República, libro II
ἐγὼ μὲν οὖν ταῦτα εἰπὼν ᾤμην λόγου ἀπηλλάχθαι· τὸ δʼ ἦν ἄρα, ὡς ἔοικε, προοίμιον. ὁ γὰρ Γλαύκων ἀεί τε δὴ ἀνδρειότατος ὢν τυγχάνει πρὸς ἅπαντα, καὶ δὴ καὶ τότε τοῦ Θρασυμάχου τὴν ἀπόρρησιν οὐκ ἀπεδέξατο, ἀλλʼ ἔφη· ὦ Σώκρατες, πότερον ἡμᾶς βούλει δοκεῖν πεπεικέναι ἢ ὡς
Yo, pues, después de decir esto, creía haberme librado de la discusión; pero aquello era, según parece, solo un preludio. Porque Glaucón, que es siempre el más valiente ante todo, tampoco entonces aceptó la renuncia de Trasímaco, sino que dijo: —Sócrates, ¿quieres parecer que nos has persuadido, o como✦
Glaucón y Adimanto, interlocutores de Sócrates en este libro, eran hermanos de Platón.
ἀληθῶς πεῖσαι ὅτι παντὶ τρόπῳ ἄμεινόν ἐστιν δίκαιον εἶναι ἢ ἄδικον; ὡς ἀληθῶς, εἶπον, ἔγωγʼ ἂν ἑλοίμην, εἰ ἐπʼ ἐμοὶ εἴη. οὐ τοίνυν, ἔφη, ποιεῖς ὃ βούλει. λέγε γάρ μοι· ἆρά σοι δοκεῖ τοιόνδε τι εἶναι ἀγαθόν, ὃ δεξαίμεθʼ ἂν ἔχειν οὐ τῶν ἀποβαινόντων ἐφιέμενοι, ἀλλʼ αὐτὸ αὑτοῦ ἕνεκα ἀσπαζόμενοι, οἷον τὸ χαίρειν καὶ αἱ ἡδοναὶ ὅσαι ἀβλαβεῖς καὶ μηδὲν εἰς τὸν ἔπειτα χρόνον διὰ ταύτας γίγνεται ἄλλο ἢ χαίρειν ἔχοντα; ἔμοιγε, ἦν δʼ ἐγώ, δοκεῖ τι εἶναι τοιοῦτον.
de verdad persuadirnos de que de todos los modos es mejor ser justo que injusto? —De verdad, dije, yo lo elegiría, si dependiera de mí. —Pues no haces, dijo, lo que quieres. Dime: ¿te parece que hay un bien de esta clase, que desearíamos tener no por aspirar a lo que de él resulta, sino acogiéndolo por sí mismo, como el gozar y cuantos placeres son inofensivos y de los cuales no resulta, para el tiempo posterior, otra cosa que el gozar al tenerlos? —A mí, dije yo, me parece que hay algo así.
τί δέ; ὃ αὐτό τε αὑτοῦ χάριν ἀγαπῶμεν καὶ τῶν ἀπʼ αὐτοῦ γιγνομένων, οἷον αὖ τὸ φρονεῖν καὶ τὸ ὁρᾶν καὶ τὸ ὑγιαίνειν; τὰ γὰρ τοιαῦτά που διʼ ἀμφότερα ἀσπαζόμεθα. ναί, εἶπον. τρίτον δὲ ὁρᾷς τι, ἔφη, εἶδος ἀγαθοῦ, ἐν ᾧ τὸ γυμνάζεσθαι καὶ τὸ κάμνοντα ἰατρεύεσθαι καὶ ἰάτρευσίς τε καὶ ὁ ἄλλος χρηματισμός; ταῦτα γὰρ ἐπίπονα φαῖμεν ἄν, ὠφελεῖν δὲ ἡμᾶς, καὶ αὐτὰ μὲν ἑαυτῶν ἕνεκα οὐκ ἂν δεξαίμεθα ἔχειν,
—¿Y qué? ¿Lo que amamos por sí mismo y también por lo que de ello resulta, como el pensar, el ver y el estar sano? Pues tales cosas, creo, las acogemos por ambos motivos. —Sí, dije. —¿Ves, dijo, un tercer tipo de bien, en el que están el ejercitarse, el ser curado cuando se está enfermo, el curar mismo y el resto del ganarse el dinero? Diríamos que estas cosas son penosas, pero que nos benefician, y por sí mismas no querríamos tenerlas,
τῶν δὲ μισθῶν τε χάριν καὶ τῶν ἄλλων ὅσα γίγνεται ἀπʼ αὐτῶν. ἔστιν γὰρ οὖν, ἔφην, καὶ τοῦτο τρίτον. ἀλλὰ τί δή; ἐν ποίῳ, ἔφη, τούτων τὴν δικαιοσύνην τιθεῖς;
sino por los salarios y por todo lo demás que resulta de ellas. —Existe, en efecto, dije, también este tercero. Pero ¿a qué viene eso? —¿En cuál de estos, dijo, colocas la justicia?
ἐγὼ μὲν οἶμαι, ἦν δʼ ἐγώ, ἐν τῷ καλλίστῳ, ὃ καὶ διʼ αὑτὸ καὶ διὰ τὰ γιγνόμενα ἀπʼ αὐτοῦ ἀγαπητέον τῷ μέλλοντι μακαρίῳ ἔσεσθαι. οὐ τοίνυν δοκεῖ, ἔφη, τοῖς πολλοῖς, ἀλλὰ τοῦ ἐπιπόνου εἴδους, ὃ μισθῶν θʼ ἕνεκα καὶ εὐδοκιμήσεων διὰ δόξαν ἐπιτηδευτέον, αὐτὸ δὲ διʼ αὑτὸ φευκτέον ὡς ὂν χαλεπόν. οἶδα, ἦν δʼ ἐγώ, ὅτι δοκεῖ οὕτω καὶ πάλαι ὑπὸ Θρασυμάχου ὡς τοιοῦτον ὂν ψέγεται, ἀδικία δʼ ἐπαινεῖται· ἀλλʼ ἐγώ τις, ὡς ἔοικε, δυσμαθής.
—Yo creo, dije, que en el más hermoso, el que debe ser amado, tanto por sí mismo como por lo que de él resulta, por quien vaya a ser feliz. —Pues a la mayoría no se lo parece, dijo, sino que es de la clase penosa, que ha de practicarse por salarios y por la buena fama que da la opinión, pero que por sí misma ha de evitarse por ser difícil. —Sé, dije yo, que así lo parece, y que hace tiempo Trasímaco la censura como tal, y alaba la injusticia; pero yo, según parece, soy algo duro de entendederas.
ἴθι δή, ἔφη, ἄκουσον καὶ ἐμοῦ, ἐάν σοι ἔτι ταὐτὰ δοκῇ. Θρασύμαχος γάρ μοι φαίνεται πρῳαίτερον τοῦ δέοντος ὑπὸ σοῦ ὥσπερ ὄφις κηληθῆναι, ἐμοὶ δὲ οὔπω κατὰ νοῦν ἡ ἀπόδειξις γέγονεν περὶ ἑκατέρου· ἐπιθυμῶ γὰρ ἀκοῦσαι τί τʼ ἔστιν ἑκάτερον καὶ τίνα ἔχει δύναμιν αὐτὸ καθʼ αὑτὸ ἐνὸν ἐν τῇ ψυχῇ, τοὺς δὲ μισθοὺς καὶ τὰ γιγνόμενα ἀπʼ αὐτῶν ἐᾶσαι χαίρειν. οὑτωσὶ οὖν ποιήσω, ἐὰν καὶ σοὶ δοκῇ· ἐπανανεώσομαι
—Vamos, dijo, escúchame también a mí, a ver si todavía te parece lo mismo. Pues Trasímaco me parece que, como una serpiente, fue hechizado por ti antes de lo debido; a mí, en cambio, la demostración sobre una y otra aún no me ha satisfecho. Deseo, en efecto, oír qué es cada una y qué poder tiene por sí misma al estar en el alma, y dejar a un lado los salarios y lo que de ellas resulta. Haré, pues, así, si también a ti te parece bien: renovaré
τὸν Θρασυμάχου λόγον, καὶ πρῶτον μὲν ἐρῶ δικαιοσύνην οἷον εἶναί φασιν καὶ ὅθεν γεγονέναι, δεύτερον δὲ ὅτι πάντες αὐτὸ οἱ ἐπιτηδεύοντες ἄκοντες ἐπιτηδεύουσιν ὡς ἀναγκαῖον ἀλλʼ οὐχ ὡς ἀγαθόν, τρίτον δὲ ὅτι εἰκότως αὐτὸ δρῶσι· πολὺ γὰρ ἀμείνων ἄρα ὁ τοῦ ἀδίκου ἢ ὁ τοῦ δικαίου βίος, ὡς λέγουσιν. ἐπεὶ ἔμοιγε, ὦ Σώκρατες, οὔ τι δοκεῖ οὕτως· ἀπορῶ μέντοι διατεθρυλημένος τὰ ὦτα ἀκούων Θρασυμάχου καὶ μυρίων ἄλλων, τὸν δὲ ὑπὲρ τῆς δικαιοσύνης λόγον, ὡς
el argumento de Trasímaco, y diré primero qué cosa dicen que es la justicia y de dónde ha nacido; segundo, que todos los que la practican la practican contra su voluntad, como algo necesario y no como un bien; y tercero, que con razón obran así, pues mucho mejor es, según dicen, la vida del injusto que la del justo. Porque a mí, Sócrates, no me parece así; sin embargo, estoy perplejo, con los oídos atronados de oír a Trasímaco y a otros innumerables, y el argumento en favor de la justicia, según el cual
ἄμεινον ἀδικίας, οὐδενός πω ἀκήκοα ὡς βούλομαι—βούλομαι δὲ αὐτὸ καθʼ αὑτὸ ἐγκωμιαζόμενον ἀκοῦσαι—μάλιστα δʼ οἶμαι ἂν σοῦ πυθέσθαι. διὸ κατατείνας ἐρῶ τὸν ἄδικον βίον ἐπαινῶν, εἰπὼν δὲ ἐνδείξομαί σοι ὃν τρόπον αὖ βούλομαι καὶ σοῦ ἀκούειν ἀδικίαν μὲν ψέγοντος, δικαιοσύνην δὲ ἐπαινοῦντος. ἀλλʼ ὅρα εἴ σοι βουλομένῳ ἃ λέγω. πάντων μάλιστα, ἦν δʼ ἐγώ· περὶ γὰρ τίνος ἂν μᾶλλον πολλάκις τις νοῦν ἔχων χαίροι λέγων καὶ ἀκούων;
es mejor que la injusticia, de nadie lo he oído todavía como quiero —y quiero oírla elogiada por sí misma—, y creo que de ti, sobre todo, podría saberlo. Por eso, esforzándome a fondo, hablaré alabando la vida injusta, y al hablar te mostraré de qué manera quiero yo, a mi vez, oírte a ti censurar la injusticia y alabar la justicia. Pero mira si te parece bien lo que digo. —Más que nada, dije yo; pues ¿de qué cosa se alegraría más un hombre sensato de hablar y oír una y otra vez?
κάλλιστα, ἔφη, λέγεις· καὶ ὃ πρῶτον ἔφην ἐρεῖν, περὶ τούτου ἄκουε, τί ὄν τε καὶ ὅθεν γέγονε δικαιοσύνη. πεφυκέναι γὰρ δή φασιν τὸ μὲν ἀδικεῖν ἀγαθόν, τὸ δὲ ἀδικεῖσθαι κακόν, πλέονι δὲ κακῷ ὑπερβάλλειν τὸ ἀδικεῖσθαι ἢ ἀγαθῷ τὸ ἀδικεῖν, ὥστʼ ἐπειδὰν ἀλλήλους ἀδικῶσί τε καὶ ἀδικῶνται καὶ ἀμφοτέρων γεύωνται, τοῖς μὴ δυναμένοις τὸ
—Muy bien dices, dijo; y lo que dije que diría primero, escucha sobre ello: qué es la justicia y de dónde nació. Dicen, en efecto, que por naturaleza cometer injusticia es un bien y padecerla, un mal, pero que el mal de padecerla excede al bien de cometerla, de modo que, cuando unos a otros se hacen injusticia y la sufren y prueban ambas cosas, a los que no pueden
μὲν ἐκφεύγειν τὸ δὲ αἱρεῖν δοκεῖ λυσιτελεῖν συνθέσθαι ἀλλήλοις μήτʼ ἀδικεῖν μήτʼ ἀδικεῖσθαι· καὶ ἐντεῦθεν δὴ ἄρξασθαι νόμους τίθεσθαι καὶ συνθήκας αὑτῶν, καὶ ὀνομάσαι τὸ ὑπὸ τοῦ νόμου ἐπίταγμα νόμιμόν τε καὶ δίκαιον· καὶ εἶναι δὴ ταύτην γένεσίν τε καὶ οὐσίαν δικαιοσύνης, μεταξὺ οὖσαν τοῦ μὲν ἀρίστου ὄντος, ἐὰν ἀδικῶν μὴ διδῷ δίκην, τοῦ δὲ κακίστου, ἐὰν ἀδικούμενος τιμωρεῖσθαι ἀδύνατος ᾖ· τὸ δὲ δίκαιον ἐν μέσῳ ὂν τούτων ἀμφοτέρων ἀγαπᾶσθαι οὐχ ὡς
evitar lo uno y alcanzar lo otro les parece conveniente ponerse de acuerdo entre sí en no cometer ni padecer injusticia; y que de ahí empezaron a establecer leyes y convenios entre ellos, y llamaron legal y justo a lo prescrito por la ley; y que este es el origen y la esencia de la justicia, que está en medio entre lo mejor, que es cometer injusticia sin pagar la pena, y lo peor, que es padecerla sin poder vengarse; y que lo justo, estando en medio de ambos extremos, es apreciado no como
ἀγαθόν, ἀλλʼ ὡς ἀρρωστίᾳ τοῦ ἀδικεῖν τιμώμενον· ἐπεὶ τὸν δυνάμενον αὐτὸ ποιεῖν καὶ ὡς ἀληθῶς ἄνδρα οὐδʼ ἂν ἑνί ποτε συνθέσθαι τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι· μαίνεσθαι γὰρ ἄν. ἡ μὲν οὖν δὴ φύσις δικαιοσύνης, ὦ Σώκρατες, αὕτη τε καὶ τοιαύτη, καὶ ἐξ ὧν πέφυκε τοιαῦτα, ὡς ὁ λόγος. ὡς δὲ καὶ οἱ ἐπιτηδεύοντες ἀδυναμίᾳ τοῦ ἀδικεῖν ἄκοντες αὐτὸ ἐπιτηδεύουσι, μάλιστʼ ἂν αἰσθοίμεθα, εἰ τοιόνδε ποιήσαιμεν
un bien, sino honrado por la debilidad para cometer injusticia; pues el que puede hacerlo, el que de verdad es un hombre, jamás pactaría con nadie no cometer ni padecer injusticia; estaría loco. Tal es, pues, Sócrates, la naturaleza de la justicia, y tal su carácter, y de tales cosas nace, según el argumento. Y que quienes la practican la practican contra su voluntad, por incapacidad de cometer injusticia, lo percibiríamos mejor si hiciéramos lo siguiente
τῇ διανοίᾳ· δόντες ἐξουσίαν ἑκατέρῳ ποιεῖν ὅτι ἂν βούληται, τῷ τε δικαίῳ καὶ τῷ ἀδίκῳ, εἶτʼ ἐπακολουθήσαιμεν θεώμενοι ποῖ ἡ ἐπιθυμία ἑκάτερον ἄξει. ἐπʼ αὐτοφώρῳ οὖν λάβοιμεν ἂν τὸν δίκαιον τῷ ἀδίκῳ εἰς ταὐτὸν ἰόντα διὰ τὴν πλεονεξίαν, ὃ πᾶσα φύσις διώκειν πέφυκεν ὡς ἀγαθόν, νόμῳ δὲ βίᾳ παράγεται ἐπὶ τὴν τοῦ ἴσου τιμήν. εἴη δʼ ἂν ἡ ἐξουσία ἣν λέγω τοιάδε μάλιστα, εἰ αὐτοῖς γένοιτο οἵαν
con el pensamiento: dando licencia a cada uno, al justo y al injusto, de hacer lo que quiera, sigámoslos luego observando adónde llevará el deseo a cada uno. Sorprenderíamos entonces en flagrante al justo yendo hacia el mismo punto que el injusto por afán de tener más, que es lo que toda naturaleza persigue por su propia índole como un bien, y que solo por la fuerza de la ley es desviada hacia el respeto de la igualdad. Y esa licencia de que hablo sería sobre todo tal como si les fuera dada una
ποτέ φασιν δύναμιν τῷ Γύγου τοῦ Λυδοῦ προγόνῳ γενέσθαι. εἶναι μὲν γὰρ αὐτὸν ποιμένα θητεύοντα παρὰ τῷ τότε Λυδίας ἄρχοντι, ὄμβρου δὲ πολλοῦ γενομένου καὶ σεισμοῦ ῥαγῆναί τι τῆς γῆς καὶ γενέσθαι χάσμα κατὰ τὸν τόπον ᾗ ἔνεμεν. ἰδόντα δὲ καὶ θαυμάσαντα καταβῆναι καὶ ἰδεῖν ἄλλα τε δὴ ἃ μυθολογοῦσιν θαυμαστὰ καὶ ἵππον χαλκοῦν, κοῖλον, θυρίδας ἔχοντα, καθʼ ἃς ἐγκύψαντα ἰδεῖν ἐνόντα νεκρόν, ὡς φαίνεσθαι μείζω ἢ κατʼ ἄνθρωπον, τοῦτον δὲ ἄλλο μὲν οὐδέν, περὶ δὲ
potestad como la que dicen que tuvo en otro tiempo el antepasado de Giges el lidio. Cuentan que este era pastor a sueldo del que entonces gobernaba Lidia, y que, tras una gran lluvia y un terremoto, se rompió parte de la tierra y se abrió una grieta en el lugar donde pastoreaba. Al verla y asombrarse, descendió, y vio, entre otras maravillas que cuentan, un caballo de bronce, hueco, con ventanillas, por las cuales, asomándose, vio dentro un cadáver, que parecía mayor que un hombre, y que este no llevaba otra cosa, salvo, en✦
Giges, según la tradición, fue un pastor que llegó a ser rey de Lidia (reino de Asia Menor); aquí Glaucón cuenta la leyenda de su ascenso.
τῇ χειρὶ χρυσοῦν δακτύλιον ὄντα περιελόμενον ἐκβῆναι. συλλόγου δὲ γενομένου τοῖς ποιμέσιν εἰωθότος, ἵνʼ ἐξαγγέλλοιεν κατὰ μῆνα τῷ βασιλεῖ τὰ περὶ τὰ ποίμνια, ἀφικέσθαι καὶ ἐκεῖνον ἔχοντα τὸν δακτύλιον· καθήμενον οὖν μετὰ τῶν ἄλλων τυχεῖν τὴν σφενδόνην τοῦ δακτυλίου περιαγαγόντα πρὸς ἑαυτὸν εἰς τὸ εἴσω τῆς χειρός, τούτου δὲ γενομένου
la mano, un anillo de oro, que se quitó, y salió. Reunida la asamblea acostumbrada de los pastores, para informar cada mes al rey sobre los rebaños, llegó también aquel, con el anillo puesto. Sentado, pues, con los demás, ocurrió que giró el engaste del anillo hacia sí, hacia el interior de la mano, y al ocurrir esto
>ἀφανῆ αὐτὸν γενέσθαι τοῖς παρακαθημένοις, καὶ διαλέγεσθαι ὡς περὶ οἰχομένου. καὶ τὸν θαυμάζειν τε καὶ πάλιν ἐπιψηλαφῶντα τὸν δακτύλιον στρέψαι ἔξω τὴν σφενδόνην, καὶ στρέψαντα φανερὸν γενέσθαι. καὶ τοῦτο ἐννοήσαντα ἀποπειρᾶσθαι τοῦ δακτυλίου εἰ ταύτην ἔχοι τὴν δύναμιν, καὶ αὐτῷ οὕτω συμβαίνειν, στρέφοντι μὲν εἴσω τὴν σφενδόνην ἀδήλῳ γίγνεσθαι, ἔξω δὲ δήλῳ· αἰσθόμενον δὲ εὐθὺς διαπράξασθαι τῶν ἀγγέλων γενέσθαι τῶν παρὰ τὸν βασιλέα, ἐλθόντα
se hizo invisible para los que estaban sentados a su lado, y ellos hablaban de él como de alguien que se hubiera ido. Y él se asombró, y tanteando de nuevo el anillo, giró el engaste hacia afuera, y al girarlo se hizo visible. Y reflexionando sobre esto, probó el anillo para ver si tenía ese poder, y le sucedía así: al girar el engaste hacia dentro se hacía invisible, y hacia fuera, visible; y, percatándose, al punto maniobró para ser uno de los mensajeros ante el rey; y habiendo llegado
δὲ καὶ τὴν γυναῖκα αὐτοῦ μοιχεύσαντα, μετʼ ἐκείνης ἐπιθέμενον τῷ βασιλεῖ ἀποκτεῖναι καὶ τὴν ἀρχὴν οὕτω κατασχεῖν. εἰ οὖν δύο τοιούτω δακτυλίω γενοίσθην, καὶ τὸν μὲν ὁ δίκαιος περιθεῖτο, τὸν δὲ ὁ ἄδικος, οὐδεὶς ἂν γένοιτο, ὡς δόξειεν, οὕτως ἀδαμάντινος, ὃς ἂν μείνειεν ἐν τῇ δικαιοσύνῃ καὶ τολμήσειεν ἀπέχεσθαι τῶν ἀλλοτρίων καὶ μὴ ἅπτεσθαι, ἐξὸν αὐτῷ καὶ ἐκ τῆς ἀγορᾶς ἀδεῶς ὅτι βούλοιτο λαμβάνειν,
y seducido a la mujer de este, con ayuda de ella atacó al rey y lo mató, y así se apoderó del mando. Si, pues, hubiera dos anillos así, y uno se lo pusiera el justo y otro el injusto, nadie sería, según parecería, tan de adamante que perseverara en la justicia y se atreviera a abstenerse de lo ajeno y a no tocarlo, pudiendo tomar del mercado sin temor lo que quisiera,
καὶ εἰσιόντι εἰς τὰς οἰκίας συγγίγνεσθαι ὅτῳ βούλοιτο, καὶ ἀποκτεινύναι καὶ ἐκ δεσμῶν λύειν οὕστινας βούλοιτο, καὶ τἆλλα πράττειν ἐν τοῖς ἀνθρώποις ἰσόθεον ὄντα. οὕτω δὲ δρῶν οὐδὲν ἂν διάφορον τοῦ ἑτέρου ποιοῖ, ἀλλʼ ἐπὶ ταὔτʼ ἂν ἴοιεν ἀμφότεροι. καίτοι μέγα τοῦτο τεκμήριον ἂν φαίη τις ὅτι οὐδεὶς ἑκὼν δίκαιος ἀλλʼ ἀναγκαζόμενος, ὡς οὐκ ἀγαθοῦ ἰδίᾳ ὄντος, ἐπεὶ ὅπου γʼ ἂν οἴηται ἕκαστος οἷός τε ἔσεσθαι ἀδικεῖν, ἀδικεῖν. λυσιτελεῖν γὰρ δὴ οἴεται πᾶς ἀνὴρ πολὺ
y entrando en las casas unirse a quien quisiera, y matar y librar de las cadenas a quienes quisiera, y hacer lo demás entre los hombres como igual a un dios. Obrando así, en nada diferiría del otro, sino que ambos irían a lo mismo. Y, sin embargo, podría decirse que esta es una gran prueba de que nadie es justo voluntariamente, sino por obligación, pues no es un bien en lo privado, ya que dondequiera que cada uno crea que podrá cometer injusticia, la comete. Porque todo hombre cree que le conviene mucho
μᾶλλον ἰδίᾳ τὴν ἀδικίαν τῆς δικαιοσύνης, ἀληθῆ οἰόμενος, ὡς φήσει ὁ περὶ τοῦ τοιούτου λόγου λέγων· ἐπεὶ εἴ τις τοιαύτης ἐξουσίας ἐπιλαβόμενος μηδέν ποτε ἐθέλοι ἀδικῆσαι μηδὲ ἅψαιτο τῶν ἀλλοτρίων, ἀθλιώτατος μὲν ἂν δόξειεν εἶναι τοῖς αἰσθανομένοις καὶ ἀνοητότατος, ἐπαινοῖεν δʼ ἂν αὐτὸν ἀλλήλων ἐναντίον ἐξαπατῶντες ἀλλήλους διὰ τὸν τοῦ ἀδικεῖσθαι φόβον. ταῦτα μὲν οὖν δὴ οὕτω.
más en lo privado la injusticia que la justicia, y cree la verdad, como dirá quien sostiene tal argumento; pues si alguien, hecho dueño de tal licencia, nunca quisiera cometer injusticia ni tocara lo ajeno, parecería el más desdichado y el más insensato a quienes lo advirtieran, aunque lo elogiarían delante de los demás, engañándose unos a otros por el temor a padecer injusticia. Hasta aquí, pues, así.
