Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa Mis notas EN
‹ 1 y 2 Macabeos
Cristianismo · 1 y 2 Macabeos

1 Macabeos · 10

1

Καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἐπιφανής, καὶ κατελάβετο Πτολεμαίδα, καὶ ἐπεδέξαντο αὐτὸν καὶ ἐβασίλευσεν ἐκεῖ.

En el año ciento sesenta subió Alejandro Epífanes, el [hijo] de Antíoco, y ocupó Ptolemaida; lo recibieron, y reinó allí.✦

2

καὶ ἤκουσεν Δημήτριος ὁ βασιλεύς, καὶ συνήγαγεν δυνάμεις πολλὰς σφόδρα, καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον.

Lo oyó el rey Demetrio, reunió tropas muy numerosas y salió a su encuentro para combatir.

3

καὶ ἀπέστειλεν πρὸς Ἰωναθὰν ἐπιστολὰς Δημήτριος λόγοις εἰρηνικοῖς, ὥστε μεγαλῦναι αὐτόν.

Demetrio envió a Jonatán cartas con palabras de paz, para engrandecerlo,

4

εἶπεν γάρ Προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετ᾽ αὐτῶν, πρὶν ἢ θεῖναι αὐτὸν μετὰ Ἀλεξάνδρου καθ᾽ ἡμῶν.

pues dijo: «Adelantémonos a hacer la paz con ellos, antes de que él la haga con Alejandro contra nosotros,

5

μνησθήσεται γὰρ πάντων τῶν κακῶν ὧν συνετελέσαμεν πρὸς αὐτόν, καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἰς τὸ ἔθνος αὐτοῦ.

porque se acordará de todos los males que le hicimos a él, a sus hermanos y a su nación».

6

καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις, καὶ κατασκευάζειν ὅπλα, καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπεν παραδοῦναι αὐτῷ.

Y le dio autoridad para reunir tropas, fabricar armas y ser su aliado, y ordenó que le entregaran los rehenes que estaban en la ciudadela.✦

7

Καὶ ἦλθεν Ἰωναθὰν ἐν Ἰερουσαλήμ, καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας.

Jonatán fue a Jerusalén y leyó las cartas a oídos de todo el pueblo y de los de la ciudadela.

8

καὶ ἐφοβήθησαν φόβον μέγαν, ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτοῖς ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δυνάμεις.

Y se llenaron de gran temor cuando oyeron que el rey les había dado autoridad para reunir tropas.

9

καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ἰωναθὰν τὰ ὅμηρα, καὶ ἀπέδωκαν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν.

Los de la ciudadela entregaron a Jonatán los rehenes, y los devolvieron a sus padres.

10

καὶ ᾤκησεν Ἰωναθὰν ἐν Ἰερουσαλήμ, καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν.

Jonatán se estableció en Jerusalén y comenzó a edificar y a renovar la ciudad.

11

καὶ εἶπεν πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιὼν κυκλόθεν ἐκ λίθων τετραγώνων εἰς ὀχύρωσιν, καὶ ἐποίησαν οὕτως.

Mandó a los que hacían las obras que edificaran las murallas y [rodearan] el monte Sion en derredor con piedras cuadradas, para fortificarlo; y así lo hicieron.

12

καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν οἷς οἰκοδόμησεν ὁ Βακχίδης.

Y huyeron los extranjeros que estaban en las fortalezas que había construido Báquides.✦

13

καὶ κατέλειπεν ἕκαστος τὸν τόπον αὐτοῦ, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.

Cada uno abandonó su puesto y se fue a su tierra.

14

πλὴν ἐν Βεθσούροις ὑπελείφθησάν τινες τῶν καταλειπόντων τὸν νόμον καὶ τὰ προστάγματα· ἦν γὰρ αὐτοῖς φυγαδευτήριον.

Solo en Bet-Sur quedaron algunos de los que habían abandonado la ley y los preceptos, porque les servía de refugio.

