Enéada IV, 6 · Sobre la sensación y la memoria
ΠΕΡΙ ΑΙΣΘΗΣΕΩΣ ΚΑΙ ΜΝΗΜΗΣ
Τὰς αἰσθήσεις οὐ τυπώσεις, οὐδ’ ἐνσφραγίσεις λέγοντες ἐν ψυχῇ γίνεσθαι, οὐδὲ τὰς μνήμας πάντως τε καὶ ἀκολούθως ἐροῦμεν κατοχὰς μαθημάτων καὶ αἰσθήσεων εἶναι τοῦ τύπου μείναντος ἐν τῇ ψυχῇ, ὃς μηδὲ τὸ πρῶτον ἐγένετο. διὸ τοῦ αὐτοῦ λόγου ἂν εἴη ἄμφω, ἢ ἐγγίνεσθαί τε ἐν τῇ ψυχῇ καὶ μένειν, εἰ μνημονεύοιτο, ἢ τὸ ἕτερον ὁποτερονοῦν μὴ διδόντα μὴ διδόναι μηδὲ θάτερον. ὅσοι δὴ λέγομεν μηδέτερον, ἀναγκαίως ζητήσομεν, τίς ὁ τρόπος ἑκατέρου, ἐπειδὴ οὔτε τὸν τύπον τοῦ αἰσθητοῦ ἐγγίνεσθαί φαμεν τῇ ψυχῇ καὶ τυποῦν αὐτήν, οὔτε τὴν μνήμην λέγομεν εἶναι τοῦ τύπου ἐμμείναντος. εἰ δ’ ἐπὶ τῆς ἐναργεστάτης αἰσθήσεως θεωροῖμεν τὸ συμβαῖνον, τάχ̓ ἂν καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων μεταφέροντες τὸ αὐτὸ ἐξεύροιμεν ἂν τὸ ζητούμενον. δῆλον δὲ δήπου ἐν παντί, ὡς αἴσθησιν ὁτουοῦν λαμβάνοντες δἰ ὁράσεως ἐκεῖ ὁρῶμεν καὶ τῇ ὄψει προσβάλλομεν, οὗ τὸ ὁρατόν ἐστιν ἐπ’ εὐθείας κείμενον, ὡς ἐκεῖ δηλονότι τῆς ἀντιλήψεως γινομένης καὶ πρὸς τὸ ἔξω τῆς ψυχῆς βλεπούσης, ἅτε μηδενός, οἶμαι, τύπου ἐν αὐτῇ γινομένου, οὐδὲ τῷ σφραγῖδα λαμβάνειν, ὥσπερ ἐν κηρῷ δακτυλίου, βλεπούσης. οὐδὲν γὰρ ἂν ἐδεήθη τοῦ ἔξω βλέπειν ἤδη ἔχουσα παῤ ἑαυτῇ εἶδος τοῦ ὁρωμένου τούτῳ τῷ ἐκεῖ εἰσελθεῖν τὸν τύπον βλέπουσα. τὸ δὲ δὴ διάστημα προστιθεῖσα τῷ ὁράματι καὶ ἐξ ὅσου ἡ θέα ἡ ψυχὴ λέγουσα πῶς ἂν τὸ ἐν αὐτῇ οὐδὲν ἀφεστηκὸς ἀπ’ αὐτῆς ὡς πόρρω ὂν βλέποι; τό τε μέγεθος αὐτοῦ, ὅσον ἐστὶν ἔξω, πῶς ἂν ὅσον ἐστὶ λέγοι, ἢ ὅτι μέγα, οἷον τὸ τοῦ οὐρανοῦ, τοῦ ἐν αὐτῇ τύπου τοσούτου γε εἶναι οὐ δυναμένου; τὸ δὲ μέγιστον ἁπάντων: εἰ γὰρ τύπους λαμβάνοιμεν ὧν ὁρῶμεν, οὐκ ἔσται βλέπειν αὐτὰ ἃ ὁρῶμεν, ἰνδάλματα δὲ ὁραμάτων καὶ σκιάς, ὥστε ἄλλα μὲν εἶναι αὐτὰ τὰ πράγματα, ἄλλα δὲ τὰ ἡμῖν ὁρώμενα. ὅλως δέ, ὥσπερ λέγεται, ὡς οὐκ ἔστιν ἐπιθέντα τῇ κόρῃ τὸ ὁρατὸν θεάσασθαι, ἀποστήσαντα δὲ δεῖ οὕτως ὁρᾶν, τοῦτο χρὴ καὶ πολὺ μᾶλλον ἐπὶ τὴν ψυχὴν μεταφέρειν. εἰ γὰρ τὸν τύπον τοῦ ὁρατοῦ θείμεθα ἐν αὐτῇ, ἐκεῖνο μέν, ᾧ ἐνεσφράγισται, οὐκ ἂν ὅραμα ἴδοι: δεῖ γὰρ δύο γενέσθαι τό τε ὁρῶν καὶ τὸ ὁρώμενον. ἄλλο ἄρα δεῖ εἶναι τὸ ὁρῶν ἀλλαχοῦ κείμενον τὸν τύπον, ἀλλ’ οὐκ ἐν ᾧ ἔστι κείμενον. δεῖ ἄρα τὴν ὅρασιν οὐ κειμένου εἶναι, ἀλλὰ μὴ κειμένου εἶναι, ἵνα ᾖ ὅρασις.
