Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa Mis notas EN
‹ Plotino: Enéadas
Filosofía y hermetismo · Plotino: Enéadas

Enéada IV, 7 · Sobre la inmortalidad del alma

ΠΕΡΙ ΑΘΑΝΑΣΙΑΣ ΨΥΧΗΣ

1

Εἰ δέ ἐστιν ἀθάνατος ἕκαστος ἡμῶν, ἢ φθείρεται πᾶς, ἢ τὰ μὲν αὐτοῦ ἄπεισιν εἰς σκέδασιν καὶ φθοράν, τὰ δὲ μένει εἰς ἀεί, ἅπερ ἐστὶν αὐτός, ὧδ’ ἄν τις μάθοι κατὰ φύσιν ἐπισκοπούμενος. ἁπλοῦν μὲν δή τι οὐκ ἂν εἴη [ὁ] ἄνθρωπος, ἀλλ’ ἔστιν ἐν αὐτῷ ψυχή, ἔχει δὲ καὶ σῶμα εἴτ̓ οὖν ὄργανον ὂν ἡμῖν, εἴτ̓ οὖν ἕτερον τρόπον προσηρτημένον. ἀλλ’ οὖν διῃρήσθω γε ταύτῃ, καὶ ἑκατέρου τὴν φύσιν τε καὶ οὐσίαν καταθεατέον. τὸ μὲν δὴ σῶμα καὶ αὐτὸ συγκείμενον οὔτε παρὰ τοῦ λόγου δύναται μένειν, ἥ τε αἴσθησις ὁρᾷ λυόμενόν τε καὶ τηκόμενον καὶ παντοίους ὀλέθρους δεχόμενον, ἑκάστου γε τῶν ἐνόντων πρὸς τὸ αὑτοῦ φερομένου, φθείροντός τε ἄλλου ἕτερον καὶ μεταβάλλοντος εἰς ἄλλο καὶ ἀπολλύντος, καὶ μάλιστα ὅταν ψυχὴ ἡ φίλα ποιοῦσα μὴ παρῇ τοῖς ὄγκοις. κἂν μονωθῇ δὲ ἕκαστον γινόμενον, ἓν οὐκ ἔστι, λύσιν δεχόμενον εἴς τε μορφὴν καὶ ὕλην, ἐξ ὧν ἀνάγκη καὶ τὰ ἁπλᾶ τῶν σωμάτων τὰς συστάσεις ἔχειν. καὶ μὴν καὶ μέγεθος ἔχοντα, ἅτε σώματα ὄντα, τεμνόμενά τε καὶ εἰς μικρὰ θραυόμενα καὶ ταύτῃ φθορὰν ἂν ὑπομένοι. ὥστ̓ εἰ μὲν μέρος ἡμῶν τοῦτο, οὐ τὸ πᾶν ἀθάνατοι, εἰ δὲ ὄργανον, ἔδει γε αὐτὸ εἰς χρόνον τινὰ δοθὲν τοιοῦτον τὴν φύσιν εἶναι. τὸ δὲ κυριώτατον καὶ αὐτὸς ὁ ἄνθρωπος εἴη ἂν ἢ κατὰ τὸ εἶδος ὡς πρὸς ὕλην ʽτὸ σῶμἀ, ἢ κατὰ τὸ χρώμενον ὡς πρὸς ὄργανον. ἑκατέρως δὲ ἡ ψυχὴ αὐτός.

Si cada uno de nosotros es inmortal, o bien perece entero, o bien una parte suya se va a la dispersión y a la destrucción mientras otra permanece para siempre, la que es el hombre mismo. Así podría saberlo quien lo examine conforme a la naturaleza. El [hombre] no sería algo simple: hay en él alma, y tiene también cuerpo, ya sea que este nos sirva de instrumento, ya sea que esté unido a nosotros de otra manera. En todo caso, distingamos así, y hay que contemplar la naturaleza y la esencia de cada uno. El cuerpo, por su parte, siendo él mismo compuesto, no puede permanecer, según lo muestra el razonamiento, y la sensación lo ve disolverse, fundirse y sufrir toda clase de ruinas, pues cada uno de los elementos que hay en él se lleva a lo suyo, uno destruyendo a otro, transformándolo en otro y aniquilándolo, y sobre todo cuando el alma, la que hace amistosos [los elementos], no está presente en las masas. Y aun si cada elemento llegara a quedar aislado, no es uno, pues admite disolución en forma y materia, de las que es necesario que consten también los cuerpos simples. Además, teniendo magnitud, por ser cuerpos, podrían ser cortados y quebrados en trozos pequeños, y por ahí soportarían también la destrucción. De modo que si este [cuerpo] es una parte de nosotros, no somos inmortales en el todo; y si es un instrumento, era preciso que, dado para cierto tiempo, fuera de tal naturaleza. Y lo más principal, el hombre mismo, sería o bien la forma respecto de la materia (el cuerpo), o bien lo que usa respecto del instrumento. De ambos modos, el alma es el hombre mismo.

2

τοῦτο οὖν τίνα φύσιν ἔχει; ἢ σῶμα μὲν ὂν πάντως ἀναλυτόν: σύνθετον γὰρ πᾶν γε σῶμα. εἰ δὲ μὴ σῶμα εἴη, ἀλλὰ φύσεως ἄλλης, κἀκείνην ἢ [κατὰ] τὸν αὐτὸν τρόπον, ἢ κατ’ ἄλλον σκεπτέον. πρῶτον δὲ σκεπτέον, εἰς ὅ τι δεῖ τοῦτο τὸ σῶμα, ὃ λέγουσι ψυχήν, ἀναλύειν. ἐπεὶ γὰρ ζωὴ ψυχῇ πάρεστιν ἐξ ἀνάγκης, ἀνάγκη τοῦτο τὸ σῶμα, τὴν ψυχήν, εἰ μὲν ἐκ δύο σωμάτων ἢ πλειόνων εἴη, ἤτοι ἑκάτερον αὐτῶν, ἢ ἕκαστον ζωὴν σύμφυτον ἔχειν, ἢ τὸ μὲν ἔχειν, τὸ δὲ μή, ἢ μηδέτερον ἔχειν. εἰ μὲν δὴ ἑνὶ αὐτῶν προσείη τὸ ζῆν, αὐτὸ τοῦτο ἂν εἴη ψυχή. τί ἂν οὖν εἴη σῶμα ζωὴν παῤ αὑτοῦ ἔχον; πῦρ γὰρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ ἄψυχα παῤ αὑτῶν: καὶ ὅτῳ πάρεστι τούτων ψυχή, τοῦτο ἐπακτῷ κέχρηται τῇ ζωῇ, ἄλλα δὲ παρὰ ταῦτα σώματα οὐκ ἔστι. καὶ οἷς γε δοκεῖ εἶναι καὶ στοιχεῖα τούτων ἕτερα, σώματα, οὐ ψυχαί, ἐλέχθησαν εἶναι οὐδὲ ζωὴν ἔχοντα. εἰ δὲ μηδενὸς αὐτῶν ζωὴν ἔχοντος ἡ σύνοδος πεποίηκε ζωήν, ἄτοπον, μᾶλλον δὲ ἀδύνατον συμφόρησιν σωμάτων ζωὴν ἐργάζεσθαι, καὶ νοῦν γεννᾶν τὰ ἀνόητα. καὶ δὴ καὶ οὐχ ὁπωσοῦν κραθέντα ταῦτα φήσουσι γίνεσθαι. δεῖ ἄρα εἶναι τὸ τάξον καὶ τὸ τῆς κράσεως αἴτιον: ὥστε τοῦτο τάξιν ἂν ἔχοι ψυχῆς. οὐ γὰρ ὅτι σύνθετον, ἀλλ’ οὐδὲ ἁπλοῦν ἂν εἴη σῶμα ἐν τοῖς οὖσιν ἄνευ ψυχῆς οὔσης ἐν τῷ παντί, εἴπερ λόγος προσελθὼν τῇ ὕλῃ σῶμα ποιεῖ, οὐδαμόθεν δ’ ἂν προσέλθοι λόγος, ἢ παρὰ ψυχῆς.

¿Qué naturaleza tiene, pues, esto [el alma]? Si es cuerpo, es en todo caso disoluble, pues todo cuerpo es compuesto. Y si no fuera cuerpo, sino de otra naturaleza, también esa habría que examinarla o [según] el mismo modo, o de otro. Pero primero hay que examinar en qué es necesario disolver este cuerpo que llaman alma. Pues como la vida está presente en el alma por necesidad, es necesario que este cuerpo, el alma, si constara de dos cuerpos o de más, o bien ambos, o bien cada uno de ellos tengan vida connatural, o bien uno la tenga y el otro no, o bien ninguno la tenga. Si la vida pertenece a uno de ellos, eso mismo sería el alma. ¿Qué sería, entonces, un cuerpo que tiene vida por sí mismo? Pues fuego, aire, agua y tierra son inanimados por sí mismos; y aquel de ellos en el que hay alma usa de una vida adquirida de fuera, y no hay otros cuerpos aparte de estos. Y para quienes parece que hay también otros elementos de estos, se dijo que son cuerpos, no almas, y que no tienen vida. Y si, no teniendo vida ninguno de ellos, la reunión hubiera producido la vida, es absurdo, o más bien imposible, que una acumulación de cuerpos obre vida y que lo carente de intelecto engendre intelecto. Y dirán además que estos [cuerpos] no se producen mezclados de cualquier manera. Debe haber, entonces, lo que ordena y la causa de la mezcla; de modo que esto tendría el rango de alma. Pues, por no hablar de compuesto, ni siquiera cuerpo simple habría entre los seres si no hubiera alma en el todo, si es que una razón formativa, al llegar a la materia, hace el cuerpo, y la razón no podría llegar de ninguna parte sino del alma.✦