τὴν δὲ κρίσιν αὐτὴν τοῦ βίου πέρι ὧν λέγομεν, ἐὰν διαστησώμεθα τόν τε δικαιότατον καὶ τὸν ἀδικώτατον, οἷοί τʼ ἐσόμεθα κρῖναι ὀρθῶς· εἰ δὲ μή, οὔ. τίς οὖν δὴ ἡ διάστασις; ἥδε· μηδὲν ἀφαιρῶμεν μήτε τοῦ ἀδίκου ἀπὸ τῆς ἀδικίας, μήτε τοῦ δικαίου ἀπὸ τῆς δικαιοσύνης, ἀλλὰ τέλεον ἑκάτερον εἰς τὸ ἑαυτοῦ ἐπιτήδευμα τιθῶμεν. πρῶτον μὲν οὖν ὁ ἄδικος ὥσπερ οἱ δεινοὶ δημιουργοὶ ποιείτω—οἷον κυβερνήτης ἄκρος ἢ ἰατρὸς τά τε ἀδύνατα ἐν τῇ τέχνῃ καὶ τὰ δυνατὰ διαισθάνεται,
En cuanto al juicio mismo sobre la vida de aquellos de quienes hablamos, si separamos al más justo y al más injusto, podremos juzgar bien; si no, no. ¿Cuál es, pues, esa separación? Es esta: no quitemos nada al injusto de su injusticia, ni al justo de su justicia, sino pongamos a cada uno perfecto en su propia ocupación. Primero, pues, el injusto obre como los hábiles artífices —como un piloto excelente o un médico, que percibe lo imposible y lo posible en su arte,
καὶ τοῖς μὲν ἐπιχειρεῖ, τὰ δὲ ἐᾷ· ἔτι δὲ ἐὰν ἄρα πῃ σφαλῇ, ἱκανὸς ἐπανορθοῦσθαι—οὕτω καὶ ὁ ἄδικος ἐπιχειρῶν ὀρθῶς τοῖς ἀδικήμασιν λανθανέτω, εἰ μέλλει σφόδρα ἄδικος εἶναι. τὸν ἁλισκόμενον δὲ φαῦλον ἡγητέον· ἐσχάτη γὰρ ἀδικία δοκεῖν δίκαιον εἶναι μὴ ὄντα. δοτέον οὖν τῷ τελέως ἀδίκῳ τὴν τελεωτάτην ἀδικίαν, καὶ οὐκ ἀφαιρετέον ἀλλʼ ἐατέον τὰ μέγιστα ἀδικοῦντα τὴν μεγίστην δόξαν αὑτῷ
y a unas cosas se pone y otras las deja; y además, si en algo falla, es capaz de enmendarlo—; así también el injusto que intenta correctamente sus injusticias, pase inadvertido, si ha de ser sumamente injusto. Y al que es sorprendido hay que tenerlo por mediocre; pues la injusticia suprema es parecer justo sin serlo. Hay que dar, pues, al perfectamente injusto la injusticia más perfecta, y no quitarle nada, sino dejarle que, cometiendo las mayores injusticias, se haya procurado para sí la mayor reputación
παρεσκευακέναι εἰς δικαιοσύνην, καὶ ἐὰν ἄρα σφάλληταί τι, ἐπανορθοῦσθαι δυνατῷ εἶναι, λέγειν τε ἱκανῷ ὄντι πρὸς τὸ πείθειν, ἐάν τι μηνύηται τῶν ἀδικημάτων, καὶ βιάσασθαι ὅσα ἂν βίας δέηται, διά τε ἀνδρείαν καὶ ῥώμην καὶ διὰ παρασκευὴν φίλων καὶ οὐσίας. τοῦτον δὲ τοιοῦτον θέντες τὸν δίκαιον αὖ παρʼ αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἁπλοῦν καὶ γενναῖον, κατʼ Αἰσχύλον οὐ δοκεῖν ἀλλʼ εἶναι ἀγαθὸν ἐθέλοντα. ἀφαιρετέον δὴ τὸ δοκεῖν. εἰ γὰρ δόξει δίκαιος
de justicia, y que, si acaso falla en algo, pueda enmendarlo, y sea capaz de hablar para persuadir, si se denuncia alguna de sus injusticias, y de usar la fuerza en cuanto la fuerza haga falta, gracias a su valentía y vigor y a la provisión de amigos y de hacienda. Habiendo puesto así a este, coloquemos ahora en el argumento junto a él al justo, hombre sencillo y noble, que, según Esquilo, no quiere parecer sino ser bueno. Hay que quitarle, pues, el parecer. Porque si parece justo,✦
La frase alude a un verso de Esquilo (Siete contra Tebas, 592), dicho allí de Anfiarao: «no quiere parecer, sino ser el mejor».
εἶναι, ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι τοιούτῳ εἶναι· ἄδηλον οὖν εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν τε καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη. γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ· μηδὲν γὰρ ἀδικῶν δόξαν ἐχέτω τὴν μεγίστην ἀδικίας, ἵνα ᾖ βεβασανισμένος εἰς δικαιοσύνην τῷ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας καὶ τῶν ὑπʼ αὐτῆς γιγνομένων, ἀλλὰ ἴτω ἀμετάστατος μέχρι
tendrá honores y regalos por parecer tal; no será claro, entonces, si es tal por la justicia o por los regalos y honores. Hay que despojarlo de todo salvo de la justicia y ponerlo en situación contraria a la del primero: sin cometer ninguna injusticia, tenga la mayor reputación de injusticia, para que quede probado en la justicia al no ablandarse por la mala fama ni por lo que de ella resulta, sino que vaya inmutable hasta
θανάτου, δοκῶν μὲν εἶναι ἄδικος διὰ βίου, ὢν δὲ δίκαιος, ἵνα ἀμφότεροι εἰς τὸ ἔσχατον ἐληλυθότες, ὁ μὲν δικαιοσύνης, ὁ δὲ ἀδικίας, κρίνωνται ὁπότερος αὐτοῖν εὐδαιμονέστερος. βαβαῖ, ἦν δʼ ἐγώ, ὦ φίλε Γλαύκων, ὡς ἐρρωμένως ἑκάτερον ὥσπερ ἀνδριάντα εἰς τὴν κρίσιν ἐκκαθαίρεις τοῖν ἀνδροῖν. ὡς μάλιστʼ, ἔφη, δύναμαι. ὄντοιν δὲ τοιούτοιν, οὐδὲν ἔτι, ὡς ἐγᾦμαι, χαλεπὸν ἐπεξελθεῖν τῷ λόγῳ οἷος ἑκάτερον
la muerte, pareciendo injusto toda su vida, siendo justo, de modo que ambos, llegados al extremo, uno de justicia y otro de injusticia, sean juzgados para ver cuál de los dos es más feliz. —¡Caramba!, dije yo, querido Glaucón, ¡con qué vigor limpias a cada uno de los dos hombres, como si fueran estatuas, para el juicio! —Cuanto puedo, dijo. —Siendo ellos tales, ya no es difícil, creo, proseguir con el argumento, y ver qué clase de
βίος ἐπιμένει. λεκτέον οὖν· καὶ δὴ κἂν ἀγροικοτέρως λέγηται, μὴ ἐμὲ οἴου λέγειν, ὦ Σώκρατες, ἀλλὰ τοὺς ἐπαινοῦντας πρὸ δικαιοσύνης ἀδικίαν. ἐροῦσι δὲ τάδε, ὅτι οὕτω διακείμενος ὁ δίκαιος μαστιγώσεται, στρεβλώσεται, δεδήσεται,
vida aguarda a cada uno. Hay que decirlo, pues; y aunque se diga de manera algo ruda, no creas, Sócrates, que hablo yo, sino los que alaban la injusticia antes que la justicia. Dirán esto: que el justo, así dispuesto, será azotado, torturado, encadenado,
ἐκκαυθήσεται τὠφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασχινδυλευθήσεται καὶ γνώσεται ὅτι οὐκ εἶναι δίκαιον ἀλλὰ δοκεῖν δεῖ ἐθέλειν. τὸ δὲ τοῦ Αἰσχύλου πολὺ ἦν ἄρα ὀρθότερον λέγειν κατὰ τοῦ ἀδίκου. τῷ ὄντι γὰρ φήσουσι τὸν ἄδικον, ἅτε ἐπιτηδεύοντα πρᾶγμα ἀληθείας ἐχόμενον καὶ οὐ πρὸς δόξαν ζῶντα, οὐ δοκεῖν ἄδικον ἀλλʼ εἶναι ἐθέλειν, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενον,
le quemarán los ojos, y al final, tras sufrir todos los males, será empalado y reconocerá que no hay que querer ser justo, sino parecerlo. Y lo de Esquilo era entonces mucho más correcto decirlo del injusto. Pues dirán, en efecto, que el injusto, como practica una cosa apegada a la verdad y no vive en función de la opinión, no quiere parecer sino ser injusto, «cosechando el hondo surco de su mente,
ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα, πρῶτον μὲν ἄρχειν ἐν τῇ πόλει δοκοῦντι δικαίῳ εἶναι, ἔπειτα γαμεῖν ὁπόθεν ἂν βούληται, ἐκδιδόναι εἰς οὓς ἂν βούληται, συμβάλλειν, κοινωνεῖν οἷς ἂν ἐθέλῃ, καὶ παρὰ ταῦτα πάντα ὠφελεῖσθαι κερδαίνοντα τῷ μὴ δυσχεραίνειν τὸ ἀδικεῖν· εἰς ἀγῶνας τοίνυν ἰόντα καὶ ἰδίᾳ καὶ δημοσίᾳ περιγίγνεσθαι καὶ πλεονεκτεῖν τῶν ἐχθρῶν, πλεονεκτοῦντα δὲ πλουτεῖν καὶ
del que brotan los prudentes designios»; que, en primer lugar, gobierna en la ciudad por parecer justo; luego se casa de donde quiere, da en matrimonio a quienes quiere, contrata, se asocia con quienes desea, y además de todo eso se beneficia lucrándose por no sentir escrúpulo en cometer injusticia; así, cuando va a los litigios, tanto privados como públicos, sale vencedor y aventaja a sus enemigos, y al aventajarlos se enriquece, y
τούς τε φίλους εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς βλάπτειν, καὶ θεοῖς θυσίας καὶ ἀναθήματα ἱκανῶς καὶ μεγαλοπρεπῶς θύειν τε καὶ ἀνατιθέναι, καὶ θεραπεύειν τοῦ δικαίου πολὺ ἄμεινον τοὺς θεοὺς καὶ τῶν ἀνθρώπων οὓς ἂν βούληται, ὥστε καὶ θεοφιλέστερον αὐτὸν εἶναι μᾶλλον προσήκειν ἐκ τῶν εἰκότων ἢ τὸν δίκαιον. οὕτω φασίν, ὦ Σώκρατες, παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων τῷ ἀδίκῳ παρεσκευάσθαι τὸν βίον ἄμεινον ἢ τῷ δικαίῳ.
hace bien a los amigos y daña a los enemigos, y ofrece a los dioses sacrificios y ofrendas suficientemente y con magnificencia, y honra a los dioses mucho mejor que el justo, y también a los hombres que quiera, de modo que es razonable que sea más querido de los dioses que el justo. Así dicen, Sócrates, que de parte de dioses y de hombres se ha preparado una vida mejor para el injusto que para el justo.
ταῦτʼ εἰπόντος τοῦ Γλαύκωνος ἐγὼ μὲν αὖ ἐν νῷ εἶχόν τι λέγειν πρὸς ταῦτα, ὁ δὲ ἀδελφὸς αὐτοῦ Ἀδείμαντος, οὔ τί που οἴει, ἔφη, ὦ Σώκρατες, ἱκανῶς εἰρῆσθαι περὶ τοῦ λόγου; ἀλλὰ τί μήν; εἶπον. αὐτό, ἦ δʼ ὅς, οὐκ εἴρηται ὃ μάλιστα ἔδει ῥηθῆναι. οὐκοῦν, ἦν δʼ ἐγώ, τὸ λεγόμενον, ἀδελφὸς ἀνδρὶ παρείη· ὥστε καὶ σύ, εἴ τι ὅδε ἐλλείπει, ἐπάμυνε. καίτοι ἐμέ γε ἱκανὰ καὶ τὰ ὑπὸ τούτου ῥηθέντα καταπαλαῖσαι καὶ ἀδύνατον ποιῆσαι βοηθεῖν δικαιοσύνῃ.
Dicho esto por Glaucón, yo, por mi parte, tenía en mente decir algo a eso, pero su hermano Adimanto dijo: —¿No crees acaso, Sócrates, que se ha dicho suficientemente sobre el argumento? —Pues ¿qué más?, dije. —Lo que más había que decir, dijo él, no se ha dicho. —Entonces, dije yo, según el dicho, «que el hermano asista al hombre»; de modo que tú también, si este omite algo, ayúdalo. Aunque a mí lo dicho por este me bastaría para derribarme y hacerme incapaz de socorrer a la justicia.
καὶ ὅς, οὐδέν, ἔφη, λέγεις· ἀλλʼ ἔτι καὶ τάδε ἄκουε. δεῖ γὰρ διελθεῖν ἡμᾶς καὶ τοὺς ἐναντίους λόγους ὧν ὅδε εἶπεν, οἳ δικαιοσύνην μὲν ἐπαινοῦσιν, ἀδικίαν δὲ ψέγουσιν, ἵνʼ ᾖ σαφέστερον ὅ μοι δοκεῖ βούλεσθαι Γλαύκων. λέγουσι δέ που καὶ παρακελεύονται πατέρες τε ὑέσιν, καὶ πάντες οἱ
Y él: —No dices nada [que valga], dijo; escucha aún esto. Pues debemos examinar también los argumentos contrarios a los que este expuso, los que alaban la justicia y censuran la injusticia, para que sea más claro lo que me parece que quiere Glaucón. Dicen y exhortan, en efecto, los padres a sus hijos, y todos los
τινῶν κηδόμενοι, ὡς χρὴ δίκαιον εἶναι, οὐκ αὐτὸ δικαιοσύνην ἐπαινοῦντες ἀλλὰ τὰς ἀπʼ αὐτῆς εὐδοκιμήσεις, ἵνα δοκοῦντι δικαίῳ εἶναι γίγνηται ἀπὸ τῆς δόξης ἀρχαί τε καὶ γάμοι καὶ ὅσαπερ Γλαύκων διῆλθεν ἄρτι, ἀπὸ τοῦ εὐδοκιμεῖν ὄντα τῷ δικαίῳ. ἐπὶ πλέον δὲ οὗτοι τὰ τῶν δοξῶν λέγουσιν. τὰς γὰρ παρὰ θεῶν εὐδοκιμήσεις ἐμβάλλοντες ἄφθονα ἔχουσι λέγειν ἀγαθά, τοῖς ὁσίοις ἅ φασι θεοὺς διδόναι· ὥσπερ ὁ γενναῖος Ἡσίοδός τε καὶ Ὅμηρός φασιν, ὁ μὲν τὰς δρῦς
que se preocupan por alguien, que hay que ser justo, no alabando la justicia misma sino las buenas famas que de ella vienen, para que a quien parece ser justo le lleguen, por la opinión, magistraturas y matrimonios y todo cuanto Glaucón acaba de enumerar, que provienen de la buena fama del justo. Y estos desarrollan más lo de las opiniones. Pues, añadiendo las buenas reputaciones ante los dioses, tienen abundantes bienes que mencionar, los que dicen que los dioses dan a los piadosos; como dicen el noble Hesíodo y Homero: el primero, que los dioses hacen que para los justos las encinas✦
Los versos de Hesíodo proceden de Trabajos y días, 232-233.
τοῖς δικαίοις τοὺς θεοὺς ποιεῖν ἄκρας μέν τε φέρειν βαλάνους, μέσσας δὲ μελίσσας· εἰροπόκοι δʼ ὄιες, φησίν, μαλλοῖς καταβεβρίθασι , καὶ ἄλλα δὴ πολλὰ ἀγαθὰ τούτων ἐχόμενα. παραπλήσια δὲ καὶ ὁ ἕτερος· ὥς τέ τευ γάρ φησιν ἢ βασιλῆος ἀμύμονος ὅς τε θεουδὴς εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα
den en lo alto bellotas, y en el medio, abejas; «y las ovejas de lana espesa», dice, «están cargadas de vellones», y otros muchos bienes vinculados a estos. Cosas parecidas dice el otro: «Pues, como de algún rey irreprochable que, temeroso de los dioses, mantiene la buena justicia, y la negra tierra produce✦
Los versos de Homero proceden de la Odisea, XIX, 109-110.
πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ, τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς. Μουσαῖος δὲ τούτων νεανικώτερα τἀγαθὰ καὶ ὁ ὑὸς αὐτοῦ παρὰ θεῶν διδόασιν τοῖς δικαίοις· εἰς Ἅιδου γὰρ ἀγαγόντες τῷ λόγῳ καὶ κατακλίναντες καὶ συμπόσιον τῶν ὁσίων κατασκευάσαντες ἐστεφανωμένους ποιοῦσιν τὸν ἅπαντα χρόνον
trigo y cebada, los árboles se doblan de fruto, el ganado pare sin falta y el mar ofrece peces. Museo y su hijo conceden a los justos, de parte de los dioses, bienes aún más briosos que estos: pues, llevándolos con el relato al Hades, haciéndolos recostarse y preparándoles un banquete de los piadosos, hacen que, coronados, pasen todo el tiempo✦
Museo: poeta legendario, a quien se atribuían versos religiosos y oraculares.