Al decir que las sensaciones no se producen en el alma como improntas ni como sellados, tampoco diremos, por consecuencia y en todo caso, que los recuerdos sean retenciones de conocimientos y de sensaciones, permaneciendo en el alma la impronta que ni siquiera se produjo en un primer momento. Por eso ambas cosas dependerían de una misma razón: o bien producirse en el alma y permanecer, si hay recuerdo, o bien, si no se concede una de las dos, sea la que sea, no conceder tampoco la otra. Quienes decimos que no se da ni una ni otra debemos buscar necesariamente cuál es el modo de cada una, puesto que ni afirmamos que la impronta de lo sensible se produzca en el alma y la imprima, ni decimos que la memoria sea [retención] de la impronta que permanece. Y si observamos lo que ocurre en la sensación más evidente, quizá, trasladando lo mismo a las otras sensaciones, encontraríamos lo que se busca. Es claro, sin duda, en todos los casos, que cuando recibimos la sensación de algo por la vista, vemos allí, y dirigimos la mirada allí donde lo visible está situado en línea recta, de modo que evidentemente la aprehensión se produce allí y el alma mira hacia lo exterior, pues, creo, no se produce ninguna impronta en ella, ni mira por recibir un sello, como el del anillo en la cera. Pues no habría necesitado mirar fuera si ya tuviera en sí misma la forma de lo visto y mirara por haber entrado allí la impronta. Y además, el alma añade la distancia a lo visto y dice desde cuánta [distancia] es la vista: ¿cómo vería como lejano lo que está en ella sin distar nada de ella? Y su tamaño, cuánto es fuera, ¿cómo diría cuánto es, o que es grande, como el del cielo, si la impronta en ella no puede ser tan grande? Y lo más importante de todo: si recibiéramos improntas de lo que vemos, no sería posible ver las cosas mismas que vemos, sino imágenes de lo visto y sombras, de modo que una cosa serían las cosas mismas y otra las que vemos. En general, como se dice que no es posible contemplar lo visible poniéndolo sobre la pupila, sino que hay que alejarlo para verlo así, esto hay que trasladarlo mucho más al alma. Pues si pusiéramos en ella la impronta de lo visible, aquello en lo que está sellada no vería lo visto: porque es necesario que sean dos, el que ve y lo visto. Por tanto, el que ve debe ser otro, estando la impronta situada en otro lugar, y no aquello en lo que está situada. Es necesario, pues, que la visión no sea de lo que está puesto, sino de lo que no está puesto [en ella], para que haya visión.✦
La imagen de la impronta del anillo en la cera remite a la tradición platónica y aristotélica sobre la sensación y la memoria; Plotino la rechaza aquí.
El final del capítulo es oscuro en el texto transmitido; se traduce literalmente.
