quienes lo cuentan, sino persuadidos por fuerza por los que lo profetizaron antes de que sucediera, ya que vemos con nuestros propios ojos que las cosas han sucedido y suceden tal como fueron profetizadas; y esta, según creemos, también a ustedes les parecerá la demostración más grande y más verdadera.✦

31

Ἄνθρωποι οὖν τινες ἐν Ἰουδαίοις γεγένηνται θεοῦ προφῆται, δι᾿ ὧν τὸ προφητικὸν πνεῦμα προεκήρυξε τὰ γενήσεσθαι μέλλοντα πρὶν ἢ γενέσθαι· καὶ τούτων οἱ ἐν Ἰουδαίοις κατὰ καιροὺς γενόμενοι βασιλεῖς τὰς προφητείας, ὡς ἐλέχθησαν ὅτε προεφητεύοντο, τῇ ἰδίᾳ αὐτῶν ἑβραΐδι φωνῇ ἐν βιβλίοις ὑπ᾿ αὐτῶν τῶν προφητῶν συντεταγμένας κτώμενοι περιεῖπον. Ὅτε δὲ Πτολεμαῖος, ὁ Αἰγυπτίων βασιλεύς, βιβλιοθήκην κατεσκεύαζε καὶ τὰ πάντων ἀνθρώπων συγγράμματα συνάγειν ἐπειράθη, πυθόμενος καὶ περὶ τῶν προφητειῶν τούτων, προσέπεμψε τῷ τῶν Ἰουδαίων τότε βασιλεύοντι Ἡρώδῃ ἀξιῶν διαπεμφθῆναι αὐτῷ τὰς βίβλους τῶν προφητειῶν. Καὶ ὁ μὲν βασιλεὺς Ἡρώδης τῇ προειρημένῃ ἑβραΐδι αὐτῶν φωνῇ γεγραμμένας διεπέμψατο. Ἐπειδὴ δὲ οὐκ ἦν γνώριμα τὰ ἐν αὐταῖς γεγραμμένα τοῖς Αἰγυπτίοις, πάλιν αὐτὸν ἠξίωσε πέμψας τοὺς μεταβαλοῦντας αὐτὰς εἰς τὴν ἑλλάδα φωνὴν ἀθρώπους ἀποστεῖλαι. Καὶ τούτου γενομένου ἔμειναν αἱ βίβλοι καὶ παρ᾿ Αἰγυπτίοις μέχρι τοῦ δεῦρο, καὶ πανταχοῦ παρὰ πᾶσίν εἰσιν Ἰουδαίοις, οἳ καὶ ἀναγινώσκοντες οὐ συνιᾶσι τὰ εἰρημένα, ἀλλ᾿ ἐχθροὺς ἡμᾶς καὶ πολεμίους ἡγοῦνται, ὁμοίως ὑμῖν ἀναιροῦντες καὶ κολάζοντες ἡμᾶς ὁπόταν δύνωνται, ὡς καὶ πεισθῆναι δύνασθε. Καὶ γὰρ ἐν τῷ νῦν γεγενημένῳ ἰουδαϊκῷ πολέμῳ Βαρχωχέβας, ὁ τῆς Ἰουδαίων ἀποστάσεως ἀρχηγέτης, Χριστιανοὺς μόνους εἰς τιμωρίας δεινάς, εἰ μὴ ἀρνοῖντο Ἰησοῦν τὸν Χριστὸν καὶ βλασφημοῖεν, ἐκέλευεν ἀπάγεσθαι. Ἐν δὴ ταῖς τῶν προφητῶν βίβλοις εὕρομεν προκηρυσσόμενον παραγινόμενον, γεννώμενον διὰ παρθένου, καὶ ἀνδρούμενον καὶ θεραπεύοντα πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν καὶ νεκροὺς ἀνεγείροντα, καὶ φθονούμενον καὶ ἀγνοούμενον καὶ σταυρούμενον Ἰησοῦν τὸν ἡμέτερον Χριστόν, καὶ ἀποθνήσκοντα καὶ ἀνεγειρόμενον καὶ εἰς οὐρανοὺς ἀνερχόμενον, καὶ υἱὸν θεοῦ ὄντα καὶ κεκλημένον, καί τινας πεμπομένους ὑπ᾿ αὐτοῦ εἰς πᾶν γένος ἀνθρώπων κηρύξοντας ταῦτα, καὶ τοὺς ἐξ ἐθνῶν ἀνθρώπους μᾶλλον αὐτᾷ πιστεύειν. Προεφητεύθη δέ, πρὶν ἢ φανῆναι αὐτόν, ἔτεσι ποτὲ μὲν πεντακισχιλίοις, ποτὲ δὲ τρισχιλίοις, ποτὲ δὲ δισχιλίοις, καὶ πάλιν χιλίοις καὶ ἄλλοτε ὀκτακοσίοις· κατὰ γὰρ τὰς διαδοχὰς τῶν γενῶν ἕτεροι καὶ ἕτεροι ἐγένοντο προφῆται.