ἤδη διάγειν μεθύοντας, ἡγησάμενοι κάλλιστον ἀρετῆς μισθὸν μέθην αἰώνιον. οἱ δʼ ἔτι τούτων μακροτέρους ἀποτείνουσιν μισθοὺς παρὰ θεῶν· παῖδας γὰρ παίδων φασὶ καὶ γένος κατόπισθεν λείπεσθαι τοῦ ὁσίου καὶ εὐόρκου. ταῦτα δὴ καὶ ἄλλα τοιαῦτα ἐγκωμιάζουσιν δικαιοσύνην· τοὺς δὲ ἀνοσίους αὖ καὶ ἀδίκους εἰς πηλόν τινα κατορύττουσιν ἐν Ἅιδου καὶ κοσκίνῳ ὕδωρ ἀναγκάζουσι φέρειν, ἔτι τε ζῶντας
ya en plena embriaguez, por haber considerado que el más bello premio de la virtud es una embriaguez eterna. Otros extienden todavía más lejos los premios que vienen de los dioses: dicen que los hijos de los hijos y toda una descendencia quedan después del hombre piadoso y fiel a sus juramentos. Con esto y con otras cosas semejantes elogian la justicia. A los impíos y a los injustos, en cambio, los entierran en cierto fango en el Hades y los obligan a llevar agua en una criba, y todavía en vida
εἰς κακὰς δόξας ἄγοντες, ἅπερ Γλαύκων περὶ τῶν δικαίων δοξαζομένων δὲ ἀδίκων διῆλθε τιμωρήματα, ταῦτα περὶ τῶν ἀδίκων λέγουσιν, ἄλλα δὲ οὐκ ἔχουσιν. ὁ μὲν οὖν ἔπαινος καὶ ὁ ψόγος οὗτος ἑκατέρων. πρὸς δὲ τούτοις σκέψαι, ὦ Σώκρατες, ἄλλο αὖ εἶδος λόγων περὶ δικαιοσύνης τε καὶ ἀδικίας ἰδίᾳ τε λεγόμενον
los llevan a mala fama; y todos los castigos que Glaucón expuso para los justos que pasan por injustos, esos mismos los dicen de los injustos, y no tienen otros. Tal es, pues, la alabanza y el reproche de cada una. Además de esto, Sócrates, considera otra clase de discursos sobre la justicia y la injusticia, que se dicen en privado
καὶ ὑπὸ ποιητῶν. πάντες γὰρ ἐξ ἑνὸς στόματος ὑμνοῦσιν ὡς καλὸν μὲν ἡ σωφροσύνη τε καὶ δικαιοσύνη, χαλεπὸν μέντοι καὶ ἐπίπονον, ἀκολασία δὲ καὶ ἀδικία ἡδὺ μὲν καὶ εὐπετὲς κτήσασθαι, δόξῃ δὲ μόνον καὶ νόμῳ αἰσχρόν· λυσιτελέστερα δὲ τῶν δικαίων τὰ ἄδικα ὡς ἐπὶ τὸ πλῆθος λέγουσι, καὶ πονηροὺς πλουσίους καὶ ἄλλας δυνάμεις ἔχοντας εὐδαιμονίζειν καὶ τιμᾶν εὐχερῶς ἐθέλουσιν δημοσίᾳ τε καὶ ἰδίᾳ, τοὺς δὲ ἀτιμάζειν καὶ ὑπερορᾶν, οἳ ἄν πῃ ἀσθενεῖς τε
y entre los poetas. Todos a una sola voz cantan que la moderación y la justicia son hermosas, pero difíciles y penosas; que la intemperancia y la injusticia son dulces y fáciles de adquirir, vergonzosas solo por opinión y por convención; dicen que lo injusto es más provechoso que lo justo, por lo general, y de buen grado felicitan y honran, en público y en privado, a los malvados que son ricos o que tienen otros poderes, mientras deshonran y desprecian a los que de algún modo son débiles y
καὶ πένητες ὦσιν, ὁμολογοῦντες αὐτοὺς ἀμείνους εἶναι τῶν ἑτέρων. τούτων δὲ πάντων οἱ περὶ θεῶν τε λόγοι καὶ ἀρετῆς θαυμασιώτατοι λέγονται, ὡς ἄρα καὶ θεοὶ πολλοῖς μὲν ἀγαθοῖς δυστυχίας τε καὶ βίον κακὸν ἔνειμαν, τοῖς δʼ ἐναντίοις ἐναντίαν μοῖραν. ἀγύρται δὲ καὶ μάντεις ἐπὶ πλουσίων θύρας ἰόντες πείθουσιν ὡς ἔστι παρὰ σφίσι δύναμις ἐκ θεῶν ποριζομένη θυσίαις τε καὶ ἐπῳδαῖς, εἴτε τι
pobres, aun reconociendo que son mejores que los otros. Y de todo esto, lo más asombroso es lo que se dice sobre los dioses y la virtud: que los dioses habrían asignado a muchos hombres buenos desdichas y una mala vida, y a los contrarios, una suerte contraria. Sacerdotes mendicantes y adivinos, yendo a las puertas de los ricos, los persuaden de que poseen un poder que les viene de los dioses, obtenido con sacrificios y encantamientos, de modo que si alguna falta
ἀδίκημά του γέγονεν αὐτοῦ ἢ προγόνων, ἀκεῖσθαι μεθʼ ἡδονῶν τε καὶ ἑορτῶν, ἐάν τέ τινα ἐχθρὸν πημῆναι ἐθέλῃ, μετὰ σμικρῶν δαπανῶν ὁμοίως δίκαιον ἀδίκῳ βλάψει ἐπαγωγαῖς τισιν καὶ καταδέσμοις, τοὺς θεούς, ὥς φασιν, πείθοντές σφισιν ὑπηρετεῖν. τούτοις δὲ πᾶσιν τοῖς λόγοις μάρτυρας ποιητὰς ἐπάγονται οἱ μὲν κακίας πέρι, εὐπετείας διδόντες, ὡς τὴν μὲν κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι
ha cometido el rico o sus antepasados, la curan entre placeres y fiestas; y si alguien quiere dañar a un enemigo, con poco gasto dañará lo mismo a un justo que a un injusto, mediante ciertos conjuros y ligaduras, pues persuaden, según dicen, a los dioses para que se pongan a su servicio. Y para todos estos discursos aducen como testigos a poetas: unos, a propósito de la maldad, para darle facilidad, diciendo que la maldad, incluso en tropel, es posible escogerla
ῥηϊδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει· τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν καί τινα ὁδὸν μακράν τε καὶ τραχεῖαν καὶ ἀνάντη· οἱ δὲ τῆς τῶν θεῶν ὑπʼ ἀνθρώπων παραγωγῆς τὸν Ὅμηρον μαρτύρονται, ὅτι καὶ ἐκεῖνος εἶπεν— λιστοὶ δέ τε καὶ θεοὶ αὐτοί, καὶ τοὺς μὲν θυσίαισι καὶ εὐχωλαῖς ἀγαναῖσιν
fácilmente: «llano es el camino, y muy cerca habita»; mientras que «el sudor de la virtud lo pusieron delante los dioses», y un camino largo, áspero y empinado. Otros, a propósito de la seducción de los dioses por los hombres, citan como testigo a Homero, porque también él dijo: «Son suplicables incluso los dioses mismos; y a ellos, con sacrificios y plegarias suaves,✦
Los versos sobre el camino de la virtud son de Hesíodo (Trabajos y días 287-289); los de las plegarias a los dioses son de Homero (Ilíada IX, 497-501).
λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ. βίβλων δὲ ὅμαδον παρέχονται Μουσαίου καὶ Ὀρφέως, Σελήνης τε καὶ Μουσῶν ἐκγόνων, ὥς φασι, καθʼ ἃς θυηπολοῦσιν, πείθοντες οὐ μόνον ἰδιώτας ἀλλὰ καὶ πόλεις, ὡς ἄρα λύσεις τε καὶ καθαρμοὶ ἀδικημάτων διὰ θυσιῶν καὶ
con libación y con grasa, los desvían los hombres, suplicando, cuando alguien transgrede y yerra». Y presentan un tropel de libros de Museo y de Orfeo, descendientes, dicen, de Selene y de las Musas, según los cuales celebran sus ritos, persuadiendo no solo a particulares sino a ciudades de que hay liberaciones y purificaciones de las injusticias mediante sacrificios y✦
Orfeo: cantor legendario, a quien se atribuían escritos sobre ritos de iniciación y purificación.
παιδιᾶς ἡδονῶν εἰσι μὲν ἔτι ζῶσιν, εἰσὶ δὲ καὶ τελευτήσασιν, ἃς δὴ τελετὰς καλοῦσιν, αἳ τῶν ἐκεῖ κακῶν ἀπολύουσιν ἡμᾶς, μὴ θύσαντας δὲ δεινὰ περιμένει. ταῦτα πάντα, ἔφη, ὦ φίλε Σώκρατες, τοιαῦτα καὶ τοσαῦτα λεγόμενα ἀρετῆς πέρι καὶ κακίας, ὡς ἄνθρωποι καὶ θεοὶ περὶ αὐτὰ ἔχουσι τιμῆς, τί οἰόμεθα ἀκουούσας νέων ψυχὰς ποιεῖν, ὅσοι εὐφυεῖς καὶ ἱκανοὶ ἐπὶ πάντα τὰ λεγόμενα ὥσπερ ἐπιπτόμενοι συλλογίσασθαι ἐξ αὐτῶν ποῖός τις ἂν
juegos placenteros, tanto para los que aún viven como para los que han muerto; a esos ritos los llaman iniciaciones, y nos libran de los males de allá; y a los que no sacrifican los aguardan cosas terribles. Todo esto, dijo, querido Sócrates, dicho de tal clase y en tal cantidad sobre la virtud y la maldad, y sobre la estima en que los hombres y los dioses las tienen, ¿qué creemos que produce en las almas de los jóvenes que lo oyen, en cuantos de ellos son bien dotados y capaces, como quien revolotea sobre todo lo que se dice, de concluir de ello qué clase de
ὢν καὶ πῇ πορευθεὶς τὸν βίον ὡς ἄριστα διέλθοι; λέγοι γὰρ ἂν ἐκ τῶν εἰκότων πρὸς αὑτὸν κατὰ Πίνδαρον ἐκεῖνο τὸ πότερον δίκᾳ τεῖχος ὕψιον ἢ σκολιαῖς ἀπάταις ἀναβὰς καὶ ἐμαυτὸν οὕτω περιφράξας διαβιῶ; τὰ μὲν γὰρ λεγόμενα δικαίῳ μὲν ὄντι μοι, ἐὰν μὴ καὶ δοκῶ ὄφελος οὐδέν φασιν εἶναι, πόνους δὲ καὶ ζημίας φανεράς· ἀδίκῳ δὲ δόξαν δικαιοσύνης παρεσκευασμένῳ θεσπέσιος βίος λέγεται.
hombre habría de ser y por qué camino ir para recorrer la vida lo mejor posible? Pues se diría a sí mismo, con toda probabilidad, aquello de Píndaro: «¿subiré por la justicia a una muralla más alta, o por engaños tortuosos, y así, cercándome, viviré?». Porque, según lo que se dice, si yo soy justo y además no lo parezco, no hay ningún provecho, dicen, sino penas y daños manifiestos; en cambio, para el injusto que se ha procurado fama de justicia se habla de una vida divina.✦
Cita de Píndaro (fr. 213 Snell-Maehler).
οὐκοῦν, ἐπειδὴ τὸ δοκεῖν , ὡς δηλοῦσί μοι οἱ σοφοί, καὶ τὰν ἀλάθειαν βιᾶται καὶ κύριον εὐδαιμονίας, ἐπὶ τοῦτο δὴ τρεπτέον ὅλως· πρόθυρα μὲν καὶ σχῆμα κύκλῳ περὶ ἐμαυτὸν σκιαγραφίαν ἀρετῆς περιγραπτέον, τὴν δὲ τοῦ σοφωτάτου Ἀρχιλόχου ἀλώπεκα ἑλκτέον ἐξόπισθεν κερδαλέαν καὶ ποικίλην. ἀλλὰ γάρ, φησί τις, οὐ ῥᾴδιον ἀεὶ λανθάνειν κακὸν ὄντα. οὐδὲ γὰρ ἄλλο οὐδὲν εὐπετές,
Pues bien, puesto que la apariencia, como me muestran los sabios, violenta incluso la verdad y es dueña de la felicidad, hacia ella hay que volverse por completo: debo trazar a mi alrededor, como vestíbulo y fachada, una pintura sombreada de virtud, y arrastrar detrás la zorra del sapientísimo Arquíloco, ganancial y astuta. Pero, dice alguien, no es fácil pasar siempre inadvertido siendo malo. Ni ninguna otra cosa grande es fácil,✦
Arquíloco de Paros: poeta del siglo VII a. C., autor de una fábula de la zorra.
φήσομεν, τῶν μεγάλων· ἀλλʼ ὅμως, εἰ μέλλομεν εὐδαιμονήσειν, ταύτῃ ἰτέον, ὡς τὰ ἴχνη τῶν λόγων φέρει. ἐπὶ γὰρ τὸ λανθάνειν συνωμοσίας τε καὶ ἑταιρίας συνάξομεν, εἰσίν τε πειθοῦς διδάσκαλοι σοφίαν δημηγορικήν τε καὶ δικανικὴν διδόντες, ἐξ ὧν τὰ μὲν πείσομεν, τὰ δὲ βιασόμεθα, ὡς πλεονεκτοῦντες δίκην μὴ διδόναι. ἀλλὰ δὴ θεοὺς οὔτε λανθάνειν οὔτε βιάσασθαι δυνατόν. οὐκοῦν, εἰ μὲν μὴ εἰσὶν ἢ μηδὲν αὐτοῖς τῶν ἀνθρωπίνων μέλει, τί καὶ ἡμῖν
diremos; pero aun así, si hemos de ser felices, por ahí hay que ir, como llevan las huellas de los argumentos. Pues, para pasar inadvertidos, formaremos conjuras y sociedades, y hay maestros de persuasión que dan la sabiduría de la asamblea y de los tribunales, con la cual en parte persuadiremos y en parte forzaremos, de modo que saquemos ventaja sin pagar castigo. Pero a los dioses no es posible ni engañarlos ni forzarlos. Entonces, si no existen o no se ocupan de nada humano, ¿para qué habríamos de
μελητέον τοῦ λανθάνειν; εἰ δὲ εἰσί τε καὶ ἐπιμελοῦνται, οὐκ ἄλλοθέν τοι αὐτοὺς ἴσμεν ἢ ἀκηκόαμεν ἢ ἔκ τε τῶν νόμων καὶ τῶν γενεαλογησάντων ποιητῶν, οἱ δὲ αὐτοὶ οὗτοι λέγουσιν ὡς εἰσὶν οἷοι θυσίαις τε καὶ εὐχωλαῖς ἀγανῇσιν καὶ ἀναθήμασιν παράγεσθαι ἀναπειθόμενοι, οἷς ἢ ἀμφότερα ἢ οὐδέτερα πειστέον. εἰ δʼ οὖν πειστέον, ἀδικητέον καὶ θυτέον
preocuparnos de pasar inadvertidos? Y si existen y se ocupan, no los conocemos ni hemos oído hablar de ellos por otra vía que por las leyes y por los poetas que cuentan sus genealogías, y esos mismos dicen que son de tal índole que se dejan desviar, persuadidos, por sacrificios, plegarias suaves y ofrendas; así que hay que creerles en ambas cosas o en ninguna. Y si hay que creerles, hay que cometer injusticia y sacrificar
ἀπὸ τῶν ἀδικημάτων. δίκαιοι μὲν γὰρ ὄντες ἀζήμιοι μόνον ὑπὸ θεῶν ἐσόμεθα, τὰ δʼ ἐξ ἀδικίας κέρδη ἀπωσόμεθα· ἄδικοι δὲ κερδανοῦμέν τε καὶ λισσόμενοι ὑπερβαίνοντες καὶ ἁμαρτάνοντες, πείθοντες αὐτοὺς ἀζήμιοι ἀπαλλάξομεν. ἀλλὰ γὰρ ἐν Ἅιδου δίκην δώσομεν ὧν ἂν ἐνθάδε ἀδικήσωμεν, ἢ αὐτοὶ ἢ παῖδες παίδων. ἀλλʼ, ὦ φίλε, φήσει λογιζόμενος, αἱ τελεταὶ αὖ μέγα δύνανται καὶ οἱ λύσιοι θεοί, ὡς αἱ
con el fruto de las injusticias. Pues siendo justos solo quedaremos sin castigo de parte de los dioses, pero rechazaremos las ganancias de la injusticia; siendo injustos, en cambio, ganaremos, y suplicando, cuando transgredamos y erremos, los persuadiremos y saldremos impunes. Pero, se dirá, en el Hades pagaremos por lo que hayamos cometido aquí, nosotros mismos o los hijos de nuestros hijos. Pero, amigo, dirá el que calcula, las iniciaciones tienen mucho poder, y los dioses liberadores, como lo afirman las
μέγισται πόλεις λέγουσι καὶ οἱ θεῶν παῖδες ποιηταὶ καὶ προφῆται τῶν θεῶν γενόμενοι, οἳ ταῦτα οὕτως ἔχειν μηνύουσιν. κατὰ τίνα οὖν ἔτι λόγον δικαιοσύνην ἂν πρὸ μεγίστης ἀδικίας αἱροίμεθʼ ἄν, ἣν ἐὰν μετʼ εὐσχημοσύνης κιβδήλου κτησώμεθα, καὶ παρὰ θεοῖς καὶ παρʼ ἀνθρώποις πράξομεν κατὰ νοῦν ζῶντές τε καὶ τελευτήσαντες, ὡς ὁ τῶν πολλῶν τε καὶ ἄκρων λεγόμενος λόγος; ἐκ δὴ πάντων τῶν εἰρημένων
ciudades más grandes y los hijos de los dioses, poetas y profetas de los dioses, que así lo revelan. ¿Según qué razón, entonces, elegiríamos aún la justicia antes que la mayor injusticia, que si la adquirimos con una falsa apariencia de decoro nos irá a nuestro gusto con dioses y con hombres, vivos y muertos, según el decir de la mayoría y de los más eminentes? Después de todo lo dicho,
τίς μηχανή, ὦ Σώκρατες, δικαιοσύνην τιμᾶν ἐθέλειν ᾧ τις δύναμις ὑπάρχει ψυχῆς ἢ χρημάτων ἢ σώματος ἢ γένους, ἀλλὰ μὴ γελᾶν ἐπαινουμένης ἀκούοντα; ὡς δή τοι εἴ τις ἔχει ψευδῆ μὲν ἀποφῆναι ἃ εἰρήκαμεν, ἱκανῶς δὲ ἔγνωκεν ὅτι ἄριστον δικαιοσύνη, πολλήν που συγγνώμην ἔχει καὶ οὐκ ὀργίζεται τοῖς ἀδίκοις, ἀλλʼ οἶδεν ὅτι πλὴν εἴ τις θείᾳ φύσει δυσχεραίνων τὸ ἀδικεῖν ἢ ἐπιστήμην λαβὼν
¿qué recurso hay, Sócrates, para que quiera honrar la justicia quien tiene algún poder del alma, del dinero, del cuerpo o del linaje, y no se ría al oírla elogiada? De modo que, si alguien puede mostrar que lo que hemos dicho es falso, y sabe bien que lo mejor es la justicia, tiene sin duda mucha indulgencia y no se irrita con los injustos, sino que sabe que, salvo quien por una naturaleza divina aborrece el cometer injusticia, o por haber alcanzado el conocimiento
ἀπέχεται αὐτοῦ, τῶν γε ἄλλων οὐδεὶς ἑκὼν δίκαιος, ἀλλʼ ὑπὸ ἀνανδρίας ἢ γήρως ἤ τινος ἄλλης ἀσθενείας ψέγει τὸ ἀδικεῖν, ἀδυνατῶν αὐτὸ δρᾶν. ὡς δέ, δῆλον· ὁ γὰρ πρῶτος τῶν τοιούτων εἰς δύναμιν ἐλθὼν πρῶτος ἀδικεῖ, καθʼ ὅσον ἂν οἷός τʼ ᾖ. καὶ τούτων ἁπάντων οὐδὲν ἄλλο αἴτιον ἢ ἐκεῖνο, ὅθενπερ ἅπας ὁ λόγος οὗτος ὥρμησεν καὶ τῷδε καὶ ἐμοὶ πρὸς σέ, ὦ Σώκρατες, εἰπεῖν, ὅτι ὦ θαυμάσιε, πάντων
se abstiene de ella, ninguno de los demás es justo de buen grado, sino que por cobardía, por vejez o por alguna otra debilidad censura el cometer injusticia, incapaz de practicarla. Que es así, es claro: pues el primero de ellos que llega al poder es el primero en cometer injusticia, hasta donde pueda. Y de todo esto la causa no es otra que aquella de donde partió todo este discurso, para que él y yo te lo dijéramos a ti, Sócrates: que, admirable amigo, de todos
ὑμῶν, ὅσοι ἐπαινέται φατὲ δικαιοσύνης εἶναι, ἀπὸ τῶν ἐξ ἀρχῆς ἡρώων ἀρξάμενοι, ὅσων λόγοι λελειμμένοι, μέχρι τῶν νῦν ἀνθρώπων οὐδεὶς πώποτε ἔψεξεν ἀδικίαν οὐδʼ ἐπῄνεσεν δικαιοσύνην ἄλλως ἢ δόξας τε καὶ τιμὰς καὶ δωρεὰς τὰς ἀπʼ αὐτῶν γιγνομένας· αὐτὸ δʼ ἑκάτερον τῇ αὑτοῦ δυνάμει τί δρᾷ, τῇ τοῦ ἔχοντος ψυχῇ ἐνόν, καὶ λανθάνον θεούς τε καὶ ἀνθρώπους, οὐδεὶς πώποτε οὔτʼ ἐν ποιήσει οὔτʼ ἐν ἰδίοις λόγοις ἐπεξῆλθεν ἱκανῶς τῷ λόγῳ ὡς τὸ μὲν μέγιστον κακῶν ὅσα ἴσχει ψυχὴ ἐν αὑτῇ, δικαιοσύνη δὲ μέγιστον ἀγαθόν.
ustedes, cuantos se dicen elogiadores de la justicia, comenzando por los héroes de antaño de quienes quedan relatos y hasta los hombres de ahora, nadie jamás censuró la injusticia ni alabó la justicia sino por las famas, los honores y los regalos que de ellas resultan; pero qué hace cada una por su propio poder, estando en el alma de quien la tiene, aun pasando inadvertida a dioses y hombres, nadie jamás, ni en poesía ni en discursos privados, lo ha expuesto suficientemente en el discurso: que la una es el mayor de los males que el alma tiene dentro de sí, y la justicia el mayor bien.