3

εἰ δέ τις μὴ οὕτως, ἀλλ’ ἀτόμους ἢ ἀμερῆ συνελθόντα ψυχὴν ποιεῖν λέγοι τῇ ἑνώσει καὶ ὁμοπαθείᾳ ἐλέγχοιτ̓ ἂν ʽκαὶ τῇ παραθέσεἰ, μηδενὸς διόλου γινομένου ἑνὸς οὐδὲ συμπαθοῦς ἐξ ἀπαθῶν καὶ μὴ ἑνοῦσθαι δυναμένων σωμάτων. ψυχὴ δὲ αὑτῇ συμπαθής. ἐκ δὲ ἀμερῶν [οὐ] σῶμα οὐδὲ μέγεθος ἂν γένοιτο. καὶ μὴν εἰ ἁπλοῦ ὄντος τοῦ σώματος τὸ μὲν ὅσον ὑλικὸν παῤ αὑτοῦ ζωὴν ἔχειν οὐ φήσουσιν — ὕλη γὰρ ἄποιον — τὸ δὲ κατὰ τὸ εἶδος τεταγμένον ἐπιφέρειν τὴν ζωήν, εἰ μὲν οὐσίαν φήσουσι τὸ εἶδος τοῦτο εἶναι, οὐ τὸ συναμφότερον, θάτερον δὲ τούτων ἔσται ἡ ψυχή: ὃ οὐκέτ̓ ἂν σῶμα: οὐ γὰρ ἐξ ὕλης καὶ τοῦτο, ἢ πάλιν τὸν αὐτὸν τρόπον ἀναλύσομεν. εἰ δὲ πάθημα τῆς ὕλης, ἀλλ’ οὐκ οὐσίαν φήσουσιν εἶναι, ἀφ̓ οὗ τὸ πάθημα καὶ ἡ ζωὴ εἰς τὴν ὕλην ἐλήλυθε λεκτέον αὐτοῖς. οὐ γὰρ δὴ ἡ ὕλη αὑτὴν μορφοῖ, οὐδὲ αὑτῇ ψυχὴν ἐντίθησι. δεῖ ἄρα τι εἶναι τὸ χορηγὸν τῆς ζωῆς, εἰ οὔτε τῇ ὕλῃ ἡ χορηγία, οὔθ̓ ὁτῳοῦν τῶν σωμάτων, ἔξω ὂν καὶ ἐπέκεινα σωματικῆς φύσεως ἁπάσης. ἐπεὶ οὐδ’ ἂν εἴη σῶμα οὐδὲν ψυχικῆς δυνάμεως οὐκ οὔσης. ῥεῖ γάρ, καὶ ἐν φορᾷ αὐτοῦ ἡ φύσις, καὶ ἀπόλοιτο ἂν ὡς τάχιστα, εἰ πάντα σώματα εἴη, κἂν εἰ ὄνομα ἑνὶ αὐτῶν ψυχήν τις θεῖτο. ταὐτὰ γὰρ ἂν πάθοι τοῖς ἄλλοις σώμασιν ὕλης μιᾶς οὔσης αὐτοῖς. μᾶλλον δὲ οὐδ’ ἂν γένοιτο, ἀλλὰ στήσεται ἐν ὕλῃ τὰ πάντα, μὴ ὄντος τοῦ μορφοῦντος αὐτήν. τάχα δ’ ἂν οὐδ’ ἂν ἡ ὕλη τὸ παράπαν εἴη, λυθήσεται δὲ καὶ τόδε τὸ ξύμπαν, εἴ τις αὐτὸ πιστεύσειε σώματος συνέρξει διδοὺς αὐτῷ ψυχῆς τάξιν μέχρι τῶν ὀνομάτων, ἀέρι καὶ πνεύματι σκεδαστοτάτῳ καὶ τὸ ἓν εἶναι ἔχοντι οὐ παῤ αὑτοῦ. πῶς γὰρ τεμνομένων τῶν πάντων σωμάτων ᾡτινιοῦν τις ἀνατιθεὶς τόδε τὸ πᾶν οὐκ ἀνόητόν τε καὶ φερόμενον εἰκῆ ποιήσει; τίς γὰρ τάξις ἐν πνεύματι δεομένῳ παρὰ ψυχῆς τάξεως, ἢ λόγος, ἢ νοῦς; ἀλλὰ ψυχῆς μὲν οὔσης ὑπουργὰ ταῦτα πάντα αὐτῇ εἰς σύστασιν κόσμου καὶ ζῴου ἑκάστου, ἄλλης παῤ ἄλλου δυνάμεως εἰς τὸ ὅλον συντελούσης: ταύτης δὲ μὴ παρούσης ἐν τοῖς ὅλοις οὐδὲν ἂν εἴη ταῦτα, οὐχ ὅτι ἐν τάξει.

Y si alguien dijera, de otro modo, que átomos o partículas sin partes, al reunirse, hacen el alma, sería refutado por la unión y la afinidad de afecciones (y por la yuxtaposición), pues de cuerpos impasibles y que no pueden unirse no resulta nada enteramente uno ni solidario. El alma, en cambio, es solidaria consigo misma. Y de [seres] sin partes [no] se produciría cuerpo ni magnitud. Y además, si, siendo simple el cuerpo, dijeran que lo material en cuanto tal no tiene vida por sí mismo —pues la materia carece de cualidad—, y que lo ordenado según la forma aporta la vida, entonces, si dicen que esta forma es una esencia, y no el compuesto, el alma será una de estas dos cosas [la forma], lo cual ya no sería cuerpo, pues tampoco esta [forma] procede de la materia; o bien volveremos a analizar del mismo modo. Y si dicen que es una afección de la materia y no una esencia, tendrán que decir de dónde ha llegado a la materia la afección y la vida. Pues la materia no se da forma a sí misma ni se pone alma a sí misma. Debe haber, pues, algo que suministre la vida, si el suministro no viene de la materia ni de ninguno de los cuerpos: algo que esté fuera y más allá de toda naturaleza corporal. Pues tampoco habría cuerpo alguno si no existiera la potencia del alma. Porque [el cuerpo] fluye, su naturaleza está en arrastre, y perecería rapidísimamente si todo fueran cuerpos, aunque se diera a uno de ellos el nombre de alma. Pues padecería lo mismo que los demás cuerpos, al tener una sola materia. O más bien ni siquiera llegaría a producirse, sino que todo se detendría en la materia, al no haber quien le dé forma. Y quizá ni siquiera habría materia en absoluto, sino que se disolvería también este universo, si alguien confiara en él entregándolo a la sujeción de un cuerpo y dando, hasta en los nombres, el rango de alma al aire y al soplo, sumamente dispersables y que no tienen por sí mismos el ser uno. Pues, al ser divisibles todos los cuerpos, ¿cómo, atribuyendo este todo a cualquiera de ellos, no lo hará insensato y llevado al azar? Porque ¿qué orden hay en un soplo, que necesita el orden del alma, o qué razón, o qué intelecto? En cambio, existiendo el alma, todas estas cosas le sirven para la constitución del cosmos y de cada viviente, aportando al todo una potencia de una parte y otra de otra; y si esta no estuviera presente en los conjuntos, esas cosas no serían nada, y menos aún estarían en orden.

4

μαρτυροῦσι δὲ καὶ αὐτοὶ ὑπὸ τῆς ἀληθείας ἀγόμενοι, ὡς δεῖ τι πρὸ τῶν σωμάτων εἶναι κρεῖττον αὐτῶν ψυχῆς εἶδος, ἔννουν τὸ πνεῦμα καὶ πῦρ νοερὸν τιθέμενοι, ὥσπερ ἄνευ πυρὸς καὶ πνεύματος οὐ δυναμένης τῆς κρείττονος μοίρας ἐν τοῖς οὖσιν εἶναι, τόπον δὲ ζητούσης εἰς τὸ ἱδρυθῆναι, δέον ζητεῖν, ὅπου τὰ σώματα ἱδρύσουσιν, ὡς ἄρα δεῖ ταῦτα ἐν ψυχῆς δυνάμεσιν ἱδρῦσθαι. εἰ δὲ μηδὲν παρὰ τὸ πνεῦμα τὴν ζωὴν καὶ τὴν ψυχὴν τίθενται, τί τὸ πολυθρύλητον αὐτοῖς πως ἔχον, εἰς ὃ καταφεύγουσιν ἀναγκαζόμενοι τίθεσθαι ἄλλην παρὰ τὰ σώματα φύσιν δραστήριον; εἰ οὖν οὐ πᾶν μὲν πνεῦμα ψυχή, ὅτι μυρία πνεύματα ἄψυχα, τὸ δέ πως ἔχον πνεῦμα φήσουσι, τό πως ἔχον τοῦτο καὶ ταύτην τὴν σχέσιν ἢ τῶν ὄντων τι φήσουσιν, ἢ μηδέν. ἀλλ’ εἰ μὲν μηδέν, πνεῦμα ἂν εἴη μόνον, τὸ δέ πως ἔχον ὄνομα. καὶ οὕτως συμβήσεται αὐτοῖς οὐδὲ ἄλλο οὐδὲν εἶναι λέγειν ἢ τὴν ὕλην, καὶ ψυχὴν καὶ θεὸν ὀνόματα πάντα, ἐκεῖνο δὲ μόνον [ὄν]. εἰ δὲ τῶν ὄντων ἡ σχέσις καὶ ἄλλο παρὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην, ἐν ὕλῃ μέν, ἄυλον δὲ αὐτὸ τῷ μὴ πάλιν αὖ συγκεῖσθαι ἐξ ὕλης, λόγος ἂν εἴη τις καὶ οὐ σῶμα καὶ φύσις ἑτέρα. ἔτι δὲ καὶ ἐκ τῶνδε οὐχ ἧττον φαίνεται ἀδύνατον ὂν τὴν ψυχὴν εἶναι σῶμα ὁτιοῦν. ἢ γὰρ θερμόν ἐστιν ἢ ψυχρόν, ἢ σκληρὸν ἢ μαλακόν, ὑγρόν τε ἢ πεπηγός, μέλαν τε ἢ λευκόν, καὶ πάντα ὅσα ποιότητες σωμάτων ἄλλαι ἐν ἄλλοις. καὶ εἰ μὲν θερμόν, μόνον θερμανεῖ: ψυχρὸν δέ, μόνον ψύξει: καὶ κοῦφα ποιήσει τὸ κοῦφον προσγενόμενον καὶ παρόν: καὶ βαρυνεῖ τὸ βαρύ, καὶ μελανεῖ τὸ μέλαν: καὶ τὸ λευκὸν λευκὸν ποιήσει. οὐ γὰρ πυρὸς τὸ ψύχειν, οὐδὲ τοῦ ψυχροῦ θερμὰ ποιεῖν. ἀλλ’ ἥ γε ψυχὴ καὶ ἐν ἄλλοις μὲν ζῴοις ἄλλα, τὰ δ’ ἄλλα ποιεῖ, καὶ ἐν τῷ δὲ αὐτῷ τὰ ἐναντία, τὰ μὲν πηγνῦσα, τὰ δὲ χέουσα, καὶ τὰ μὲν πυκνά, τὰ δὲ ἀραιά, μέλανα λευκά, κοῦφα βαρέα [ποιοῦσα]. καίτοι ἓν ἔδει ποιεῖν κατὰ τὴν τοῦ σώματος ποιότητά τε τὴν ἄλλην καὶ δὴ καὶ χρόαν: νῦν δὲ πολλά.

Ellos mismos dan testimonio, llevados por la verdad, de que debe haber antes de los cuerpos una forma de alma superior a ellos, al poner el soplo dotado de intelecto y el fuego intelectivo, como si la parte superior no pudiera existir entre los seres sin fuego y soplo, y buscara un lugar donde asentarse, cuando debían buscar dónde asentarán los cuerpos, puesto que estos deben asentarse en las potencias del alma. Y si no ponen la vida y el alma en nada más que en el soplo, ¿qué es ese tan repetido «estar de cierto modo» suyo, al que se refugian obligados a poner una naturaleza activa distinta de los cuerpos? Si, pues, no todo soplo es alma, porque hay innumerables soplos inanimados, y dirán que lo es el soplo que está de cierto modo, ese «estar de cierto modo» y esa disposición, o bien dirán que es algo de lo que existe, o bien que no es nada. Pero si no es nada, solo habría soplo, y el «de cierto modo» sería un nombre. Y así les ocurrirá no poder decir que existe nada más que la materia, y alma y dios serían todos nombres, y solo aquella [existente]. Y si la disposición es algo de lo que existe y distinto del sustrato y de la materia, en la materia pero inmaterial en cuanto no está a su vez compuesta de materia, sería una razón y no un cuerpo, y otra naturaleza. Y además, por lo que sigue no parece menos imposible que el alma sea cuerpo alguno. Pues sería o caliente o frío, duro o blando, húmedo o sólido, negro o blanco, y todas las demás cualidades de los cuerpos, unas en unos y otras en otros. Y si fuera caliente, solo calentará; si fría, solo enfriará; y hará ligero lo ligero al sobrevenirle y estar presente, hará pesado lo pesado, negro lo negro, y blanco lo blanco. Pues no es propio del fuego enfriar, ni de lo frío hacer cosas calientes. Pero el alma, en unos vivientes hace unas cosas y en otros otras, y en el mismo [viviente] cosas contrarias, solidificando unas y fundiendo otras, unas densas y otras raras, negras y blancas, ligeras y pesadas [al hacerlas]. Y sin embargo debería hacer una sola cosa, según la cualidad del cuerpo, tanto en la otra cualidad como en el color; pero ahora hace muchas.✦