εἰ οὖν μὴ οὕτως, τίς ὁ τρόπος; ἢ λέγει περὶ ὦν οὐκ ἔχει: τοῦτο γὰρ δυνάμεως, οὐ τὸ παθεῖν τι, ἀλλὰ τὸ δυνηθῆναι καὶ ἐφ̓ ᾧ τέτακται ἐργάσασθαι. οὕτως γὰρ ἄν, οἶμαι, καὶ διακριθείη τῇ ψυχῇ καὶ τὸ ὁρατὸν καὶ τὸ ἀκουστόν, οὐκ εἰ τύποι ἄμφω, ἀλλ’ εἰ μὴ τύποι, μηδὲ πείσεις, ἀλλ’ ἐνέργειαι περὶ ὃ ἔνεισι πεφύκασιν. ἡμεῖς δὲ ἀπιστοῦντες, μὴ οὐ δύνηται, ἐὰν μὴ πληγῇ, τὸ αὑτῆς γινώσκειν δύναμις ἑκάστη, πάσχειν, ἀλλ’ οὐ γινώσκειν τὸ ἐγγὺς ποιοῦμεν, οὗ κρατεῖν δέδοται, ἀλλ’ οὐ κρατεῖσθαι. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπ’ ἀκοῆς δεῖ νομίζειν γίνεσθαι: τὸν μὲν τύπον εἶναι ἐν τῷ ἀέρι πληγήν τινα οὖσαν διηρθρωμένην, οἷον γραμμάτων ἐγγεγραμμένων ὑπὸ τοῦ τὴν φωνὴν πεποιηκότος, τὴν μέντοι δύναμιν καὶ τὴν τῆς ψυχῆς οὐσίαν οἷον ἀναγνῶναι τοὺς τύπους [τοὺς] ἐν τῷ ἀέρι γεγραμμένους, ἐλθόντας πλησίον, εἰς ὃ ἐλθόντες πεφύκασιν ὁρᾶσθαι. γεύσεως δὲ καὶ ὀσφρήσεως τὰ μὲν πάθη, τὰ δ’ ὅσα αἰσθήσεις αὐτῶν καὶ κρίσεις, τῶν παθῶν εἰσι γνώσεις ἄλλαι τῶν παθῶν οὖσαι. τῶν δὲ νοητῶν ἡ γνῶσις ἀπαθὴς καὶ ἀτύπωτός ἐστι μᾶλλον — ἀνάπαλιν γὰρ ἔσωθεν οἷον προπίπτει, τὰ δὲ ἔξωθεν θεωρεῖται: καὶ ἔστιν ἐκεῖνα μᾶλλον ἐνέργειαι καὶ κυριώτεραι — αὐτῆς γὰρ καὶ ἔστιν αὐτὴ ἐνεργοῦσα ἕκαστον. πότερα δὲ αὑτὴν μὲν ἡ ψυχὴ [ὡς] δύο καὶ ὡς ἕτερον ὁρᾷ, νοῦν δὲ ἓν καὶ ἄμφω τὰ δύο ἕν, ἐν ἄλλοις.
Si, pues, no es así, ¿cuál es el modo? ¿O [el alma] habla acerca de cosas que no tiene? Pues esto es propio de una potencia: no padecer algo, sino poder y obrar aquello para lo cual ha sido dispuesta. Así, creo, se distinguirían también para el alma lo visible y lo audible: no si ambos fueran improntas, sino si no son improntas ni afecciones, sino actos que se dan por naturaleza en torno a aquello en lo que están. Nosotros, en cambio, desconfiando de que cada potencia no pueda conocer lo suyo si no es golpeada, hacemos que [ella] padezca, y no que conozca, lo que está cerca, de lo cual se le ha dado dominarlo, no ser dominada. Del mismo modo hay que pensar que ocurre también en el oído: la impronta es, en el aire, una cierta percusión articulada, como de letras inscritas por quien ha producido la voz; la potencia, en cambio, y la esencia del alma, es como la que lee las improntas escritas en el aire, una vez llegadas cerca, hasta donde, al llegar, pueden por naturaleza ser vistas. En cuanto al gusto y al olfato, unas cosas son afecciones, y las que son sus sensaciones y juicios son conocimientos de las afecciones, distintos de las afecciones mismas. El conocimiento de los inteligibles, en cambio, es impasible y más bien sin impronta —pues, al contrario, procede por así decir desde dentro, mientras que lo de fuera es contemplado—; y aquellos [conocimientos] son más actos y más propios, pues [cada uno] es de ella misma, y ella misma es la que ejerce cada uno. Si el alma se ve a sí misma [como] dos y como algo distinto, mientras que el Intelecto [se ve] como uno y ambos, los dos, como uno, [se trata] en otros lugares.