εἰ γὰρ οὕτως ἐλέγετο ἐξ ἀρχῆς ὑπὸ πάντων ὑμῶν καὶ ἐκ νέων ἡμᾶς ἐπείθετε, οὐκ ἂν ἀλλήλους ἐφυλάττομεν μὴ ἀδικεῖν, ἀλλʼ αὐτὸς αὑτοῦ ἦν ἕκαστος ἄριστος φύλαξ, δεδιὼς μὴ ἀδικῶν τῷ μεγίστῳ κακῷ σύνοικος ᾖ. ταῦτα, ὦ Σώκρατες, ἴσως δὲ καὶ ἔτι τούτων πλείω Θρασύμαχός τε καὶ ἄλλος πού τις ὑπὲρ δικαιοσύνης τε καὶ ἀδικίας λέγοιεν ἄν, μεταστρέφοντες αὐτοῖν τὴν δύναμιν φορτικῶς, ὥς γέ μοι δοκεῖ. ἀλλʼ ἐγώ, οὐδὲν γάρ σε
Pues si así se hubiera dicho desde el principio por todos ustedes y desde jóvenes nos hubieran persuadido, no nos vigilaríamos unos a otros para no cometer injusticia, sino que cada uno sería el mejor guardián de sí mismo, temiendo que, al obrar injustamente, conviviera con el mayor mal. Esto, Sócrates, y quizá aún más que esto, podrían decir Trasímaco y algún otro sobre la justicia y la injusticia, trastocando groseramente su poder, según me parece. Pero yo, pues no tengo necesidad de ocultarte nada,
δέομαι ἀποκρύπτεσθαι, σοῦ ἐπιθυμῶν ἀκοῦσαι τἀναντία, ὡς δύναμαι μάλιστα κατατείνας λέγω. μὴ οὖν ἡμῖν μόνον ἐνδείξῃ τῷ λόγῳ ὅτι δικαιοσύνη ἀδικίας κρεῖττον, ἀλλὰ τί ποιοῦσα ἑκατέρα τὸν ἔχοντα αὐτὴ διʼ αὑτὴν ἡ μὲν κακόν, ἡ δὲ ἀγαθόν ἐστιν· τὰς δὲ δόξας ἀφαίρει, ὥσπερ Γλαύκων διεκελεύσατο. εἰ γὰρ μὴ ἀφαιρήσεις ἑκατέρωθεν τὰς ἀληθεῖς, τὰς δὲ ψευδεῖς προσθήσεις, οὐ τὸ δίκαιον φήσομεν ἐπαινεῖν σε ἀλλὰ τὸ δοκεῖν, οὐδὲ τὸ ἄδικον εἶναι
deseando oírte lo contrario, hablo tensándome cuanto puedo. No nos muestres, pues, solamente con el discurso que la justicia es superior a la injusticia, sino qué efecto produce cada una en quien la tiene, por sí misma, que a una la hace un mal y a la otra un bien; y quita las opiniones, como encargó Glaucón. Pues si no quitas de ambos lados las verdaderas y añades las falsas, diremos que no elogias lo justo, sino el parecerlo, y que no [censuras] el ser injusto,
ψέγειν ἀλλὰ τὸ δοκεῖν, καὶ παρακελεύεσθαι ἄδικον ὄντα λανθάνειν, καὶ ὁμολογεῖν Θρασυμάχῳ ὅτι τὸ μὲν δίκαιον ἀλλότριον ἀγαθόν, συμφέρον τοῦ κρείττονος, τὸ δὲ ἄδικον αὑτῷ μὲν συμφέρον καὶ λυσιτελοῦν, τῷ δὲ ἥττονι ἀσύμφορον. ἐπειδὴ οὖν ὡμολόγησας τῶν μεγίστων ἀγαθῶν εἶναι δικαιοσύνην, ἃ τῶν τε ἀποβαινόντων ἀπʼ αὐτῶν ἕνεκα ἄξια κεκτῆσθαι, πολὺ δὲ μᾶλλον αὐτὰ αὑτῶν, οἷον ὁρᾶν,
sino el parecerlo, y que exhortas a pasar inadvertido al que es injusto, y que estás de acuerdo con Trasímaco en que lo justo es un bien ajeno, conveniencia del más fuerte, y lo injusto, conveniente y provechoso para uno mismo, pero inconveniente para el más débil. Así pues, puesto que has reconocido que la justicia pertenece a los mayores bienes, a aquellos que vale la pena poseer por lo que de ellos resulta, pero mucho más por sí mismos, como ver,
ἀκούειν, φρονεῖν, καὶ ὑγιαίνειν δή, καὶ ὅσʼ ἄλλα ἀγαθὰ γόνιμα τῇ αὑτῶν φύσει ἀλλʼ οὐ δόξῃ ἐστίν, τοῦτʼ οὖν αὐτὸ ἐπαίνεσον δικαιοσύνης, ὃ αὐτὴ διʼ αὑτὴν τὸν ἔχοντα ὀνίνησιν καὶ ἀδικία βλάπτει, μισθοὺς δὲ καὶ δόξας πάρες ἄλλοις ἐπαινεῖν· ὡς ἐγὼ τῶν μὲν ἄλλων ἀποδεχοίμην ἂν οὕτως ἐπαινούντων δικαιοσύνην καὶ ψεγόντων ἀδικίαν, δόξας τε περὶ αὐτῶν καὶ μισθοὺς ἐγκωμιαζόντων καὶ λοιδορούντων, σοῦ δὲ οὐκ ἄν, εἰ μὴ σὺ κελεύοις, διότι πάντα τὸν βίον
oír, pensar y también estar sano, y cuantos otros bienes son fecundos por su propia naturaleza y no por opinión, elogia, pues, esto mismo de la justicia: lo que ella, por sí misma, aprovecha a quien la tiene y lo que la injusticia daña; y deja a otros elogiar los salarios y las opiniones. Porque yo aceptaría que los demás elogiaran así la justicia y censuraran la injusticia, encomiando y vituperando las opiniones y los salarios que las acompañan, pero de ti no, a menos que tú lo mandes, porque has pasado toda la vida
οὐδὲν ἄλλο σκοπῶν διελήλυθας ἢ τοῦτο. μὴ οὖν ἡμῖν ἐνδείξῃ μόνον τῷ λόγῳ ὅτι δικαιοσύνη ἀδικίας κρεῖττον, ἀλλὰ καὶ τί ποιοῦσα ἑκατέρα τὸν ἔχοντα αὐτὴ διʼ αὑτήν, ἐάντε λανθάνῃ ἐάντε μὴ θεούς τε καὶ ἀνθρώπους, ἡ μὲν ἀγαθόν, ἡ δὲ κακόν ἐστι. καὶ ἐγὼ ἀκούσας, ἀεὶ μὲν δὴ τὴν φύσιν τοῦ τε Γλαύκωνος καὶ τοῦ Ἀδειμάντου ἠγάμην, ἀτὰρ οὖν καὶ τότε πάνυ γε
sin examinar otra cosa que esto. No nos muestres, pues, solamente con el discurso que la justicia es superior a la injusticia, sino también qué efecto produce cada una en quien la tiene, por sí misma, pase o no inadvertida a dioses y hombres, que una es un bien y la otra un mal. Y yo, al oírlo, siempre había admirado el natural de Glaucón y de Adimanto, pero entonces en verdad
ἥσθην καὶ εἶπον· οὐ κακῶς εἰς ὑμᾶς, ὦ παῖδες ἐκείνου τοῦ ἀνδρός, τὴν ἀρχὴν τῶν ἐλεγείων ἐποίησεν ὁ Γλαύκωνος ἐραστής, εὐδοκιμήσαντας περὶ τὴν Μεγαροῖ μάχην, εἰπών— παῖδες Ἀρίστωνος, κλεινοῦ θεῖον γένος ἀνδρός· τοῦτό μοι, ὦ φίλοι, εὖ δοκεῖ ἔχειν· πάνυ γὰρ θεῖον πεπόνθατε, εἰ μὴ πέπεισθε ἀδικίαν δικαιοσύνης ἄμεινον εἶναι, οὕτω δυνάμενοι εἰπεῖν ὑπὲρ αὐτοῦ. δοκεῖτε δή μοι ὡς
me alegré y dije: No fue mala idea, hijos de aquel hombre, la del comienzo de las elegías que para ustedes compuso el amante de Glaucón, cuando se distinguieron en la batalla de Mégara, al decir: «Hijos de Aristón, linaje divino de un varón ilustre». Esto, amigos, me parece muy acertado: pues han experimentado algo verdaderamente divino, si no están persuadidos de que la injusticia es mejor que la justicia, pudiendo hablar así en su favor. Y me parece que de veras✦
Glaucón y Adimanto son hijos de Aristón y hermanos de Platón; el verso citado es el comienzo de una elegía compuesta en su honor por su actuación en una batalla junto a Mégara.
ἀληθῶς οὐ πεπεῖσθαι—τεκμαίρομαι δὲ ἐκ τοῦ ἄλλου τοῦ ὑμετέρου τρόπου, ἐπεὶ κατά γε αὐτοὺς τοὺς λόγους ἠπίστουν ἂν ὑμῖν—ὅσῳ δὲ μᾶλλον πιστεύω, τοσούτῳ μᾶλλον ἀπορῶ ὅτι χρήσωμαι. οὔτε γὰρ ὅπως βοηθῶ ἔχω· δοκῶ γάρ μοι ἀδύνατος εἶναι—σημεῖον δέ μοι, ὅτι ἃ πρὸς Θρασύμαχον λέγων ᾤμην ἀποφαίνειν ὡς ἄμεινον δικαιοσύνη ἀδικίας, οὐκ ἀπεδέξασθέ μου—οὔτʼ αὖ ὅπως μὴ βοηθήσω ἔχω· δέδοικα γὰρ μὴ οὐδʼ ὅσιον ᾖ παραγενόμενον δικαιοσύνῃ κακηγορουμένῃ
no están persuadidos —lo deduzco del resto de su manera de ser, pues por sus solos argumentos desconfiaría de ustedes—; y cuanto más confío, tanto más me quedo sin saber qué hacer. Porque ni tengo cómo ayudar, ya que me parece que soy incapaz —y mi prueba es que lo que dije contra Trasímaco, creyendo demostrar que la justicia es mejor que la injusticia, no lo aceptaron de mí—, ni tampoco tengo cómo no ayudar: pues temo que ni siquiera sea santo, hallándose uno presente cuando se habla mal de la justicia,
ἀπαγορεύειν καὶ μὴ βοηθεῖν ἔτι ἐμπνέοντα καὶ δυνάμενον φθέγγεσθαι. κράτιστον οὖν οὕτως ὅπως δύναμαι ἐπικουρεῖν αὐτῇ. ὅ τε οὖν Γλαύκων καὶ οἱ ἄλλοι ἐδέοντο παντὶ τρόπῳ βοηθῆσαι καὶ μὴ ἀνεῖναι τὸν λόγον, ἀλλὰ διερευνήσασθαι τί τέ ἐστιν ἑκάτερον καὶ περὶ τῆς ὠφελίας αὐτοῖν τἀληθὲς ποτέρως ἔχει. εἶπον οὖν ὅπερ ἐμοὶ ἔδοξεν, ὅτι τὸ ζήτημα ᾧ ἐπιχειροῦμεν οὐ φαῦλον ἀλλʼ ὀξὺ βλέποντος, ὡς ἐμοὶ
desfallecer y no ayudar mientras todavía respira y puede hablar. Lo mejor, pues, es socorrerla como pueda. Así que Glaucón y los demás me pidieron que ayudara de cualquier modo y que no soltara el argumento, sino que investigara qué es cada una y cuál es la verdad acerca de la utilidad de ambas. Dije, pues, lo que me parecía: que la indagación que emprendemos no es trivial, sino de quien ve con agudeza, como
φαίνεται. ἐπειδὴ οὖν ἡμεῖς οὐ δεινοί, δοκῶ μοι, ἦν δʼ ἐγώ, τοιαύτην ποιήσασθαι ζήτησιν αὐτοῦ, οἵανπερ ἂν εἰ προσέταξέ τις γράμματα σμικρὰ πόρρωθεν ἀναγνῶναι μὴ πάνυ ὀξὺ βλέπουσιν, ἔπειτά τις ἐνενόησεν, ὅτι τὰ αὐτὰ γράμματα ἔστι που καὶ ἄλλοθι μείζω τε καὶ ἐν μείζονι, ἕρμαιον ἂν ἐφάνη οἶμαι ἐκεῖνα πρῶτον ἀναγνόντας οὕτως ἐπισκοπεῖν τὰ ἐλάττω, εἰ τὰ αὐτὰ ὄντα τυγχάνει. πάνυ μὲν οὖν, ἔφη ὁ Ἀδείμαντος· ἀλλὰ τί τοιοῦτον, ὦ
me parece. —Puesto que no somos diestros, me parece, dije yo, hagamos de ello una búsqueda como si a unos que no ven muy agudamente alguien les ordenara leer de lejos unas letras pequeñas, y luego uno advirtiera que las mismas letras están en otro lugar, más grandes y en un soporte mayor; sería, creo, una ganga leer primero aquellas y así examinar las menores, para ver si resultan ser las mismas. —Por cierto, dijo Adimanto; pero ¿qué ves de semejante, Sócrates,
Σώκρατες, ἐν τῇ περὶ τὸ δίκαιον ζητήσει καθορᾷς; ἐγώ σοι, ἔφην, ἐρῶ. δικαιοσύνη, φαμέν, ἔστι μὲν ἀνδρὸς ἑνός, ἔστι δέ που καὶ ὅλης πόλεως; πάνυ γε, ἦ δʼ ὅς. οὐκοῦν μεῖζον πόλις ἑνὸς ἀνδρός; μεῖζον, ἔφη. ἴσως τοίνυν πλείων ἂν δικαιοσύνη ἐν τῷ μείζονι ἐνείη καὶ ῥᾴων καταμαθεῖν. εἰ οὖν βούλεσθε, πρῶτον ἐν ταῖς
en la búsqueda sobre lo justo? —Te lo diré, dije. Decimos que la justicia existe en un solo hombre, pero también, sin duda, en una ciudad entera. —Ciertamente, dijo él. —¿No es mayor una ciudad que un hombre? —Mayor, dijo. —Quizá, pues, haya más justicia en lo mayor y sea más fácil de comprender. Si quieren, pues, primero en las
πόλεσι ζητήσωμεν ποῖόν τί ἐστιν· ἔπειτα οὕτως ἐπισκεψώμεθα καὶ ἐν ἑνὶ ἑκάστῳ, τὴν τοῦ μείζονος ὁμοιότητα ἐν τῇ τοῦ ἐλάττονος ἰδέᾳ ἐπισκοποῦντες. ἀλλά μοι δοκεῖς, ἔφη, καλῶς λέγειν. ἆρʼ οὖν, ἦν δʼ ἐγώ, εἰ γιγνομένην πόλιν θεασαίμεθα λόγῳ, καὶ τὴν δικαιοσύνην αὐτῆς ἴδοιμεν ἂν γιγνομένην καὶ τὴν ἀδικίαν; τάχʼ ἄν, ἦ δʼ ὅς. οὐκοῦν γενομένου αὐτοῦ ἐλπὶς εὐπετέστερον ἰδεῖν ὃ ζητοῦμεν;
ciudades investiguemos de qué clase es; luego examinémosla así también en cada individuo, observando la semejanza de lo mayor en la forma de lo menor. —Me parece que hablas bien, dijo. —Entonces, dije yo, si viéramos con el discurso nacer una ciudad, ¿veríamos nacer también su justicia y su injusticia? —Quizá, dijo él. —¿Y no cabe esperar, una vez hecha, ver más fácilmente lo que buscamos?
πολύ γε. δοκεῖ οὖν χρῆναι ἐπιχειρῆσαι περαίνειν; οἶμαι μὲν γὰρ οὐκ ὀλίγον ἔργον αὐτὸ εἶναι· σκοπεῖτε οὖν. ἔσκεπται, ἔφη ὁ Ἀδείμαντος· ἀλλὰ μὴ ἄλλως ποίει. γίγνεται τοίνυν, ἦν δʼ ἐγώ, πόλις, ὡς ἐγᾦμαι, ἐπειδὴ τυγχάνει ἡμῶν ἕκαστος οὐκ αὐτάρκης, ἀλλὰ πολλῶν ὢν ἐνδεής· ἢ τίνʼ οἴει ἀρχὴν ἄλλην πόλιν οἰκίζειν; οὐδεμίαν, ἦ δʼ ὅς.
—Mucho más. —¿Les parece, pues, que hay que intentar llevarlo a término? Pues creo que no es poca la tarea; consideren, entonces. —Ya está considerado, dijo Adimanto; no hagas otra cosa. —Nace, pues, una ciudad, dije yo, según creo, porque ninguno de nosotros se basta a sí mismo, sino que necesita de muchas cosas; ¿o qué otro origen crees que tiene la fundación de una ciudad? —Ninguno, dijo.
οὕτω δὴ ἄρα παραλαμβάνων ἄλλος ἄλλον, ἐπʼ ἄλλου, τὸν δʼ ἐπʼ ἄλλου χρείᾳ, πολλῶν δεόμενοι, πολλοὺς εἰς μίαν οἴκησιν ἀγείραντες κοινωνούς τε καὶ βοηθούς, ταύτῃ τῇ συνοικίᾳ ἐθέμεθα πόλιν ὄνομα· ἦ γάρ; πάνυ μὲν οὖν. μεταδίδωσι δὴ ἄλλος ἄλλῳ, εἴ τι μεταδίδωσιν, ἢ μεταλαμβάνει, οἰόμενος αὑτῷ ἄμεινον εἶναι; πάνυ γε. ἴθι δή, ἦν δʼ ἐγώ, τῷ λόγῳ ἐξ ἀρχῆς ποιῶμεν πόλιν· ποιήσει δὲ αὐτήν, ὡς ἔοικεν, ἡ ἡμετέρα χρεία. πῶς δʼ οὔ;
—Así, pues, uno toma consigo a otro para una necesidad, y a otro para otra, y necesitados de muchas cosas reunimos en una sola morada a muchos, como socios y auxiliares, y a esta convivencia le dimos el nombre de ciudad; ¿no es así? —Por supuesto. —¿Y se da uno a otro, si da algo, o recibe, creyendo que le conviene? —Sí. —Ea, dije yo, hagamos en el discurso una ciudad desde el principio; la hará, según parece, nuestra necesidad. —¿Cómo no?
ἀλλὰ μὴν πρώτη γε καὶ μεγίστη τῶν χρειῶν ἡ τῆς τροφῆς παρασκευὴ τοῦ εἶναί τε καὶ ζῆν ἕνεκα. παντάπασί γε. δευτέρα δὴ οἰκήσεως, τρίτη δὲ ἐσθῆτος καὶ τῶν τοιούτων. ἔστι ταῦτα. φέρε δή, ἦν δʼ ἐγώ, πῶς ἡ πόλις ἀρκέσει ἐπὶ τοσαύτην παρασκευήν; ἄλλο τι γεωργὸς μὲν εἷς, ὁ δὲ οἰκοδόμος, ἄλλος δέ τις ὑφάντης; ἢ καὶ σκυτοτόμον αὐτόσε προσθήσομεν ἤ τινʼ ἄλλον τῶν περὶ τὸ σῶμα θεραπευτήν; πάνυ γε. εἴη δʼ ἂν ἥ γε ἀναγκαιοτάτη πόλις ἐκ τεττάρων ἢ πέντε ἀνδρῶν.
—Pues bien, la primera y mayor de las necesidades es la provisión del alimento, para existir y vivir. —Totalmente. —La segunda, la de la vivienda; la tercera, la del vestido y cosas semejantes. —Así es. —Veamos, pues, dije yo: ¿cómo bastará la ciudad para una provisión tan grande? ¿No será uno labrador, otro constructor, algún otro tejedor? ¿O añadiremos también un zapatero o algún otro de los que atienden a las necesidades del cuerpo? —Desde luego. —Entonces la ciudad más indispensable estaría formada por cuatro o cinco hombres.