5

τὰς δὲ δὴ κινήσεις πῶς διαφόρους, ἀλλ’ οὐ μίαν, μιᾶς οὔσης παντὸς σώματος κινήσεως; εἰ δὲ τῶν μὲν προαιρέσεις, τῶν δὲ λόγους αἰτιάσονται, ὀρθῶς μὲν τοῦτο: ἀλλ’ οὐ σώματος ἡ προαίρεσις οὐδὲ οἱ λόγοι, διάφοροί γε ὄντες, ἑνὸς ὄντος καὶ ἁπλοῦ τοῦ σώματος, καὶ οὐ μετὸν αὐτῷ τοιούτου γε λόγου, ἢ ὅσος δέδοται αὐτῷ παρὰ τοῦ ποιήσαντος θερμὸν αὐτὸ ἢ ψυχρὸν εἶναι. τὸ δὲ καὶ ἐν χρόνοις αὔξειν, καὶ μέχρι τοσούτου μέτρου, πόθεν ἂν τῷ σώματι αὐτῷ γένοιτο, ᾧ προσήκει μὲν αὔξεσθαι, αὐτῷ δὲ ἀμοίρῳ τοῦ αὔξειν εἶναι, ἢ ὅσον παραληφθείη ἂν ἐν ὕλης ὄγκῳ ὑπηρετοῦν τῷ δἰ αὐτοῦ τὴν αὔξην ἐργαζομένῳ; καὶ γὰρ εἰ ἡ ψυχὴ σῶμα οὖσα αὔξοι, ἀνάγκη καὶ αὐτὴν αὔξεσθαι, προσθήκῃ δηλονότι ὁμοίου σώματος, εἰ μέλλοι εἰς ἴσον ἰέναι τῷ αὐξομένῳ ὑπ’ αὐτῆς. καὶ ἢ ψυχὴ ἔσται τὸ προστιθέμενον ἢ ἄψυχον σῶμα. καὶ εἰ μὲν ψυχή, πόθεν καὶ πῶς εἰσιούσης καὶ πῶς προστιθεμένης; εἰ δὲ ἄψυχον τὸ προστιθέμενον, πῶς τοῦτο ψυχώσεται καὶ τῷ πρόσθεν ὁμογνωμονήσει καὶ ἓν ἔσται καὶ τῶν αὐτῶν δοξῶν τῇ πρώτῃ μεταλήψεται, ἀλλ’ οὐχ ὥσπερ ξένη ψυχὴ αὕτη ἐν ἀγνοίᾳ ἔσται ὧν ἡ ἑτέρα οἶδε; καὶ, ὥσπερ ὁ ἄλλος ὄγκος ἡμῶν, τὸ μέν τι ἀπορρεύσεται αὐτοῦ, τὸ δέ τι προσελεύσεται, οὐδὲν δὲ ἔσται τὸ αὐτό; πῶς οὖν ἡμῖν αἱ μνῆμαι; πῶς δὲ ἡ γνώρισις οἰκείων οὐδέποτε τῇ αὐτῇ ψυχῇ χρωμένων; καὶ μὴν εἰ σῶμά ἐστι, φύσις δὲ σώματος μεριζομένου εἰς πλείω ἕκαστον μὴ τὸ αὐτὸ εἶναι τῶν μερῶν τῷ ὅλῳ — εἰ τοσόνδε μέγεθος ψυχή, ὃ ἐὰν ἔλαττον ᾖ, ψυχὴ οὐκ ἔσται, ὥσπερ πᾶν ποσὸν ἀφαιρέσει τὸ εἶναι τὸ πρόσθεν ἠλλάξατο: εἰ δέ τι τῶν μέγεθος ἐχόντων τὸν ὄγκον ἐλαττωθὲν τῇ ποιότητι ταὐτὸν μένοι, ᾗ μὲν σῶμα ἕτερόν ἐστι, καὶ ᾗ ποσόν, τῇ δὲ ποιότητι ἑτέρᾳ τῆς ποσότητος οὔσῃ τὸ ταὐτὸν ἀποσώζειν δύναται: τί τοίνυν φήσουσιν οἱ τὴν ψυχὴν σῶμα εἶναι λέγοντες; πρῶτον μὲν περὶ ἑκάστου μέρους τῆς ψυχῆς τῆς ἐν τῷ αὐτῷ σώματι, πότερον ἕκαστον ψυχὴ οἵα ἐστὶ καὶ ἡ ὅλη; καὶ πάλιν τοῦ μέρους τὸ μέρος; οὐδὲν ἄρα τὸ μέγεθος συνεβάλλετο τῇ οὐσίᾳ αὐτῆς: καίτοι ἔδει γε ποσοῦ τινος οὔσης. ἀλλὰ καὶ ὅλον πολλαχῇ, ὅπερ σώματι παρεῖναι ἀδύνατον, ἐν πλείοσι τὸ αὐτὸ ὅλον εἶναι καὶ τὸ μέρος ὅπερ τὸ ὅλον ὑπάρχειν. εἰ δὲ ἕκαστον τῶν μερῶν οὐ ψυχὴν φήσουσιν, ἐξ ἀψύχων ψυχὴ αὐτοῖς ὑπάρξει. καὶ προσέτι, εἰ ψυχῆς ἑκάστης τὸ μέγεθος ὡρισμένον ἔσται ἐφ̓ ἑκάτερα, ἢ ἐπὶ τὸ ἔλαττόν τόν γε ἢ ἐπὶ τὸ μεῖζον, ψυχὴ οὐκ ἔσται. ὅταν τοίνυν ἐκ συνόδου μιᾶς καὶ ἑνὸς σπέρματος δίδυμα γένηται γεννήματα, ἢ καί, ὥσπερ ἐν τοῖς ἄλλοις ζῴοις, πλεῖστα τοῦ σπέρματος εἰς πολλοὺς τόπους μεριζομένου, οὗ δὴ ἕκαστον ὅλον ἐστί, πῶς οὐ διδάσκει τοῦτο τοὺς βουλομένους μανθάνειν, ὡς, ὅπου τὸ μέρος τὸ αὐτό ἐστι τῷ ὅλῳ, τοῦτο ἐν τῇ αὐτοῦ οὐσίᾳ τὸ ποσὸν εἶναι ὑπερβέβηκεν, ἄποσον δὲ εἶναι αὐτὸ δεῖ ἐξ ἀνάγκης; οὕτω γὰρ ἂν μένοι τὸ αὐτὸ τοῦ ποσοῦ κλεπτομένου, ἅτε μὴ μέλον αὐτῷ ποσότητος καὶ ὄγκου, ὡς ἂν τῆς οὐσίας αὐτοῦ ἕτερόν τι οὔσης. ἄποσον ἄρα ἡ ψυχὴ καὶ οἱ λόγοι.

Y los movimientos, ¿cómo [explicarán] que sean diversos y no uno solo, siendo uno el movimiento de todo cuerpo? Y si de unos alegan decisiones y de otros razones, está bien; pero ni la decisión ni las razones, siendo diversas, pertenecen a un cuerpo que es uno y simple, y que no participa de tal razón, salvo de la que le ha sido dada por quien lo hizo, la de ser caliente o frío. Y el crecer en ciertos tiempos y hasta tal medida, ¿de dónde podría venirle al cuerpo mismo, al que conviene ser aumentado pero que él mismo carece de [la capacidad de] hacer crecer, salvo en cuanto sea tomado, en el volumen de la materia, como servidor de lo que obra por medio de él el crecimiento? Pues si el alma, siendo cuerpo, hiciera crecer, sería necesario que también ella misma creciera, evidentemente por adición de un cuerpo semejante, si ha de llegar a igualar a lo que ella hace crecer. Y lo que se añade será o alma o cuerpo inanimado. Si es alma, ¿de dónde y cómo entra y cómo se añade? Y si lo añadido es inanimado, ¿cómo será animado, concordará con lo anterior, será uno y participará de las mismas opiniones que la primera, y no estará, como un alma extraña, en ignorancia de lo que sabe la otra? Y, como el resto de nuestro volumen, ¿una parte suya fluirá y otra llegará, y nada será lo mismo? Entonces, ¿cómo [tendremos] nuestros recuerdos? ¿Y cómo el reconocimiento de lo propio, si nunca usamos la misma alma? Y además, si es cuerpo, y es propio de la naturaleza de un cuerpo dividido en varios que cada una de las partes no sea lo mismo que el todo —si el alma fuera de tal magnitud que, si es menor, ya no será alma, como toda cantidad cambia su ser anterior por sustracción; y si algo de lo que tiene magnitud, disminuido en volumen, permaneciera lo mismo en la cualidad, entonces en cuanto cuerpo y en cuanto cantidad es otro, pero por la cualidad, que es distinta de la cantidad, puede conservar lo mismo—: ¿qué dirán, pues, quienes afirman que el alma es cuerpo? Primero, acerca de cada parte del alma que está en el mismo cuerpo: ¿es cada una alma tal como lo es también la total? ¿Y a su vez la parte de la parte? Entonces la magnitud en nada contribuía a su esencia; y sin embargo debía contribuir, si fuera algo cuantitativo. Y además, [es] un todo en muchos lugares, lo cual es imposible que se dé en un cuerpo: que lo mismo sea todo en varios, y que la parte sea lo que es el todo. Y si dicen que cada una de las partes no es alma, el alma les resultará de cosas inanimadas. Y además, si la magnitud de cada alma estuviera determinada hacia ambos lados, ya sea hacia lo menor o hacia lo mayor, no será alma. Cuando, pues, de una sola unión y una sola semilla nacen gemelos, o también, como en otros animales, muchísimas crías, dividiéndose la semilla en muchos lugares, cada uno de los cuales es un todo, ¿cómo no enseña esto a quienes quieren aprender que, donde la parte es lo mismo que el todo, esto ha superado, en su esencia, el ser cuantitativo, y que necesariamente debe ser sin cantidad? Pues así permanecería lo mismo aunque se le sustrajera la cantidad, por no importarle cantidad ni volumen, siendo su esencia algo distinto. Sin cantidad, por tanto, son el alma y las razones.