Hubo, pues, entre los judíos algunos hombres que fueron profetas de Dios, por medio de los cuales el Espíritu profético anunció de antemano lo que había de suceder, antes de que sucediera. Los reyes que hubo entre los judíos en distintas épocas adquirían estas profecías tal como fueron pronunciadas cuando se profetizaban, en su propia lengua hebrea, en libros compuestos por los mismos profetas, y las conservaban con veneración. Cuando Ptolomeo, rey de los egipcios, estaba formando una biblioteca y procuraba reunir los escritos de todos los hombres, se enteró también de estas profecías y envió [mensajeros] a Herodes, que entonces reinaba sobre los judíos, pidiéndole que le remitiera los libros de las profecías. El rey Herodes se los envió escritos en la mencionada lengua hebrea. Pero como lo escrito en ellos no era comprensible para los egipcios, volvió a enviar [mensajeros] pidiéndole que le mandara hombres que los tradujeran a la lengua griega. Hecho esto, los libros han permanecido entre los egipcios hasta hoy, y están en todas partes en poder de todos los judíos, quienes, aun leyéndolos, no entienden lo que dicen, sino que nos tienen por enemigos y adversarios y, lo mismo que ustedes, nos matan y castigan siempre que pueden, como pueden comprobar. En efecto, en la guerra judía que acaba de ocurrir, Barcoquebas, el jefe de la rebelión de los judíos, mandaba llevar a terribles suplicios solo a los cristianos, si no renegaban de Jesús el Cristo y blasfemaban. Pues bien, en los libros de los profetas encontramos anunciado de antemano que Jesús, nuestro Cristo, vendría, nacería de una virgen, llegaría a la edad adulta, sanaría toda enfermedad y toda dolencia y resucitaría muertos; que sería envidiado, desconocido y crucificado; que moriría, resucitaría y subiría a los cielos; que es Hijo de Dios y es llamado así; que algunos serían enviados por él a todo el género humano para proclamar estas cosas, y que los hombres de las naciones creerían en él más [que los judíos]. Y esto fue profetizado antes de que él apareciera, unas veces cinco mil años [antes], otras tres mil, otras dos mil, y también mil, y otras ochocientos; porque, según la sucesión de las generaciones, surgieron unos profetas tras otros.✦