φαίνεται. τί δὴ οὖν; ἕνα ἕκαστον τούτων δεῖ τὸ αὑτοῦ ἔργον ἅπασι κοινὸν κατατιθέναι, οἷον τὸν γεωργὸν ἕνα ὄντα παρασκευάζειν σιτία τέτταρσιν καὶ τετραπλάσιον χρόνον τε καὶ πόνον ἀναλίσκειν ἐπὶ σίτου παρασκευῇ καὶ ἄλλοις κοινωνεῖν, ἢ ἀμελήσαντα ἑαυτῷ μόνον τέταρτον μέρος ποιεῖν τούτου τοῦ
—Parece que sí. —Bien, ¿y entonces? ¿Debe cada uno de ellos poner su propia obra al servicio común de todos? Por ejemplo, el labrador, siendo uno solo, ¿debe preparar alimentos para cuatro, gastar cuádruple tiempo y esfuerzo en la preparación del trigo y compartirlo con otros, o bien, sin preocuparse de ellos, producir para sí solo la cuarta parte de ese
σίτου ἐν τετάρτῳ μέρει τοῦ χρόνου, τὰ δὲ τρία, τὸ μὲν ἐπὶ τῇ τῆς οἰκίας παρασκευῇ διατρίβειν, τὸ δὲ ἱματίου, τὸ δὲ ὑποδημάτων, καὶ μὴ ἄλλοις κοινωνοῦντα πράγματα ἔχειν, ἀλλʼ αὐτὸν διʼ αὑτὸν τὰ αὑτοῦ πράττειν; καὶ ὁ Ἀδείμαντος ἔφη· ἀλλʼ ἴσως, ὦ Σώκρατες, οὕτω ῥᾷον ἢ ʼκείνως. οὐδέν, ἦν δʼ ἐγώ, μὰ Δία ἄτοπον. ἐννοῶ γὰρ καὶ αὐτὸς εἰπόντος σοῦ, ὅτι πρῶτον μὲν ἡμῶν φύεται ἕκαστος οὐ πάνυ
trigo en la cuarta parte del tiempo, y de las otras tres partes dedicar una a preparar la casa, otra al vestido, otra al calzado, y no compartir con otros ni tomarse molestias, sino hacer por sí mismo y para sí mismo sus propios asuntos? Y Adimanto dijo: —Quizá, Sócrates, así sea más fácil que de aquel modo. —No tiene nada de extraño, por Zeus, dije yo. Pues yo mismo caigo en la cuenta, al decirlo tú, de que, ante todo, cada uno de nosotros nace no del todo
ὅμοιος ἑκάστῳ, ἀλλὰ διαφέρων τὴν φύσιν, ἄλλος ἐπʼ ἄλλου ἔργου πράξει. ἢ οὐ δοκεῖ σοι; ἔμοιγε. τί δέ; πότερον κάλλιον πράττοι ἄν τις εἷς ὢν πολλὰς τέχνας ἐργαζόμενος, ἢ ὅταν μίαν εἷς; ὅταν, ἦ δʼ ὅς, εἷς μίαν. ἀλλὰ μὴν οἶμαι καὶ τόδε δῆλον, ὡς, ἐάν τίς τινος παρῇ ἔργου καιρόν, διόλλυται. δῆλον γάρ. οὐ γὰρ οἶμαι ἐθέλει τὸ πραττόμενον τὴν τοῦ πράττοντος σχολὴν περιμένειν, ἀλλʼ ἀνάγκη τὸν πράττοντα τῷ πραττομένῳ
semejante a cada otro, sino diferente en su naturaleza: uno es apto para una tarea, otro para otra. ¿No te parece? —A mí sí. —¿Y qué? ¿Obraría mejor uno solo ejerciendo muchas artes, o cuando ejerce una sola? —Cuando uno ejerce una sola, dijo. —Pero también esto, creo, es evidente: que si alguien deja pasar el momento oportuno de una tarea, ésta se echa a perder. —Evidente. —Pues la obra, creo, no quiere esperar a que el que la hace tenga tiempo libre, sino que es forzoso que el que la hace se aplique a la obra
ἐπακολουθεῖν μὴ ἐν παρέργου μέρει. ἀνάγκη. ἐκ δὴ τούτων πλείω τε ἕκαστα γίγνεται καὶ κάλλιον καὶ ῥᾷον, ὅταν εἷς ἓν κατὰ φύσιν καὶ ἐν καιρῷ, σχολὴν τῶν ἄλλων ἄγων, πράττῃ. παντάπασι μὲν οὖν. πλειόνων δή, ὦ Ἀδείμαντε, δεῖ πολιτῶν ἢ τεττάρων ἐπὶ τὰς παρασκευὰς ὧν ἐλέγομεν. ὁ γὰρ γεωργός, ὡς ἔοικεν, οὐκ αὐτὸς ποιήσεται ἑαυτῷ τὸ ἄροτρον, εἰ μέλλει καλὸν εἶναι,
y no como a algo accesorio. —Es forzoso. —Así pues, de ahí resulta que cada cosa se produce en mayor cantidad, mejor y con más facilidad cuando uno hace una sola cosa, conforme a su naturaleza y a su tiempo, libre de las demás. —Totalmente. —Se necesitan, entonces, Adimanto, más de cuatro ciudadanos para las provisiones de que hablábamos. Pues el labrador, según parece, no se hará él mismo el arado, si ha de ser bueno,
οὐδὲ σμινύην, οὐδὲ τἆλλα ὄργανα ὅσα περὶ γεωργίαν. οὐδʼ αὖ ὁ οἰκοδόμος· πολλῶν δὲ καὶ τούτῳ δεῖ. ὡσαύτως δʼ ὁ ὑφάντης τε καὶ ὁ σκυτοτόμος· ἢ οὔ; ἀληθῆ. τέκτονες δὴ καὶ χαλκῆς καὶ τοιοῦτοί τινες πολλοὶ δημιουργοί, κοινωνοὶ ἡμῖν τοῦ πολιχνίου γιγνόμενοι, συχνὸν αὐτὸ ποιοῦσιν. πάνυ μὲν οὖν. ἀλλʼ οὐκ ἄν πω πάνυ γε μέγα τι εἴη, εἰ αὐτοῖς βουκόλους τε καὶ ποιμένας τούς τε ἄλλους νομέας προσθεῖμεν, ἵνα οἵ τε
ni la azada, ni los demás instrumentos de la labranza. Ni tampoco el constructor, que necesita muchos. Y lo mismo el tejedor y el zapatero, ¿no? —Cierto. —Carpinteros, pues, y herreros y otros muchos artesanos de esta clase, al hacerse socios de nuestra ciudadecilla, la hacen populosa. —Sin duda. —Pero todavía no sería demasiado grande si les añadimos boyeros, pastores y demás ganaderos, para que los
γεωργοὶ ἐπὶ τὸ ἀροῦν ἔχοιεν βοῦς, οἵ τε οἰκοδόμοι πρὸς τὰς ἀγωγὰς μετὰ τῶν γεωργῶν χρῆσθαι ὑποζυγίοις, ὑφάνται δὲ καὶ σκυτοτόμοι δέρμασίν τε καὶ ἐρίοις. οὐδέ γε, ἦ δʼ ὅς, σμικρὰ πόλις ἂν εἴη ἔχουσα πάντα ταῦτα. ἀλλὰ μήν, ἦν δʼ ἐγώ, κατοικίσαι γε αὐτὴν τὴν πόλιν εἰς τοιοῦτον τόπον οὗ ἐπεισαγωγίμων μὴ δεήσεται, σχεδόν τι ἀδύνατον. ἀδύνατον γάρ. προσδεήσει ἄρα ἔτι καὶ ἄλλων, οἳ ἐξ ἄλλης πόλεως αὐτῇ κομιοῦσιν ὧν δεῖται. δεήσει. καὶ μὴν κενὸς ἂν ἴῃ ὁ διάκονος, μηδὲν ἄγων ὧν ἐκεῖνοι
labradores tengan bueyes para arar, y los constructores puedan servirse, junto con los labradores, de bestias de tiro para los acarreos, y los tejedores y zapateros tengan pieles y lanas. —Tampoco sería pequeña, dijo, una ciudad que tuviera todo esto. —Pero, dije yo, establecer la ciudad misma en un lugar tal que no necesite importaciones es casi imposible. —Imposible. —Necesitará, pues, todavía otros que le traigan de otra ciudad lo que necesita. —Los necesitará. —Y si el servidor va con las manos vacías, sin llevar nada de lo que necesitan aquellos
δέονται παρʼ ὧν ἂν κομίζωνται ὧν ἂν αὐτοῖς χρεία, κενὸς ἄπεισιν. ἦ γάρ; δοκεῖ μοι. δεῖ δὴ τὰ οἴκοι μὴ μόνον ἑαυτοῖς ποιεῖν ἱκανά, ἀλλὰ καὶ οἷα καὶ ὅσα ἐκείνοις ὧν ἂν δέωνται. δεῖ γάρ. πλειόνων δὴ γεωργῶν τε καὶ τῶν ἄλλων δημιουργῶν δεῖ ἡμῖν τῇ πόλει. πλειόνων γάρ. καὶ δὴ καὶ τῶν ἄλλων διακόνων που τῶν τε εἰσαξόντων καὶ ἐξαξόντων ἕκαστα. οὗτοι δέ εἰσιν ἔμποροι· ἦ γάρ; ναί. καὶ ἐμπόρων δὴ δεησόμεθα. πάνυ γε. καὶ ἐὰν μέν γε κατὰ θάλατταν ἡ ἐμπορία γίγνηται, συχνῶν
de quienes han de traerse las cosas que a ellos les hacen falta, se irá vacío. ¿No es así? —Me parece. —Es preciso, entonces, que en casa produzcan no sólo lo suficiente para ellos mismos, sino también las cosas de la clase y en la cantidad que necesiten aquellos. —Es preciso. —Necesita, pues, nuestra ciudad más labradores y demás artesanos. —Más, sí. —Y también otros servidores, supongo, los que importen y exporten cada cosa. Éstos son los comerciantes, ¿verdad? —Sí. —Necesitaremos, pues, también comerciantes. —Desde luego. —Y si el comercio se hace por mar, se requerirá a muchos
καὶ ἄλλων προσδεήσεται τῶν ἐπιστημόνων τῆς περὶ τὴν θάλατταν ἐργασίας. συχνῶν μέντοι. τί δὲ δή; ἐν αὐτῇ τῇ πόλει πῶς ἀλλήλοις μεταδώσουσιν ὧν ἂν ἕκαστοι ἐργάζωνται; ὧν δὴ ἕνεκα καὶ κοινωνίαν ποιησάμενοι πόλιν ᾠκίσαμεν. δῆλον δή, ἦ δʼ ὅς, ὅτι πωλοῦντες καὶ ὠνούμενοι. ἀγορὰ δὴ ἡμῖν καὶ νόμισμα σύμβολον τῆς ἀλλαγῆς ἕνεκα γενήσεται ἐκ τούτου. πάνυ μὲν οὖν.
otros además, expertos en la faena del mar. —Muchos, ciertamente. —¿Y qué? Dentro de la ciudad misma, ¿cómo se repartirán unos a otros lo que cada cual produce? Por eso precisamente fundamos la ciudad, estableciendo una comunidad. —Evidente, dijo, que vendiendo y comprando. —De aquí nos saldrá, entonces, una plaza de mercado y una moneda, como signo para el intercambio. —Sin duda.
ἂν οὖν κομίσας ὁ γεωργὸς εἰς τὴν ἀγοράν τι ὧν ποιεῖ, ἤ τις ἄλλος τῶν δημιουργῶν, μὴ εἰς τὸν αὐτὸν χρόνον ἥκῃ τοῖς δεομένοις τὰ παρʼ αὐτοῦ ἀλλάξασθαι, ἀργήσει τῆς αὑτοῦ δημιουργίας καθήμενος ἐν ἀγορᾷ; οὐδαμῶς, ἦ δʼ ὅς, ἀλλὰ εἰσὶν οἳ τοῦτο ὁρῶντες ἑαυτοὺς ἐπὶ τὴν διακονίαν τάττουσιν ταύτην, ἐν μὲν ταῖς ὀρθῶς οἰκουμέναις πόλεσι σχεδόν τι οἱ ἀσθενέστατοι τὰ σώματα καὶ ἀχρεῖοί τι ἄλλο ἔργον πράττειν. αὐτοῦ γὰρ δεῖ μένοντας
—Pues si el labrador, llevando a la plaza algo de lo que produce, o algún otro de los artesanos, no llega al mismo tiempo que los que necesitan cambiar lo suyo por lo de él, ¿dejará ociosa su obra, sentado en la plaza? —De ningún modo, dijo; hay quienes, viendo esto, se destinan a este servicio: en las ciudades bien gobernadas son, por lo común, los más débiles de cuerpo y los inútiles para cualquier otro trabajo. Pues es preciso que se queden allí mismo,
αὐτοὺς περὶ τὴν ἀγορὰν τὰ μὲν ἀντʼ ἀργυρίου ἀλλάξασθαι τοῖς τι δεομένοις ἀποδόσθαι, τοῖς δὲ ἀντὶ αὖ ἀργυρίου διαλλάττειν ὅσοι τι δέονται πρίασθαι. αὕτη ἄρα, ἦν δʼ ἐγώ, ἡ χρεία καπήλων ἡμῖν γένεσιν ἐμποιεῖ τῇ πόλει. ἢ οὐ καπήλους καλοῦμεν τοὺς πρὸς ὠνήν τε καὶ πρᾶσιν διακονοῦντας ἱδρυμένους ἐν ἀγορᾷ, τοὺς δὲ πλανήτας ἐπὶ τὰς πόλεις ἐμπόρους; πάνυ μὲν οὖν.
en torno a la plaza, para dar dinero a cambio de mercancías a los que quieren vender algo, y a su vez dar mercancías a cambio de dinero a cuantos quieren comprar algo. —Esta necesidad, dije yo, hace nacer en nuestra ciudad a los mercaderes al por menor. ¿No llamamos mercaderes a los que, establecidos en la plaza, sirven para la compra y la venta, y comerciantes a los que viajan de ciudad en ciudad? —Sin duda.✦
Mercaderes (καπήλους): vendedores al por menor, fijos en la plaza; se distinguen de los comerciantes (ἐμπόρους), que viajan entre ciudades.
ἔτι δή τινες, ὡς ἐγᾦμαι, εἰσὶ καὶ ἄλλοι διάκονοι, οἳ ἂν τὰ μὲν τῆς διανοίας μὴ πάνυ ἀξιοκοινώνητοι ὦσιν, τὴν δὲ τοῦ σώματος ἰσχὺν ἱκανὴν ἐπὶ τοὺς πόνους ἔχωσιν· οἳ δὴ πωλοῦντες τὴν τῆς ἰσχύος χρείαν, τὴν τιμὴν ταύτην μισθὸν καλοῦντες, κέκληνται, ὡς ἐγᾦμαι, μισθωτοί· ἦ γάρ; πάνυ μὲν οὖν. πλήρωμα δὴ πόλεώς εἰσιν, ὡς ἔοικε, καὶ μισθωτοί. δοκεῖ μοι. ἆρʼ οὖν, ὦ Ἀδείμαντε, ἤδη ἡμῖν ηὔξηται ἡ πόλις, ὥστʼ εἶναι τελέα; ἴσως. ποῦ οὖν ἄν ποτε ἐν αὐτῇ εἴη ἥ τε δικαιοσύνη καὶ ἡ ἀδικία; καὶ τίνι ἅμα ἐγγενομένη ὧν ἐσκέμμεθα;
—Hay todavía, según creo, otros servidores que, aunque no del todo dignos de asociarse por su inteligencia, tienen fuerza corporal suficiente para los trabajos; éstos, vendiendo el uso de su fuerza y llamando salario a su precio, se llaman, creo, asalariados. ¿No es así? —Sin duda. —Los asalariados son también, según parece, un complemento de la ciudad. —Me parece. —¿Ha crecido ya, pues, Adimanto, nuestra ciudad hasta ser completa? —Quizá. —¿Dónde estarían entonces en ella la justicia y la injusticia? ¿Y con cuál de las cosas que hemos examinado habrán surgido a la vez?
ἐγὼ μέν, ἔφη, οὐκ ἐννοῶ, ὦ Σώκρατες, εἰ μή που ἐν αὐτῶν τούτων χρείᾳ τινὶ τῇ πρὸς ἀλλήλους. ἀλλʼ ἴσως, ἦν δʼ ἐγώ, καλῶς λέγεις· καὶ σκεπτέον γε καὶ οὐκ ἀποκνητέον. πρῶτον οὖν σκεψώμεθα τίνα τρόπον διαιτήσονται οἱ οὕτω παρεσκευασμένοι. ἄλλο τι ἢ σῖτόν τε ποιοῦντες καὶ οἶνον καὶ ἱμάτια καὶ ὑποδήματα; καὶ οἰκοδομησάμενοι οἰκίας, θέρους μὲν τὰ πολλὰ γυμνοί τε καὶ ἀνυπόδητοι ἐργάσονται, τοῦ δὲ
—Yo, dijo, no lo entiendo, Sócrates, a no ser que estén en alguna necesidad mutua que tienen estos mismos entre sí. —Pero quizá, dije yo, hablas bien; y hay que examinarlo y no echarse atrás. Veamos primero de qué modo vivirán los así preparados. ¿Acaso no haciendo trigo, vino, vestidos y calzado? Y una vez construidas sus casas, en verano trabajarán casi siempre desnudos y descalzos, y en
χειμῶνος ἠμφιεσμένοι τε καὶ ὑποδεδεμένοι ἱκανῶς· θρέψονται δὲ ἐκ μὲν τῶν κριθῶν ἄλφιτα σκευαζόμενοι, ἐκ δὲ τῶν πυρῶν ἄλευρα, τὰ μὲν πέψαντες, τὰ δὲ μάξαντες, μάζας γενναίας καὶ ἄρτους ἐπὶ κάλαμόν τινα παραβαλλόμενοι ἢ φύλλα καθαρά, κατακλινέντες ἐπὶ στιβάδων ἐστρωμένων μίλακί τε καὶ μυρρίναις, εὐωχήσονται αὐτοί τε καὶ τὰ παιδία, ἐπιπίνοντες τοῦ οἴνου, ἐστεφανωμένοι καὶ ὑμνοῦντες τοὺς θεούς, ἡδέως συνόντες ἀλλήλοις, οὐχ ὑπὲρ τὴν οὐσίαν ποιούμενοι
invierno suficientemente vestidos y calzados. Se alimentarán preparando harina de cebada y harina de trigo, cociendo unas, amasando otras; pondrán tortas excelentes y panes sobre alguna caña o sobre hojas limpias, y, recostados en lechos de ramas cubiertos de zarzaparrilla y mirtos, se darán un banquete ellos y sus hijos, bebiendo vino encima, coronados y cantando himnos a los dioses, gozando de su mutua compañía, sin engendrar hijos por encima de sus recursos,
τοὺς παῖδας, εὐλαβούμενοι πενίαν ἢ πόλεμον. καὶ ὁ Γλαύκων ὑπολαβών, Ἄνευ ὄψου, ἔφη, ὡς ἔοικας, ποιεῖς τοὺς ἄνδρας ἑστιωμένους. ἀληθῆ, ἦν δʼ ἐγώ, λέγεις. ἐπελαθόμην ὅτι καὶ ὄψον ἕξουσιν, ἅλας τε δῆλον ὅτι καὶ ἐλάας καὶ τυρόν, καὶ βολβοὺς καὶ λάχανά γε, οἷα δὴ ἐν ἀγροῖς ἑψήματα, ἑψήσονται. καὶ τραγήματά που παραθήσομεν αὐτοῖς τῶν τε σύκων καὶ ἐρεβίνθων καὶ κυάμων, καὶ μύρτα καὶ φηγοὺς σποδιοῦσιν
precaviéndose de la pobreza o de la guerra. Y Glaucón, tomando la palabra, dijo: —Sin companaje, según parece, haces banquetear a esos hombres. —Dices verdad, dije yo. Olvidé que tendrán también companaje: sal, claro está, y aceitunas y queso, y cebollas y verduras, de esos guisos que se cuecen en el campo. Y les pondremos también postres, de higos, garbanzos y habas, y asarán al rescoldo, junto al fuego, mirtos y bellotas,
πρὸς τὸ πῦρ, μετρίως ὑποπίνοντες· καὶ οὕτω διάγοντες τὸν βίον ἐν εἰρήνῃ μετὰ ὑγιείας, ὡς εἰκός, γηραιοὶ τελευτῶντες ἄλλον τοιοῦτον βίον τοῖς ἐκγόνοις παραδώσουσιν. καὶ ὅς, εἰ δὲ ὑῶν πόλιν, ὦ Σώκρατες, ἔφη, κατεσκεύαζες, τί ἂν αὐτὰς ἄλλο ἢ ταῦτα ἐχόρταζες; ἀλλὰ πῶς χρή, ἦν δʼ ἐγώ, ὦ Γλαύκων; ἅπερ νομίζεται, ἔφη· ἐπί τε κλινῶν κατακεῖσθαι οἶμαι τοὺς μέλλοντας μὴ ταλαιπωρεῖσθαι, καὶ ἀπὸ τραπεζῶν
bebiendo con moderación; y así, pasando la vida en paz y con salud, es natural que mueran ancianos y transmitan a sus descendientes otra vida semejante. Y él dijo: —Si estuvieras fundando una ciudad de cerdos, Sócrates, ¿con qué otra cosa que con esto los cebarías? —Pero ¿cómo conviene hacerlo, Glaucón?, dije yo. —Como se acostumbra, dijo: que se recuesten en lechos, creo, los que no han de pasar penalidades, y que coman en mesas,
δειπνεῖν, καὶ ὄψα ἅπερ καὶ οἱ νῦν ἔχουσι καὶ τραγήματα. εἶεν, ἦν δʼ ἐγώ· μανθάνω. οὐ πόλιν, ὡς ἔοικε, σκοποῦμεν μόνον ὅπως γίγνεται, ἀλλὰ καὶ τρυφῶσαν πόλιν. ἴσως οὖν οὐδὲ κακῶς ἔχει· σκοποῦντες γὰρ καὶ τοιαύτην τάχʼ ἂν κατίδοιμεν τήν τε δικαιοσύνην καὶ ἀδικίαν ὅπῃ ποτὲ ταῖς πόλεσιν ἐμφύονται. ἡ μὲν οὖν ἀληθινὴ πόλις δοκεῖ μοι εἶναι ἣν διεληλύθαμεν, ὥσπερ ὑγιής τις· εἰ δʼ αὖ βούλεσθε, καὶ φλεγμαίνουσαν πόλιν θεωρήσωμεν· οὐδὲν ἀποκωλύει.
y tengan companajes y postres como los de ahora. —Bien, dije yo; comprendo. No examinamos, según parece, sólo cómo nace una ciudad, sino también una ciudad lujosa. Quizá no está mal; pues examinando también una así, tal vez veríamos dónde se implantan en las ciudades la justicia y la injusticia. La ciudad verdadera me parece ser la que hemos recorrido, como una ciudad sana; pero si ustedes quieren, contemplemos también una ciudad inflamada; nada lo impide.
ταῦτα γὰρ δή τισιν, ὡς δοκεῖ, οὐκ ἐξαρκέσει, οὐδὲ αὕτη ἡ δίαιτα, ἀλλὰ κλῖναί τε προσέσονται καὶ τράπεζαι καὶ τἆλλα σκεύη, καὶ ὄψα δὴ καὶ μύρα καὶ θυμιάματα καὶ ἑταῖραι καὶ πέμματα, καὶ ἕκαστα τούτων παντοδαπά. καὶ δὴ καὶ ἃ τὸ πρῶτον ἐλέγομεν οὐκέτι τἀναγκαῖα θετέον, οἰκίας τε καὶ ἱμάτια καὶ ὑποδήματα, ἀλλὰ τήν τε ζωγραφίαν κινητέον καὶ τὴν ποικιλίαν, καὶ χρυσὸν καὶ ἐλέφαντα καὶ πάντα τὰ τοιαῦτα κτητέον. ἦ γάρ;
Pues esto, según parece, no bastará a algunos, ni este modo de vida, sino que se añadirán lechos y mesas y demás enseres, y manjares, perfumes, incienso, cortesanas y pasteles, y cada una de estas cosas en toda variedad. Y desde luego, lo que decíamos al principio ya no hay que ponerlo entre las cosas necesarias, es decir, casas, vestidos y calzado, sino que hay que poner en movimiento la pintura y el bordado, y adquirir oro y marfil y todo lo semejante. ¿No es así?
ναί, ἔφη. οὐκοῦν μείζονά τε αὖ τὴν πόλιν δεῖ ποιεῖν· ἐκείνη γὰρ ἡ ὑγιεινὴ οὐκέτι ἱκανή, ἀλλʼ ἤδη ὄγκου ἐμπληστέα καὶ πλήθους, ἃ οὐκέτι τοῦ ἀναγκαίου ἕνεκά ἐστιν ἐν ταῖς πόλεσιν, οἷον οἵ τε θηρευταὶ πάντες οἵ τε μιμηταί, πολλοὶ μὲν οἱ περὶ τὰ σχήματά τε καὶ χρώματα, πολλοὶ δὲ οἱ περὶ μουσικήν, ποιηταί τε καὶ τούτων ὑπηρέται, ῥαψῳδοί, ὑποκριταί, χορευταί, ἐργολάβοι, σκευῶν τε παντοδαπῶν δημιουργοί, τῶν τε ἄλλων
—Sí, dijo. —¿No hay que hacer, entonces, todavía mayor la ciudad? Pues aquella ciudad sana ya no basta, sino que hay que llenarla de volumen y de multitud de cosas que ya no están en las ciudades por necesidad, como todos los cazadores y los imitadores, muchos de ellos relacionados con las figuras y los colores, muchos con la música: poetas y sus auxiliares, rapsodas, actores, coreutas, contratistas, artesanos de enseres de toda clase, y en particular de los
καὶ τῶν περὶ τὸν γυναικεῖον κόσμον. καὶ δὴ καὶ διακόνων πλειόνων δεησόμεθα· ἢ οὐ δοκεῖ δεήσειν παιδαγωγῶν, τιτθῶν, τροφῶν, κομμωτριῶν, κουρέων, καὶ αὖ ὀψοποιῶν τε καὶ μαγείρων; ἔτι δὲ καὶ συβωτῶν προσδεησόμεθα· τοῦτο γὰρ ἡμῖν ἐν τῇ προτέρᾳ πόλει οὐκ ἐνῆν—ἔδει γὰρ οὐδέν—ἐν δὲ ταύτῃ καὶ τούτου προσδεήσει. δεήσει δὲ καὶ τῶν ἄλλων βοσκημάτων παμπόλλων, εἴ τις αὐτὰ ἔδεται· ἦ γάρ; πῶς γὰρ οὔ;
relativos al adorno de las mujeres. Y necesitaremos también más servidores. ¿O no parece que se necesitarán pedagogos, nodrizas, amas de cría, peinadoras, barberos, y además cocineros y carniceros? Y necesitaremos todavía porquerizos; esto no lo había en la primera ciudad —pues no hacía falta—, pero en ésta se necesitará también esto. Y se necesitará además muchísimo otro ganado, si alguien ha de comerlo, ¿no es así? —¿Cómo no?
οὐκοῦν καὶ ἰατρῶν ἐν χρείαις ἐσόμεθα πολὺ μᾶλλον οὕτω διαιτώμενοι ἢ ὡς τὸ πρότερον; πολύ γε. καὶ ἡ χώρα γέ που, ἡ τότε ἱκανὴ τρέφειν τοὺς τότε, σμικρὰ δὴ ἐξ ἱκανῆς ἔσται. ἢ πῶς λέγομεν; οὕτως, ἔφη. οὐκοῦν τῆς τῶν πλησίον χώρας ἡμῖν ἀποτμητέον, εἰ μέλλομεν ἱκανὴν ἕξειν νέμειν τε καὶ ἀροῦν, καὶ ἐκείνοις αὖ τῆς ἡμετέρας, ἐὰν καὶ ἐκεῖνοι ἀφῶσιν αὑτοὺς ἐπὶ χρημάτων κτῆσιν ἄπειρον, ὑπερβάντες τὸν τῶν ἀναγκαίων ὅρον;
—¿Y no necesitaremos también médicos mucho más, viviendo así que como antes? —Mucho más. —Y el territorio, que entonces bastaba para alimentar a los de entonces, de suficiente se volverá pequeño. ¿O qué decimos? —Así es, dijo. —¿No tendremos, pues, que cortar una parte del territorio de los vecinos, si hemos de tener suficiente para pastar y arar, y ellos a su vez del nuestro, si también ellos se entregan a la adquisición ilimitada de riquezas, rebasando el límite de lo necesario?