6

ὅτι δέ, εἰ σῶμα εἴη ἡ ψυχή, οὔτε τὸ αἰσθάνεσθαι οὔτε τὸ νοεῖν οὔτε τὸ ἐπίστασθαι οὔτε ἀρετὴ οὔτε τι τῶν καλῶν ἔσται, ἐκ τῶνδε δῆλον. εἴ τι μέλλει αἰσθάνεσθαί τινος, ἓν αὐτὸ δεῖ εἶναι καὶ τῷ αὐτῷ παντὸς ἀντιλαμβάνεσθαι, καὶ εἰ διὰ πολλῶν αἰσθητηρίων πλείω τὰ εἰσιόντα εἴη, ἢ πολλαὶ περὶ ἓν ποιότητες, κἂν δἰ ἑνὸς ποικίλον, οἷον πρόσωπον: οὐ γὰρ ἄλλο μὲν ῥινός, ἄλλο δὲ ὀφθαλμῶν, ἀλλὰ ταὐτὸν ὁμοῦ πάντων. καὶ εἰ τὸ μὲν δἰ ὀμμάτων, τὸ δὲ δἰ ἀκοῆς, ἕν τι δεῖ εἶναι, εἰς ὃ ἄμφω. ἢ πῶς ἂν εἴποι, ὅτι ἕτερα ταῦτα, μὴ εἰς τὸ αὐτὸ ὁμοῦ τῶν αἰσθημάτων ἐλθόντων; δεῖ τοίνυν τοῦτο ὥσπερ κέντρον εἶναι, γραμμὰς δὲ συμβαλλούσας ἐκ περιφερείας κύκλου τὰς πανταχόθεν αἰσθήσεις πρὸς τοῦτο περαίνειν, καὶ τοιοῦτον τὸ ἀντιλαμβανόμενον εἶναι, ἓν ὄντως. εἰ δὲ διεστὼς τοῦτο γένοιτο, καὶ οἷον γραμμῆς ἐπ’ ἄμφω τὰ πέρατα [αἱ] αἰσθήσεις προσβάλλοιεν, ἢ συνδραμεῖται εἰς ἓν καὶ τὸ αὐτὸ πάλιν, οἷον τὸ μέσον, ἢ ἄλλο, τὸ δὲ ἄλλο, [καὶ] ἑκάτερον ἑκατέρου αἴσθησιν ἕξει: ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἄλλου, σὺ δὲ ἄλλου αἰσθοιο. καὶ εἰ ἓν εἴη τὸ αἴσθημα, οἷον πρόσωπον, ἢ εἰς ἓν συναιρεθήσεται — ὅπερ καὶ φαίνεται: συναιρεῖται γὰρ καὶ ἐν αὐταῖς ταῖς κόραις: ἢ πῶς ἂν τὰ μέγιστα διὰ ταύταιν ὁρῷτο; ὥστε ἔτι μᾶλλον εἰς τὸ ἡγεμονοῦν ἰόντα οἷον ἀμερῆ νοήματα γίνεσθαι — καὶ ἔσται ἀμερὲς τοῦτο: ἢ μεγέθει ὄντι τούτῳ συμμερίζοιτο ἄν, ὥστε ἄλλον ἄλλου μέρους καὶ μηδένα ἡμῶν ὅλου τοῦ αἰσθητοῦ τὴν ἀντίληψιν ἴσχειν. ἀλλὰ γὰρ ἕν ἐστι τὸ πᾶν: πῶς γὰρ ἂν καὶ διαιροῖτο; οὐ γὰρ δὴ τὸ ἴσον τῷ ἴσῳ ἐφαρμόσει, ὅτι οὐκ ἴσον τὸ ἡγεμονοῦν παντὶ αἰσθητῷ. κατὰ πηλίκα οὖν ἡ διαίρεσις; ἢ εἰς τοσαῦτα διαιρεθήσεται, καθ̓ ὅσον ἂν ἀριθμοῦ ἔχῃ εἰς ποικιλίαν τὸ εἰσιὸν αἴσθημα. καὶ ἕκαστον δὴ ἐκείνων τῶν μερῶν τῆς ψυχῆς ἆρα καὶ τοῖς μορίοις αὐτοῦ αἰσθήσεται; ἢ ἀναίσθητα τὰ μέρη τῶν μορίων ἔσται; ἀλλὰ ἀδύνατον. εἰ δὲ ὁτιοῦν παντὸς αἰσθήσεται, εἰς ἄπειρα τοῦ μεγέθους διαιρεῖσθαι πεφυκότος ἀπείρους καὶ αἰσθήσεις καθ̓ ἕκαστον αἰσθητὸν συμβήσεται γίνεσθαι ἑκάστῳ οἷον τοῦ αὐτοῦ ἀπείρους ἐν τῷ ἡγεμονοῦντι ἡμῶν εἰκόνας. καὶ μὴν σώματος ὄντος τοῦ αἰσθανομένου οὐκ ἂν ἄλλον τρόπον γένοιτο τὸ αἰσθάνεσθαι, ἢ οἷον ἐν κηρῷ ἐνσημανθεῖσαι ἀπὸ δακτυλίων σφραγῖδες, εἴτ̓ οὖν εἰς αἷμα, εἴτ̓ οὖν εἰς ἀέρα τῶν αἰσθημάτων ἐνσημαινομένων. καὶ εἰ μὲν ὡς ἐν σώμασιν ὑγροῖς, ὅπερ καὶ εὔλογον, ὥσπερ εἰς ὕδωρ συγχυθήσεται, καὶ οὐκ ἔσται μνήμη: εἰ δὲ μένουσιν οἱ τύποι, ἢ οὐκ ἔστιν ἄλλους ἐνσημαίνεσθαι ἐκείνων κατεχόντων — ὥστε ἄλλαι αἰσθήσεις οὐκ ἔσονται — ἢ γινομένων ἄλλων ἐκεῖνοι οἱ πρότεροι ἀπολοῦνται: ὥστε οὐδὲν ἔσται [τὸ] μνημονεύειν. εἰ δὲ ἔστι τὸ μνημονεύειν καὶ ἄλλων αἰσθάνεσθαι ἐπ’ ἄλλοις οὐκ ἐμποδιζόντων τῶν πρόσθεν, ἀδύνατον τὴν ψυχὴν σῶμα εἶναι.

Que, si el alma fuera cuerpo, no habrá ni sentir, ni pensar, ni saber, ni virtud, ni nada de lo bello, resulta claro por lo siguiente. Si algo ha de sentir algo, debe ser uno y captar todo con lo mismo, tanto si por varios órganos de los sentidos entran varias cosas, o muchas cualidades en torno a una sola, como si por uno solo [entra] algo variado, como un rostro: pues no es una cosa la de la nariz y otra la de los ojos, sino lo mismo de todo a la vez. Y si una cosa llega por los ojos y otra por el oído, debe haber algo uno a lo que lleguen ambas. ¿O cómo diría que son distintas, si las sensaciones no llegaran a lo mismo a la vez? Es necesario, pues, que esto sea como un centro, y que las sensaciones de todas partes, como líneas que convergen desde la circunferencia de un círculo, terminen en esto, y que lo que percibe sea tal, verdaderamente uno. Pero si esto estuviera separado, y las [sensaciones] incidieran como sobre los dos extremos de una línea, o bien confluirán en una misma cosa, como el medio, o bien una [llegará] a una cosa y otra a otra, y cada cual tendrá sensación de cada una: como si yo sintiera una cosa y tú otra. Y si lo sentido fuera uno, como un rostro, o bien se reunirá en uno —lo cual también parece ocurrir: pues se reúne ya en las mismas pupilas; ¿o cómo se verían por ellas las cosas más grandes?—, de modo que, yendo todavía más hacia el principio rector, se vuelven como pensamientos sin partes —y será sin partes esto [el principio rector]—; o bien, siendo este una magnitud, se dividiría junto con [lo sentido], de modo que uno de nosotros tendría la percepción de una parte, otro de otra, y ninguno de nosotros la de todo lo sensible. Pero el todo es uno: ¿cómo, entonces, se dividiría? Porque no es que lo igual se ajuste a lo igual, ya que el principio rector no es igual a todo lo sensible. ¿Según qué tamaños, entonces, sería la división? ¿O se dividirá en tantas partes cuanto sea el número que tenga la sensación entrante para su variedad? Y cada una de aquellas partes del alma, ¿sentirá también con sus porciones? ¿O serán insensibles las partes de las porciones? Pero es imposible. Y si cualquiera sentirá el todo, siendo la magnitud por naturaleza divisible al infinito, ocurrirá que habrá infinitas sensaciones por cada objeto sensible, como infinitas imágenes de lo mismo en nuestro principio rector. Y además, siendo cuerpo lo que siente, el sentir no se daría de otro modo que como sellos impresos en cera por anillos, ya sea que las sensaciones se impriman en la sangre, ya en el aire. Y si [se imprimen] como en cuerpos húmedos, lo cual es razonable, se confundirán como en agua, y no habrá memoria; y si las improntas permanecen, o bien no es posible que se impriman otras mientras aquellas ocupan [el lugar] —de modo que no habrá otras sensaciones—, o bien, al producirse otras, aquellas primeras se perderán: de modo que no habrá [el] recordar. Pero si hay recordar y sentir otras cosas sobre otras sin que las anteriores lo impidan, es imposible que el alma sea cuerpo.✦

7

ἴδοι δ’ ἄν τις καὶ ἐκ τῆς τοῦ ἀλγεῖν αἰσθήσεως τὸ αὐτὸ τοῦτο. ὅταν δάκτυλον λέγηται ἀλγεῖν ἄνθρωπος, ἡ μὲν ὀδύνη περὶ τὸν δάκτυλον δήπουθεν, ἡ δ’ αἴσθησις τοῦ ἀλγεῖν δῆλον ὅτι ὁμολογήσουσιν ὡς περὶ τὸ ἡγεμονοῦν γίνεται. ἄλλου δὴ ὄντος τοῦ πονοῦντος μέρους ʽτοῦ πνεύματοσ̓ τὸ ἡγεμονοῦν αἰσθάνεται, καὶ ὅλη ἡ ψυχὴ τὸ αὐτὸ πάσχει. πῶς οὖν τοῦτο συμβαίνει; διαδόσει, φήσουσι, παθόντος μὲν πρώτως τοῦ περὶ τὸν δάκτυλον ψυχικοῦ πνεύματος, μεταδόντος δὲ τῷ ἐφεξῆς καὶ τούτου ἄλλῳ, ἕως οὗ πρὸς τὸ ἡγεμονοῦν ἀφίκοιτο. ἀνάγκη τοίνυν, εἰ τὸ πρῶτον πονοῦν ᾔσθετο, ἄλλην τὴν αἴσθησιν τοῦ δευτέρου εἶναι, εἰ κατὰ διάδοσιν ἡ αἴσθησις, καὶ τοῦ τρίτου [γε] ἄλλην καὶ πολλὰς αἰσθήσεις καὶ ἀπείρους [τὴν] περὶ ἑνὸς ἀλγήματος γίγνεσθαι, καὶ τούτων ἁπασῶν ὕστερον τὸ ἡγεμονοῦν αἰσθάνεσθαι καὶ τῆς ἑαυτοῦ παρὰ ταύτας. τὸ δὲ ἀληθὲς ἑκάστην ἐκείνων μὴ τοῦ ἐν τῷ δακτύλῳ ἀλγήματος, ἀλλὰ τὴν μὲν ἐφεξῆς τῷ δακτύλῳ, ὅτι ὁ ταρσὸς ἀλγεῖ, τὴν δὲ τρίτην, ὅτι ἄλλο τὸ πρὸς τὸ ἄνωθεν, καὶ πολλὰς εἶναι ἀλγηδόνας, τό τε ἡγεμονοῦν μὴ τοῦ πρὸς τῷ δακτύλῳ ἀλγήματος αἰσθάνεσθαι, ἀλλὰ τοῦ πρὸς αὑτῷ, καὶ τοῦτο γινώσκειν μόνον, τὰ δ’ ἄλλα χαίρειν ἐᾶν μὴ ἐπιστάμενον, ὅτι ἀλγεῖ ὁ δάκτυλος. εἰ τοίνυν κατὰ διάδοσιν οὐχ οἷόν τε τὴν αἴσθησιν τοῦ τοιούτου γίγνεσθαι μηδὲ σώματος, ὄγκου ὄντος, ἄλλου παθόντος ἄλλου γνῶσιν εἶναι — παντὸς γὰρ μεγέθους τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο ἐστί — δεῖ τοιοῦτον τίθεσθαι τὸ αἰσθανόμενον, οἷον πανταχοῦ αὐτὸ ἑαυτῷ τὸ αὐτὸ εἶναι. τοῦτο δὲ ἄλλῳ τινὶ τῶν ὄντων ἢ σώματι ποιεῖν προσήκει.