νῦν δὲ τούτων εἰρημένων περὶ μνήμης ἐφεξῆς λεκτέον εἰποῦσι πρότερον, ὡς οὐ θαυμαστόν, μᾶλλον δὲ θαυμαστὸν μέν, ἀπιστεῖν δὲ οὐ δεῖ τῇ τοιαύτῃ δυναμει τῆς ψυχῆς, εἰ μηδὲν λαβοῦσα εἰς αὑτὴν ἀντίληψιν ὧν οὐκ ἔσχε ποιεῖται. λόγος γάρ ἐστι πάντων, καὶ λόγος ἔσχατος μὲν τῶν νοητῶν καὶ τῶν ἐν τῷ νοητῷ ἡ ψυχῆς φύσις, πρῶτος δὲ τῶν ἐν τῷ αἰσθητῷ παντί. διὸ δὴ καὶ πρὸς ἄμφω ἔχει, ὑπὸ μὲν τῶν εὐπαθοῦσα καὶ ἀναβιωσκομένη, ὑπὸ δὲ τῶν. τῇ ὁμοιότητι ἀπατωμένη καὶ κατιοῦσα ὥσπερ θελγομένη. ἐν μέσῳ δὲ οὖσα αἰσθάνεται ἀμφοῖν, καὶ τὰ μὲν νοεῖν λέγεται εἰς μνήμην ἐλθοῦσα, εἰ πρὸς αὐτοῖς γίγνοιτο: γινώσκει γὰρ τῷ αὐτά πως εἶναι: γινώσκει γὰρ οὐ τῷ ἐνιζάνειν αὐτά, ἀλλὰ τῷ πως ἔχειν αὐτὰ καὶ ὁρᾶν αὐτὰ καὶ εἶναι αὐτὰ ἀμυδρότερον καὶ γίνεσθαι ἐκ τοῦ ἀμυδροῦ τῷ οἷον ἐγείρεσθαι ἐναργεστέρα καὶ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἰέναι. τὰ δ’ αἰσθητὰ τὸν αὐτὸν τρόπον οἷον συναψαμένη καὶ ταῦτα παῤ αὑτῆς οἷον ἐκλάμπειν ποιεῖ καὶ πρὸ ὀμμάτων εἶναι ἐργάζεται ἑτοίμης οὔσης καὶ οἷον ὠδινούσης πρὸς αὐτὰ τῆς δυνάμεως. ὅταν τοίνυν ῥωσθῇ πρὸς ὁτιοῦν τῶν φανέντων, ὥσπερ πρὸς παρὸν διάκειται ἐπὶ πολὺν χρόνον καὶ ὅσῳ μᾶλλον, τόσῳ ἀεί. διὸ καὶ τὰ παιδία μνημονεύειν λέγεται μᾶλλον, ὅτι μὴ ἀφίσταται, ἀλλὰ κεῖται αὐτοῖς πρὸ ὀμμάτων ὡς ἂν ὁρῶσιν οὔπω εἰς πλῆθος, ἀλλὰ πρὸς ὀλίγα: οἷς δὲ ἐπὶ πολλὰ ἡ διάνοια καὶ ἡ δύναμις, ὥσπερ παραθέουσι καὶ οὐ μένουσιν. εἰ δέ γε ἔμενον οἱ τύποι, οὐκ ἂν ἐποίησε τὸ πλῆθος ἧττον μνήμονας. ἔτι, εἰ τύποι μένοντες, οὐδὲν ἔδει σκοπεῖν, ἵνα ἀναμνησθῶμεν, οὐδὲ πρότερον ἐπιλαθομένους ὕστερον ἀναμιμνήσκεσθαι κειμένων. καὶ αἱ εἰς ἀνάληψιν δὲ μελέται δηλοῦσι δυνάμωσιν ψυχῆς τὸ γινόμενον ὑπάρχειν, ὥσπερ χειρῶν ἢ ποδῶν τὰ γυμνάσια εἰς τὸ ποιεῖν ῥᾳδίως, ἃ μὴ ἐν ταῖς χερσὶν ἢ ποσὶ κεῖται, ἀλλὰ πρὸς ἃ τῇ συνεχείᾳ ἡτοίμασται. διὰ τί γὰρ ἅπαξ μὲν ἀκούσας ἢ δεύτερον οὐ μέμνηται, ὅταν δὲ πολλάκις, καὶ ὃ πρότερον ἀκούσας οὐκ ἔσχε πολλῷ ὕστερον χρόνῳ μέμνηται ἤδη; οὐ γὰρ δὴ τῷ μέρη ἐσχηκέναι πρότερον τοῦ τύπου: ἔδει γὰρ τούτων μεμνῆσθαι: ἀλλ’ οἷον ἐξαίφνης γίγνεται τοῦτο ἔκ τινος τῆς ὑστέρας ἀκροάσεως ἢ μελέτης. ταῦτα γὰρ μαρτυρεῖ πρόκλησιν τῆς δυνάμεως καθ̓ ἣν μνημονεύομεν τῆς ψυχῆς, ὡς ῥωσθείσης ἢ ἁπλῶς ἢ πρὸς τοῦτο. ὅταν δὲ δὴ οὐ μόνον πρὸς ἃ ἐμελετήσαμεν τὸ τῆς μνήμης ἡμῖν παρῇ, ἀλλ’ οἵπερ πολλὰ ἀνειλήφασιν ἐκ τοῦ εἰθίσθαι ἀπαγγελίαις χρῆσθαι, ῥᾳδίας ἤδη καὶ τῶν ἄλλων τὰς λεγομένας ἀναλήψεις ποιῶνται, τί ἄν τις ἐπαιτιῷτο τῆς μνήμης ἢ τὴν δύναμιν τὴν ῥωσθεῖσαν εἶναι; οἱ μὲν γὰρ τύποι μένοντες ἀσθένειαν [ἂν] μᾶλλον ἢ δύναμιν