15

Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἀλέξανδρος τὰς ἐπαγγελίας ὅσας ἀπέστειλεν Δημήτριος τῷ Ἰωναθάν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ τοὺς κόπους οὓς ἔσχοσαν.

El rey Alejandro oyó todas las promesas que Demetrio había enviado a Jonatán, y le contaron las guerras y las proezas que él y sus hermanos habían realizado, y las fatigas que habían soportado.

16

καὶ εἶπεν Μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσωμεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν.

Y dijo: «¿Encontraremos acaso otro hombre como este? Ahora, pues, hagámoslo amigo y aliado nuestro».

17

καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων

Y escribió cartas y se las envió en estos términos:

18

Βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ἰωναθὰν χαίρειν.

El rey Alejandro, a su hermano Jonatán: salud.✦

19

ἀκηκόαμεν περὶ σοῦ, ὅτι ἀνὴρ ἀγαθὸς ἰσχύι καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῶν φίλος.

Hemos oído de ti que eres un hombre valeroso y fuerte, y apto para ser nuestro amigo.

20

καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου, καὶ φίλον βασιλέως καλεῖσθαι καὶ ἀπέστειλαν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίαν πρὸς ἡμᾶς.

Ahora, pues, te hemos nombrado hoy sumo sacerdote de tu nación y [te concedemos] ser llamado amigo del rey (y le enviaron púrpura y una corona de oro), para que abraces nuestra causa y mantengas la amistad con nosotros.✦

21

καὶ ἐνεδύσατο Ἰωναθὰν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας, καὶ συνήγαγεν δυνάμεις, καὶ κατεσκεύασεν ὅπλα πολλά.

Y Jonatán se vistió la vestidura sagrada el séptimo mes del año ciento sesenta, en la fiesta de las Tiendas, reunió tropas y fabricó muchas armas.✦

22

Καὶ ἤκουσεν Δημήτριος τοὺς λόγους τούτους, καὶ ἐλυπήθη, καὶ εἶπεν

Demetrio oyó estas cosas, se entristeció y dijo:

23

Τί τοῦτο ἐποιήσαμεν, ὅτι προέφθακεν ἡμᾶς ὁ Ἀλέξανδρος τοῦ φιλίαν καταλαβέσθαι τοῖς Ἰουδαίοις εἰς στήριγμα;

«¿Qué es esto que hemos hecho, que Alejandro se nos ha adelantado en ganarse la amistad de los judíos para afianzarse?

24

γράψω κἀγὼ αὐτοῖς λόγους παρακλήσεως καὶ ὕψους καὶ δομάτων, ὅπως ὦσιν σὺν ἐμοὶ εἰς βοήθειαν.

También yo les escribiré palabras de aliento, de honores y de dádivas, para que estén conmigo y me ayuden».

25

καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους Βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν.

Y les envió [una carta] en estos términos: El rey Demetrio, a la nación de los judíos: salud.

26

ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν καὶ ἐχάρημεν.

Puesto que han guardado los pactos con nosotros, han permanecido en nuestra amistad y no se han pasado a nuestros enemigos, lo hemos oído y nos hemos alegrado.

27

καὶ νῦν ἐνμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ ἀνθ᾽ ὧν ποιεῖτε μεθ᾽ ἡμῶν.

Ahora, pues, sigan guardándonos fidelidad, y les recompensaremos con bienes lo que hacen por nosotros.

28

καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλά, καὶ δώσομεν ὑμῖν δόματα.

Les concederemos muchas exenciones y les daremos dádivas.