Podría verse esto mismo también a partir de la sensación del dolor. Cuando se dice que un hombre siente dolor en un dedo, el dolor está, sin duda, en torno al dedo; pero la sensación de que se duele, es evidente que admitirán que se produce en la parte rectora. Siendo, pues, distinta la parte que sufre ʽel pneumaʼ, la parte rectora siente, y el alma entera padece lo mismo. ¿Cómo sucede, entonces, esto? Por transmisión, dirán: habiendo padecido primero el pneuma anímico que está en el dedo, lo comunica al siguiente, y éste a otro, hasta que llega a la parte rectora. Es necesario, por tanto, si lo que primero sufre sintió, que, si la sensación se produce por transmisión, la sensación del segundo sea otra, y otra la del tercero, y que se produzcan muchas sensaciones, infinitas, acerca de un solo dolor, y que después de todas ellas la parte rectora sienta, además de aquéllas, también la suya propia. Pero lo verdadero sería que cada una de aquéllas no fuera sensación del dolor del dedo, sino la inmediata al dedo, de que duele el tarso; la tercera, de que duele otra parte, la que está más arriba; y que hubiera muchos dolores; y que la parte rectora no sintiera el dolor que está junto al dedo, sino el que está junto a ella misma, y sólo éste conociera, y dejara pasar lo demás sin saber que el dedo duele. Si, pues, no es posible que la sensación de tal cosa se produzca por transmisión, ni siquiera tratándose de un cuerpo, que es una masa, de modo que, al padecer una parte, haya conocimiento en otra —pues de toda magnitud una parte es una y otra parte es otra—, es preciso suponer que lo que siente es tal que en todas partes es lo mismo consigo mismo. Y hacer esto corresponde a algún otro de los seres, no a un cuerpo.✦