κατηγοροῖεν: τὸ γὰρ ἐντυπώτατον τῷ εἴκειν ἐστὶ τοιοῦτον, καὶ πάθους ὄντος τοῦ τύπου τὸ μᾶλλον πεπονθὸς τοῦτό ἐστι τὸ μνημονεῦον μᾶλλον. τούτου δὲ τοὐναντίον φαίνεται συμβαῖνον: οὐδαμοῦ γὰρ ἡ πρὸς ὁτιοῦν γυμνασία εὐπαθὲς τὸ γυμνασάμενον ποιεῖ: ἐπεὶ καὶ ἐπὶ τῶν αἰσθήσεων οὐ τὸ ἀσθενὲς ὁρᾷ, οἷον ὁ ὀφθαλμός, ἀλλ’ ὅτῳ δύναμίς ἐστιν εἰς ἐνέργειαν πλείων. διὸ καὶ οἱ γεγηρακότες καὶ πρὸς τὰς αἰσθήσεις ἀσθενέστεροι καὶ πρὸς τὰς μνήμας ὡσαύτως. ἰσχὺς ἄρα τις καὶ ἡ αἴσθησις καὶ ἡ μνήμη. ἔτι τῶν αἰσθήσεων τυπώσεων οὐκ οὐσῶν, πῶς οἷόν τε τὰς μνήμας κατοχὰς τῶν οὐκ ἐντεθέντων οὐδὲ τὴν ἀρχὴν εἶναι; ἀλλ’ εἰ δύναμίς τις καὶ παρασκευὴ πρὸς τὸ ἕτοιμον, πῶς οὐχ ἅμα, ἀλλ’ ὕστερον εἰς ἀναπόλησιν τῶν αὐτῶν ἐρχόμεθα; ἢ ὅτι τὴν δύναμιν δεῖ οἷον ἐπιστῆσαι καὶ ἑτοιμάσασθαι. τοῦτο γὰρ καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων ὁρῶμεν, εἰς τὸ ποιῆσαι ὃ δύνανται ἑτοιμαζομένων καὶ τὰ μὲν εὐθύς, τὰ δέ, εἰ συλλέξαιντο ἑαυτάς, ἐργαζομένων. γίνονται δὲ ὡς ἐπὶ τὸ πολὺ οὐχ οἱ αὐτοὶ μνήμονες καὶ ἀγχίνοι, ὅτι οὐχ ἡ αὐτὴ δύναμις ἑκατέρου, ὥσπερ οὐδ’ ὁ αὐτὸς πυκτικὸς καὶ δρομικὸς πολλάκις: ἐπικρατοῦσι γὰρ ἄλλαι ἐν ἄλλῳ ἰδέαι. καίτοι οὐκ ἐκώλυε τὸν ἁστινασοῦν ἔχοντα πλεονεξίας ψυχῆς ἀναγινώσκειν τὰ κείμενα, οὐδὲ τὸν ταύτῃ ῥυέντα τὴν τοῦ πάσχειν καὶ ἔχειν τὸ πάθος ἀδυναμίαν κεκτῆσθαι. καὶ τὸ τῆς ψυχῆς δὲ ἀμέγεθες ʽκαὶ ὅλωσ̓ ψυχὴν μαρτυρεῖ δύναμιν εἶναι: καὶ ὅλως τὰ περὶ ψυχὴν πάντα [οὐ] θαυμαστὸν ἄλλον τρόπον ἔχειν, ἢ ὡς ὑπειλήφασιν ὑπὸ τοῦ μὴ ἐξετάζειν ἄνθρωποι, ἢ ὡς πρόχειροι αὐτοῖς ἐπιβολαὶ ἐξ αἰσθητῶν ἐγγίνονται δἰ ὁμοιοτήτων ἀπατῶσαι: οἷον γὰρ ἐν πίναξιν ἢ δέλτοις γεγραμμένων γραμμάτων, οὕτως περὶ τῶν αἰσθήσεων καὶ τοῦ μνημονεύειν διάκεινται, καὶ οὔτε οἱ σῶμα αὐτὴν θεωρούμενοι ὁρῶσιν, ὅσα ἀδύνατα τῇ ὑποθέσει αὐτῶν συμβαίνει, οὔτε οἱ ἀσώματον.
Ahora, dicho esto, hay que hablar a continuación de la memoria, tras decir primero que no es de admirar —o más bien es admirable, pero no hay que desconfiar— que tal potencia del alma realice la aprehensión de lo que no tuvo, sin haber recibido nada en sí misma. Pues [el alma] es razón de todas las cosas: la naturaleza del alma es la razón última de los inteligibles y de lo que hay en el [mundo] inteligible, y la primera de las cosas que hay en todo el [mundo] sensible. Por eso se relaciona con ambos: por unos es afectada favorablemente y vuelve a la vida; por los otros, engañada por la semejanza, desciende como hechizada. Estando en medio, percibe ambos, y se dice que piensa los inteligibles