Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa Mis notas EN
‹ 1 y 2 Macabeos
Cristianismo · 1 y 2 Macabeos

2 Macabeos · 12

1

Γενομένων δὲ τῶν συνθηκῶν τούτων, ὁ μὲν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα, οἱ δὲ Ἰουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο.

Concluidos estos acuerdos, Lisias se marchó adonde estaba el rey, y los judíos se dedicaban a la labranza.

2

τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ Ἀπολλώνιος ὁ τοῦ Γενναίου, ἔτι δὲ Ἱερώνυμος καὶ Δημοφών, πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης, οὐκ εἴων αὐτοὺς εὐσταθεῖν καὶ τὰς ἡσυχίας ἄγειν.

Pero algunos de los gobernadores locales, Timoteo y Apolonio, el hijo de Geneo, y además Jerónimo y Demofonte, y junto a estos Nicanor, el ciprarca, no los dejaban vivir tranquilos ni gozar de paz.✦

3

Ἰοππεῖται δὲ τηλικοῦτο συνετελέσαντο δυσσέβημα, παρακαλέσαντες τοὺς ἐν ἑαυτοῖς οἰκοῦντας Ἰουδαίους ἐμβῆναι εἰς τὰ παρακατασταθέντα ὑπ᾽ αὐτῶν σκάφη σὺν γυναιξὶν καὶ τέκνοις, ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας·

Los de Jope cometieron una impiedad de tal calibre: invitaron a los judíos que vivían entre ellos a subir, con sus mujeres y sus hijos, a las barcas que ellos mismos habían preparado, como si no hubiera contra ellos ninguna hostilidad.✦

4

μετὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα καὶ τούτων ἐπιδεξαμένων, ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων, ἀχθέντας αὐτοὺς ἐβύθισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων.

Conforme al decreto común de la ciudad, estos aceptaron, como quienes deseaban vivir en paz y no sospechaban nada; y cuando los llevaron [mar adentro], los ahogaron. Eran no menos de doscientos.

5

μεταλαβὼν δὲ ὁ Ἰούδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα, παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσιν

Cuando Judas se enteró de la crueldad cometida contra sus compatriotas, dio órdenes a los hombres que estaban con él,

6

καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν θεόν, παραγενόμενος ἐπὶ τοὺς μιαιφόνους τῶν ἀδελφῶν, τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησεν καὶ τὰ σκάφη κατέφλεξεν, τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησεν.

e invocando a Dios, el juez justo, marchó contra los asesinos de sus hermanos: de noche incendió el puerto, quemó las barcas y pasó a cuchillo a los que se habían refugiado allí.

7

τοῦ δὲ χωρίου συνκλεισθέντος, ἀνέλυσεν, πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν Ἰοππιτῶν ἐκριζῶσαι πολίτευμα.

Como la plaza se había cerrado, se retiró, con la intención de volver y extirpar de raíz a toda la comunidad de los de Jope.

8

μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ἰαμνίᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς κατοικοῦσιν Ἰουδαίοις,

Al enterarse también de que los de Jamnia querían hacer lo mismo con los judíos que vivían [allí],✦

9

καὶ τοῖς Ἰαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφῆψεν τὸν λιμένα σὺν τῷ στόλῳ, ὥστε ἐπιφαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ Ἰεροσόλυμα, σταδίων ὄντων διακοσίων τεσσεράκοντα.

cayó de noche también sobre los de Jamnia e incendió el puerto junto con la flota, de modo que el resplandor del fuego se veía hasta en Jerusalén, que estaba a doscientos cuarenta estadios.✦

10

Ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα, ποιουμένων τὴν πορίαν ἐπὶ τὸν Τιμόθεον, ἐπέβαλλον Ἄραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ πεντακόσιοι.

Cuando se habían alejado de allí nueve estadios, en su marcha contra Timoteo, cayeron sobre él unos árabes, no menos de cinco mil, con quinientos jinetes.

11

γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν Ἰούδαν διὰ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν εὐημερησάντων, ἐλαττονωθέντες οἱ νομάδες ἠξίουν δοῦναι τὸν Ἰούδαν δεξιὰν αὐτοῖς, ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς.