8

ὅτι δὲ οὐδὲ νοεῖν οἷόν τε, εἰ σῶμα ἡ ψυχὴ ὁτιοῦν εἴη, δεικτέον ἐκ τῶνδε. εἰ γὰρ τὸ αἰσθάνεσθαί ἐστι τὸ σώματι προσχρωμένην τὴν ψυχὴν ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν, οὐκ ἂν εἴη καὶ τὸ νοεῖν τὸ διὰ σώματος καταλαμβάνειν, ἢ ταὐτὸν ἔσται τῷ αἰσθάνεσθαι. εἰ οὖν τὸ νοεῖν ἐστι τὸ ἄνευ σώματος ἀντιλαμβάνεσθαι, πολὺ πρότερον δεῖ μὴ σῶμα αὐτὸ τὸ νοῆσον εἶναι. ἐπεὶ αἰσθητῶν μὲν ἡ αἴσθησις, νοητῶν δὲ ἡ νόησις. εἰ δὲ μὴ βούλονται, ἀλλ’ οὖν ἔσονταί γε καὶ νοητῶν τινων νοήσεις καὶ ἀμεγέθων ἀντιλήψεις. πῶς οὖν μέγεθος ὂν τὸ μὴ μέγεθος νοήσει; καὶ τῷ μεριστῷ τὸ μὴ μεριστὸν νοήσει; ἢ μέρει τινὶ ἀμερεῖ αὑτοῦ. εἰ δὲ τοῦτο, οὐ σῶμα ἔσται τὸ νοῆσον: οὐ γὰρ δὴ τοῦ ὅλου χρεία πρὸς τὸ θιγεῖν: ἀρκεῖ γὰρ καὶ ἕν τι. εἰ μὲν οὖν συγχωρήσονται τὰς πρώτας νοήσεις, ὅπερ ἀληθές ἐστιν, εἶναι τῶν πάντη σώματος καθαρωτάτων, αὐτοῦ ἑκάστου ἀνάγκη καὶ τὸ νοοῦν σώματος καθαρὸν ὂν ἢ γιγνόμενον γιγνώσκειν. εἰ δὲ τῶν ἐν ὕλῃ εἰδῶν τὰς νοήσεις φήσουσιν εἶναι, ἀλλὰ χωριζομένων γε τῶν σωμάτων γίγνονται τοῦ νοῦ χωρίζοντος. οὐ γὰρ δὴ μετὰ σαρκῶν ἢ ὅλως ὕλης ὁ χωρισμὸς κύκλου καὶ τριγώνου καὶ γραμμῆς καὶ σημείου. δεῖ ἄρα καὶ τὴν ψυχὴν σώματος αὑτὴν ἐν τῷ τοιούτῳ χωρίσαι. δεῖ ἄρα μηδὲ αὐτὴν σῶμα εἶναι. ἀμέγεθες δέ, οἶμαι, καὶ τὸ καλὸν καὶ τὸ δίκαιον: καὶ ἡ τούτων ἄρα νόησις. ὥστε καὶ προσιόντα τῷ ἀμερεῖ αὑτῆς ὑποδέξεται καὶ ἐν αὐτῇ ἐν ἀμερεῖ κείσεται. πῶς δ’ ἂν καὶ σώματος οὔσης τῆς ψυχῆς ἀρετὰ αὐτῆς, σωφροσύνη καὶ δικαιοσύνη [ἀνδρεία τε καὶ ἄλλαι; πνεῦμά τι γὰρ ἢ αἷμά τι τὸ σωφρονεῖν [ἂν] εἴη ἢ δικαιότης ἢ ἀνδρεία, εἰ μὴ ἄρα ἡ ἀνδρεία τὸ δυσπαθὲς τοῦ πνεύματος εἴη, καὶ ἡ σωφροσύνη ή εὐκρασία, τὸ δὲ κάλλος εὐμορφία τις ἐν τύποις, καθ̓ ἣν λέγομεν ἰδόντες ὡραίους καὶ καλοὺς τὰ σώματα. ἰσχυρῷ μὲν οὖν καὶ καλῷ ἐν τύποις πνεύματι εἶναι προσήκοι ἄν: σωφρονεῖν δὲ τί δεῖ πνεύματι; ἀλλ’ οὖν τοὐναντίον ἐν περιπτύξεσι καὶ ἁφαῖς εὖ παθεῖν, ὅπου ἢ θερμανθήσεται, ἢ συμμέτρως ψύχεος ἱμερεῖ, ἢ μαλακοῖς τισι καὶ ἁπαλοῖς καὶ λείοις πελάσει. τὸ δὲ κατ’ ἀξίαν νεῖμαι τί ἂν αὐτῷ μέλοι; πότερον δὲ ἀιδίων ὄντων τῶν τῆς ἀρετῆς θεωρημάτων καὶ τῶν ἄλλων τῶν νοητῶν ἡ ψυχὴ ἐφάπτεται, ἢ γίνεταί τῳ ἡ ἀρετὴ καὶ ὠφελεῖ καὶ πάλιν φθείρεται; ἀλλὰ τίς ὁ ποιῶν καὶ πόθεν; οὕτω γὰρ ἂν ἐκεῖνο πάλιν μένοι. δεῖ ἄρα ἀιδίων εἶναι καὶ μενόντων, οἷα καὶ τὸ ἐν γεωμετρίᾳ. εἰ δὲ ἀιδίων καὶ μενόντων, οὐ σωμάτων. δεῖ ἄρα καὶ ἐν ᾧ ἔσται τοιοῦτον εἶναι: δεῖ ἄρα μὴ σῶμα εἶναι. οὐ γὰρ μένει, ἀλλὰ ῥεῖ ἡ σώματος φύσις πᾶσα. εἰ δὲ τὰς τῶν σωμάτων ποιήσεις ὁρῶντες θερμαινούσας καὶ ψυχούσας καὶ ὠθούσας καὶ βαρυνούσας ἐνταῦθα τάττουσι τὴν ψυχὴν οἷον ἐν δραστηρίῳ τόπῳ ἱδρύοντες αὐτήν, πρῶτον μὲν ἀγνοοῦσιν, ὡς καὶ αὐτὰ τὰ σώματα δυνάμεσι ταῖς ἐν αὐτοῖς ἀσωμάτοις ταῦτα ἐργάζεται: ἔπειτα, ὅτι οὐ ταύτας τὰς δυνάμεις περὶ ψυχὴν εἶναι ἀξιοῦμεν, ἀλλὰ τὸ νοεῖν, τὸ αἰσθάνεσθαι, λογίζεσθαι, ἐπιθυμεῖν, ἐπιμελεῖσθαι ἐμφρόνως καὶ καλῶς ἁπάντων, ἄλλην οὐσίαν ζητεῖ. τὰς οὖν δυνάμεις τῶν σωμάτων μεταβιβάσαντες εἰς τὰ ἀσώματα οὐδεμίαν ἐκείνοις καταλείπουσιν. ὅτι δὲ καὶ τὰ σώματα ἀσωμάτοις δυνάμεσι δύναται ἃ δύναται, ἐκ τῶνδε δῆλον. ὁμολογήσουσι γὰρ ἕτερον ποιότητα καὶ ποσότητα εἶναι, καὶ πᾶν σῶμα ποσὸν εἶναι, καὶ ἔτι οὐ πᾶν σῶμα ποιὸν εἶναι, ὥσπερ τὴν ὕλην. ταῦτα δὲ ὁμολογοῦντες τὴν ποιότητα ὁμολογήσουσιν ἕτερον οὖσαν ποσοῦ ἕτερον σώματος εἶναι. πῶς γὰρ μὴ ποσὸν οὖσα σῶμα ἔσται, εἴπερ πᾶν σῶμα ποσόν; καὶ μὴν ὅπερ καὶ ἄνω που ἐλέγετο, εἰ πᾶν σῶμα μεριζόμενον καὶ ὄγκος πᾶς ἀφαιρεῖται ὅπερ ἦν, κερματιζομένου δὲ τοῦ σώματος ἐφ̓ ἑκάστῳ μέρει ἡ αὐτὴ ὅλη ποιότης μένει: οἷον [εἰ] ἡ γλυκύτης ἡ τοῦ μέλιτος οὐδὲν ἔλαττον γλυκύτης ἐστὶν ἐφ̓ ἑκάστῳ, οὐκ ἂν εἴη σῶμα [ἡ] γλυκύτης. ὁμοίως καὶ αἱ ἄλλαι. ἔπειτα, εἰ σώματα ἦσαν αἱ δυνάμεις, ἀναγκαῖον ἦν τὰς μὲν ἰσχυρὰς τῶν δυνάμεων μεγάλους ὄγκους, τὰς δὲ ὀλίγον δρᾶν δυναμένας ὄγκους μικροὺς εἶναι. εἰ δὲ μεγάλων μὲν τῶν ὄγκων μικραί, [οὐκ] ὀλίγοι δὲ μικρότατοι τῶν ὄγκων μεγίστας ἔχουσι τὰς δυνάμεις, ἄλλῳ τινὶ ἢ μεγέθει τὸ ποιεῖν ἀναθετέον: ἀμεγέθει ἄρα. τὸ δὲ ὕλην μὲν τὴν αὐτὴν εἶναι σῶμα, ὥς φασιν, οὖσαν, διάφορα δὲ ποιεῖν ποιότητας προσλαβοῦσαν, πῶς οὐ δῆλον ποιεῖ τὰ προσγενόμενα λόγους αὐτοὺς καὶ ἀσωμάτους εἶναι; μηδ’ ὅτι πνεύματος ἢ αἵματος ἀποστάντων ἀποθνήσκει τὰ ζῷα λεγόντων. οὐ γὰρ ἔστιν ἄνευ τούτων εἶναι, οὐδ’ ἄνευ πολλῶν ἄλλων, ὧν οὐδὲν ἂν ἡ ψυχὴ εἴη. καὶ μὴν οὔτε πνεῦμα διὰ πάντων οὔτε αἷμα, ψυχὴ δέ. ἔτι εἰ σῶμα οὖσα ἡ ψυχὴ διῆλθε διὰ παντός, κἂν κραθεῖσα εἴη, ὃν τρόπον τοῖς ἄλλοις σώμασιν ἡ κρᾶσις. εἰ δὲ ἡ τῶν σωμάτων κρᾶσις οὐδὲν ἐνεργείᾳ ἐᾷ εἶναι τῶν κραθέντων, οὐδ’ ἂν ἡ ψυχὴ ἔτι ἐνεργείᾳ ἐνείη τοῖς σώμασιν, ἀλλὰ δυνάμει μόνον ἀπολέσασα τὸ εἶναι ψυχή: ὥσπερ, εἰ γλυκὺ καὶ πικρὸν κραθείη, τὸ γλυκὺ οὐκ ἔστιν: οὐκ ἄρα ἔχομεν ψυχήν. τὸ δὲ δὴ σῶμα ὂν σώματι κεκρᾶσθαι ὅλον δἰ ὅλων, ὡς ὅπου ἂν ᾖ [θάτερον] καὶ θάτερον εἶναι, ἴσον ὄγκον ἀμφοτέρων καὶ τὸ πᾶν κατεχόντων καὶ μηδεμίαν αὔξην γεγονέναι ἐπεμβληθέντος τοῦ ἑτέρου, οὐδὲν ἀπολείψει ὃ μὴ τέμῃ. οὐ γὰρ κατὰ μεγάλα μέρη παραλλὰξ ἡ κρᾶσις — οὕτω γάρ φασι παράθεσιν ἔσεσθαι — διεληλυθὸς δὲ διὰ παντὸς τὸ ἐπεμβληθὲν ἐπὶ σμικρότερον: ὅπερ ἀδύνατον, τὸ ἔλαττον ἴσον γενέσθαι τῷ μείζονι. ἀλλ’ οὖν διεληλυθὸς πᾶν τέμνει κατὰ πᾶν. ἀνάγκη τοίνυν, εἰ καθ̓ ὁτιοῦν σημεῖον καὶ μὴ μεταξὺ σῶμα ἔσται ὃ μὴ τέτμηται, εἰς σημεῖα τὴν διαίρεσιν τοῦ σώματος γεγονέναι, ὅπερ ἀδύνατον. εἰς δὲ ἄπειρον τῆς τομῆς οὔσης — ὃ γὰρ ἂν λάβῃς σῶμα, διαιρετόν ἐστιν — οὐ δυνάμει μόνον, ἐνεργείᾳ δὲ τὰ ἄπειρα ἔσται. οὐ τοίνυν ὅλον δἰ ὅλου χωρεῖν δυνατὸν τὸ σῶμα: ἡ δὲ ψυχὴ δἰ ὅλων: ἀσώματος ἄρα. τὸ δὲ καὶ φύσιν μὲν προτέραν τὸ αὐτὸ πνεῦμα λέγειν, ἐν δὲ ψυχρῷ γενομένην καὶ στομωθεῖσαν ψυχὴν γίνεσθαι λεπτοτέραν ἐν ψυχρῷ γενομένην — ὃ δὴ καὶ αὐτὸ ἄτοπον, πολλὰ γὰρ ζῷα ἐν θερμῷ γίγνεται καὶ ψυχὴν ἔχει οὐ ψυχθεῖσαν: ἀλλ’ οὖν φασί γε προτέραν φύσιν ψυχῆς εἶναι κατὰ συντυχίας τὰς ἔξω γιγνομένης. συμβαίνει οὖν αὐτοῖς τὸ χεῖρον πρῶτον ποιεῖν καὶ πρὸ τούτου ἄλλο ἔλαττον, ἣν λέγουσιν ἕξιν, ὁ δὲ νοῦς ὕστατος ἀπὸ τῆς ψυχῆς δηλονότι γενόμενος: ἢ εἰ πρὸ πάντων νοῦς, ἐφεξῆς ἔδει ψυχὴν ποιεῖν, εἶτα φύσιν, καὶ ἀεὶ τὸ ὕστερον χεῖρον, ᾗπερ πέφυκεν. εἰ οὖν καὶ ὁ θεὸς αὐτοῖς κατὰ τὸν νοῦν ὕστερος καὶ γεννητὸς καὶ ἐπακτὸν τὸ νοεῖν ἔχον, ἐνδέχοιτο ἂν μηδὲ ψυχὴν μηδὲ νοῦν μηδὲ θεὸν εἶναι, εἰ τὸ δυνάμει μὴ ὄντος πρότερον τοῦ ἐνεργείᾳ οὐκ ἂν γένοιτο οὐδὲ ἥξει εἰς ἐνέργειαν. τί γὰρ ἔσται τὸ ἄγον, μὴ ὄντος ἑτέρου παῤ αὐτὸ προτέρου; εἰ δ’ ἑαυτὸ ἄξει εἰς ἐνέργειαν, ὅπερ ἄτοπον, ἀλλὰ βλέπον γε πρός τι ἄξει, ὃ οὐ δυνάμει, ἐνεργείᾳ δὲ ἔσται. καίτοι τὸ ἀεὶ μένειν τὸ αὐτὸ εἴπερ τὸ δυνάμει ἕξει, καθ̓ ἑαυτὸ εἰς ἐνέργειαν ἥξει καὶ τοῦτο κρεῖττον ἔσται τοῦ δυναμένου οἷον ὀρεκτὸν ὂν ἐκείνου. πρότερον ἄρα τὸ κρεῖττον καὶ ἑτέραν φύσιν ἔχον σώματος καὶ ἐνεργείᾳ ὂν ἀεί: πρότερον ἄρα καὶ νοῦς καὶ ψυχὴ φύσεως. οὐκ ἄρα οὕτως ψυχὴ ὡς πνεῦμα οὐδ’ ὡς σῶμα. ἀλλ’ ὅτι μὲν οὐ σῶμα λέγοιτ̓ ἄν, εἴρηται καὶ ἄλλοις ἕτερα, ἱκανὰ δὲ καὶ ταῦτα. ἐπεὶ δὲ καὶ ἄλλης φύσεως, δεῖ ζητεῖν τίς αὕτη. ἆῤ οὖν ἕτερον μὲν σώματος, σώματος δέ τι, οἷον ἁρμονία; τοῦτο γὰρ τῶν ἀμφὶ Πυθαγόραν λεγόντων ἕτερον τρόπον ᾠήθησαν αὐτὸ τοιοῦτόν τι εἶναι οἷον καὶ ἡ περὶ χορδὰς ἁρμονία. ὡς γὰρ ἐνταῦθα ἐντεταμένων τῶν χορδῶν ἐπιγίνεταί τι οἷον πάθημα ἐπ’ αὐταῖς, ὃ λέγεται ἁρμονία, τὸν αὐτὸν τρόπον καὶ τοῦ ἡμετέρου σώματος ἐν κράσει ἀνομοίων γινομένου τὴν ποιὰν κρᾶσιν ζωήν τε ἐργάζεσθαι καὶ ψυχὴν οὖσαν τὸ ἐπὶ τῇ κράσει πάθημα. ὅτι δὲ ἀδύνατον, πολλὰ ἤδη πρὸς ταύτην τὴν δόξαν εἴρηται. καὶ γὰρ ὅτι τὸ μὲν πρότερον ἡ ψυχή, ἡ δ’ ἁρμονία ὕστερον, καὶ ὡς τὸ μὲν ἄρχει καὶ ἐπιστατεῖ τῷ σώματι καὶ μάχεται πολλαχῇ, ἁρμονία δὲ οὖσα οὐκ ἂν ταῦτα ποιοῖ, καὶ ὡς τὸ μὲν οὐσία, ἡ δὲ ἁρμονία οὐκ οὐσία, καὶ ὅτι ἡ κρᾶσις τῶν σωμάτων, ἐξ ὧν συνέσταμεν, ἐν λόγῳ οὖσα ὑγίεια ἂν εἴη καὶ ὅτι καθ̓ ἕκαστον μέρος ἄλλως κραθὲν εἴη ἂν ψυχὴ ἑτέρα, ὥστε πολλὰς εἶναι, καὶ τὸ δὲ μέγιστον, ὡς ἀνάγκη πρὸ τῆς ψυχῆς ταύτης ἄλλην ψυχὴν εἶναι τὴν ποιοῦσαν τὴν ἁρμονίαν ταύτην, οἷον ἐπὶ τῶν ὀργάνων τὸν μουσικὸν τὸν ἐντιθέντα ταῖς χορδαῖς τὴν ἁρμονίαν λόγον ἔχοντα παῤ αὑτῷ, καθ̓ ὃν ἁρμόσει. οὔτε γὰρ ἐκεῖ αἱ χορδαὶ παῤ αὑτῶν οὔτ’ ἐνταῦθα τὰ σώματα ἑαυτὰ εἰς ἁρμονίαν ἄγειν. δυνήσεται. ὅλως δὲ καὶ οὗτοι ἐξ ἀψύχων ἔμψυχα ποιοῦσι καὶ ἐξ ἀτάκτων κατὰ συντυχίαν τεταγμένα καὶ τὴν τάξιν οὐκ ἐκ τῆς ψυχῆς, ἀλλ’ αὐτὴν ἐκ τῆς αὐτομάτου τάξεως τὴν ὑπόστασιν εἰληφέναι. τοῦτο δὲ οὔτε ἐν τοῖς κατὰ μέρος οὔτε ἐν τοῖς ὅλοις δυνατὸν γενέσθαι. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία. τὸ δὲ τῆς ἐντελεχείας ὧδ’ ἄν τις ἐπισκέψαιτο, πῶς περὶ ψυχῆς λέγεται: τὴν ψυχήν φασιν ἐν τῷ συνθέτῳ εἴδους τάξιν ὡς πρὸς ὕλην τὸ σῶμα [τὸ] ἔμψυχον ἔχειν, σώματος δὲ οὐ παντὸς εἶδος οὐδὲ ᾗ σῶμα, ἀλλὰ φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. εἰ μὲν οὖν ᾗ παραβέβληται ὡμοίωται, ὡς μορφὴ ἀνδριάντος πρὸς χαλκόν, καὶ [δεῖ] διαιρουμένου τοῦ σώματος συμμερίζεσθαι [καὶ] τὴν ψυχὴν καὶ ἀποκοπτομένου τινὸς μέρους μετὰ τοῦ ἀποκοπέντος [καὶ] ψυχῆς μόριον εἶναι, τήν τε ἐν τοῖς ὕπνοις ἀναχώρησιν μὴ γίνεσθαι, εἴπερ δεῖ προσφυᾶ τὴν ἐντελέχειαν οὗ ἐστιν εἶναι, τὸ δ’ ἀληθές, μηδὲ ὕπνον γίνεσθαι, καὶ μὴν ἐντελεχείας οὔσης οὐδὲ ἐναντίωσιν λόγου πρὸς ἐπιθυμίας, ἓν δὲ καὶ ταὐτὸν δἰ ὅλου πεπονθέναι τὸ πᾶν οὐ διαφωνοῦν ἑαυτῷ. αἰσθήσεις δὲ μόνον δυνατὸν ἴσως γίνεσθαι, τὰς δὲ νοήσεις ἀδύνατον. διὸ καὶ αὐτοὶ ἄλλην ψυχὴν τὸν νοῦν εἰσάγουσιν, ὃν ἀθάνατον τίθενται. τὴν οὖν λογιζομένην ψυχὴν ἄλλως ἐντελέχειαν ἢ τοῦτον τὸν τρόπον ἀνάγκη εἶναι, εἰ δεῖ τῷ ὀνόματι τούτῳ χρῆσθαι. οὐδ’ ἡ αἰσθητική, εἴπερ καὶ αὕτη τῶν αἰσθητῶν ἀπόντων τοὺς τύπους ἔχει, αὐτοὺς οὐ μετὰ τοῦ σώματος ἄρα ἕξει: εἰ δὲ μή, οὕτως ἐνέσονται ὡς μορφαὶ καὶ εἰκόνες. ἀλλ’ ἀδύνατον ἄλλους δέχεσθαι, εἰ οὕτως ἐνεῖεν: οὐκ ἄρα ὡς ἀχώριστος ἐντελέχεια. καὶ μὴν οὐδὲ τὸ ἐπιθυμοῦν, μὴ σιτίων μηδὲ ποτῶν ἀλλ’ ἄλλων παρὰ τὰ τοῦ σώματος, οὐδὲ αὐτὸ ἀχώριστος ἐντελέχεια. λοιπὸν δὲ τὸ φυτικὸν ἂν εἴη, ὃ ἀμφισβήτησιν ἂν δόξειεν ἔχειν, μήποτε τοῦτον τὸν τρόπον ἐντελέχεια ἀχώριστος ᾖ. ἀλλ’ οὐδὲ τοῦτο φαίνεται οὕτως ἔχον. καὶ γὰρ ἡ ἀρχὴ παντὸς φυτοῦ περὶ τὴν ῥίζαν, καὶ αὐξανομένου τοῦ ἄλλου σώματος περὶ τὴν ῥίζαν καὶ τὰ κάτω ἐν πολλοῖς τῶν φυτῶν, ἡ ψυχὴ δηλονότι ἀπολιποῦσα τὰ ἄλλα μέρη εἰς ἕν τι συνεστάλη: οὐκ ἄρα ἦν ἐν τῷ ὅλῳ ὡς ἀχώριστος ἐντελέχεια. καὶ γὰρ αὖ ἐστι πρὶν αὐξηθῆναι τὸ φυτὸν ἐν τῷ ὀλίγῳ ὄγκῳ. εἰ οὖν καὶ εἰς ὀλίγον ἔρχεται ἐκ μείζονος φυτοῦ καὶ ἐξ ὀλίγου ἐπὶ πᾶν, τί κωλύει καὶ ὅλως χωρίζεσθαι; πῶς δ’ ἂν καὶ ἀμερὴς οὖσα μεριστοῦ τοῦ σώματος ἐντελέχεια γένοιτο μεριστή; ἥ τε αὐτὴ ψυχὴ ἐξ ἄλλου ζῴου ἄλλου γίνεται: πῶς οὖν ἡ τοῦ προτέρου τοῦ ἐφεξῆς ἂν γένοιτο, εἰ ἦν ἐντελέχεια ἑνός; φαίνεται δὲ τοῦτο ἐκ τῶν μεταβαλλόντων ζῴων εἰς ἄλλα ζῷα. οὐκ ἄρα τῷ εἶδος εἶναί τινος τὸ εἶναι ἔχει, ἀλλ’ ἔστιν οὐσία οὐ παρὰ τοῦ ἐν σώματι ἱδρῦσθαι τὸ εἶναι λαμβάνουσα, ἀλλ’ οὖσα πρὶν καὶ τοῦδε γενέσθαι οἷον ζῴου, οὗ τὸ σῶμα τὴν ψυχὴν γεννήσει. τίς οὖν οὐσία αὐτῆς; εἰ δὲ μήτε σῶμα, μήτε πάθος σώματος, πρᾶξις δὲ καὶ ποίησις, καὶ πολλὰ καὶ ἐν αὐτῇ καὶ ἐξ αὐτῆς, οὐσία παρὰ τὰ σώματα οὖσα ποία τίς ἐστιν; ἢ δῆλον ὅτι ἥν φαμεν ὄντως οὐσίαν εἶναι. τὸ μὲν γὰρ γένεσις, ἀλλ’ οὐκ οὐσία, πᾶν τὸ σωματικὸν εἶναι λέγοιτ̓ ἄν, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν, μεταλήψει δὲ τοῦ ὄντος] σωζόμενον, καθ̓ ὅσον ἂν αὐτοῦ μεταλαμβάνῃ.