29

καὶ νῦν ἀπολύω ὑμᾶς καὶ ἀφίημι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῶν φόρων καὶ τῆς τιμῆς τοῦ ἁλός, καὶ ἀπὸ τῶν στεφάνων·

Desde ahora los libero y eximo a todos los judíos de los tributos, del impuesto de la sal y de las coronas;✦

30

καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς, καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν, ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα, τοῦ λαβεῖν ἀπὸ τῆς γῆς Ἰούδα, καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρίτιδος καὶ Γαλιλαίας, ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν ἅπαντα χρόνον.

y en cuanto al tercio de la siembra y a la mitad del fruto de los árboles que me corresponde percibir, renuncio desde hoy en adelante a cobrarlos de la tierra de Judá y de los tres distritos que se le añaden de Samaria y Galilea, desde el día de hoy y para siempre.✦

31

καὶ Ἰερουσαλὴμ ἤτω ἁγία καὶ ἀφιεμένη καὶ τὰ ὅρια αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη.

Que Jerusalén sea santa y exenta, así como su territorio, [con] los diezmos y los impuestos.

32

ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ἰερουσαλήμ, καὶ δίδωμι τῷ ἀρχιερεῖ ὅπως ἂν καταστῇ ἐν αὐτῇ ἄνδρας, οὓς ἂν ἐκλέξηται αὐτός, τοῦ φυλάσσειν αὐτήν.

Renuncio también a la autoridad sobre la ciudadela de Jerusalén y se la doy al sumo sacerdote, para que ponga en ella a los hombres que él mismo elija para custodiarla.

33

καὶ πᾶσαν ψυχὴν Ἰουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς Ἰούδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρεάν· καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ κτηνῶν αὐτῶν.

A toda persona judía llevada cautiva desde la tierra de Judá a cualquier parte de mi reino la dejo libre sin rescate; y que todos condonen los tributos, también los de su ganado.✦

34

καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδιγμέναι, καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς ἡμέραι μετὰ ἑορτήν, ἔστωσαν πᾶσαι αἱ ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσι τοῖς Ἰουδαίοις τοῖς οὖσιν ἐν πάσῃ τῇ βασιλείᾳ μου.

Todas las fiestas, los sábados, los novilunios y los días señalados, y tres días antes de una fiesta y tres días después, sean todos días de inmunidad y de exención para todos los judíos que están en todo mi reino.

35

καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος.

Y nadie tendrá autoridad para exigir cobros a ninguno de ellos ni molestarlo por ningún asunto.

36

καὶ προγραφήτωσαν τῶν Ἰουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοθήσεται αὐτοῖς ξένια, ὡς καθήκει πάσαις ταῖς δυνάμεσιν τοῦ βασιλέως.

Que se alisten de entre los judíos en las tropas del rey hasta treinta mil hombres, y se les dará la paga como corresponde a todas las tropas del rey.

37

καὶ κατασταθήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασιν τοῦ βασιλέως τοῖς μεγάλοις, καὶ ἐκ τούτων κατασταθήσεται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν· καὶ οἱ ἐπ᾽ αὐτῶν καὶ οἱ ἄρχοντες ἐξ αὐτῶν ἔστωσαν, καὶ πορευέσθωσαν τοῖς νόμοις αὐτῶν, καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ Ἰούδα.

De ellos se pondrán [algunos] en las grandes fortalezas del rey, y de ellos se pondrán [otros] en los cargos de confianza del reino; y que sus jefes y gobernantes sean de entre ellos, y que vivan según sus propias leyes, como el rey lo ha ordenado en la tierra de Judá.

38

καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ Ἰουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρίας, προστεθήτω τῇ Ἰουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφ᾽ ἕνα, τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλ᾽ ἢ τοῦ ἀρχιερέως.

En cuanto a los tres distritos añadidos a Judea del territorio de Samaria, que queden añadidos a Judea, de modo que se consideren bajo un solo [jefe] y no obedezcan a otra autoridad sino a la del sumo sacerdote.

39

Πτολεμαίδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ἰερουσαλὴμ εἰς τὴν προκαθήκουσαν δαπάνην τοῖς ἁγίοις.

Ptolemaida y su territorio los he dado como donación al lugar santo de Jerusalén, para los gastos que corresponden al lugar santo.✦

40

κἀγὼ δίδωμι κατ᾽ ἐνιαυτὸν δέκα πέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως, ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων.

