Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa Mis notas EN
‹ 1 y 2 Macabeos
Cristianismo · 1 y 2 Macabeos

1 Macabeos · 1

1

ΚΑΙ ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου τὸν Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ τῆς γῆς Χεττιείμ, καὶ ἐπάταξεν τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ πρότερον ἐπὶ τὴν Ἑλλάδα.

Sucedió que, después de que Alejandro, hijo de Filipo, el macedonio, que salió de la tierra de Quitim, derrotó a Darío, rey de los persas y de los medos, reinó en su lugar; [él] ya antes [reinaba] sobre Grecia.✦

2

καὶ συνεστήσατο πολέμους πολλούς, καὶ ἐκράτησεν ὀχυρωμάτων, καὶ ἔσφαξεν βασιλεῖς,

Emprendió muchas guerras, se apoderó de fortalezas y degolló a reyes;

3

καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς, καὶ ἔλαβεν σκῦλα πλήθους ἐθνῶν· καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώθη, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ·

recorrió [la tierra] hasta sus confines y tomó botín de multitud de naciones. La tierra enmudeció ante él, y él se ensalzó y se engrió su corazón.

4

καὶ συνῆξεν δύναμιν ἰσχυρὰν σφόδρα, καὶ ἦρξεν χωρῶν καὶ ἐθνῶν καὶ τυραννιῶν, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον.

Reunió un ejército muy poderoso, dominó países, naciones y príncipes, y [todos] se volvieron sus tributarios.

5

καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην, καὶ ἔγνω ὅτι ἀποθνήσκει.

Después de esto cayó en cama y comprendió que se moría.

6

καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συνεκτρόφους αὐτοῦ ἀπὸ νεότητος, καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι ζῶντος αὐτοῦ.

Llamó a sus servidores ilustres, los que se habían criado con él desde su juventud, y les repartió su reino estando él todavía vivo.

7

καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη δώδεκα, καὶ ἀπέθανεν.

Alejandro reinó doce años y murió.

8

καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ·

Sus servidores tomaron el poder, cada uno en su territorio.✦

9

καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτόν, καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλά· καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῇ.

Todos ellos se ciñeron diademas después de su muerte, y sus hijos después de ellos, durante muchos años; y se multiplicaron los males en la tierra.

10

Καὶ ἐξῆλθεν ἐξ αὐτῶν ῥίζα ἁμαρτωλὸς Ἀντίοχος Ἐπιφανής, υἱὸς Ἀντιόχου τοῦ βασιλέως, ὃς ἦν ὅμηρα ἐν τῇ Ῥώμῃ. καὶ ἐβασίλευσεν ἔτει ἑκατοστῷ καὶ ἑβδόμῳ καὶ τριακοστῷ βασιλείας Ἑλλήνων.

De ellos brotó una raíz pecadora, Antíoco Epífanes, hijo del rey Antíoco, que había estado como rehén en Roma; y comenzó a reinar el año ciento treinta y siete del reino de los griegos.✦

11

Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν ἐξ Ἰσραὴλ υἱὸς παράνομος, καὶ ἀνέπεισαν πολλοὺς λέγοντες Πορευθῶμεν καὶ διαθώμεθα διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν· ὅτι ἀφ᾽ ἧς ἐχωρίσθημεν ὑπ᾽ αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά.

En aquellos días salió de Israel gente inicua, y persuadieron a muchos diciendo: «Vayamos y hagamos alianza con las naciones que nos rodean, porque desde que nos separamos de ellas nos han sobrevenido muchos males».✦

12

καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν·

Y la propuesta les pareció bien.

13

καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ, καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα· καὶ ἔδωκαν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν.

Algunos del pueblo se apresuraron a ir al rey, y [este] les dio autorización para seguir las costumbres de las naciones.

14

καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν Ἰεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν.

Y construyeron un gimnasio en Jerusalén, conforme a los usos de las naciones.✦

15

καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίαν, καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας· καὶ ἐζευγίσθησαν τοῖς ἔθνεσιν, καὶ ἐπράθησαν ποιῆσαι πονηρόν.

Se rehicieron el prepucio, apostataron de la alianza santa, se unieron al yugo de las naciones y se vendieron para hacer el mal.✦

16

Καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐνώπιον Ἀντιόχου· καὶ ὑπέλαβεν βασιλεῦσαι γῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας.

Cuando el reino quedó afianzado en manos de Antíoco, se propuso reinar sobre la tierra de Egipto, para reinar sobre los dos reinos.