Que tampoco es posible pensar, si el alma fuera un cuerpo cualquiera, hay que mostrarlo a partir de lo siguiente. Si sentir es que el alma, sirviéndose del cuerpo, capte las cosas sensibles, entonces pensar no sería captar por medio del cuerpo, o será lo mismo que sentir. Si, pues, pensar es captar sin cuerpo, mucho antes es necesario que lo que piensa no sea cuerpo. Puesto que la sensación es de lo sensible, y la intelección de lo inteligible. Y si no quieren admitirlo, de todos modos habrá también intelecciones de ciertos inteligibles y captaciones de cosas sin magnitud. ¿Cómo, entonces, siendo magnitud, pensará lo que no es magnitud? ¿Y con lo divisible pensará lo indivisible? ¿O con alguna parte suya indivisible? Y si es así, lo que piensa no será cuerpo: pues no hace falta el todo para tocar; basta incluso una sola [parte]. Si, pues, concedieran que las primeras intelecciones, lo cual es verdad, son de lo enteramente más puro de cuerpo, es necesario que también lo que piensa, para conocer cada cosa en sí, sea o llegue a ser puro de cuerpo. Y si dijeran que las intelecciones son de las formas que están en la materia, con todo se producen cuando los cuerpos se separan, separándolos el intelecto. Pues la separación del círculo, del triángulo, de la línea y del punto no se hace con carnes ni, en general, con materia. Es necesario, pues, que también el alma, en un acto así, se separe a sí misma del cuerpo. Es necesario, pues, que ella misma tampoco sea cuerpo. Y sin magnitud, creo, son también lo bello y lo justo; y por tanto también su intelección. De modo que, al acercarse, [el alma] los recibirá con lo indivisible de sí misma y en ella estarán situados en lo indivisible. ¿Y cómo, siendo cuerpo el alma, serían virtudes suyas la moderación y la justicia [y la valentía y las demás? Pues la moderación, la justicia o la valentía serían un soplo o una sangre, a no ser que la valentía fuese la dificultad del soplo para ser afectado, y la moderación la buena mezcla, y la belleza cierta buena forma en los contornos, según la cual decimos, al verlos, que los cuerpos son lozanos y bellos. Pues bien, a un soplo fuerte y bello en sus contornos le convendría ser así; pero ¿qué necesidad tiene un soplo de ser moderado? Más bien, al contrario, de gozar en abrazos y contactos, donde se calentará, o desea con medida el frescor, o se acercará a cosas blandas, tiernas y lisas. Y repartir según el mérito, ¿qué le importaría? ¿Y alcanza el alma los objetos de contemplación de la virtud y los demás inteligibles, siendo eternos, o la virtud se genera en alguien, le aprovecha y de nuevo se destruye? Pero ¿quién la produce, y de dónde? Pues así, de nuevo, aquello [que produce] tendría que permanecer. Es necesario, pues, que sean eternos y permanentes, como lo que hay en la geometría. Y si son eternos y permanentes, no son cuerpos. Es necesario, pues, que también aquello en lo que estarán sea tal; es necesario, pues, que no sea cuerpo. Porque la naturaleza del cuerpo, toda ella, no permanece, sino que fluye. Y si, viendo las acciones de los cuerpos, que calientan, enfrían, empujan y pesan, colocan aquí el alma, estableciéndola como en un lugar eficaz, primero ignoran que los cuerpos mismos hacen estas cosas por potencias incorpóreas que hay en ellos; luego, que nosotros no pretendemos que esas potencias estén en el alma, sino el pensar, el sentir, el razonar, el desear, el cuidar con sensatez y bien de todas las cosas; lo cual busca otra esencia. Así pues, al trasladar las potencias de los cuerpos a lo incorpóreo, no dejan ninguna a aquéllos. Y que también los cuerpos pueden lo que pueden por potencias incorpóreas, es claro por lo siguiente. Pues concederán que la cualidad es distinta de la cantidad, que todo cuerpo es cantidad, y además que no todo cuerpo es cualificado, como la materia. Concediendo esto, concederán que la cualidad, siendo distinta de la cantidad, es distinta del cuerpo. Pues ¿cómo no siendo cantidad será cuerpo, si todo cuerpo es cantidad? Y, por cierto, lo que se decía también más arriba: todo cuerpo, al dividirse, y toda masa pierden lo que eran, mientras que, al fragmentarse el cuerpo, en cada parte permanece entera la misma cualidad —por ejemplo, la dulzura de la miel no es menos dulzura en cada [parte]—; la dulzura, pues, no sería cuerpo. Igualmente las demás cualidades. Luego, si las potencias fueran cuerpos, sería necesario que las potencias fuertes fueran grandes masas y las capaces de obrar poco fueran masas pequeñas. Pero si las masas grandes tienen potencias pequeñas, y [no] pocas de las masas más pequeñas tienen potencias máximas, hay que atribuir el obrar a otra cosa que a la magnitud: luego a lo que carece de magnitud. Y que la materia sea la misma, siendo cuerpo, como dicen, y que produzca cosas diversas al recibir cualidades, ¿cómo no es claro que lo que se le añade y las produce son razones formativas, y por tanto incorpóreas? Ni [valga] lo que dicen, que los vivientes mueren cuando se retiran el soplo o la sangre. Pues no es posible ser sin éstos, ni sin muchas otras cosas, de las cuales ninguna sería el alma. Y además, ni el soplo ni la sangre [se extienden] a través de todo [el cuerpo], pero el alma sí. Todavía más: si el alma, siendo cuerpo, penetrara a través de todo, estaría también mezclada, de la manera en que se da la mezcla en los demás cuerpos. Y si la mezcla de cuerpos no deja que nada de lo mezclado esté en acto, tampoco el alma estaría ya en acto en los cuerpos, sino solo en potencia, habiendo perdido el ser alma; como si se mezclara lo dulce y lo amargo, y lo dulce ya no es: no tenemos, pues, alma. Y que un cuerpo se mezcle con un cuerpo, todo a través de todo, de modo que donde esté uno esté también el otro, ocupando ambos igual volumen y todo el espacio, y sin que se haya producido ningún aumento al introducirse el otro, [eso] no dejará nada que no corte. Pues la mezcla no es por grandes partes alternas —así, dicen, habría yuxtaposición—, sino que lo introducido, habiendo pasado a través de todo, [se extiende] sobre algo más pequeño: lo cual es imposible, que lo menor se haga igual a lo mayor. Pero entonces, pasando por todo, corta todo en todo. Es necesario, pues, si en cualquier punto, y no [solo] en un intervalo, no habrá cuerpo que no haya sido cortado, que la división del cuerpo se haya hecho en puntos, lo cual es imposible. Y si la sección va al infinito —pues cualquier cuerpo que tomes es divisible—, los infinitos serán no solo en potencia, sino en acto. No es posible, pues, que un cuerpo penetre todo a través de todo; el alma, en cambio, [está] a través de todo: es, pues, incorpórea. Y decir que el mismo soplo es primero naturaleza, y que, al llegar a lo frío y templarse, se hace alma, más sutil por haberse hecho en lo frío —lo cual es también absurdo, pues muchos animales nacen en lo cálido y tienen un alma no enfriada—; pero con todo dicen que hay una naturaleza anterior al alma, que se hace alma por circunstancias externas. Les resulta, pues, que hacen primero lo peor, y antes de esto algo todavía menor, que llaman hábito, y que el intelecto es lo último, nacido evidentemente del alma; o, si el Intelecto está antes que todo, habría que hacer enseguida el alma, luego la naturaleza, y siempre lo posterior peor, como es natural. Si, pues, también el dios es para ellos posterior según el intelecto, y engendrado, y tiene el pensar como algo adquirido, cabría que no hubiera ni alma, ni Intelecto, ni dios, si lo que está en potencia, no existiendo antes lo que está en acto, no llegaría a ser ni llegará al acto. Pues ¿qué será lo que lo conduzca, si no hay otro anterior a ello? Y si se conducirá a sí mismo al acto, lo cual es absurdo, al menos lo conducirá mirando hacia algo, que no estará en potencia, sino en acto. Y sin embargo, si lo que permanece siempre lo mismo tuviera lo que es en potencia, llegaría por sí mismo al acto, y esto sería mejor que lo que es capaz [solamente], como objeto de deseo de aquello. Luego lo mejor es anterior, y tiene una naturaleza distinta del cuerpo, y está siempre en acto: son, pues, anteriores a la naturaleza el Intelecto y el alma. No es, pues, el alma como un soplo ni como un cuerpo. Pero que no es cuerpo, esto se podría decir; otros han dicho otras cosas, y bastan también éstas. Y puesto que es de otra naturaleza, hay que investigar cuál es. ¿Es, entonces, algo distinto del cuerpo, pero de algún modo [dependiente] del cuerpo, como una armonía? Pues los de la escuela de Pitágoras, que lo decían de otro modo, pensaron que ella es algo semejante a la armonía de las cuerdas. En efecto, como allí, al tensarse las cuerdas, sobreviene en ellas como una afección, que se llama armonía, del mismo modo, cuando nuestro cuerpo llega a ser una mezcla de [elementos] desemejantes, la mezcla cualificada produce la vida, y el alma es la afección que sobreviene a la mezcla. Que esto es imposible, mucho se ha dicho ya contra esta opinión. Pues [se ha dicho] que el alma es anterior y la armonía posterior; que aquélla gobierna y preside el cuerpo y lucha con él de muchos modos, cosa que la armonía, siendo armonía, no haría; que aquélla es esencia y la armonía no es esencia; que la mezcla de los cuerpos de los que estamos compuestos, estando en proporción, sería salud; que, mezclada de otro modo en cada parte, habría en cada una otra alma, de modo que serían muchas; y, lo más importante, que es necesario que antes de esta alma haya otra que produce esta armonía, como, en los instrumentos, el músico que pone en las cuerdas la armonía, teniendo en sí una razón según la cual armonizará. Pues ni allí las cuerdas por sí mismas ni aquí los cuerpos podrán conducirse a sí mismos a la armonía. Y en general, también éstos hacen animado lo inanimado y ordenado por azar lo desordenado, y [hacen] que el orden no [proceda] del alma, sino que ella misma haya recibido su hipóstasis del orden espontáneo. Y esto no puede ocurrir ni en lo particular ni en los todos. No es, pues, el alma una armonía. Lo de la entelequia podría examinarse así: cómo se dice del alma. Dicen que el alma, en el compuesto, tiene el rango de forma respecto de la materia, que es el cuerpo animado; y [que es] forma no de cualquier cuerpo ni en cuanto cuerpo, sino de un cuerpo natural y orgánico que tiene la vida en potencia. Pues bien, si [el alma] se asemeja a [la forma] tal como ésta está yuxtapuesta, como la figura de la estatua al bronce, entonces, al dividirse el cuerpo, [habría que] dividirse con él el alma, y, al cortarse una parte, habría con lo cortado una porción de alma; y no se daría el retirarse [del alma] en los sueños, si la entelequia ha de estar adherida a aquello de lo que es; y, en verdad, ni siquiera habría sueño. Y además, siendo [el alma] entelequia, no habría oposición de la razón con los deseos, sino que uno y lo mismo estaría afectado a través de todo, sin discordar consigo mismo. Quizá solo las sensaciones podrían producirse así; las intelecciones, imposible. Por eso ellos mismos introducen otra alma, el intelecto, que establecen como inmortal. Es necesario, pues, que el alma que razona sea entelequia de otro modo que éste, si es que hay que usar este nombre. Tampoco la sensitiva: si también ésta, ausentes los sensibles, tiene las impresiones, entonces las tendrá no junto con el cuerpo; si no, estarán en ella como formas e imágenes. Pero es imposible que reciba otras, si estuvieran así en ella: no es, pues, como una entelequia inseparable. Y por cierto, tampoco la [parte] que desea —que no desea comidas ni bebidas, sino otras cosas aparte de las del cuerpo— es ella misma entelequia inseparable. Quedaría la [parte] vegetativa, que parecería admitir discusión: [a saber,] si acaso de este modo es entelequia inseparable. Pero ni esto parece ser así. Pues el principio de toda planta está en la raíz, y mientras crece el resto del cuerpo, en muchas plantas [el principio permanece] en la raíz y en lo de abajo; el alma, evidentemente, abandonando las demás partes, se ha contraído a una sola: no estaba, pues, en el todo como entelequia inseparable. Y además, existe antes de que la planta crezca, en un pequeño volumen. Si, pues, va a lo poco desde una planta mayor, y de lo poco al todo, ¿qué impide que también se separe del todo? ¿Y cómo, siendo indivisible, llegaría a ser divisible como entelequia de un cuerpo divisible? Y la misma alma pasa de un animal a otro: ¿cómo, pues, la del anterior llegaría a ser la del siguiente, si fuera entelequia de uno solo? Esto se ve en los animales que se transforman en otros animales. No tiene, pues, el ser por ser forma de algo, sino que es una esencia que no recibe el ser de estar establecida en un cuerpo, sino que existe antes de llegar a ser este animal, cuyo cuerpo engendrará el alma. ¿Cuál es, entonces, su esencia? Si no es ni cuerpo ni afección del cuerpo, sino acción y producción, y hay muchas cosas en ella y desde ella, siendo una esencia aparte de los cuerpos, ¿cómo es? ¿O es claro que es la que decimos que es realmente esencia? Pues todo lo corporal se diría que es generación, pero no esencia: lo que nace y perece, y nunca es realmente, sino que se salva por participación en el ser], en la medida en que participe de él.✦