πολλὴ ἀνάγκη, ἔφη, ὦ Σώκρατες. πολεμήσομεν δὴ τὸ μετὰ τοῦτο, ὦ Γλαύκων; ἢ πῶς ἔσται; οὕτως, ἔφη. καὶ μηδέν γέ πω λέγωμεν, ἦν δʼ ἐγώ, μήτʼ εἴ τι κακὸν μήτʼ εἰ ἀγαθὸν ὁ πόλεμος ἐργάζεται, ἀλλὰ τοσοῦτον μόνον, ὅτι πολέμου αὖ γένεσιν ηὑρήκαμεν, ἐξ ὧν μάλιστα ταῖς πόλεσιν καὶ ἰδίᾳ καὶ δημοσίᾳ κακὰ γίγνεται, ὅταν γίγνηται. πάνυ μὲν οὖν. ἔτι δή, ὦ φίλε, μείζονος τῆς πόλεως δεῖ οὔ τι σμικρῷ,
—Es de toda necesidad, dijo, Sócrates. —¿Haremos la guerra, pues, a continuación, Glaucón? ¿O cómo será? —Así, dijo. —Y no digamos todavía, dije yo, si la guerra produce algún mal o algún bien, sino sólo esto: que hemos hallado el origen de la guerra, a partir de aquello de lo que más nacen los males para las ciudades, tanto privados como públicos, cuando nace. —Totalmente. —Aún más, amigo, hace falta una ciudad mayor, y no en poco,
ἀλλʼ ὅλῳ στρατοπέδῳ, ὃ ἐξελθὸν ὑπὲρ τῆς οὐσίας ἁπάσης καὶ ὑπὲρ ὧν νυνδὴ ἐλέγομεν διαμαχεῖται τοῖς ἐπιοῦσιν. τί δέ; ἦ δʼ ὅς· αὐτοὶ οὐχ ἱκανοί; οὔκ, εἰ σύ γε, ἦν δʼ ἐγώ, καὶ ἡμεῖς ἅπαντες ὡμολογήσαμεν καλῶς, ἡνίκα ἐπλάττομεν τὴν πόλιν· ὡμολογοῦμεν δέ που, εἰ μέμνησαι, ἀδύνατον ἕνα πολλὰς καλῶς ἐργάζεσθαι τέχνας. ἀληθῆ λέγεις, ἔφη.
sino un ejército entero, que salga a combatir a los invasores en defensa de toda la hacienda y de lo que decíamos hace un momento. —¿Cómo?, dijo; ¿ellos mismos no bastan? —No, dije yo, si tú y todos nosotros acertamos al convenir cuando modelábamos la ciudad; y convinimos, si lo recuerdas, en que es imposible que uno solo ejecute bien muchas artes. —Dices verdad, dijo.
τί οὖν; ἦν δʼ ἐγώ· ἡ περὶ τὸν πόλεμον ἀγωνία οὐ τεχνικὴ δοκεῖ εἶναι; καὶ μάλα, ἔφη. ἦ οὖν τι σκυτικῆς δεῖ μᾶλλον κήδεσθαι ἢ πολεμικῆς; οὐδαμῶς. ἀλλʼ ἄρα τὸν μὲν σκυτοτόμον διεκωλύομεν μήτε γεωργὸν ἐπιχειρεῖν εἶναι ἅμα μήτε ὑφάντην μήτε οἰκοδόμον ἀλλὰ σκυτοτόμον, ἵνα δὴ ἡμῖν τὸ τῆς σκυτικῆς ἔργον καλῶς γίγνοιτο, καὶ τῶν ἄλλων ἑνὶ ἑκάστῳ ὡσαύτως ἓν ἀπεδίδομεν, πρὸς ὃ ἐπεφύκει ἕκαστος καὶ ἐφʼ ᾧ ἔμελλε τῶν ἄλλων
—¿Y bien?, dije yo. La lucha en la guerra, ¿no parece cosa de arte? —Y mucho, dijo. —¿Acaso hay que preocuparse más del arte del zapatero que del de la guerra? —De ningún modo. —Pero ¿no impedíamos al zapatero intentar ser a la vez labrador, tejedor o constructor, y queríamos que fuera zapatero, para que la obra de zapatería nos saliera bien? Y a cada uno de los demás, igualmente, le asignábamos una sola, aquella para la que cada uno estaba naturalmente dotado y en la que iba, libre de las demás
σχολὴν ἄγων διὰ βίου αὐτὸ ἐργαζόμενος οὐ παριεὶς τοὺς καιροὺς καλῶς ἀπεργάσεσθαι· τὰ δὲ δὴ περὶ τὸν πόλεμον πότερον οὐ περὶ πλείστου ἐστὶν εὖ ἀπεργασθέντα; ἢ οὕτω ῥᾴδιον, ὥστε καὶ γεωργῶν τις ἅμα πολεμικὸς ἔσται καὶ σκυτοτομῶν καὶ ἄλλην τέχνην ἡντινοῦν ἐργαζόμενος, πεττευτικὸς δὲ ἢ κυβευτικὸς ἱκανῶς οὐδʼ ἂν εἷς γένοιτο μὴ αὐτὸ τοῦτο ἐκ παιδὸς ἐπιτηδεύων, ἀλλὰ παρέργῳ χρώμενος;
ocupaciones, a trabajar toda su vida, sin dejar pasar las ocasiones, para llevarla a buen término. Y lo de la guerra, ¿no es de la mayor importancia que esté bien ejecutado? ¿O es tan fácil que uno, siendo labrador, sea a la vez guerrero, o siendo zapatero o ejerciendo cualquier otro arte, mientras que ni siquiera uno solo llegaría a ser un buen jugador de damas o de dados sin practicar justamente esto desde niño, sino usándolo como cosa accesoria?
καὶ ἀσπίδα μὲν λαβὼν ἤ τι ἄλλο τῶν πολεμικῶν ὅπλων τε καὶ ὀργάνων αὐθημερὸν ὁπλιτικῆς ἤ τινος ἄλλης μάχης τῶν κατὰ πόλεμον ἱκανὸς ἔσται ἀγωνιστής, τῶν δὲ ἄλλων ὀργάνων οὐδὲν οὐδένα δημιουργὸν οὐδὲ ἀθλητὴν ληφθὲν ποιήσει, οὐδʼ ἔσται χρήσιμον τῷ μήτε τὴν ἐπιστήμην ἑκάστου λαβόντι μήτε τὴν μελέτην ἱκανὴν παρασχομένῳ; πολλοῦ γὰρ ἄν, ἦ δʼ ὅς, τὰ ὄργανα ἦν ἄξια. οὐκοῦν, ἦν δʼ ἐγώ, ὅσῳ μέγιστον τὸ τῶν φυλάκων ἔργον,
¿Y tomando un escudo o alguna otra de las armas e instrumentos de guerra, ese mismo día será un combatiente competente en el combate de hoplitas o en alguna otra de las batallas propias de la guerra, mientras que ningún otro instrumento, al tomarlo, hará artesano ni atleta a nadie, ni será útil a quien no haya adquirido la ciencia de cada uno ni se haya procurado el entrenamiento suficiente? —Mucho valdrían, dijo, los instrumentos. —Pues bien, dije yo, cuanto mayor es la tarea de los guardianes,
τοσούτῳ σχολῆς τε τῶν ἄλλων πλείστης ἂν εἴη καὶ αὖ τέχνης τε καὶ ἐπιμελείας μεγίστης δεόμενον. οἶμαι ἔγωγε, ἦ δʼ ὅς. ἆρʼ οὖν οὐ καὶ φύσεως ἐπιτηδείας εἰς αὐτὸ τὸ ἐπιτήδευμα; πῶς δʼ οὔ; ἡμέτερον δὴ ἔργον ἂν εἴη, ὡς ἔοικεν, εἴπερ οἷοί τʼ ἐσμέν, ἐκλέξασθαι τίνες τε καὶ ποῖαι φύσεις ἐπιτήδειαι εἰς πόλεως φυλακήν. ἡμέτερον μέντοι. μὰ Δία, ἦν δʼ ἐγώ, οὐκ ἄρα φαῦλον πρᾶγμα ἠράμεθα· ὅμως δὲ οὐκ ἀποδειλιατέον, ὅσον γʼ ἂν δύναμις παρείκῃ.
tanto más ocio respecto de lo demás necesitará, y a su vez la mayor arte y el mayor cuidado. —Así lo creo, dijo. —¿Y no necesitará también una naturaleza apta para esa ocupación? —¿Cómo no? —Tarea nuestra sería, entonces, según parece, si es que somos capaces, escoger cuáles y cómo han de ser las naturalezas aptas para la guardia de la ciudad. —Nuestra, sí. —Por Zeus, dije yo, no hemos emprendido un asunto cualquiera; sin embargo, no hay que acobardarse, en cuanto lo permita nuestra capacidad. —No, desde luego, dijo.
οὐ γὰρ οὖν, ἔφη. οἴει οὖν τι, ἦν δʼ ἐγώ, διαφέρειν φύσιν γενναίου σκύλακος εἰς φυλακὴν νεανίσκου εὐγενοῦς; τὸ ποῖον λέγεις; οἷον ὀξύν τέ που δεῖ αὐτοῖν ἑκάτερον εἶναι πρὸς αἴσθησιν καὶ ἐλαφρὸν πρὸς τὸ αἰσθανόμενον διωκάθειν, καὶ ἰσχυρὸν αὖ, ἐὰν δέῃ ἑλόντα διαμάχεσθαι. δεῖ γὰρ οὖν, ἔφη, πάντων τούτων. καὶ μὴν ἀνδρεῖόν γε, εἴπερ εὖ μαχεῖται. πῶς δʼ οὔ; ἀνδρεῖος δὲ εἶναι ἆρα ἐθελήσει ὁ μὴ θυμοειδὴς εἴτε ἵππος εἴτε κύων ἢ ἄλλο ὁτιοῦν ζῷον; ἢ οὐκ ἐννενόηκας ὡς
—¿Crees, entonces, dije yo, que difiere en algo, para la guardia, la naturaleza de un cachorro de buena raza de la de un joven bien nacido? —¿A qué te refieres? —Por ejemplo, a que cada uno de los dos debe ser agudo para percibir, y veloz para perseguir lo percibido, y fuerte además, si ha de luchar tras atraparlo. —Se necesita todo eso, dijo. —Y valiente, si ha de pelear bien. —¿Cómo no? —¿Y querrá ser valiente el que no sea fogoso, sea caballo, perro o cualquier otro animal? ¿O no has reparado en que✦
Fogoso (θυμοειδής): el que tiene thymós, el ardor o ánimo combativo, que en el libro IV se identificará con una parte del alma.
ἄμαχόν τε καὶ ἀνίκητον θυμός, οὗ παρόντος ψυχὴ πᾶσα πρὸς πάντα ἄφοβός τέ ἐστι καὶ ἀήττητος; ἐννενόηκα. τὰ μὲν τοίνυν τοῦ σώματος οἷον δεῖ τὸν φύλακα εἶναι, δῆλα. ναί. καὶ μὴν καὶ τὰ τῆς ψυχῆς, ὅτι γε θυμοειδῆ. καὶ τοῦτο. πῶς οὖν, ἦν δʼ ἐγώ, ὦ Γλαύκων, οὐκ ἄγριοι ἀλλήλοις τε ἔσονται καὶ τοῖς ἄλλοις πολίταις, ὄντες τοιοῦτοι τὰς φύσεις; μὰ Δία, ἦ δʼ ὅς, οὐ ῥᾳδίως.
es irresistible e invencible el ardor, con cuya presencia toda alma está sin temor ante todo y es invicta? —Lo he notado. —Cuál debe ser, pues, el guardián en lo corporal, es claro. —Sí. —Y también en lo que toca al alma: que sea fogoso. —También eso. —¿Cómo, entonces, dije yo, Glaucón, no serán feroces entre sí y con los demás ciudadanos, siendo tales de naturaleza? —Por Zeus, dijo, no con facilidad.
ἀλλὰ μέντοι δεῖ γε πρὸς μὲν τοὺς οἰκείους πρᾴους αὐτοὺς εἶναι, πρὸς δὲ τοὺς πολεμίους χαλεπούς· εἰ δὲ μή, οὐ περιμενοῦσιν ἄλλους σφᾶς διολέσαι, ἀλλʼ αὐτοὶ φθήσονται αὐτὸ δράσαντες. ἀληθῆ, ἔφη. τί οὖν, ἦν δʼ ἐγώ, ποιήσομεν; πόθεν ἅμα πρᾷον καὶ μεγαλόθυμον ἦθος εὑρήσομεν; ἐναντία γάρ που θυμοειδεῖ πρᾳεῖα φύσις. φαίνεται. ἀλλὰ μέντοι τούτων γε ὁποτέρου ἂν στέρηται, φύλαξ ἀγαθὸς οὐ μὴ γένηται· ταῦτα δὲ ἀδυνάτοις ἔοικεν, καὶ οὕτω
—Pero es necesario que sean mansos con los suyos y duros con los enemigos; si no, no esperarán a que otros los destruyan, sino que se adelantarán a hacerlo ellos mismos. —Es verdad, dijo. —Entonces, ¿qué haremos?, dije yo. ¿De dónde sacaremos un carácter a la vez manso y de ánimo altivo? Pues una naturaleza mansa es contraria a la fogosa. —Así parece. —Pero, con todo, si le falta una de las dos cosas, no llegará a ser un buen guardián; y esto parece imposible, y así
δὴ συμβαίνει ἀγαθὸν φύλακα ἀδύνατον γενέσθαι. κινδυνεύει, ἔφη. καὶ ἐγὼ ἀπορήσας τε καὶ ἐπισκεψάμενος τὰ ἔμπροσθεν, δικαίως γε, ἦν δʼ ἐγώ, ὦ φίλε, ἀποροῦμεν· ἧς γὰρ προυθέμεθα εἰκόνος ἀπελείφθημεν. πῶς λέγεις; οὐκ ἐννενοήκαμεν ὅτι εἰσὶν ἄρα φύσεις οἵας ἡμεῖς οὐκ ᾠήθημεν, ἔχουσαι τἀναντία ταῦτα. ποῦ δή; ἴδοι μὲν ἄν τις καὶ ἐν ἄλλοις ζῴοις, οὐ μεντἂν ἥκιστα
resulta que es imposible que haya un buen guardián. —Es probable, dijo. Y yo, perplejo y tras examinar lo dicho antes: —Con razón, amigo, dije yo, estamos perplejos; pues nos hemos apartado de la imagen que habíamos propuesto. —¿Cómo dices? —No hemos advertido que existen, después de todo, naturalezas como las que no creímos, que tienen estas cualidades contrarias. —¿Dónde? —Se podría ver en otros animales, y no menos en aquel con el que comparábamos al guardián.
ἐν ᾧ ἡμεῖς παρεβάλλομεν τῷ φύλακι. οἶσθα γάρ που τῶν γενναίων κυνῶν, ὅτι τοῦτο φύσει αὐτῶν τὸ ἦθος, πρὸς μὲν τοὺς συνήθεις τε καὶ γνωρίμους ὡς οἷόν τε πρᾳοτάτους εἶναι, πρὸς δὲ τοὺς ἀγνῶτας τοὐναντίον. οἶδα μέντοι. τοῦτο μὲν ἄρα, ἦν δʼ ἐγώ, δυνατόν, καὶ οὐ παρὰ φύσιν ζητοῦμεν τοιοῦτον εἶναι τὸν φύλακα. οὐκ ἔοικεν. ἆρʼ οὖν σοι δοκεῖ ἔτι τοῦδε προσδεῖσθαι ὁ φυλακικὸς ἐσόμενος, πρὸς τῷ θυμοειδεῖ ἔτι προσγενέσθαι φιλόσοφος τὴν φύσιν;
con el que nosotros comparábamos al guardián. Pues sabes, supongo, de los perros de buena raza, que su carácter natural es ser lo más mansos posible con los familiares y conocidos, y lo contrario con los desconocidos. —Lo sé, en efecto. —Entonces esto es posible, dije yo, y no buscamos algo contra la naturaleza al querer que el guardián sea así. —No parece. —¿Te parece, pues, que el futuro guardián necesita todavía esto otro: que, además de ser fogoso, sea por naturaleza también filósofo?
πῶς δή; ἔφη· οὐ γὰρ ἐννοῶ. καὶ τοῦτο, ἦν δʼ ἐγώ, ἐν τοῖς κυσὶν κατόψει, ὃ καὶ ἄξιον θαυμάσαι τοῦ θηρίου. τὸ ποῖον; ὅτι ὃν μὲν ἂν ἴδῃ ἀγνῶτα, χαλεπαίνει, οὐδὲ ἓν κακὸν προπεπονθώς· ὃν δʼ ἂν γνώριμον, ἀσπάζεται, κἂν μηδὲν πώποτε ὑπʼ αὐτοῦ ἀγαθὸν πεπόνθῃ. ἢ οὔπω τοῦτο ἐθαύμασας; οὐ πάνυ, ἔφη, μέχρι τούτου προσέσχον τὸν νοῦν· ὅτι δέ που δρᾷ ταῦτα, δῆλον. ἀλλὰ μὴν κομψόν γε φαίνεται τὸ πάθος αὐτοῦ τῆς
—¿Cómo así?, dijo; pues no lo entiendo. —Esto también, dije yo, lo verás en los perros, y es digno de admiración en esa bestia. —¿Qué cosa? —Que al que ve desconocido se irrita, sin haber sufrido de él ningún mal antes; y al conocido lo saluda con cariño, aunque nunca haya recibido de él nada bueno. ¿O no te has admirado de esto todavía? —No mucho, dijo; hasta ahora no le había prestado atención; pero es claro que hace eso. —Pues bien, ese comportamiento suyo parece ingenioso, un rasgo de la
φύσεως καὶ ὡς ἀληθῶς φιλόσοφον. πῇ δή; ἧι, ἦν δʼ ἐγώ, ὄψιν οὐδενὶ ἄλλῳ φίλην καὶ ἐχθρὰν διακρίνει ἢ τῷ τὴν μὲν καταμαθεῖν, τὴν δὲ ἀγνοῆσαι. καίτοι πῶς οὐκ ἂν φιλομαθὲς εἴη συνέσει τε καὶ ἀγνοίᾳ ὁριζόμενον τό τε οἰκεῖον καὶ τὸ ἀλλότριον; οὐδαμῶς, ἦ δʼ ὅς, ὅπως οὔ. ἀλλὰ μέντοι, εἶπον ἐγώ, τό γε φιλομαθὲς καὶ φιλόσοφον ταὐτόν; ταὐτὸν γάρ, ἔφη. οὐκοῦν θαρροῦντες τιθῶμεν καὶ ἐν ἀνθρώπῳ, εἰ μέλλει
naturaleza, y verdaderamente filosófico. —¿En qué sentido? —En que, dije yo, distingue un rostro amigo de uno hostil por nada más que por haber conocido el uno y desconocer el otro. ¿Y cómo no habría de ser amante del saber quien define lo propio y lo ajeno por el conocimiento y la ignorancia? —De ninguna manera dejaría de serlo, dijo. —Pero, dije yo, ¿lo amante del saber y lo filósofo son lo mismo? —Lo mismo, dijo. —¿No pondremos, pues, con confianza que también en el hombre, si va a✦
«Amante del saber» (φιλομαθές) y «filósofo» (φιλόσοφον, «amante de la sabiduría») son aquí presentados como lo mismo.
πρὸς τοὺς οἰκείους καὶ γνωρίμους πρᾷός τις ἔσεσθαι, φύσει φιλόσοφον καὶ φιλομαθῆ αὐτὸν δεῖν εἶναι; τιθῶμεν, ἔφη. φιλόσοφος δὴ καὶ θυμοειδὴς καὶ ταχὺς καὶ ἰσχυρὸς ἡμῖν τὴν φύσιν ἔσται ὁ μέλλων καλὸς κἀγαθὸς ἔσεσθαι φύλαξ πόλεως. παντάπασι μὲν οὖν, ἔφη. οὗτος μὲν δὴ ἂν οὕτως ὑπάρχοι. θρέψονται δὲ δὴ ἡμῖν οὗτοι καὶ παιδευθήσονται τίνα τρόπον; καὶ ἆρά τι προὔργου ἡμῖν ἐστιν αὐτὸ σκοποῦσι πρὸς τὸ κατιδεῖν οὗπερ ἕνεκα
ser manso con los suyos y conocidos, es preciso que sea por naturaleza filósofo y amante del saber? —Pongámoslo, dijo. —Filósofo, pues, fogoso, veloz y fuerte por naturaleza será el que haya de ser un guardián cabal de la ciudad. —En absoluto lo dudo, dijo. —Así, pues, ése tendría tales cualidades de partida. Pero ¿de qué manera serán criados y educados estos hombres? ¿Nos sirve de algo examinarlo para ver aquello por cuya causa
πάντα σκοποῦμεν, δικαιοσύνην τε καὶ ἀδικίαν τίνα τρόπον ἐν πόλει γίγνεται; ἵνα μὴ ἐῶμεν ἱκανὸν λόγον ἢ συχνὸν διεξίωμεν. καὶ ὁ τοῦ Γλαύκωνος ἀδελφός, πάνυ μὲν οὖν, ἔφη, ἔγωγε προσδοκῶ προὔργου εἶναι εἰς τοῦτο ταύτην τὴν σκέψιν. μὰ Δία, ἦν δʼ ἐγώ, ὦ φίλε Ἀδείμαντε, οὐκ ἄρα ἀφετέον, οὐδʼ εἰ μακροτέρα τυγχάνει οὖσα. οὐ γὰρ οὖν. ἴθι οὖν, ὥσπερ ἐν μύθῳ μυθολογοῦντές τε καὶ σχολὴν ἄγοντες λόγῳ παιδεύωμεν τοὺς ἄνδρας.
examinamos todo: de qué modo nacen en una ciudad la justicia y la injusticia? Para que ni dejemos pasar un argumento que baste, ni recorramos uno demasiado extenso. Y el hermano de Glaucón: —Sí, por cierto, dijo; yo espero que esta indagación sirva para eso. —Por Zeus, dije yo, querido Adimanto, entonces no hay que abandonarla, aunque resulte bastante larga. —No, por cierto. —Ea, pues, como quienes cuentan un mito y disponen de ocio, eduquemos con la palabra a esos hombres.