32

Μωϋσῆς μὲν οὖν, πρῶτος τῶν προφητῶν γενόμενος, εἶπεν αὐτολεξεὶ οὕτως· „Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, πλύνων ἐν αἵματι σταφυλῆς τὴν στολὴν αὐτοῦ“. Ὑμέτερον οὖν ἐστιν ἀκριβῶς ἐξετάσαι καὶ μαθεῖν, μέχρι τίνος ἥν ἄρχων καὶ βασιλεὺς ἐν Ἰουδαίοις ἴδιος αὐτῶν· μέχρι τῆς φανερώσεως Ἰησοῦ Χριστοῦ, τοῦ ἡμετέρου διδασκάλου καὶ τῶν ἀγνοουμένων προφητειῶν ἐξηγητοῦ, ὡς προεῤῥέθη ὑπὸ τοῦ θείου ἁγίου προφητικοῦ πνεύματος διὰ τοῦ Μωϋσέως μὴ ἐκλείψειν ἄρχοντα ἀπὸ Ἰουδαίων, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται τὸ βασίλειον. Ἰούδας γὰρ προπάτωρ Ἰουδαίων, ἀφ᾿ οὗ καὶ τὸ Ἰουδαῖοι καλεῖσθαι ἐσχήκασι· καὶ ὑμεῖς μετὰ τὴν γενομένην αὐτοῦ φανέρωσιν καὶ Ἰουδαίων ἐβαλισεύσατε καὶ τῆς ἐκείνων πάσης γῆς ἐκρατήσατε. Τὸ δὲ „Αὐτὸς ἔσται προσδοκία ἐθνῶν“ μηνυτικὸν ἦν, ὅτι ἐκ πάντων τῶν ἐθνῶν προσδοκήσουσιν αὐτὸν πάλιν παραγενησόμενον, ὅπερ ὄψει ὑμῖν πάρεστιν ἰδεῖν καὶ ἔργῳ πεισθῆναι· ἐκ πάντων γὰρ γενῶν ἀνθρώπων προσδοκῶσι τὸν ἐν Ἰουδαίᾳ σταυρωθέντα, μεθ᾿ ὃν εὐθὺς δοριάλωτος ὑμῖν ἡ γῆ Ἰουδαίων παρεδόθη. Τὸ δὲ „Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ πλύνων τὴν στολὴν αὐτοῦ ἐν αἵματι σταφυλῆς“ σύμβολον δηλωτικὸν ἦν τῶν γενησομένων τῷ Χριστῷ καὶ τῶν ὑπ᾿ αὐτοῦ πραχθησομένων. Πῶλος γάρ τις ὄνου εἱστήκει ἔν τινι εἰσόδῳ κώμης πρὸς ἄμπελον δεδεμένος, ὃν ἐκέλευσεν ἀγαγεῖν αὐτῷ τότε τοὺς γνωρίμους αὐτοῦ, καὶ ἀχθέντος ἐπιβὰς ἐκάθισε καὶ εἰσελήλυθεν εἰς τὰ Ἱεροσόλυμα, ἔνθα τὸ μέγιστον ἱερὸν ἦν Ἰουδαίων, ὃ ὑφ᾿ ὑμῶν ὕστερον κατεστράφη· καὶ μετὰ ταῦτα ἐσταυρώθη, ὅπως τὸ λεῖπον τῆς προφητείας συντελεσθῇ. Τὸ γὰρ „Πλύνων τὴν στολὴν αὐτοῦ ἔν αἵματι σταφυλῆς“ προαγγελτικὸν ἦν τοῦ πάθους, οὗ πάσχειν ἔμελλε δι᾿ αἵματος καθαίρων τοὺς πιστεύοντας αὐτῷ. Ἡ γὰρ κεκλημένη ὑπὸ τοῦ θείου πνεύματος διὰ τοῦ προφήτου στολὴ οἱ πιστεύοντες αὐτῷ εἰσιν ἄνθρωποι, ἐν οἷς οἰκεῖ τὸ παρὰ τοῦ θεοῦ σπέρμα, ὁ λόγος. Τὸ δὲ εἰρημένον αἷμα τῆς σταφυλῆς σημναντικὸν τοῦ ἔχειν μὲν αἷμα τὸν φανησόμενον, ἀλλ᾿ οὐκ ἐξ ἀνθρωπείου σπέρματος ἀλλ᾿ ἐκ θείας δυνάμεως. Ἡ δὲ πρώτη δύναμις μετὰ τὸν πατέρα πάντων καὶ δεσπότην θεὸν καὶ υἱὸς ὁ λόγος ἐστίν· ὃς τίνα τρόπον σαρκοποιηθεὶς ἄνθρωπος γέγονεν, ἐν τοῖς ἑξῆς ἐροῦμεν. Ὃν τρόπον γὰρ τὸ τῆς ἀμπέλου αἷμα οὐκ ἄνθρωπος πεποίηκεν ἀλλ᾿ ὁ θεός, οὕτως καὶ τοῦτο ἐμηνύετο οὐκ ἐξ ἀνθρωπείου σπέρματος γενήσεσθαι τὸ αἷμα ἀλλ᾿ ἐκ δυνάμεως θεοῦ, ὡς προέφημεν. Καὶ Ἡσαΐας δέ, ἄλλος προφήτης, τὰ αὐτὰ δι᾿ ἄλλων ῥήσεων προφητεύων οὕτως εἶπεν· „Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἄνθος ἀναβήσεται ἀπὸ τῆς ῥίζης Ἰεσσαί· καὶ ἐπὶ τὸν βραχίονα αὐτοῦ ἔθνη ἐλπιοῦσιν“. Ἄστρον δὲ φωτεινὸν ἀνέτειλε, καὶ ἄνθος ἀνέβη ἀπὸ τῆς ῥίζης Ἰεσσαί, οὗτος ὁ Χριστός. Διὰ γὰρ παρθένου τῆς ἀπὸ τοῦ σπέρματος Ἰακώβ, τοῦ γενομένου πατρὸς Ἰούδα, τοῦ δεδηλωμένου Ἰουδαίων πατρός, διὰ δυνάμεως θεοῦ ἀπεκυήθη· καὶ Ἰεσσαὶ προπάτωρ μὲν κατὰ τὸ λόγιον γεγένηται, τοῦ δὲ Ἰακὼβ καὶ τοῦ Ἰούδα κατὰ γένους διαδοχὴν υἱὸς ὑπῆρχεν.