Y yo doy cada año quince mil siclos de plata de las cuentas del rey, de los lugares que [le] pertenecen.✦

41

καὶ πᾶν τὸ πλεονάζον ὃ οὐκ ἀπεδίδοσαν ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσωσιν εἰς τὰ ἔργα τοῦ οἴκου.

Y todo el excedente que [los funcionarios] no entregaban de las rentas, como en los primeros años, lo darán desde ahora para las obras de la Casa.✦

42

καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατ᾽ ἐνιαυτόν, καὶ ταῦτα ἀφίεται, διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν.

Además, los cinco mil siclos de plata que se cobraban cada año de las rentas del lugar santo, de su cuenta, también se condonan, porque pertenecen a los sacerdotes que ofician.

43

καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ἰεροσολύμοις καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτοῦ, ὀφίλων βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσθωσαν, καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου.

Y todos los que se refugien en el templo de Jerusalén y en todo su recinto, por deudas con el rey o por cualquier otro asunto, queden libres, ellos y todo lo que poseen en mi reino.

44

καὶ τοῦ οἰκοδομηθῆναι καὶ τοῦ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγίων, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως.

Para edificar y renovar las obras del lugar santo, el gasto se dará también de la cuenta del rey.

45

καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη Ἰερουσαλήμ, καὶ ὀχυρῶσαι κυκλόθεν, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομῆσαι τὰ τείχη ἐν τῇ Ἰουδαίᾳ.

Y para edificar las murallas de Jerusalén y fortificarla en derredor, el gasto se dará de la cuenta del rey, y también para edificar las murallas en Judea.

46

Ὡς δὲ ἤκουσεν Ἰωναθὰν καὶ ὁ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσεν αὐτοῖς οὐδὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης ἧς ἐποίησεν ἐν Ἰσραήλ, καὶ ἔθλιψεν αὐτοὺς σφόδρα.

Cuando Jonatán y el pueblo oyeron estas palabras, no les dieron crédito ni las aceptaron, porque recordaron el gran mal que [Demetrio] había hecho en Israel y cuánto los había oprimido.

47

καὶ εὐδόκησαν ἐν Ἀλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας.

Se inclinaron por Alejandro, porque él había sido el primero en dirigirles palabras de paz, y fueron sus aliados todo el tiempo.

48

καὶ συνήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας, καὶ παρενέβαλεν ἐξ ἐναντίας Δημητρίου.

El rey Alejandro reunió grandes tropas y acampó frente a Demetrio.

49

καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ Ἀλέξανδρος, καὶ ἴσχυσεν ἐπ᾽ αὐτούς.

Los dos reyes trabaron combate, y el ejército de Demetrio huyó; Alejandro lo persiguió y prevaleció sobre ellos.

50

καὶ ἐστερέωσεν πόλεμον σφόδρα ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Recrudeció con fuerza el combate hasta que se puso el sol, y Demetrio cayó aquel día.

51

Καὶ ἀπέστειλεν Ἀλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων

Alejandro envió embajadores a Tolomeo, rey de Egipto, con este mensaje:✦

52

Ἐπεὶ ἀνέστρεψα εἰς τὴν βασιλείαν μου καὶ ἐκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν·

«Ya que he vuelto a mi reino, me he sentado en el trono de mis padres, he tomado el poder, he aplastado a Demetrio y me he adueñado de nuestro país,

53

καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφ᾽ ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ·

pues trabé batalla con él, y él y su ejército fueron aplastados por nosotros, y nos sentamos en el trono de su reino,

54

καὶ συνστήσωμεν πρὸς αὐτὸν φιλίαν· καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι, καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου.

establezcamos amistad con él; ahora, pues, dame a tu hija por esposa, y emparentaré contigo, y te daré a ti y a ella dones dignos de ti».✦

55

καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς λέγων Ἀγαθὴ ἡμέρα, ἐν ᾗ ἀνέστρεψας εἰς γῆν πατέρων σου, καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν.