Se trabó un duro combate, y los de Judas, gracias a la ayuda de Dios, salieron victoriosos; los nómadas, vencidos, pidieron a Judas que les diera la diestra, y prometieron darles ganado y ayudarlos en todo lo demás.✦

12

Ἰούδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους, ὑπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς· καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσθησαν.

Judas, pensando que de verdad podrían serles útiles en muchas cosas, accedió a hacer la paz con ellos; y, recibidas las diestras, se retiraron a sus tiendas.

13

Ἐπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεφυροῦν, ὀχυρὰν καὶ τείχεσιν περιπεφραγμένην καὶ πανμιγέσιν ἔθνεσιν κατοικουμένην, ὄνομα δὲ Κασπείν.

Atacó también, tendiendo un puente, cierta ciudad fuerte, rodeada de murallas y habitada por gentes de toda raza, llamada Caspín.✦

14

οἱ δὲ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει, ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν Ἰούδαν, λοιδοροῦντες, καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες ἃ μὴ θέμις.

Los de dentro, confiados en la solidez de sus murallas y en la reserva de víveres, se comportaban con insolencia frente a los de Judas: los injuriaban y, además, blasfemaban y decían lo que no es lícito.

15

οἱ δὲ περὶ τὸν Ἰούδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην, τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ἰεριχὼ κατὰ τοὺς Ἰησοῦ χρόνους, ἐνέσεισαν θηριωδῶς τῷ τείχει·

Pero los de Judas invocaron al gran Poderoso del universo, que sin arietes ni máquinas de guerra derribó Jericó en tiempos de Josué, y se lanzaron con furia salvaje contra la muralla.✦

16

καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ θεοῦ θελήσει ἀμυθήτους ἐποιήσαντο σφαγάς, ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο καταρρεῖν τὸ αἷμα πεπληρωμένην φαίνεσθαι.

Tomaron la ciudad por la voluntad de Dios e hicieron una matanza indescriptible, de tal modo que el lago vecino, de dos estadios de ancho, parecía lleno de la sangre que corría [hacia él].

17

Ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν χάρακα καὶ πρὸς τοὺς λεγομένους Τουβεινοὺς Ἰουδαίους.

Alejándose de allí setecientos cincuenta estadios, llegaron a Cárax, donde estaban los judíos llamados tubianos.✦

18

καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον, ἄπρακτον τότε ἐκ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν.

A Timoteo no lo encontraron en aquellos lugares, pues se había retirado de allí sin conseguir nada, aunque había dejado en cierto lugar una guarnición muy fuerte.

19

Δωσίθεος δὲ καὶ Σωσίπατρος, τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων, ἐξοδεύσαντες τοὺς ὑπὸ Τιμοθέου ἀπώλεσαν καταλειφθέντας ἐν τῷ ὀχυρώματι, πλείους τῶν μυρίων ἀνδρῶν·

Dositeo y Sosípatro, que eran de los jefes del Macabeo, salieron y aniquilaron a los que Timoteo había dejado en la fortaleza, más de diez mil hombres.

20

ὁ δὲ Μακκαβαῖος, διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδόν, κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν· καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησαν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ δισχιλίους καὶ πρὸς τοῖς ἑπτακισχιλίοις.

El Macabeo dispuso en cohortes el ejército que tenía consigo, los puso al frente de las cohortes y se lanzaron contra Timoteo, que tenía consigo ciento veinte mil soldados de infantería y dos mil jinetes además de los siete mil.✦

21

τὴν δὲ ἔφοδον μεταλαβὼν Ἰούδου, προεξαπέστειλεν ὁ Τιμόθεος τὰς γυναῖκας καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Κάρνιον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα.

Enterado del avance de Judas, Timoteo envió por delante a las mujeres y al resto del bagaje al [lugar] llamado Carnión, pues era un sitio difícil de asediar y de difícil acceso por lo estrecho de todos los pasos.✦

22

ἐπιφανείσης δὲ τῆς Ἰούδου σπείρης πρώτου, καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους, φόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐφορῶντος ἐπιφανίας γενομένης ἐπ᾽ αὐτούς, εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος, ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι.