17

καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ὄχλῳ βαρεῖ, ἐν ἅρμασιν καὶ ἐλέφανσιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν στόλῳ μεγάλῳ.

Entró en Egipto con un ejército poderoso, con carros, elefantes, caballería y una gran flota.

18

καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαῖον τὸν βασιλέα Αἰγύπτου· καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ καὶ ἔφυγεν, καὶ ἔπεσαν τραυματίαι πολλοί.

Entabló guerra contra Ptolomeo, rey de Egipto; y Ptolomeo retrocedió ante él y huyó, y cayeron muchos heridos.✦

19

καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ· καὶ ἔλαβεν τὰ σκῦλα γῆς Αἰγύπτου.

Se apoderaron de las ciudades fortificadas de la tierra de Egipto, y [Antíoco] tomó el botín de la tierra de Egipto.

20

Καὶ ἐπέστρεψεν Ἀντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσερακοστῷ καὶ τρίτῳ ἔτει· καὶ ἀνέβη ἐπὶ Ἰσραὴλ καὶ Ἰεροσόλυμα ἐν ὄχλῳ βαρεῖ.

Después de haber derrotado a Egipto, el año ciento cuarenta y tres, Antíoco se volvió y subió contra Israel y contra Jerusalén con un ejército poderoso.✦

21

καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ, καὶ ἔλαβεν τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς,

Entró con arrogancia en el lugar santo y se llevó el altar de oro, el candelabro de la luz con todos sus utensilios,✦

22

καὶ τὴν τράπεζαν τῆς προθέσεως, καὶ τὰ σπόνδια καὶ τὰς φιάλας καὶ τὰς θυίσκας τὰς χρυσᾶς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐλέπισεν πάντα·

la mesa de la proposición, los vasos de las libaciones, las copas, los incensarios de oro, la cortina, las coronas y el ornamento de oro que había en la fachada del santuario; y lo arrancó todo.✦

23

καὶ ἔλαβεν τὸ ἀργύριον καὶ τὸ χρυσίον, καὶ τὰ σκεύη τὰ ἐπιθυμητά· καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἀποκρύφους οὓς εὗρεν.

Tomó la plata, el oro y los objetos preciosos, y tomó los tesoros ocultos que encontró.

24

καὶ λαβὼν πάντα ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. καὶ ἐποίησαν φονοκτονίαν, καὶ ἐλάλησαν ὑπερηφανίαν μεγάλην.

Y, llevándoselo todo, se fue a su tierra. Perpetraron una matanza y hablaron con gran arrogancia.

25

καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ἰσραὴλ ἐν παντὶ τόπῳ αὐτῶν·

Hubo gran duelo en Israel, en todos sus lugares.

26

καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι, παρθένοι καὶ νεανίσκοι ἠσθένησαν, καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη.

Gimieron los jefes y los ancianos, desfallecieron las doncellas y los jóvenes, y se marchitó la hermosura de las mujeres.

27

πᾶς νυμφίος ἀνέλαβεν θρῆνον· καθημένη ἐν παστῷ ἐγένετο ἐν πένθει.

Todo novio entonó un lamento, la que estaba sentada en la cámara nupcial quedó en duelo.

28

καὶ ἐσείσθη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν· καὶ πᾶς ὁ οἶκος Ἰακὼβ ἐνεδύσατο αἰσχύνην.

Tembló la tierra por sus habitantes, y toda la casa de Jacob se vistió de vergüenza.

29

Μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις Ἰούδα· καὶ ἦλθεν εἰς Ἰερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ.

Al cabo de dos años completos, el rey envió a las ciudades de Judá a un recaudador de tributos, que llegó a Jerusalén con un ejército poderoso.✦

30

καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ, καὶ ἐπίστευσαν αὐτῷ, καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα, καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην, καὶ ἀπώλεσεν λαὸν πολὺν ἐξ Ἰσραήλ.

Les dirigió con engaño palabras de paz, y le creyeron; pero cayó de improviso sobre la ciudad, le asestó un duro golpe e hizo perecer a mucha gente de Israel.

31

καὶ ἔλαβεν τὰ σκῦλα τῆς πόλεως καὶ ἐνεπύρισεν αὐτὴν πυρί, καὶ καθεῖλεν τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη αὐτῆς κύκλῳ,

Tomó el botín de la ciudad, le prendió fuego y derribó sus casas y sus murallas en derredor;

32

καὶ ᾐχμαλώτευσεν τὰς γυναῖκας καὶ τὰ τέκνα· καὶ τὰ κτήνη ἐκληρονόμησαν.

llevaron cautivos a las mujeres y a los niños, y se adueñaron del ganado.