El rey Tolomeo respondió diciendo: «¡Dichoso el día en que volviste a la tierra de tus padres y te sentaste en el trono de su reino!

56

καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας· ἀλλὰ ἀπάντησον εἰς Πτολεμαίδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι καθὼς εἴρηκας.

Ahora, pues, haré por ti lo que escribiste; pero ven a mi encuentro a Ptolemaida, para que nos veamos, y emparentaré contigo como has dicho».

57

καὶ ἐξῆλθεν Πτολεμαῖος ἐξ Αἰγύπτου αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ, καὶ ἦλθεν εἰς Πτολεμαίδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ.

Tolomeo salió de Egipto, él y su hija Cleopatra, y llegó a Ptolemaida el año ciento sesenta y dos.✦

58

καὶ ἀπήντησεν αὐτῷ Ἀλέξανδρος ὁ βασιλεύς, καὶ ἐξέδετο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ, καὶ ἐποίησεν τὸν γάμον αὐτῆς ἐν Πτολεμαίδι, καθὼς οἱ βασιλεῖς, ἐν δόξῃ μεγάλῃ.

El rey Alejandro salió a su encuentro, y [Tolomeo] le entregó a su hija Cleopatra y celebró sus bodas en Ptolemaida con gran esplendor, como [suelen] los reyes.

59

Καὶ ἔγραψεν ὁ βασιλεὺς Ἀλέξανδρος Ἰωνάθῃ ἐλθεῖν εἰς συνάντησιν αὐτῷ.

El rey Alejandro escribió a Jonatán que fuera a su encuentro.

60

καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαίδα, καὶ ἀπήντησεν τοῖς δυσὶν βασιλεῦσιν· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλά, καὶ εὗρεν χάριν ἐναντίον αὐτῶν.

Este fue con pompa a Ptolemaida y se presentó a los dos reyes; les dio plata y oro, a ellos y a sus amigos, y muchos regalos, y halló gracia ante ellos.

61

καὶ συνήχθησαν ἐπ᾽ αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ἰσραήλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατ᾽ αὐτοῦ· καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς.

Y se juntaron contra él hombres pestilentes de Israel, hombres sin ley, para acusarlo; pero el rey no les hizo caso.

62

καὶ προσέταξεν αὐτοῖς ὁ βασιλεύς, καὶ ἐξέδυσεν Ἰωναθὰν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐνέδυσεν αὐτὸν πορφύραν· καὶ ἐποίησαν οὕτως.

El rey dio órdenes, y despojó a Jonatán de sus vestidos y lo vistió de púrpura; y así lo hicieron.

63

καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετ᾽ αὐτοῦ, καὶ εἶπεν τοῖς ἄρχουσιν αὐτοῦ Ἐξέλθατε μετ᾽ αὐτοῦ εἰς μέσον τῆς πόλεως, καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατὰ τούτου περὶ μηδενὸς πράγματος, καὶ μηδεὶς αὐτῷ ἐνοχλείτω περὶ παντὸς λόγου.

El rey lo hizo sentar a su lado y dijo a sus dignatarios: «Salgan con él al centro de la ciudad y pregonen que nadie lo acuse de nada y que nadie lo moleste por ningún motivo».

64

καὶ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ καθὼς ἐκήρυξεν, καὶ περιβεβλημένον αὐτὸν σινδόνα, καὶ ἔφυγον πάντες.

Y sucedió que, cuando los acusadores vieron su gloria, tal como se había pregonado, y a él vestido de púrpura, huyeron todos.

65

καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεύς, καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων, καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην.

El rey lo honró, lo inscribió entre los primeros amigos y lo nombró general y meridarca.✦

66

καὶ ἐπέστρεψεν Ἰωναθὰν εἰς Ἰερουσαλὴμ μετ᾽ εἰρήνης καὶ εὐφροσύνης.

Y Jonatán regresó a Jerusalén en paz y con alegría.

67

Καὶ ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθεν Δημήτριος ὁ υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ.