Moisés, pues, que fue el primero de los profetas, dijo textualmente así: «No faltará príncipe de Judá ni caudillo salido de sus muslos, hasta que venga aquel a quien está reservado; y él será la esperanza de las naciones, atando a la vid su pollino, lavando su vestidura en sangre de uva». A ustedes les toca, pues, examinar con exactitud y averiguar hasta cuándo tuvieron los judíos príncipe y rey propio: hasta la manifestación de Jesucristo, nuestro maestro e intérprete de las profecías no comprendidas, tal como predijo el divino y santo Espíritu profético por medio de Moisés que no faltaría príncipe de los judíos hasta que viniera aquel a quien está reservado el reino. Porque Judá es el antepasado de los judíos, y de él les viene el llamarse judíos; y ustedes, después de su manifestación, reinaron sobre los judíos y se apoderaron de toda su tierra. Lo de «Él será la esperanza de las naciones» indicaba que de todas las naciones lo esperarían cuando volviera, cosa que pueden ver con sus propios ojos y comprobar por los hechos, pues de todas las razas de hombres esperan al que fue crucificado en Judea, después del cual la tierra de los judíos les fue entregada a ustedes enseguida como botín de guerra. Lo de «Atando a la vid su pollino y lavando su vestidura en sangre de uva» era un símbolo que señalaba lo que le sucedería a Cristo y lo que él haría. Porque había un pollino de asna atado a una vid a la entrada de una aldea, y él mandó entonces a sus discípulos que se lo trajeran; y cuando se lo trajeron, montó, se sentó en él y entró en Jerusalén, donde estaba el templo más grande de los judíos, que más tarde ustedes destruyeron; y después de esto fue crucificado, para que se cumpliera lo que faltaba de la profecía. Pues lo de «Lavando su vestidura en sangre de uva» anunciaba de antemano la pasión que iba a sufrir, purificando con [su] sangre a los que creen en él. Porque lo que el Espíritu divino llamó por medio del profeta «vestidura» son los hombres que creen en él, en quienes habita la semilla que viene de Dios, el Logos. Y la mencionada sangre de la uva significa que el que había de aparecer tendría sangre, pero no de semilla humana, sino de poder divino. Y el primer poder después del Padre de todas las cosas y Dios Soberano, que es también Hijo, es el Logos; de qué modo, hecho carne, se hizo hombre, lo diremos más adelante. Porque así como la sangre de la vid no la hizo el hombre sino Dios, así también se indicaba que esta sangre no provendría de semilla humana sino del poder de Dios, como dijimos antes. También Isaías, otro profeta, profetizando lo mismo con otras palabras, dijo así: «Se levantará una estrella de Jacob, y una flor subirá de la raíz de Jesé; y en su brazo esperarán las naciones». Y una estrella luminosa se levantó, y una flor subió de la raíz de Jesé: este es Cristo. Porque por el poder de Dios fue dado a luz por medio de una virgen de la descendencia de Jacob, que fue padre de Judá, el cual, como se ha mostrado, es padre de los judíos; y Jesé fue su antepasado según el oráculo, y era hijo de Jacob y de Judá por sucesión de linaje.✦