cuando llega al recuerdo, si se pone junto a ellos: pues conoce porque de algún modo ella es ellos; conoce no porque ellos se asienten en ella, sino porque de algún modo los tiene, los ve y es ellos más tenuemente, y porque pasa de lo tenue a ser más clara, como al despertarse, y de la potencia al acto. Y los sensibles, del mismo modo, tras haberlos como tocado, también a estos los hace como resplandecer desde sí misma y los pone ante los ojos, estando la potencia dispuesta y como en parto hacia ellos. Cuando, pues, se ha fortalecido respecto de cualquiera de las cosas aparecidas, se dispone como ante algo presente durante mucho tiempo, y cuanto más [fuerte], tanto más siempre. Por eso se dice que los niños recuerdan más: porque no se apartan, sino que [lo] tienen puesto ante los ojos, como quienes ven todavía no una multitud, sino pocas cosas; en cambio, aquellos cuyo pensamiento y potencia se dirigen a muchas cosas como que pasan de largo y no se detienen. Y si las improntas permanecieran, la multitud no los habría hecho menos memoriosos. Además, si fueran improntas que permanecen, no habría que examinar nada para recordar, ni, habiendo olvidado antes, recordar después, estando [ellas] puestas. Y los ejercicios para la recuperación muestran que lo que sucede es un fortalecimiento del alma, como los ejercicios de las manos o de los pies para hacer con facilidad lo que no reside en las manos o en los pies, sino hacia lo cual se han preparado por la continuidad. Pues ¿por qué quien ha oído una o dos veces no recuerda, mientras que quien [ha oído] muchas veces sí, y lo que antes oyó y no retuvo, mucho tiempo después ya lo recuerda? No es, desde luego, por haber tenido antes partes de la impronta: pues entonces habría que recordar estas; sino que esto se produce como de repente a partir de una audición o ejercicio posterior. Pues esto atestigua una estimulación de la potencia del alma según la cual recordamos, como fortalecida, o en general o para esto. Y cuando la memoria no solo se nos da para aquello en lo que nos hemos ejercitado, sino que quienes han recuperado muchas cosas por el hábito de recurrir a relatos hacen ya con facilidad las llamadas recuperaciones también de las demás, ¿qué se podría imputar a la memoria sino que es la potencia fortalecida? Pues las improntas, permaneciendo, denunciarían más debilidad que potencia: lo más impresionable lo es por ceder, y si la impronta es una afección, lo