Cuando apareció la primera cohorte, la de Judas, cayó el espanto sobre los enemigos, y el miedo se apoderó de ellos por la manifestación de Aquel que todo lo ve; se lanzaron a la fuga, cada uno por su lado, de modo que muchas veces eran heridos por los suyos y atravesados por las puntas de sus espadas.

23

ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον Ἰούδας, συνκεντῶν τοὺς ἀλιτηρίους, διέφθειρεν δὲ εἰς μυριάδας τρεῖς ἀνδρῶν.

Judas proseguía la persecución con gran vigor, acuchillando a los malvados, y destruyó a unos treinta mil hombres.

24

αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δωσίθεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλῆς γοητίας ἐξαφεῖναι ὡς σῷον αὐτόν, διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφοὺς ἔχειν, καὶ τούτους ἀλογηθῆναι συμβήσεται·

El propio Timoteo cayó en manos de los de Dositeo y Sosípatro, y con mucha astucia les pedía que lo dejaran ir sano y salvo, porque tenía [en su poder] a padres de muchos de ellos y a hermanos de otros, y sucedería que a estos los tratarían sin miramientos.

25

πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστῆσαι τούτους ἀπημάντους, ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας.

Tras haber garantizado él con muchas [palabras] el compromiso de devolverlos sin daño, lo soltaron por la salvación de sus hermanos.

26

Ἐξελθὼν δὲ ἐπὶ τὸ Κάρνιον καὶ τὸ Ἀτεργάτιον, κατέσφαξεν μυριάδας σωμάτων δύο πεντακισχιλίους.

[Judas] salió contra Carnión y el Atargateo, y degolló a veinticinco mil personas.✦

27

μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Ἐφρών, πόλιν ὀχυράν, ἐν ᾗ πάμφυλα ἐν αὐτῇ πλήθη· νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καθεστῶτες εὐρώστως ἀπεμάχοντο· ἔνθα ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον.

Tras la derrota y destrucción de estos, marchó también contra Efrón, ciudad fortificada, donde había multitudes de toda raza; jóvenes robustos, apostados delante de las murallas, combatían con vigor, y allí había grandes reservas de máquinas y proyectiles.✦

28

ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ὁλκάς, ἔλαβον τὴν πόλιν ὑποχείριον, κατέστρωσαν δὲ τῶν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους.

Pero invocaron al Poderoso, que con fuerza quebranta el empuje de los enemigos, se apoderaron de la ciudad y abatieron a unos veinticinco mil de los que estaban dentro.

29

ἀναζεύξαντές τε ἐκεῖθεν, ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν, ἀπέχουσαν ἀπὸ Ἰεροσολύμων σταδίους ἑξακοσίους.

Partiendo de allí, se lanzaron contra la ciudad de los escitas, que dista de Jerusalén seiscientos estadios.✦

30

ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ καθεστώτων Ἰουδαίων ἣν οἱ Σκυθοπολεῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν, καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν,

Pero como los judíos establecidos allí atestiguaron la benevolencia que los escitopolitanos les habían mostrado y el trato amable [que les dieron] en los tiempos de desgracia,

31

εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι, παρεγενήθησαν εἰς Ἰεροσόλυμα, τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου.

les dieron las gracias y los exhortaron a seguir siendo benévolos con su raza en adelante; y llegaron a Jerusalén cuando ya estaba próxima la fiesta de las Semanas.✦

32

Μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ἰδουμαίας στρατηγόν.

Después de la [fiesta] llamada Pentecostés, marcharon contra Gorgias, el gobernador de Idumea.

33

ἐξῆλθεν δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων·

Este salió con tres mil soldados de infantería y cuatrocientos jinetes.

34

παραταξαμένους δὲ συνέβη πεσεῖν ὀλίγους τῶν Ἰουδαίων.

Trabada la batalla, sucedió que cayeron unos pocos de los judíos.

35

Δωσίθεος δέ τις τῶν τοῦ Βακήνορος, ἔφιππος ἀνὴρ καὶ καρτερός, εἴχετο τοῦ Γοργίου, καὶ λαβόμενος τῆς χλαμύδος, ἦγεν αὐτὸν εὐρώστως, καὶ βουλομένου τὸν κατάρατον λαβεῖν ζωγρείαν, τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος, διέφυγεν Γοργίας εἰς Μαρισά.