33

Καὶ πάλιν ὡς αὐτολεξεὶ διὰ παρθένου μὲν τεχθησόμενος διὰ τοῦ Ἡσαΐου προεφητεύθη, ἀκούσατε. Ἐλέχθη δὲ οὕτως· „Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ ἐροῦσιν ἐπὶ τᾷ ὀνόματι αὐτοῦ Μεθ᾿ ἡμῶν ὁ θεός“. Ἃ γὰρ ἦν ἄπιστα καὶ ἀδύνατα νομιζόμενα παρὰ τοῖς ἀνθρώποις γενήσεσθαι, ταῦτα ὁ θεὸς προεμήνυσε διὰ τοῦ προφητικοῦ πνεύματος μέλλειν γίνεσθαι, ἵνα ὅταν γένηται μὴ ἀπιστηθῇ, ἀλλ᾿ ἐκ τοῦ προειρῆσθαι πιστευθῇ. Ὅπως δὲ μή τινες, μὴ νοήσαντες τὴν δεδηλωμένην προφητείαν, ἐγκαλέσωσιν ἡμῖν ἅπερ ἐνεκαλέσαμεν τοῖς ποιηταῖς, εἰποῦσιν ἀφροδισίων χάριν ἐληλυθέναι ἐπὶ γυναῖκας τὸν Δία, διασαφῆσαι τοὺς λόγους πειρασόμεθα. Τὸ οὖν „Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει“ σημαίνει οὐ συνουσιασθεῖσαν τὴν παρθένον συλλαβεῖν· εἰ γὰρ ἐσυνουσιάσθη ὑπὸ ὁτουοῦν, οὐκ ἔτι ἦν παρθένος· ἀλλὰ δύναμις θεοῦ ἐπελθοῦσα τῇ παρθένῳ ἐπεσκίασεν αὐτήν, καὶ κυοφορῆσαι παρθένον οὖσαν πεποίηκε. Καὶ ὁ ἀποσταλεὶς δὲ πρὸς αὐτὴν τὴν παρθένον κατ᾿ ἐκεῖνο τοῦ καιροῦ ἄγγελος θεοῦ εὐηγγελίσατο αὐτὴν εἰπών· „Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ ἐκ πνεύματος ἁγίου καὶ τέξῃ υἱόν, καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν“, ὡς οἱ ἀπομνημονεύσαντες πάντα τὰ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐδίδαξαν, οἷς ἐπιστεύσαμεν, ἐπειδὴ καὶ διὰ Ἡσαΐου τοῦ προδεδηλωμένου τὸ προφητικὸν πνεῦμα τοῦτον γεννησόμενον, ὡς προεμηνύομεν, ἔφη. Τὸ πνεῦμα οὖν καὶ. τὴν δύναμιν τὴν παρὰ τοῦ θεοῦ οὐδὲν ἄλλο νοῆσαι θέμις ἢ τὸν λόγον, ὃς καὶ πρωτότοκος τῷ θεῷ ἐστι, Μωϋσῆς ὁ προδεδηλωμένος προφήτης ἐμήνυσε· καὶ τοῦτο ἐλθὸν ἐπὶ τὴν παρθένον καὶ ἐπισκιάσαν οὐ διὰ συνουσίας ἀλλὰ διὰ δυνάμεως ἐγκύμονα κατέστησε. Τὸ δὲ Ἰησοῦς, ὄνομα τῇ ἑβραΐδι φωνῇ, σωτὴρ τῇ ἑλληνίδι διαλέκτῳ δηλοῖ. Ὅθεν καὶ ὁ ἄγγελος πρὸς τὴν παρθένον εἶπε· „Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν“. Ὅτι δὲ οὐδενὶ ἄλλῳ θεοφοροῦνται οἱ προφητεύοντες εἰ μὴ λόγῳ θείῳ, καὶ ὑμεῖς, ὡς ὑπολαμβάνω, φήσετε.