más afectado sería lo que más recuerda. Pero lo que aparece es que ocurre lo contrario: pues en ninguna parte el ejercicio hacia algo vuelve fácilmente afectable al ejercitado; pues también en las sensaciones no ve lo débil, como el ojo, sino aquel que tiene más potencia para el acto. Por eso los ancianos son más débiles tanto para las sensaciones como, igualmente, para los recuerdos. Por tanto, tanto la sensación como la memoria son una cierta fuerza. Además, no siendo las sensaciones impresiones, ¿cómo es posible que los recuerdos sean retenciones de lo que ni siquiera al principio fue puesto? Pero si es una potencia y una preparación para lo dispuesto, ¿cómo es que no [recordamos] a la vez, sino que llegamos después al recobro de las mismas cosas? ¿O es porque hay que, por así decir, aplicar la potencia y prepararla? Pues esto lo vemos también en las demás potencias, que se preparan para hacer lo que pueden: unas actúan enseguida, otras, si se recogen en sí mismas. Y por lo general no son los mismos los memoriosos y los agudos, porque no es la misma la potencia de cada uno, como tampoco es muchas veces el mismo pugilista y corredor: pues predominan unas Formas en uno y otras en otro. Y sin embargo, no impediría a quien tiene cualesquiera ventajas del alma leer lo depositado, ni a quien fluyó hacia allí poseer la incapacidad de padecer y de tener la afección. Y la carencia de magnitud del alma [y, en suma,] atestigua que el alma es potencia; y en general, que todo lo relativo al alma se comporte de otro modo es [no] admirable, que como han supuesto los hombres por no examinar, o como se les presentan intuiciones fáciles a partir de los sensibles, que engañan por las semejanzas: pues como de letras escritas en tablillas o tabletas, así se disponen respecto de las sensaciones y del recordar; y ni quienes la consideran cuerpo ven cuántas imposibilidades se siguen de su hipótesis, ni quienes [la consideran] incorporal.✦
«Razón» (λόγος): aquí, la razón formativa, el principio que da forma; el alma contiene en sí las razones de todas las cosas.
El [οὐ] entre corchetes figura así en la edición de Volkmann; el final del pasaje es oscuro y el texto transmitido termina de forma abrupta.
Fuente del texto original: Texto griego: edición de R. Volkmann (Leipzig, Teubner, 1883–1884, dominio público), transcripción digital de Open Greek and Latin (First1KGreek), CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.