En el año ciento sesenta y cinco, Demetrio, hijo de Demetrio, vino de Creta a la tierra de sus padres.✦

68

καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεύς, καὶ ἐλυπήθη σφόδρα, καὶ ἀπέστρεψεν εἰς Ἀντιοχίαν.

El rey Alejandro lo oyó, se entristeció mucho y regresó a Antioquía.

69

καὶ κατέστησεν Δημήτριος Ἀπολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας, καὶ συνήγαγεν δύναμιν μεγάλην, καὶ παρενέβαλεν ἐν Ἰαμνείᾳ· καὶ ἀπέστειλεν πρὸς Ἰωναθὰν τὸν ἀρχιερέα, λέγων

Demetrio puso [al mando] a Apolonio, que estaba al frente de Celesiria; este reunió un gran ejército y acampó en Jamnia, y envió [un mensaje] a Jonatán, el sumo sacerdote, diciendo:✦

70

Σὺ μονώτατος ἐπαίρῃ ἐφ᾽ ἡμᾶς, ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ ὀνειδισμὸν διὰ σέ· καὶ διὰ τί ἐξουσιάζῃ ἐφ᾽ ἡμᾶς ἐν τοῖς ὄρεσιν;

«Tú eres el único que se levanta contra nosotros, y yo he quedado en ridículo y en oprobio por tu causa. ¿Por qué ejerces tu poder contra nosotros en las montañas?

71

νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσίν σου, κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συνκριθώμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετ᾽ ἐμοῦ ἐστιν δύναμις τῶν πόλεων.

Ahora, pues, si confías en tus tropas, baja a nosotros a la llanura y midámonos allí, porque conmigo está la fuerza de las ciudades.

72

ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν· καὶ λέγουσιν Οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν, ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν τῇ γῇ αὐτῶν.

Pregunta y averigua quién soy yo y quiénes son los demás que nos ayudan; y dicen: “No tienen ustedes dónde poner el pie frente a nosotros, porque dos veces fueron derrotados tus padres en su propia tierra”.

73

καὶ νῦν οὐ δυνήσῃ ὑποστῆναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστιν λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ φυγεῖν.

Y ahora no podrás resistir a la caballería ni a un ejército semejante en la llanura, donde no hay piedra, ni guijarro, ni lugar donde huir».

74

Ὡς δε ἤκουσεν Ἰωναθὰν τῶν λόγων Ἀπολλωνίου, ἐκινήθη τῇ διανοίᾳ, καὶ ἐπέλεξεν δέκα χιλιάδας ἀνδρῶν, καὶ ἐξῆλθεν ἐξ Ἰερουσαλήμ, καὶ συνήντησεν αὐτῷ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτοῦ.

Cuando Jonatán oyó las palabras de Apolonio, se le agitó el ánimo; escogió diez mil hombres y salió de Jerusalén, y su hermano Simón se le unió para ayudarlo.

75

καὶ παρενέβαλεν ἐπὶ Ἰόππην, καὶ ἀπέκλεισαν αὐτὸν οἱ ἐκ τῆς πόλεως, ὅτι φρουρὰ Ἀπολλωνίου ἐν Ἰόππῃ, καὶ ἐπολέμησαν αὐτήν.

Acampó frente a Jope, y los de la ciudad le cerraron [las puertas], porque había en Jope una guarnición de Apolonio; y la atacaron.

76

καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν Ἰωναθὰν Ἰόππης.

Los de la ciudad, atemorizados, abrieron, y Jonatán se adueñó de Jope.

77

καὶ ἤκουσεν Ἀπολλώνιος, καὶ παρενέβαλεν τρισχιλίαν ἵππον καὶ δύναμιν πολλήν, καὶ ἐπορεύθη εἰς Ἄζωτον ὡς διοδεύων, καὶ ἅμα προσῆγεν εἰς τὸ πεδίον, καὶ διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπ᾽ αὐτήν.