Escuchen también cómo fue profetizado textualmente por medio de Isaías que nacería de una virgen. Se dijo así: «He aquí que la virgen concebirá en su seno y dará a luz un hijo, y dirán sobre su nombre: Dios con nosotros». Porque lo que entre los hombres se tenía por increíble e imposible que sucediera, eso anunció Dios de antemano por el Espíritu profético que iba a suceder, para que, cuando sucediera, no se dejara de creer, sino que se creyera por haber sido predicho. Y para que algunos, por no entender la profecía citada, no nos reprochen lo mismo que nosotros reprochamos a los poetas, que dijeron que Zeus se llegaba a las mujeres por placer carnal, intentaremos aclarar estas palabras. Pues bien, «He aquí que la virgen concebirá en su seno» significa que la virgen concibió sin unión carnal; porque si hubiera tenido unión con cualquiera, ya no sería virgen; sino que el poder de Dios, viniendo sobre la virgen, la cubrió con su sombra e hizo que quedara encinta siendo virgen. Y el ángel de Dios enviado en aquel tiempo a la misma virgen le anunció la buena noticia diciendo: «He aquí que concebirás en tu seno del Espíritu Santo y darás a luz un hijo, y será llamado Hijo del Altísimo; y le pondrás por nombre Jesús, porque él salvará a su pueblo de sus pecados», como enseñaron los que escribieron las memorias de todo lo referente a nuestro Salvador Jesucristo, a quienes hemos creído, ya que también por medio de Isaías, antes mencionado, el Espíritu profético dijo que él nacería, como indicamos. Así pues, por el Espíritu y el poder que vienen de Dios no es lícito entender otra cosa que el Logos, que es también el primogénito de Dios, [como] lo indicó Moisés, el profeta antes mencionado; y este, viniendo sobre la virgen y cubriéndola con su sombra, la dejó encinta, no por unión carnal sino por poder. El nombre Jesús, en lengua hebrea, significa en lengua griega «salvador». Por eso el ángel dijo a la virgen: «Y le pondrás por nombre Jesús, porque él salvará a su pueblo de sus pecados». Y que los que profetizan no son inspirados por ningún otro sino por el Logos divino, también ustedes, según supongo, lo admitirán.✦

34

Ὅπου δὲ καὶ τῆς γῆς γεννᾶσθαι ἔμελλεν, ὡς προεῖπεν ἕτερος προφήτης ὁ Μιχαίας, ἀκούσατε. Ἔφη δὲ οὕτως· „Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου“. Κώμη δέ τίς ἐστιν ἐν τῇ χώρᾳ Ἰουδαίων. ὀπέχουσα σταδίους τριάκοντα πέντε Ἱεροσολύμων, ἐν ᾗ ἐγεννήθη Ἰησοῦς Χριστός, ὡς καὶ μαθεῖν δύνασθε ἐκ τῶν ἀπογραφῶν τῶν γενομένων ἐπὶ Κυρηνίου, τοῦ ὑμετέρου ἐν Ἰουδαίᾳ πρώτου γενομένου ἐπιτρόπου.