ἀλλὰ χρή. τίς οὖν ἡ παιδεία; ἢ χαλεπὸν εὑρεῖν βελτίω τῆς ὑπὸ τοῦ πολλοῦ χρόνου ηὑρημένης; ἔστιν δέ που ἡ μὲν ἐπὶ σώμασι γυμναστική, ἡ δʼ ἐπὶ ψυχῇ μουσική. ἔστιν γάρ. ἆρʼ οὖν οὐ μουσικῇ πρότερον ἀρξόμεθα παιδεύοντες ἢ γυμναστικῇ; πῶς δʼ οὔ; μουσικῆς δʼ, εἶπον, τιθεῖς λόγους, ἢ οὔ; ἔγωγε. λόγων δὲ διττὸν εἶδος, τὸ μὲν ἀληθές, ψεῦδος δʼ ἕτερον; ναί.
—Pero hay que hacerlo. ¿Cuál es, pues, la educación? ¿O es difícil hallar una mejor que la descubierta desde hace tanto tiempo? Es, creo, la gimnasia para los cuerpos y la música para el alma. —Así es. —¿No empezaremos, pues, a educar por la música antes que por la gimnasia? —¿Cómo no? —Y dentro de la música, dije, ¿incluyes los discursos, o no? —Yo sí. —¿Y los discursos son de dos clases, uno verdadero y otro falso? —Sí.✦
«Música» (μουσική): en sentido amplio, el arte de las Musas, que incluye la poesía, los relatos y el canto, además de la música propiamente dicha.
παιδευτέον δʼ ἐν ἀμφοτέροις, πρότερον δʼ ἐν τοῖς ψευδέσιν; οὐ μανθάνω, ἔφη, πῶς λέγεις. οὐ μανθάνεις, ἦν δʼ ἐγώ, ὅτι πρῶτον τοῖς παιδίοις μύθους λέγομεν; τοῦτο δέ που ὡς τὸ ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ καὶ ἀληθῆ. πρότερον δὲ μύθοις πρὸς τὰ παιδία ἢ γυμνασίοις χρώμεθα. ἔστι ταῦτα. τοῦτο δὴ ἔλεγον, ὅτι μουσικῆς πρότερον ἁπτέον ἢ γυμναστικῆς. ὀρθῶς, ἔφη. οὐκοῦν οἶσθʼ ὅτι ἀρχὴ παντὸς ἔργου μέγιστον, ἄλλως
—¿Y hay que educar en ambos, primero en los falsos? —No entiendo, dijo, cómo lo dices. —¿No entiendes, dije yo, que primero contamos mitos a los niños? Esto es, por decirlo en general, falso, aunque hay también en ello cosas verdaderas. Y usamos los mitos con los niños antes que los ejercicios físicos. —Así es. —Eso decía yo, que hay que ocuparse de la música antes que de la gimnasia. —Correctamente, dijo. —¿No sabes, pues, que el comienzo de toda obra es lo más importante, y en particular
τε δὴ καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν; μάλιστα γὰρ δὴ τότε πλάττεται, καὶ ἐνδύεται τύπος ὃν ἄν τις βούληται ἐνσημήνασθαι ἑκάστῳ. κομιδῇ μὲν οὖν. ἆρʼ οὖν ῥᾳδίως οὕτω παρήσομεν τοὺς ἐπιτυχόντας ὑπὸ τῶν ἐπιτυχόντων μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας καὶ λαμβάνειν ἐν ταῖς ψυχαῖς ὡς ἐπὶ τὸ πολὺ ἐναντίας δόξας ἐκείναις ἅς, ἐπειδὰν τελεωθῶσιν, ἔχειν οἰησόμεθα δεῖν αὐτούς; οὐδʼ ὁπωστιοῦν παρήσομεν. πρῶτον δὴ ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς,
para un ser joven y tierno, sea el que sea? Pues entonces es cuando mejor se modela, y se imprime el sello que alguien quiera grabar en cada uno. —Enteramente. —¿Dejaremos, pues, con tanta facilidad que los niños oigan mitos cualesquiera, forjados por cualesquiera, y reciban en sus almas, las más veces, opiniones contrarias a las que pensamos que deben tener cuando sean adultos? —De ningún modo lo dejaremos. —Primero, pues, según parece, hay que vigilar a los forjadores de mitos,
καὶ ὃν μὲν ἂν καλὸν μῦθον ποιήσωσιν, ἐγκριτέον, ὃν δʼ ἂν μή, ἀποκριτέον. τοὺς δʼ ἐγκριθέντας πείσομεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισίν, καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν· ὧν δὲ νῦν λέγουσι τοὺς πολλοὺς ἐκβλητέον. ποίους δή; ἔφη. ἐν τοῖς μείζοσιν, ἦν δʼ ἐγώ, μύθοις ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν
y el mito que hagan bello, aprobarlo; el que no, rechazarlo. Y persuadiremos a las nodrizas y a las madres de que cuenten a los niños los aprobados, y de que modelen sus almas con los mitos mucho más que sus cuerpos con las manos; y la mayoría de los que ahora cuentan hay que expulsarlos. —¿Cuáles?, dijo. —En los mitos mayores, dije yo, veremos también los menores. Pues ha de haber el mismo molde y tener el mismo
δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. ἢ οὐκ οἴει; ἔγωγʼ, ἔφη· ἀλλʼ οὐκ ἐννοῶ οὐδὲ τοὺς μείζους τίνας λέγεις. οὓς Ἡσίοδός τε, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους τοῖς ἀνθρώποις ψευδεῖς συντιθέντες ἔλεγόν τε καὶ λέγουσι. ποίους δή, ἦ δʼ ὅς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις; ὅπερ, ἦν δʼ ἐγώ, χρὴ καὶ πρῶτον καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. τί τοῦτο;
efecto los mayores y los menores. ¿O no lo crees? —Sí lo creo, dijo; pero no entiendo ni siquiera cuáles dices que son los mayores. —Los que nos contaron Hesíodo y Homero, dije, y los demás poetas. Pues éstos, componiendo mitos falsos para los hombres, los contaron y los cuentan. —¿Cuáles?, dijo, y ¿qué les reprochas? —Lo que, dije yo, hay que reprochar primero y sobre todo, en especial si alguien miente sin belleza. —¿Qué es eso?
ὅταν εἰκάζῃ τις κακῶς οὐσίαν τῷ λόγῳ, περὶ θεῶν τε καὶ ἡρώων οἷοί εἰσιν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων οἷς ἂν ὅμοια βουληθῇ γράψαι. καὶ γάρ, ἔφη, ὀρθῶς ἔχει τά γε τοιαῦτα μέμφεσθαι. ἀλλὰ πῶς δὴ λέγομεν καὶ ποῖα; πρῶτον μέν, ἦν δʼ ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο ὡς Οὐρανός τε ἠργάσατο ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος
—Cuando alguien representa mal con su discurso cómo son los dioses y los héroes, como un pintor que pinta cosas en nada parecidas a aquello a lo que quiso pintar semejante. —Y es correcto, dijo, reprochar tales cosas. Pero ¿cómo lo decimos y cuáles son? —Primero, dije yo, la mayor mentira sobre las cosas mayores: no mintió bellamente quien dijo que Urano hizo lo que Hesíodo dice que hizo, y que Crono a su vez✦
Según la Teogonía de Hesíodo, Crono castró a su padre Urano; más tarde Zeus, hijo de Crono, lo derrocó.
ὡς ἐτιμωρήσατο αὐτόν. τὰ δὲ δὴ τοῦ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ ὑέος, οὐδʼ ἂν εἰ ἦν ἀληθῆ ᾤμην δεῖν ῥᾳδίως οὕτως λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δὲ ἀνάγκη τις ἦν λέγειν, διʼ ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους, θυσαμένους οὐ χοῖρον ἀλλά τι μέγα καὶ ἄπορον θῦμα, ὅπως ὅτι ἐλαχίστοις συνέβη ἀκοῦσαι. καὶ γάρ, ἦ δʼ ὅς, οὗτοί γε οἱ λόγοι χαλεποί.
se vengó de él. Y en cuanto a las acciones de Crono y a lo que sufrió de su hijo, ni aun si fueran verdaderas pensaría yo que deben contarse tan a la ligera a insensatos y jóvenes, sino que lo mejor sería callarlas; y si hubiera necesidad de contarlas, que las oyeran en secreto el menor número posible, tras sacrificar no un cerdo sino alguna víctima grande e inalcanzable, para que a muy pocos les tocara oírlas. —Sí, dijo, esos relatos son duros.✦
El cerdo era la víctima de sacrificio habitual en ritos de iniciación, como los misterios de Eleusis.
καὶ οὐ λεκτέοι γʼ, ἔφην, ὦ Ἀδείμαντε, ἐν τῇ ἡμετέρᾳ πόλει. οὐδὲ λεκτέον νέῳ ἀκούοντι ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ, οὐδʼ αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ, ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι. οὐ μὰ τὸν Δία, ἦ δʼ ὅς, οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν. οὐδέ γε, ἦν δʼ ἐγώ, τὸ παράπαν ὡς θεοὶ θεοῖς πολεμοῦσί
—Y no deben decirse, Adimanto, en nuestra ciudad. Ni hay que decir al joven que escucha que quien comete las mayores injusticias no haría nada asombroso, ni tampoco quien castiga de toda manera a un padre injusto, sino que haría lo mismo que los primeros y más grandes de los dioses. —No, por Zeus, dijo, ni a mí mismo me parece que sea apropiado decirlo. —Ni tampoco, dije yo, en absoluto que dioses hacen guerra a dioses y
τε καὶ ἐπιβουλεύουσι καὶ μάχονται—οὐδὲ γὰρ ἀληθῆ—εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάξειν αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι—πολλοῦ δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον, καὶ ἄλλας ἔχθρας πολλὰς καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν—ἀλλʼ εἴ πως μέλλομεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδʼ ἔστιν τοῦτο ὅσιον, τοιαῦτα λεκτέα μᾶλλον πρὸς
conspiran y combaten —pues ni siquiera es verdad—, si es que nuestros futuros guardianes de la ciudad han de considerar vergonzosísimo odiarse fácilmente unos a otros; y está lejos de convenir que se les cuenten en mitos y se les borden gigantomaquias, y muchas otras enemistades, de toda clase, de dioses y héroes contra sus parientes y allegados. Antes bien, si hemos de persuadirlos de que ningún ciudadano jamás odió a otro y de que ello es impío, tales cosas han de decirse más bien a los✦
Gigantomaquia: el combate mítico de los dioses olímpicos contra los Gigantes.
τὰ παιδία εὐθὺς καὶ γέρουσι καὶ γραυσί, καὶ πρεσβυτέροις γιγνομένοις καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν. Ἥρας δὲ δεσμοὺς ὑπὸ ὑέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρός, μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμυνεῖν, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτʼ ἐν ὑπονοίαις πεποιημένας οὔτε ἄνευ ὑπονοιῶν. ὁ γὰρ νέος οὐχ οἷός τε κρίνειν ὅτι τε ὑπόνοια καὶ ὃ μή, ἀλλʼ ἃ ἂν τηλικοῦτος ὢν λάβῃ ἐν ταῖς δόξαις δυσέκνιπτά
niños desde el principio, y también a viejos y viejas, y cuando lleguen a mayores; y a los poetas hay que obligarlos a componer relatos cercanos a esto. Las ataduras de Hera por su hijo, y los arrojamientos de Hefesto por su padre cuando iba a defender a su madre golpeada, y todas las luchas de dioses que Homero ha compuesto, no deben admitirse en la ciudad, ni compuestas con sentido alegórico ni sin él. Pues el joven no es capaz de juzgar qué es alegoría y qué no, sino que lo que a esa edad recibe en sus opiniones suele hacerse difícil de borrar
τε καὶ ἀμετάστατα φιλεῖ γίγνεσθαι· ὧν δὴ ἴσως ἕνεκα περὶ παντὸς ποιητέον ἃ πρῶτα ἀκούουσιν ὅτι κάλλιστα μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν. ἔχει γάρ, ἔφη, λόγον. ἀλλʼ εἴ τις αὖ καὶ ταῦτα ἐρωτῴη ἡμᾶς, ταῦτα ἅττα τʼ ἐστὶν καὶ τίνες οἱ μῦθοι, τίνας ἂν φαῖμεν; καὶ ἐγὼ εἶπον· ὦ Ἀδείμαντε, οὐκ ἐσμὲν ποιηταὶ ἐγώ τε
e inmutable; por lo cual quizá hay que poner el mayor empeño en que lo primero que oigan sean los mitos mejor compuestos para la virtud. —Tiene sentido, dijo. —Pero si alguien nos preguntara a su vez cuáles son éstos y cuáles los mitos, ¿cuáles diríamos? Y yo dije: —Adimanto, no somos poetas, ni yo
καὶ σὺ ἐν τῷ παρόντι, ἀλλʼ οἰκισταὶ πόλεως· οἰκισταῖς δὲ τοὺς μὲν τύπους προσήκει εἰδέναι ἐν οἷς δεῖ μυθολογεῖν τοὺς ποιητάς, παρʼ οὓς ἐὰν ποιῶσιν οὐκ ἐπιτρεπτέον, οὐ μὴν αὐτοῖς γε ποιητέον μύθους. ὀρθῶς, ἔφη· ἀλλʼ αὐτὸ δὴ τοῦτο, οἱ τύποι περὶ θεολογίας τίνες ἂν εἶεν; τοιοίδε πού τινες, ἦν δʼ ἐγώ· οἷος τυγχάνει ὁ θεὸς ὤν, ἀεὶ δήπου ἀποδοτέον, ἐάντέ τις αὐτὸν ἐν ἔπεσιν ποιῇ ἐάντε ἐν μέλεσιν ἐάντε ἐν τραγῳδίᾳ. δεῖ γάρ.
ni tú, en este momento, sino fundadores de una ciudad; y a los fundadores les corresponde conocer los modelos según los cuales deben los poetas componer sus mitos, y no permitirles salirse de ellos, pero no componer ellos mismos mitos. —Correcto, dijo; pero precisamente esto: ¿cuáles serían los modelos sobre la teología? —Algo así, dije yo: tal como es el dios realmente, así siempre hay que presentarlo, ya lo componga alguien en versos épicos, ya en líricos, ya en tragedia. —Hay que hacerlo.✦
«Teología» (θεολογία) significa aquí, literalmente, el discurso sobre los dioses.
οὐκοῦν ἀγαθὸς ὅ γε θεὸς τῷ ὄντι τε καὶ λεκτέον οὕτω; τί μήν; ἀλλὰ μὴν οὐδέν γε τῶν ἀγαθῶν βλαβερόν· ἦ γάρ; οὔ μοι δοκεῖ. ἆρʼ οὖν ὃ μὴ βλαβερὸν βλάπτει; οὐδαμῶς. ὃ δὲ μὴ βλάπτει κακόν τι ποιεῖ; οὐδὲ τοῦτο. ὃ δέ γε μηδὲν κακὸν ποιεῖ οὐδʼ ἄν τινος εἴη κακοῦ αἴτιον; πῶς γάρ; τί δέ; ὠφέλιμον τὸ ἀγαθόν; ναί. αἴτιον ἄρα εὐπραγίας; ναί. οὐκ ἄρα πάντων γε αἴτιον τὸ ἀγαθόν, ἀλλὰ τῶν μὲν εὖ ἐχόντων αἴτιον, τῶν δὲ κακῶν ἀναίτιον.
—¿No es el dios bueno en realidad, y así hay que decirlo? —¿Cómo no? —Pero ninguna cosa buena es dañina, ¿verdad? —No me lo parece. —¿Acaso lo que no es dañino daña? —De ningún modo. —¿Y lo que no daña hace algún mal? —Tampoco. —¿Y lo que no hace ningún mal tampoco sería causa de mal alguno? —¿Cómo podría serlo? —¿Y qué? ¿Es provechoso lo bueno? —Sí. —¿Causa, pues, de bienestar? —Sí. —Entonces lo bueno no es causa de todo, sino causa de las cosas que están bien, e inocente de las malas.
παντελῶς γʼ, ἔφη. οὐδʼ ἄρα, ἦν δʼ ἐγώ, ὁ θεός, ἐπειδὴ ἀγαθός, πάντων ἂν εἴη αἴτιος, ὡς οἱ πολλοὶ λέγουσιν, ἀλλὰ ὀλίγων μὲν τοῖς ἀνθρώποις αἴτιος, πολλῶν δὲ ἀναίτιος· πολὺ γὰρ ἐλάττω τἀγαθὰ τῶν κακῶν ἡμῖν, καὶ τῶν μὲν ἀγαθῶν οὐδένα ἄλλον αἰτιατέον, τῶν δὲ κακῶν ἄλλʼ ἄττα δεῖ ζητεῖν τὰ αἴτια, ἀλλʼ οὐ τὸν θεόν. ἀληθέστατα, ἔφη, δοκεῖς μοι λέγειν. οὐκ ἄρα, ἦν δʼ ἐγώ, ἀποδεκτέον οὔτε Ὁμήρου οὔτʼ ἄλλου
—Totalmente, dijo. —Tampoco, pues, dije yo, el dios, puesto que es bueno, sería causa de todo, como dicen los más, sino causa de pocas cosas para los hombres e inocente de muchas; pues los bienes son muchos menos que los males para nosotros, y de los bienes a ningún otro hay que hacer responsable, mientras que de los males hay que buscar otras causas, y no al dios. —Me parece que dices lo más verdadero, dijo. —No hay que aceptar, pues, dije yo, ni de Homero ni de otro
ποιητοῦ ταύτην τὴν ἁμαρτίαν περὶ τοὺς θεοὺς ἀνοήτως ἁμαρτάνοντος καὶ λέγοντος— ὡς δοιοί τε πίθοι κατακείαται ἐν Διὸς οὔδει κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὃ δειλῶν· καὶ ᾧ μὲν ἂν μείξας ὁ Ζεὺς δῷ ἀμφοτέρων, ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ· ᾧ δʼ ἂν μή, ἀλλʼ ἄκρατα τὰ ἕτερα, τὸν δὲ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει·
poeta este error cometido neciamente sobre los dioses, cuando dice: «Dos toneles yacen en el suelo de Zeus, llenos de suertes, uno de las buenas, el otro de las malas; y aquel a quien Zeus da una mezcla de ambas, unas veces topa con lo malo, otras con lo bueno; pero aquel a quien no, sino lo otro sin mezcla, a ése la mala hambre voraz lo empuja sobre la tierra divina»;✦
Cita de Homero, Ilíada XXIV, 527 ss., donde Aquiles habla a Príamo.
οὐδʼ ὡς ταμίας ἡμῖν Ζεὺς— ἀγαθῶν τε κακῶν τε τέτυκται. τὴν δὲ τῶν ὅρκων καὶ σπονδῶν σύγχυσιν, ἣν ὁ Πάνδαρος συνέχεεν, ἐάν τις φῇ διʼ Ἀθηνᾶς τε καὶ Διὸς γεγονέναι, οὐκ ἐπαινεσόμεθα, οὐδὲ θεῶν ἔριν τε καὶ κρίσιν
ni que Zeus es para nosotros «dispensador de bienes y de males». Y la confusión de juramentos y pactos que provocó Pándaro, si alguien dice que ocurrió por obra de Atenea y de Zeus, no lo aprobaremos, ni la disputa y el juicio de los dioses✦
Pándaro, aliado de los troyanos, rompió la tregua entre griegos y troyanos disparando contra Menelao; en la Ilíada IV, Atenea lo incita por orden de Zeus.
διὰ Θέμιτός τε καὶ Διός, οὐδʼ αὖ, ὡς Αἰσχύλος λέγει, ἐατέον ἀκούειν τοὺς νέους, ὅτι— θεὸς μὲν αἰτίαν φύει βροτοῖς, ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ. ἀλλʼ ἐάν τις ποιῇ ἐν οἷς ταῦτα τὰ ἰαμβεῖα ἔνεστιν, τὰ τῆς Νιόβης πάθη, ἢ τὰ Πελοπιδῶν ἢ τὰ Τρωικὰ ἤ τι ἄλλο τῶν τοιούτων, ἢ οὐ θεοῦ ἔργα ἐατέον αὐτὰ λέγειν, ἢ εἰ θεοῦ, ἐξευρετέον αὐτοῖς σχεδὸν ὃν νῦν ἡμεῖς λόγον ζητοῦμεν, καὶ
por medio de Temis y de Zeus; ni tampoco, como dice Esquilo, hay que dejar que oigan los jóvenes que «el dios hace nacer la culpa en los mortales cuando quiere arruinar del todo una casa». Y si alguien compone una obra en la que se hallan estos yambos, las desgracias de Níobe, o las de los Pelópidas, o las troyanas, o alguna otra de esa clase, o no se le debe permitir decir que son obra de un dios, o, si lo son, hay que encontrarles casi el razonamiento que ahora buscamos nosotros, y✦
Níobe presumió ante Leto de tener más hijos que ella, y Apolo y Ártemis mataron a todos los suyos. Los Pelópidas son los descendientes de Pélope (Atreo, Tiestes, Agamenón…). La cita de Esquilo procede de su tragedia Níobe.