33

καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυεὶδ τείχει μεγάλῳ καὶ ὀχυρῷ, πύργοις ὀχυροῖς, καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν.

Fortificaron la ciudad de David con una muralla grande y sólida y con torres fuertes, y se convirtió para ellos en ciudadela.✦

34

καὶ ἔθηκαν ἐκεῖ ἔθνος ἁμαρτωλόν, ἄνδρας παρανόμους· καὶ ἐνίσχυσαν ἐν αὐτῇ.

Pusieron allí gente pecadora, hombres sin ley, que se hicieron fuertes en ella.

35

καὶ παρέθεντο ὅπλα καὶ τροφήν, καὶ συναγαγόντες τὰ σκῦλα Ἰερουσαλὴμ ἀπέθεντο ἐκεῖ· καὶ ἐγένετο εἰς μεγάλην παγίδα,

La abastecieron de armas y víveres, y, reuniendo el botín de Jerusalén, lo depositaron allí. Y se convirtió en una gran trampa:

36

καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι, καὶ εἰς διάβολον πονηρὸν τῷ Ἰσραὴλ διὰ παντός.

fue una emboscada contra el lugar santo y un adversario maligno para Israel en todo tiempo.

37

καὶ ἐξέχεαν αἷμα ἀθῷον κύκλῳ τοῦ ἁγιάσματος, καὶ ἐμόλυναν τὸ ἁγίασμα.

Derramaron sangre inocente alrededor del lugar santo y profanaron el lugar santo.

38

καὶ ἔφυγον οἱ κάτοικοι Ἰερουσαλὴμ δι᾽ αὐτούς, καὶ ἐγένετο κατοικία ἀλλοτρίων· καὶ ἐγένετο ἀλλοτρία τοῖς γενήμασιν αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλειπον αὐτήν.

Por causa de ellos huyeron los habitantes de Jerusalén, y [la ciudad] se volvió morada de extraños; se volvió extraña para sus propios hijos, y sus hijos la abandonaron.✦

39

τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος· αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος, τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμόν, τιμὴ αὐτῆς εἰς ἐξουθένωσιν,

Su lugar santo quedó desolado como un desierto, sus fiestas se convirtieron en duelo, sus sábados en oprobio, su honra en desprecio.✦

40

κατὰ τὴν δόξαν αὐτῆς ἐπληθύνθη ἀτιμασμὸς αὐτῆς, καὶ τὸ ὕψος αὐτῆς ἐστράφη εἰς πένθος.

Tan grande como había sido su gloria fue su deshonra, y su grandeza se convirtió en duelo.

41

Καὶ ἔγραψεν ὁ βασιλεὺς πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας εἰς λαὸν ἕνα,

El rey escribió a todo su reino que todos formaran un solo pueblo

42

καὶ ἐγκαταλείπειν ἕκαστον τὰ νόμιμα αὐτοῦ· καὶ ἐπεδέξαντο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον τοῦ βασιλέως.

y que cada uno abandonara sus costumbres. Y todas las naciones acataron la orden del rey.

43

καὶ πολλοὶ ἀπὸ Ἰσραὴλ ηὐδόκησαν τῇ λατρίᾳ αὐτοῦ, καὶ ἔθυσαν τοῖς εἰδώλοις, καὶ ἐβεβήλωσαν τὸ σάββατον.

Muchos de Israel aceptaron complacidos su culto, ofrecieron sacrificios a los ídolos y profanaron el sábado.

44

καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, πορευθῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς,

El rey envió cartas por medio de mensajeros a Jerusalén y a las ciudades de Judá, [ordenando] seguir costumbres ajenas a la tierra,✦

45

καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ θυσίας καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος, καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτάς,

suprimir del lugar santo los holocaustos, el sacrificio y la libación, profanar los sábados y las fiestas,

46

καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους·

mancillar el lugar santo y a los santos,

47

οἰκοδομῆσαι βωμοὺς καὶ τεμένη καὶ εἴδωλα, καὶ θύειν ὕεια καὶ κτήνη κοινά,

construir aras, recintos sagrados e ídolos, sacrificar cerdos y animales impuros,✦

48

καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους, βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαθάρτῳ καὶ βεβηλῶσαι,

dejar a sus hijos sin circuncidar y hacer abominables sus almas con toda clase de impureza y profanación,

49

ὥστε ἐπιλαθέσθαι τοῦ νόμου, καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα.

de modo que olvidaran la ley y cambiaran todas las ordenanzas.