Un tal Dositeo, de los de Bacenor, hombre de a caballo y fuerte, se aferró a Gorgias y, agarrándolo por la clámide, lo arrastraba con vigor, queriendo capturar vivo al maldito; pero uno de los jinetes tracios se abalanzó sobre él y le cortó el hombro, y Gorgias huyó a Marisá.✦

36

τῶν δὲ περὶ τὸν Ἔσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων, ἐπικαλεσάμενος Ἰούδας τὸν κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν φανῆναι τοῦ πολέμου,

Como los de Esdrís llevaban largo tiempo combatiendo y estaban agotados, Judas invocó al Señor para que se mostrara su aliado y se mostrara su guía en la batalla;

37

καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθ᾽ ὕμνων κραυγήν, ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν τροπὴν ἐποιήσατο αὐτῶν.

y, entonando en la lengua de sus padres el grito de guerra con himnos, se lanzó por sorpresa contra los de Gorgias y los puso en fuga.✦

38

Ἰούδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἧκεν εἰς Ὀδολλὰμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης, κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διῆγεν.

Judas reunió el ejército y llegó a la ciudad de Odolam; y como llegaba el séptimo día, se purificaron según la costumbre y pasaron allí el sábado.✦

39

τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν Ἰούδαν, καθ᾽ ὃν χρόνον τὸ τῆς χρείας ἐγεγόνει, τὰ σώματα τῶν προπεπτωκότων ἀνακομίσασθαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους.

Al día siguiente, cuando ya se había hecho necesario, los de Judas fueron a recoger los cuerpos de los caídos para llevarlos junto a sus parientes a los sepulcros de sus padres.

40

εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ Ἰαμνίας εἰδώλων, ἀφ᾽ ὧν ὁ νόμος ἀπήργει τοὺς Ἰουδαίους· τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι.

Y encontraron bajo la túnica de cada uno de los muertos objetos consagrados a los ídolos de Jamnia, que la ley prohíbe a los judíos; y para todos quedó claro que por esta causa habían caído aquellos.✦

41

πάντες οὖν εὐλογήσαντες τὰ τοῦ δικαιοκρίτου κυρίου τοῦ τὰ κεκρυμμένα φανερὰ ποιοῦντος,

Así pues, todos bendijeron [las obras] del Señor, el juez justo, que hace manifiesto lo oculto,

42

εἰς ἱκεσίαν ἐτράπησαν, ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι· ὁ δὲ γενναῖος Ἰούδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν αὑτοὺς ἀναμαρτήτους εἶναι, ὑπ᾽ ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν.

y se volvieron a la súplica, pidiendo que el pecado cometido fuera completamente borrado. El noble Judas exhortó a la multitud a mantenerse sin pecado, pues habían visto con sus propios ojos lo que había sucedido por el pecado de los caídos.

43

ποιησάμενός τε κατ᾽ ἀνδρολογεῖον εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ἰεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν, πάνυ καλῶς καὶ ἀστείως πράττων, ὑπὲρ ἀναστάσεως ἀναλογιζόμενος.

E hizo una colecta entre los hombres, de unas dos mil dracmas de plata, y las envió a Jerusalén para ofrecer un sacrificio por el pecado, obrando muy bien y noblemente, con el pensamiento puesto en la resurrección.✦

44

εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν καὶ ληρῶδες ὑπὲρ νεκρῶν εὔχεσθαι·

Porque si no hubiera esperado que los caídos resucitarían, habría sido superfluo y necio orar por los muertos;

45

εἴτε ἐμβλέπων τοῖς μετ᾽ εὐσεβίας κοιμωμένοις κάλλιστον ἀποκείμενον εὐχαριστήριον, ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια. ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο, τῆς ἁμαρτίας ἀπολυθῆναι.

y si consideraba que a los que se duermen con piedad les está reservada una magnífica recompensa, santo y piadoso [era] su pensamiento. Por eso hizo la expiación por los muertos, para que fueran liberados del pecado.✦

Fuente del texto original: Texto griego: Septuaginta de H. B. Swete (Cambridge, 1907–1930; dominio público), transcripción digital LXX-Swete-1930 (P. Amicarelli, E. Wong y colaboradores), GPL v3. La columna griega se distribuye con esa misma licencia.