Apolonio lo oyó, desplegó tres mil jinetes y un ejército numeroso y marchó hacia Azoto como quien está de paso, pero al mismo tiempo avanzaba hacia la llanura, porque tenía una gran caballería y confiaba en ella.✦

78

καὶ κατεδίωξεν ὀπίσω αὐτοῦ εἰς Ἄζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ ὀπίσω αὐτοῦ εἰς πόλεμον.

[Jonatán] fue en su persecución hacia Azoto, y los ejércitos trabaron combate tras él.

79

καὶ ἀπέλειπεν Ἀπολλώνιος χιλίαν ἵππον κρυπτῶς κατόπισθεν αὐτῶν·

Pero Apolonio había dejado mil jinetes ocultos detrás de ellos.

80

καὶ ἔγνω Ἰωναθὰν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ. καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολήν, καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωίθεν ἕως δείλης.

Jonatán supo que había una emboscada a sus espaldas. Rodearon su campamento y lanzaron dardos contra la tropa desde la mañana hasta la tarde.

81

ὁ δὲ λαὸς ἱστήκει καθὼς ἐπέταξεν Ἰωναθάν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν.

Pero la tropa se mantuvo firme, como había ordenado Jonatán, y los caballos de ellos se cansaron.

82

καὶ εἵλκυσεν Σίμων τήν δύναμιν αὐτοῦ, καὶ συνῆψεν πρὸς τὴν φάλαγγα, ἡ γὰρ ἵππος ἐξελύθη· καὶ συνετρίβησαν ἀπ᾽ αὐτοῦ, καὶ ἔφυγαν.

Entonces Simón hizo avanzar su ejército y atacó la falange, pues la caballería estaba agotada; fueron aplastados por él y huyeron.

83

καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ, καὶ ἔφυγον εἰς Ἄζωτον, καὶ εἰσῆλθον εἰς Βηθδαγὼν τὸ εἰδώλιον αὐτῶν τοῦ σωθῆναι.

La caballería se dispersó por la llanura, y huyeron a Azoto y entraron en Bet-Dagón, el templo de su ídolo, para salvarse.✦

84

καὶ ἐνεπύρισεν Ἰωναθὰν τὴν Ἄζωτον καὶ τὰς πὸλεις τὰς κύκλῳ αὐτῆς, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν, καὶ τὸ ἱερὸν Δαγὼν καὶ τὸ ἱερὸν αὐτῆς ἐνεπύρισεν ἐν πυρί.

Jonatán incendió Azoto y las ciudades de su alrededor, tomó su botín, y prendió fuego al templo de Dagón y a los que se habían refugiado en él.

85

καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐνπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους.

Los que cayeron a espada, junto con los que murieron quemados, fueron unos ocho mil hombres.

86

καὶ ἀπῆρεν ἐκεῖθεν Ἰωναθάν, καὶ παρενέβαλεν εἰς Ἀσκάλωνα, καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ.

Jonatán partió de allí y acampó junto a Ascalón, y los de la ciudad salieron a su encuentro con gran honor.

87

καὶ ἐπέστρεψεν Ἰωναθὰν σὺν τοῖς παρ᾽ αὐτοῦ ἔχοντες σκῦλα πολλά.

Y Jonatán regresó con los suyos, cargados de mucho botín.

88

καὶ ἐγένετο ὡς ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέθετο δοξάσαι τὸν Ἰωναθάν.

Y sucedió que, cuando el rey Alejandro oyó estas cosas, honró aún más a Jonatán.

89

καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔθος ἐστὶν δίδοσθαι τοῖς συγγενεῦσιν τῶν βασιλέων· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀκκαρὼν καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν.

Le envió un broche de oro, como es costumbre darlo a los parientes de los reyes, y le dio Acarón con todo su territorio en posesión.✦

Fuente del texto original: Texto griego: Septuaginta de H. B. Swete (Cambridge, 1907–1930; dominio público), transcripción digital LXX-Swete-1930 (P. Amicarelli, E. Wong y colaboradores), GPL v3. La columna griega se distribuye con esa misma licencia.