λεκτέον ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ ἠργάζετο, οἱ δὲ ὠνίναντο κολαζόμενοι· ὡς δὲ ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δὲ δὴ ὁ δρῶν ταῦτα θεός, οὐκ ἐατέον λέγειν τὸν ποιητήν. ἀλλʼ εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς ἄθλιοι οἱ κακοί, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ, ἐατέον· κακῶν δὲ αἴτιον φάναι θεόν τινι γίγνεσθαι ἀγαθὸν ὄντα, διαμαχετέον παντὶ τρόπῳ μήτε τινὰ λέγειν ταῦτα ἐν τῇ αὑτοῦ πόλει, εἰ μέλλει εὐνομήσεσθαι, μήτε τινὰ ἀκούειν,
hay que decir que el dios obró cosas justas y buenas, y que ellos se beneficiaban al ser castigados; pero que son desdichados los que pagan la pena, y que quien hace esto era un dios, no hay que permitir que lo diga el poeta. En cambio, si dijeran que los malos son desdichados por haber necesitado castigo, y que al pagar la pena eran beneficiados por el dios, hay que permitirlo; pero que el dios, siendo bueno, sea causa de males para alguien, hay que combatirlo por todos los medios: que nadie lo diga en su propia ciudad, si ha de estar bien gobernada, ni nadie lo oiga,
μήτε νεώτερον μήτε πρεσβύτερον, μήτʼ ἐν μέτρῳ μήτε ἄνευ μέτρου μυθολογοῦντα, ὡς οὔτε ὅσια ἂν λεγόμενα εἰ λέγοιτο, οὔτε σύμφορα ἡμῖν οὔτε σύμφωνα αὐτὰ αὑτοῖς. σύμψηφός σοί εἰμι, ἔφη, τούτου τοῦ νόμου, καί μοι ἀρέσκει. οὗτος μὲν τοίνυν, ἦν δʼ ἐγώ, εἷς ἂν εἴη τῶν περὶ θεοὺς νόμων τε καὶ τύπων, ἐν ᾧ δεήσει τούς τε λέγοντας λέγειν καὶ τοὺς ποιοῦντας ποιεῖν, μὴ πάντων αἴτιον τὸν θεὸν ἀλλὰ τῶν ἀγαθῶν. καὶ μάλʼ, ἔφη, ἀπόχρη.
ni joven ni viejo, cuando se cuente como mito, en verso o sin verso; porque, dichas tales cosas, no serían piadosas, ni nos convienen, ni concuerdan entre sí. —Voto contigo esa ley, dijo, y me gusta. —Ésta, pues, dije yo, sería una de las leyes y de los modelos sobre los dioses, a la cual deberán atenerse los que hablan al hablar y los que componen al componer: que el dios no es causa de todo, sino de los bienes. —Y de sobra, dijo, basta.
τί δὲ δὴ ὁ δεύτερος ὅδε; ἆρα γόητα τὸν θεὸν οἴει εἶναι καὶ οἷον ἐξ ἐπιβουλῆς φαντάζεσθαι ἄλλοτε ἐν ἄλλαις ἰδέαις τοτὲ μὲν αὐτὸν γιγνόμενον, καὶ ἀλλάττοντα τὸ αὑτοῦ εἶδος εἰς πολλὰς μορφάς, τοτὲ δὲ ἡμᾶς ἀπατῶντα καὶ ποιοῦντα περὶ αὑτοῦ τοιαῦτα δοκεῖν, ἢ ἁπλοῦν τε εἶναι καὶ πάντων ἥκιστα τῆς ἑαυτοῦ ἰδέας ἐκβαίνειν; οὐκ ἔχω, ἔφη, νῦν γε οὕτως εἰπεῖν. τί δὲ τόδε; οὐκ ἀνάγκη, εἴπερ τι ἐξίσταιτο τῆς αὑτοῦ
—¿Y qué de este segundo modelo? ¿Crees que el dios es un hechicero y que, como por asechanza, se aparece unas veces en unas formas y otras en otras, ya siendo él mismo así, ya cambiando su aspecto en muchas figuras, ya engañándonos y haciéndonos creer tales cosas de él; o que es simple y, de todos los seres, el que menos se sale de su propia forma? —No sé, dijo, decirlo así por ahora. —¿Y esto? ¿No es necesario, si algo se aparta de su propia
ἰδέας, ἢ αὐτὸ ὑφʼ ἑαυτοῦ μεθίστασθαι ἢ ὑπʼ ἄλλου; ἀνάγκη. οὐκοῦν ὑπὸ μὲν ἄλλου τὰ ἄριστα ἔχοντα ἥκιστα ἀλλοιοῦταί τε καὶ κινεῖται; οἷον σῶμα ὑπὸ σιτίων τε καὶ ποτῶν καὶ πόνων, καὶ πᾶν φυτὸν ὑπὸ εἱλήσεών τε καὶ ἀνέμων καὶ τῶν τοιούτων παθημάτων, οὐ τὸ ὑγιέστατον καὶ ἰσχυρότατον
forma, que se cambie o bien por sí mismo o bien por otro? —Es necesario. —¿Y no es por otro por quien las cosas que están en mejor estado menos se alteran y se mueven? Por ejemplo, el cuerpo por los alimentos, las bebidas y las fatigas, y toda planta por los calores del sol, los vientos y afecciones semejantes, ¿no es lo más sano y lo más fuerte
ἥκιστα ἀλλοιοῦται; πῶς δʼ οὔ; ψυχὴν δὲ οὐ τὴν ἀνδρειοτάτην καὶ φρονιμωτάτην ἥκιστʼ ἄν τι ἔξωθεν πάθος ταράξειέν τε καὶ ἀλλοιώσειεν; ναί. καὶ μήν που καὶ τά γε σύνθετα πάντα σκεύη τε καὶ οἰκοδομήματα καὶ ἀμφιέσματα κατὰ τὸν αὐτὸν λόγον τὰ εὖ εἰργασμένα καὶ εὖ ἔχοντα ὑπὸ χρόνου τε καὶ τῶν ἄλλων παθημάτων ἥκιστα ἀλλοιοῦται. ἔστι δὴ ταῦτα.
lo que menos se altera? —¿Cómo no? —¿Y no es al alma más valiente y más sensata a la que menos podría perturbar y alterar una pasión venida de fuera? —Sí. —Y ciertamente también todos los objetos compuestos, utensilios, edificios y vestidos, según el mismo razonamiento, los bien hechos y en buen estado son los que menos se alteran por el tiempo y por otros accidentes. —Así es.
πᾶν δὴ τὸ καλῶς ἔχον ἢ φύσει ἢ τέχνῃ ἢ ἀμφοτέροις ἐλαχίστην μεταβολὴν ὑπʼ ἄλλου ἐνδέχεται. ἔοικεν. ἀλλὰ μὴν ὁ θεός γε καὶ τὰ τοῦ θεοῦ πάντῃ ἄριστα ἔχει. πῶς δʼ οὔ; ταύτῃ μὲν δὴ ἥκιστα ἂν πολλὰς μορφὰς ἴσχοι ὁ θεός. ἥκιστα δῆτα. ἀλλʼ ἆρα αὐτὸς αὑτὸν μεταβάλλοι ἂν καὶ ἀλλοιοῖ; δῆλον, ἔφη, ὅτι, εἴπερ ἀλλοιοῦται. πότερον οὖν ἐπὶ τὸ βέλτιόν τε καὶ κάλλιον μεταβάλλει ἑαυτὸν ἢ ἐπὶ τὸ χεῖρον καὶ τὸ αἴσχιον ἑαυτοῦ;
—Todo lo que está bien, ya por naturaleza, ya por arte, ya por ambos, admite un cambio mínimo por obra de otro. —Parece. —Pero el dios y las cosas del dios están en todo en el mejor estado. —¿Cómo no? —Por esta vía, pues, el dios menos que nada tendría muchas formas. —Menos que nada, desde luego. —¿Pero acaso se cambiaría y alteraría él a sí mismo? —Es claro, dijo, que si se altera, lo hace así. —¿Se cambia, pues, a sí mismo hacia lo mejor y más bello, o hacia lo peor y más feo que él mismo?
ἀνάγκη, ἔφη, ἐπὶ τὸ χεῖρον, εἴπερ ἀλλοιοῦται· οὐ γάρ που ἐνδεᾶ γε φήσομεν τὸν θεὸν κάλλους ἢ ἀρετῆς εἶναι. ὀρθότατα, ἦν δʼ ἐγώ, λέγεις. καὶ οὕτως ἔχοντος δοκεῖ ἄν τίς σοι, ὦ Ἀδείμαντε, ἑκὼν αὑτὸν χείρω ποιεῖν ὁπῃοῦν ἢ θεῶν ἢ ἀνθρώπων; ἀδύνατον, ἔφη. ἀδύνατον ἄρα, ἔφην, καὶ θεῷ ἐθέλειν αὑτὸν ἀλλοιοῦν, ἀλλʼ ὡς ἔοικε, κάλλιστος καὶ ἄριστος ὢν εἰς τὸ δυνατὸν ἕκαστος αὐτῶν μένει ἀεὶ ἁπλῶς ἐν τῇ αὑτοῦ μορφῇ. ἅπασα, ἔφη, ἀνάγκη ἔμοιγε δοκεῖ.
—Necesariamente, dijo, hacia lo peor, si es que cambia; pues no diremos, supongo, que el dios sea deficiente en belleza o en virtud. —Muy correcto lo que dices, dije yo. Y siendo así, ¿te parece, Adimanto, que alguien, ya sea de los dioses o de los hombres, se haría peor a sí mismo voluntariamente en algún aspecto? —Imposible, dijo. —Imposible, pues, dije, que un dios quiera alterarse a sí mismo; sino que, según parece, siendo cada uno de ellos lo más bello y lo mejor posible, permanece siempre simplemente en su propia forma. —Me parece, dijo, una necesidad absoluta, al menos a mí.
μηδεὶς ἄρα, ἦν δʼ ἐγώ, ὦ ἄριστε, λεγέτω ἡμῖν τῶν ποιητῶν, ὡς— θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας· μηδὲ Πρωτέως καὶ Θέτιδος καταψευδέσθω μηδείς, μηδʼ ἐν τραγῳδίαις μηδʼ ἐν τοῖς ἄλλοις ποιήμασιν εἰσαγέτω Ἥραν ἠλλοιωμένην, ὡς ἱέρειαν ἀγείρουσαν— Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις·
—Que ninguno de los poetas, pues, mi excelente amigo, dije yo, nos diga que «los dioses, semejantes a forasteros de tierras extrañas, bajo toda clase de formas recorren las ciudades»; ni calumnie nadie a Proteo y a Tetis, ni introduzca en las tragedias ni en los demás poemas a Hera transformada, como una sacerdotisa que pide limosna «para los hijos, dadores de vida, de Ínaco, río de Argos»;✦
El primer verso citado procede de la «Odisea» (XVII, 485). Proteo y Tetis son divinidades marinas que, en los mitos, cambian de forma. Ínaco es el río y dios fluvial de Argos.
καὶ ἄλλα τοιαῦτα πολλὰ μὴ ἡμῖν ψευδέσθων. μηδʼ αὖ ὑπὸ τούτων ἀναπειθόμεναι αἱ μητέρες τὰ παιδία ἐκδειματούντων, λέγουσαι τοὺς μύθους κακῶς, ὡς ἄρα θεοί τινες περιέρχονται νύκτωρ πολλοῖς ξένοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, ἵνα μὴ ἅμα μὲν εἰς θεοὺς βλασφημῶσιν, ἅμα δὲ τοὺς παῖδας ἀπεργάζωνται δειλοτέρους. μὴ γάρ, ἔφη. ἀλλʼ ἆρα, ἦν δʼ ἐγώ, αὐτοὶ μὲν οἱ θεοί εἰσιν οἷοι μὴ μεταβάλλειν, ἡμῖν δὲ ποιοῦσιν δοκεῖν σφᾶς παντοδαποὺς φαίνεσθαι, ἐξαπατῶντες καὶ γοητεύοντες; ἴσως, ἔφη.
y otras muchas cosas semejantes, que no nos las mientan. Ni tampoco, persuadidas por ellos, las madres aterroricen a los niños contando mal los mitos, como si ciertos dioses anduvieran de noche rondando bajo la apariencia de muchos forasteros y de toda clase, para que no blasfemen contra los dioses y a la vez hagan más cobardes a los niños. —No, desde luego, dijo. —Pero, dije yo, ¿acaso los dioses mismos son tales que no cambian, y nos hacen parecer que se muestran de toda clase de formas, engañándonos y hechizándonos? —Quizá, dijo.
τί δέ; ἦν δʼ ἐγώ· ψεύδεσθαι θεὸς ἐθέλοι ἂν ἢ λόγῳ ἢ ἔργῳ φάντασμα προτείνων; οὐκ οἶδα, ἦ δʼ ὅς. οὐκ οἶσθα, ἦν δʼ ἐγώ, ὅτι τό γε ὡς ἀληθῶς ψεῦδος, εἰ οἷόν τε τοῦτο εἰπεῖν, πάντες θεοί τε καὶ ἄνθρωποι μισοῦσιν; πῶς, ἔφη, λέγεις; οὕτως, ἦν δʼ ἐγώ, ὅτι τῷ κυριωτάτῳ που ἑαυτῶν ψεύδεσθαι καὶ περὶ τὰ κυριώτατα οὐδεὶς ἑκὼν ἐθέλει, ἀλλὰ πάντων μάλιστα φοβεῖται ἐκεῖ αὐτὸ κεκτῆσθαι. οὐδὲ νῦν πω, ἦ δʼ ὅς, μανθάνω.
—¿Y qué?, dije yo. ¿Querría un dios mentir, presentando una apariencia en palabra o en obra? —No lo sé, dijo. —¿No sabes, dije yo, que la mentira verdadera, si es posible decirlo así, todos la aborrecen, dioses y hombres? —¿Cómo dices?, preguntó. —Así, dije yo: que mentir a la parte más importante de sí mismos, y en lo más importante, nadie lo quiere de buen grado, sino que allí es donde más teme poseerla. —Ni siquiera ahora, dijo, comprendo.
οἴει γάρ τί με, ἔφην, σεμνὸν λέγειν· ἐγὼ δὲ λέγω ὅτι τῇ ψυχῇ περὶ τὰ ὄντα ψεύδεσθαί τε καὶ ἐψεῦσθαι καὶ ἀμαθῆ εἶναι καὶ ἐνταῦθα ἔχειν τε καὶ κεκτῆσθαι τὸ ψεῦδος πάντες ἥκιστα ἂν δέξαιντο, καὶ μισοῦσι μάλιστα αὐτὸ ἐν τῷ τοιούτῳ. πολύ γε, ἔφη. ἀλλὰ μὴν ὀρθότατά γʼ ἄν, ὃ νυνδὴ ἔλεγον, τοῦτο ὡς ἀληθῶς ψεῦδος καλοῖτο, ἡ ἐν τῇ ψυχῇ ἄγνοια ἡ τοῦ ἐψευσμένου· ἐπεὶ τό γε ἐν τοῖς λόγοις μίμημά τι τοῦ ἐν τῇ ψυχῇ ἐστὶν παθήματος καὶ ὕστερον γεγονὸς εἴδωλον, οὐ πάνυ
—Es que crees, dije, que digo algo solemne; pero yo digo que engañarse en el alma acerca de lo que es, haber sido engañado y ser ignorante, y tener y poseer allí la mentira, es lo que menos aceptarían todos, y que es allí, en tal caso, donde más la aborrecen. —Muchísimo, dijo. —Pues bien, con toda razón podría llamarse mentira verdadera lo que decía hace un momento: la ignorancia que hay en el alma del que ha sido engañado; porque la mentira en las palabras es una imitación de esa afección del alma y una imagen que nace después, no del todo
ἄκρατον ψεῦδος. ἢ οὐχ οὕτω; πάνυ μὲν οὖν. τὸ μὲν δὴ τῷ ὄντι ψεῦδος οὐ μόνον ὑπὸ θεῶν ἀλλὰ καὶ ὑπʼ ἀνθρώπων μισεῖται. δοκεῖ μοι. τί δὲ δὴ τὸ ἐν τοῖς λόγοις ψεῦδος; πότε καὶ τῷ χρήσιμον, ὥστε μὴ ἄξιον εἶναι μίσους; ἆρʼ οὐ πρός τε τοὺς πολεμίους καὶ τῶν καλουμένων φίλων, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσιν πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γίγνεται; καὶ ἐν αἷς νυνδὴ
una mentira pura. ¿O no es así? —Sí, por cierto. —La mentira que lo es en realidad, pues, no solo es aborrecida por los dioses sino también por los hombres. —Me parece. —¿Y qué hay de la mentira en las palabras? ¿Cuándo y para quién es útil, de modo que no merezca odio? ¿No es frente a los enemigos y, entre los llamados amigos, cuando por locura o por alguna insensatez intentan hacer algún mal, que entonces, para apartarlos de ello, resulta útil como un remedio? Y en aquellas de que hace un momento
ἐλέγομεν ταῖς μυθολογίαις, διὰ τὸ μὴ εἰδέναι ὅπῃ τἀληθὲς ἔχει περὶ τῶν παλαιῶν, ἀφομοιοῦντες τῷ ἀληθεῖ τὸ ψεῦδος ὅτι μάλιστα, οὕτω χρήσιμον ποιοῦμεν; καὶ μάλα, ἦ δʼ ὅς, οὕτως ἔχει. κατὰ τί δὴ οὖν τούτων τῷ θεῷ τὸ ψεῦδος χρήσιμον; πότερον διὰ τὸ μὴ εἰδέναι τὰ παλαιὰ ἀφομοιῶν ἂν ψεύδοιτο; γελοῖον μεντἂν εἴη, ἔφη. ποιητὴς μὲν ἄρα ψευδὴς ἐν θεῷ οὐκ ἔνι. οὔ μοι δοκεῖ. ἀλλὰ δεδιὼς τοὺς ἐχθροὺς ψεύδοιτο;
hablábamos, las mitologías, por no saber cómo está la verdad acerca de los antiguos, asimilando la mentira a la verdad lo más posible, ¿de ese modo la hacemos útil? —Y mucho, dijo; así es. —¿En cuál de estos casos, pues, le es útil la mentira al dios? ¿Mentiría, asimilando, porque no conoce los hechos antiguos? —Sería ridículo, dijo. —Poeta mentiroso, pues, no lo hay en un dios. —No me parece. —¿Pero mentiría por temor a los enemigos?
πολλοῦ γε δεῖ. ἀλλὰ διʼ οἰκείων ἄνοιαν ἢ μανίαν; ἀλλʼ οὐδείς, ἔφη, τῶν ἀνοήτων καὶ μαινομένων θεοφιλής. οὐκ ἄρα ἔστιν οὗ ἕνεκα ἂν θεὸς ψεύδοιτο. οὐκ ἔστιν. πάντῃ ἄρα ἀψευδὲς τὸ δαιμόνιόν τε καὶ τὸ θεῖον. παντάπασι μὲν οὖν, ἔφη. κομιδῇ ἄρα ὁ θεὸς ἁπλοῦν καὶ ἀληθὲς ἔν τε ἔργῳ καὶ λόγῳ, καὶ οὔτε αὐτὸς μεθίσταται οὔτε ἄλλους ἐξαπατᾷ, οὔτε κατὰ φαντασίας οὔτε κατὰ λόγους οὔτε κατὰ σημείων πομπάς, οὔθʼ ὕπαρ οὐδʼ ὄναρ.
—Está muy lejos de ello. —¿Pero por insensatez o locura de los suyos? —Pero ninguno, dijo, de los insensatos y los locos es amigo de los dioses. —No hay, pues, motivo por el cual un dios mintiera. —No lo hay. —En todo sentido, pues, lo divino y lo celestial está libre de mentira. —Del todo, dijo. —Por completo, pues, el dios es simple y veraz en obra y en palabra, y ni él mismo cambia ni engaña a otros, ni por apariciones ni por discursos ni por el envío de señales, ni en vigilia ni en sueños.
οὕτως, ἔφη, ἔμοιγε καὶ αὐτῷ φαίνεται σοῦ λέγοντος. συγχωρεῖς ἄρα, ἔφην, τοῦτον δεύτερον τύπον εἶναι ἐν ᾧ δεῖ περὶ θεῶν καὶ λέγειν καὶ ποιεῖν, ὡς μήτε αὐτοὺς γόητας ὄντας τῷ μεταβάλλειν ἑαυτοὺς μήτε ἡμᾶς ψεύδεσι παράγειν ἐν λόγῳ ἢ ἐν ἔργῳ; συγχωρῶ. πολλὰ ἄρα Ὁμήρου ἐπαινοῦντες, ἀλλὰ τοῦτο οὐκ ἐπαινεσόμεθα, τὴν τοῦ ἐνυπνίου πομπὴν ὑπὸ Διὸς τῷ Ἀγαμέμνονι· οὐδὲ Αἰσχύλου, ὅταν φῇ ἡ Θέτις τὸν Ἀπόλλω ἐν τοῖς αὑτῆς
—Así, dijo, me lo parece también a mí mismo al oírte. —¿Concedes, pues, dije, que este es el segundo modelo según el cual hay que hablar y obrar acerca de los dioses: que ni ellos son hechiceros que se transformen a sí mismos, ni nos extravían con mentiras en palabra o en obra? —Lo concedo. —Por mucho que alabemos de Homero, esto no lo alabaremos: el envío del sueño por Zeus a Agamenón; ni tampoco de Esquilo, cuando Tetis dice que Apolo, en sus propias✦
El sueño engañoso enviado por Zeus a Agamenón figura en la «Ilíada», II. El pasaje de Esquilo procede de una obra perdida; Tetis, madre de Aquiles, habla de las bodas con Peleo.
γάμοις ᾄδοντα ἐνδατεῖσθαι τὰς ἑὰς εὐπαιδίας — νόσων τʼ ἀπείρους καὶ μακραίωνας βίους, ξύμπαντά τʼ εἰπὼν θεοφιλεῖς ἐμὰς τύχας παιᾶνʼ ἐπηυφήμησεν, εὐθυμῶν ἐμέ. κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα ἤλπιζον εἶναι, μαντικῇ βρύον τέχνῃ· ὁ δʼ, αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρών, αὐτὸς τάδʼ εἰπών, αὐτός ἐστιν ὁ κτανὼν τὸν παῖδα τὸν ἐμόν—
bodas, cantando, enumeraba su buena descendencia: «vidas libres de enfermedades y de larga duración, y, diciendo en suma que mis destinos eran amados por los dioses, entonó un peán, alegrándome el ánimo. Y yo esperaba que la divina boca de Febo no mintiera, rebosante de arte profético; pero él mismo, el que cantaba, él mismo presente en el banquete, él mismo el que esto dijo, él mismo es quien ha matado a mi hijo».
ὅταν τις τοιαῦτα λέγῃ περὶ θεῶν, χαλεπανοῦμέν τε καὶ χορὸν οὐ δώσομεν, οὐδὲ τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἱ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίγνεσθαι, καθʼ ὅσον ἀνθρώπῳ ἐπὶ πλεῖστον οἷόν τε. παντάπασιν, ἔφη, ἔγωγε τοὺς τύπους τούτους συγχωρῶ, καὶ ὡς νόμοις ἂν χρῴμην.
—Cuando alguien diga tales cosas acerca de los dioses, nos irritaremos y no le concederemos coro, ni dejaremos que los maestros las usen para la educación de los jóvenes, si es que nuestros guardianes han de llegar a ser piadosos y divinos, en cuanto es posible a un hombre en el mayor grado. —Enteramente, dijo; yo, por mi parte, concedo estos modelos y los usaría como leyes.✦
«Conceder coro» alude a la costumbre ateniense por la que el magistrado autorizaba la representación de una obra teatral asignándole un coro.
Fuente del texto original: Texto griego: Burnet (1900–1907), dominio público; transcripción digital © Perseus Digital Library, Tufts University, CC BY-SA 4.0. La columna griega de esta edición se distribuye con esa misma licencia.