Escuchen también en qué lugar de la tierra había de nacer, como lo predijo otro profeta, Miqueas. Dijo así: «Y tú, Belén, tierra de Judá, de ningún modo eres la más pequeña entre los príncipes de Judá, porque de ti saldrá un caudillo que apacentará a mi pueblo». Es una aldea del país de los judíos, distante treinta y cinco estadios de Jerusalén, en la que nació Jesucristo, como también pueden saberlo por los registros del censo hechos bajo Quirino, que fue el primer procurador de ustedes en Judea.✦

35

Ὡς δὲ καὶ λήσειν ἔμελλε τοὺς ἄλλους ἀνθρώπους γεννηθεὶς ὁ Χριστὸς ἄχρις ἀνδρωθῇ. ὅπερ καὶ γέγονεν, ἀκούσατε τῶν προειρημένων εἰς τοῦτο. Ἔστι δὲ ταῦτα· „Παιδίον ἐγεννήθη ἡμῖν, καὶ νεανίσκος ἡμῖν ἀπεδόθη, οὗ ἡ ἀρχὴ ἐπὶ τῶν ὤμων“· μηνυτικὸν τῆς δυνάμεως τοῦ σταυροῦ, ᾧ προσέθηκε τοὺς ὤμους σταυρωθείς, ὡς πρωϊόντος τοῦ λόγον σαφέστερον δειχθήσεται. Καὶ πάλιν ὁ αὐτὸς προφήτης Ἡσαΐας θεοφορούμενος τῷ πνεύματι τῷ προφητικῷ ἔφη· ,Ἐγώ ἐξεπέτασα τὰς χεῖράς μου ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, ἐπὶ τοὺς πορευομένους ἐν ὁδῷ οὐ καλῇ. Αἰτοῦσί με νῦν κρίσιν καὶ ἐγγίζειν θεῷ τολμῶσιν“. Καὶ πάλιν ἐν ἄλλοις λόγοις δι᾿ ἑτέρου προφήτου λέγει· „Αὐιοὶ ὤρυξάν μου πόδας καὶ χεῖρας, καὶ ἔβαλον κλῆρον ἐπὶ τὸν ἱματισμόν μου“. Καὶ ὁ μὲν Δαυῒδ ὁ βασιλεὺς καὶ προφήτης, ὁ εἰπὼν ταῦτα, οὐδὲν τούτων ἔπαθεν· Ἰησοῦς δὲ Χριστὸς ἐξετάθη τὰς χεῖρας, σταυρωθεὶς ὑπὸ τῶν Ἰουδαίων ἀντιλεγόντων αὐτῷ καὶ φασκόντων μὴ εἶναι αὐτὸν Χριστόν· καὶ γάρ, ὡς εἶπεν ὁ προφήτης, διασύροντες αὐτὸν ἐκάθισαν ἐπὶ βήματος καὶ εἶπον· Κρῖνον ἡμῖν. Τὸ δὲ „Ὤρυξάν μου χεῖρας καὶ πόδας‘· ἐξήγησις τῶν ἐν τῷ σταυρῷ παγέντων ἐν ταῖς χερσὶ καὶ τοῖς ποσὶν αὐτοῦ ἥλων ἦν. Καὶ μετὰ τὸ σταυρῶσαι αὐτὸν ἔβαλον κλῆρον ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ ἐμερίσαντο ἑαυτοῖς οἱ σταυρώσαντες αὐτόν. Καὶ ταῦτα ὅτι γέγονε, δύνασθε μαθεῖν ἐκ τῶν ἐπὶ Ποντίου Πιλάτου γενομένων ἄκτων. Καὶ ὅτι ῥητῶς καθεσθησόμενος ἐπὶ πῶλον ὄνου καὶ εἰσελευσόμενος εἰς τὰ Ἱεροσόλυμα προεπεφήτευτο, ἑτέρου προφήτου τοῦ Σοφονίου τας τῆς προφητείας λέξεις ἐροῦμεν. Εἰσὶ δὲ αὗται· „Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου“.