50

καὶ ὃς ἂν μὴ ποιήσῃ κατὰ τὸ ῥῆμα τοῦ βασιλέως ἀποθανεῖται.

Y quien no obrara conforme a la palabra del rey moriría.

51

κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψεν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαόν· καὶ ἐνετείλατο ταῖς πόλεσιν Ἰούδα θυσιάζειν κατὰ πόλιν καὶ πόλιν.

En estos términos escribió a todo su reino; nombró inspectores sobre todo el pueblo y ordenó a las ciudades de Judá ofrecer sacrificios, ciudad por ciudad.

52

καὶ συνηθροίσθησαν ἀπὸ τοῦ λαοῦ πρὸς αὐτοὺς πολλοί, πᾶς ὁ ἐνκαταλείπων τὸν νόμον· καὶ ἐποίησαν κακὰ ἐν τῇ γῇ,

Muchos del pueblo se unieron a ellos, todos los que abandonaban la ley; e hicieron el mal en el país,

53

καὶ ἔθεντο τὸν Ἰσραὴλ ἐν κρυφίοις ἐν παντὶ φυγαδευτηρίῳ αὐτῶν.

y obligaron a Israel a esconderse en todos sus refugios.

54

Καὶ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελεὺ τῷ πέμπτῳ καὶ τεσσερακοστῷ ἔτει ᾠκοδόμησαν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐν πόλεσιν Ἰούδα κύκλῳ ᾠκοδόμησαν βωμούς,

El día quince de Quisleu del año ciento cuarenta y cinco, construyeron sobre el altar la abominación de la desolación; y en las ciudades de Judá, a su alrededor, construyeron aras,✦

55

καὶ ἐπὶ τῶν θυρίδων τῶν οἰκιῶν καὶ ἐν ταῖς πλατείαις ἐθυμίων.

y quemaban incienso a las puertas de las casas y en las plazas.

56

καὶ τὰ βιβλία τοῦ νόμου ἃ εὗρον, ἐνεπύρισαν πυρὶ κατασχίσαντες.

Los libros de la ley que encontraban los rasgaban y los quemaban en el fuego.

57

καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης, καὶ εἴ τις συνευδόκει τῷ νόμῳ, τὸ σύγκριμα τοῦ βασιλέως ἐθανάτου αὐτόν.

Y dondequiera que se encontraba en poder de alguien un libro de la alianza, o si alguno se adhería a la ley, la sentencia del rey lo condenaba a muerte.

58

ἐν ἰσχύι αὐτῶν ἐποίουν οὕτω τῷ Ἰσραήλ, τοῖς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσιν.

Valiéndose de su fuerza, así trataban a Israel, a los que eran descubiertos en las ciudades, mes tras mes.

59

καὶ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς θυσιάζοντες ἐπὶ τὸν βωμὸν ὃς ἦν ἐπὶ τοῦ θυσιαστηρίου.

Y el día veinticinco del mes ofrecían sacrificios sobre el ara que estaba sobre el altar.✦

60

καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐθανάτωσαν κατὰ τὸ πρόσταγμα,

A las mujeres que habían hecho circuncidar a sus hijos las mataban, conforme al decreto,

61

καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἰκείους αὐτῶν, καὶ τοὺς περιτετμηκότας αὐτούς·

y colgaban a los niños de sus cuellos, y [mataban también] a sus familiares y a los que los habían circuncidado.

62

καὶ πολλοὶ ἐν Ἰσραὴλ ἐκρεμάσθησαν. καὶ ὀχυρώθησαν ἐν αὑτοῖς τοῦ μὴ φαγεῖν κοινά·

Y muchos en Israel fueron colgados. Pero [muchos] se mantuvieron firmes y resueltos a no comer [alimentos] impuros;

63

καὶ ἐπεδέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσιν τοῖς βρώμασιν, καὶ μὴ βεβηλώσουσιν διαθήκην ἁγίαν· καὶ ἀπέθανον.

aceptaron morir antes que mancharse con los alimentos y profanar la alianza santa; y murieron.

64

καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ἰσραὴλ σφόδρα.

Y vino sobre Israel una cólera inmensa.

Fuente del texto original: Texto griego: Septuaginta de H. B. Swete (Cambridge, 1907–1930; dominio público), transcripción digital LXX-Swete-1930 (P. Amicarelli, E. Wong y colaboradores), GPL v3. La columna griega se distribuye con esa misma licencia.