Escuchen también lo que fue predicho acerca de que Cristo, después de nacer, había de permanecer oculto a los demás hombres hasta llegar a la edad adulta, lo cual efectivamente sucedió. Es esto: «Un niño nos ha nacido, y un joven nos ha sido dado, cuyo imperio está sobre sus hombros»; lo cual indica el poder de la cruz, a la que aplicó sus hombros al ser crucificado, como se mostrará con más claridad a medida que avance el discurso. Y de nuevo el mismo profeta Isaías, inspirado por el Espíritu profético, dijo: «Yo extendí mis manos sobre un pueblo desobediente y rebelde, sobre los que andan por un camino que no es bueno. Ahora me piden juicio y se atreven a acercarse a Dios». Y de nuevo, con otras palabras, dice por medio de otro profeta: «Ellos taladraron mis pies y mis manos, y echaron suertes sobre mi ropa». Ahora bien, David, el rey y profeta que dijo esto, no padeció nada de ello; pero Jesucristo extendió las manos, crucificado por los judíos que le replicaban y afirmaban que él no era el Cristo. En efecto, como dijo el profeta, burlándose de él lo sentaron en un tribunal y le dijeron: «Júzganos». Y lo de «Taladraron mis manos y mis pies» se refería a los clavos que en la cruz le clavaron en las manos y en los pies. Y después de crucificarlo, los que lo crucificaron echaron suertes sobre su ropa y se la repartieron. Y que esto sucedió pueden saberlo por las actas redactadas bajo Poncio Pilato. Y que estaba predicho expresamente que se sentaría sobre un pollino de asna y entraría en Jerusalén, lo diremos con las palabras de la profecía de otro profeta, Sofonías. Son estas: «Alégrate mucho, hija de Sion; proclama, hija de Jerusalén: he aquí que tu rey viene a ti manso, montado sobre un asno y un pollino, cría de bestia de carga».✦

36

Ὅταν δὲ τὰς λέξεις τῶν προφητῶν λεγομένας ὡς ἀπὸ προσώπου ἀκούητε, μὴ ὑπ᾿ αὐτῶν τῶν ἐμπεπνευσμένων λέγεσθαι νομίσητε, ἀλλ᾿ ἀπὸ τοῦ κινοῦντος αὐτοὺς θείου λόγου. Ποτὲ μὲν γὰρ ὡς προαγγελτικῶς τὰ μέλλοντα γενήσεσθαι λέγει, ποτὲ δὲ ὡς ἀπὸ προσώπου τοῦ δεσπότου πάντων καὶ πατρὸς θεοῦ φθέγγεται, ποτὲ δὲ ὡς ἀπὸ προσώπου τοῦ Χριστοῦ, ποτὲ δὲ ὡς ἀπὸ προσώπου λαῶν ἀποκρινομένων τῷ κυρίῳ ἢ τῷ πατρὶ αὐτοῦ· ὁποῖον καὶ ἐπὶ τῶν παρ᾿ ὑμῖν συγγραφέων ἰδεῖν ἔστιν, ἕνα μὲν τὸν τὰ πάντα συγγράφοντα ὄντα, πρόσωπα δὲ τὰ διαλεγόμενα παραφέροντα. Ὅπερ μὴ νοήσαντες οἱ ἔχοντες τὰς βίβλους τῶν προφητῶν Ἰουδαῖοι οὐκ ἐγνώρισαν οὐδὲ παραγενόμενον τὸν Χριστόν, ἀλλὰ καὶ ἡμᾶς τοὺς λέγοντας παραγεγενῆσθαι αὐτὸν καί, ὡς προεκεκήρυκτο, ἀποδεικνύντας ἐσταυρῶσθαι ὑπ᾿ αὐτῶν μισοῦσιν.

Pero cuando oigan palabras de los profetas dichas como en boca de un personaje, no piensen que las dicen los mismos inspirados, sino el Logos divino que los mueve. Porque unas veces habla anunciando de antemano lo que va a suceder; otras habla como en persona del Soberano de todas las cosas y Dios Padre; otras como en persona de Cristo; otras como en persona de pueblos que responden al Señor o a su Padre. Lo mismo puede verse también en los escritores de ustedes: uno solo es el que lo escribe todo, pero presenta personajes que dialogan. Por no haber entendido esto, los judíos, que tienen los libros de los profetas, no reconocieron a Cristo ni siquiera cuando vino, sino que también a nosotros, que decimos que ya vino y demostramos que, como estaba anunciado, fue crucificado por ellos, nos odian.✦

Fuente del texto original: Texto griego: edición de Gerhard Rauschen (1911, dominio público), transcripción digital de Open Greek and Latin (First1KGreek), CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.