9

ἡ δὲ ἑτέρα φύσις, ἡ παῤ αὑτῆς ἔχουσα τὸ εἶναι, πᾶν τὸ ὄντως ὄν, ὃ οὔτε γίγνεται οὔτε ἀπόλλυται: ἢ τὰ ἄλλα πάντα οἰχήσεται, καὶ οὐκ ἂν ὕστερον γένοιτο τούτου ἀπολωλότος, ὃ παρέχει αὐτοῖς σωτηρίαν, τοῖς τε ἄλλοις καὶ τῷδε τῷ παντὶ διὰ ψυχῆς σωζομένῳ καὶ κεκοσμημένῳ. ἀρχὴ γὰρ κινήσεως ἥδε χορηγοῦσα τοῖς ἄλλοις κίνησιν, αὐτὴ δὲ ἐξ ἑαυτῆς κινουμένη, καὶ ζωὴν τῷ ἐμψύχῳ σώματι διδοῦσα, αὐτὴ δὲ παῤ ἑαυτῆς ἔχουσα, ἣν οὔποτε ἀπόλλυσιν, ἅτε παῤ ἑαυτῆς ἔχουσα. οὐ γὰρ δὴ πάντα ἐπακτῷ ζωῇ χρῆται: ἢ εἰς ἄπειρον εἶσιν: ἀλλὰ δεῖ τινα φύσιν πρώτως ζῶσαν εἶναι, ἣν ἀνώλεθρον καὶ ἀθάνατον εἶναι δεῖ ἐξ ἀνάγκης, ἅτε ἀρχὴν ζωῆς καὶ τοῖς ἄλλοις οὖσαν. ἔνθα δὴ καὶ τὸ θεῖον ἅπαν καὶ τὸ μακάριον ἱδρῦσθαι δεῖ ζῶν παῤ αὑτοῦ καὶ ὂν παῤ αὑτοῦ, πρώτως ὂν καὶ ζῶν πρώτως, μεταβολῆς κατ’ οὐσίαν ἄμοιρον, οὔτε γινόμενον οὔτε ἀπολλύμενον. πόθεν γὰρ ἂν καὶ γένοιτο, ἢ εἰς τί ἀπόλοιτο; καὶ εἰ δεῖ ἐπαληθεύειν τὴν τοῦ ὄντος προσηγορίαν, αὐτὸ οὐ ποτὲ μὲν εἶναι, ποτὲ δὲ οὐκ εἶναι δεήσει: ὡς καὶ τὸ λευκόν, αὐτὸ τὸ χρῶμα, οὐ ποτὲ μὲν λευκόν, ποτὲ δὲ οὐ λευκόν. εἰ δὲ καὶ ὂν ἦν τὸ λευκόν, μετὰ τοῦ λευκὸν εἶναι ἦν ἂν ἀεί. ἀλλὰ μόνον ἔχει τὸ λευκόν. ᾧ δ’ ἂν τὸ ὂν ᾖ παρόν, παῤ αὑτοῦ καὶ πρώτως ὂν ἀεὶ ἔσται. τοῦτο τοίνυν τὸ ὂν πρώτως καὶ ἀεὶ ὂν οὐχὶ νεκρόν, ὥσπερ λίθον ἢ ξύλον, ἀλλὰ ζῶν εἶναι δεῖ, καὶ ζωῇ καθαρᾷ κεχρῆσθαι, ὅσον ἂν αὑτοῦ μένῃ μόνον: ὃ δ’ ἂν συμμιχθῇ χείρονι, ἐμπόδιον μὲν ἔχειν πρὸς τὰ ἄριστα, οὔτι γε μὴν τὴν αὑτοῦ φύσιν ἀπολωλεκέναι, ἀναλαβεῖν δὲ τὴν ἀρχαίαν κατάστασιν ἐπὶ τὰ αὑτοῦ ἀναδραμόν.

Pero la otra naturaleza, la que tiene el ser por sí misma, es todo lo que realmente es, lo que ni nace ni perece; de lo contrario, todas las demás cosas se habrían ido, y no podrían venir a ser después, una vez perecido esto que les procura la salvación, tanto a las demás como a este universo, salvado y ordenado por medio del alma. Pues ésta es principio de movimiento, que suministra movimiento a las demás cosas, mientras ella se mueve a partir de sí misma, y que da vida al cuerpo animado, teniéndola ella por sí misma, vida que nunca pierde, precisamente por tenerla por sí misma. Pues no todas las cosas pueden valerse de una vida adquirida de fuera; de lo contrario, se iría al infinito. Es necesario, más bien, que haya una naturaleza que viva primariamente, la cual debe ser, por necesidad, imperecedera e inmortal, por ser principio de vida también para las demás. Allí precisamente es preciso que esté establecido todo lo divino y bienaventurado, que vive por sí y es por sí, que es primariamente y vive primariamente, sin parte en cambio según la esencia, sin nacer ni perecer. Pues ¿de dónde podría nacer, o en qué podría perecer? Y si ha de ser verdadera la denominación de «ser», ello no tendrá que ser unas veces y otras no; como lo blanco, el color mismo, no es unas veces blanco y otras no blanco. Pero si lo blanco fuera también ser, existiría siempre junto con el ser blanco. Pero lo blanco solo tiene lo blanco. En cambio, aquello a lo que el ser está presente, siendo por sí y primariamente, será siempre. Este, pues, que es primariamente y siempre ser, no debe de ser algo muerto, como una piedra o un leño, sino que debe vivir y gozar de una vida pura, en la medida en que permanece solo consigo mismo; y lo que se mezcla con algo peor tiene un impedimento para lo mejor, pero no ha perdido su propia naturaleza, y puede recobrar su antigua condición al volver a lo suyo.

10

ὅτι δὲ τῇ θειοτέρᾳ φύσει συγγενὴς ἡ ψυχὴ καὶ τῇ ἀιδίῳ, δῆλον μὲν ποιεῖ καὶ τὸ μὴ σῶμα αὐτὴν δεδεῖχθαι. καὶ μὴν οὐδὲ σχῆμα ἔχει οὐδὲ χρῶμα ἀναφής τε. οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶνδε ἔστι δεικνύναι. ὁμολογουμένου δὴ ἡμῖν παντὸς τοῦ θείου καὶ τοῦ ὄντως ὄντος ζωῇ ἀγαθῇ κεχρῆσθαι καὶ ἔμφρονι, σκοπεῖν δεῖ τὸ μετὰ τοῦτο ἀπὸ τῆς ἡμετέρας ψυχῆς, οἷόν ἐστι τὴν φύσιν. λάβωμεν δὲ ψυχὴν μὴ τὴν ἐν σώματι ἐπιθυμίας ἀλόγους καὶ θυμοὺς προσλαβοῦσαν καὶ πάθη ἄλλα ἀναδεξαμένην, ἀλλὰ τὴν ταῦτα ἀποτριψαμένην καὶ καθ̓ ὅσον οἷόν τε μὴ κοινωνοῦσαν τῷ σώματι. ἥτις καὶ δῆλον ποιεῖ, ὡς προσθῆκαι τὰ κακὰ τῇ ψυχῇ καὶ ἄλλοθεν, καθηραμένῃ δὲ αὐτῇ ἐνυπάρχει τὰ ἄριστα, φρόνησις καὶ ἡ ἄλλη ἀρετή, οἰκεῖα ὄντα. εἰ οὖν τοιοῦτον ἡ ψυχή, ὅταν ἐφ̓ ἑαυτὴν ἀνέλθῃ, πῶς οὐ τῆς φύσεως ἐκείνης, οἵαν φαμὲν τὴν τοῦ θείου καὶ ἀιδίου παντὸς εἶναι; φρόνησις γὰρ καὶ ἀρετὴ ἀληθὴς θεῖα ὄντα οὐκ ἂν ἐγγένοιτο φαύλῳ τινὶ καὶ θνητῷ πράγματι, ἀλλ’ ἀνάγκη θεῖον τὸ τοιοῦτον εἶναι, ἅτε θείων μετὸν αὐτῷ, διὰ συγγένειαν καὶ τὸ ὁμοούσιον. διὸ καὶ ὅστις τοιοῦτος ἡμῶν ὀλίγον ἂν παραλλάττοι τῶν ἄνω τῇ ψυχῇ αὐτῇ μόνον τοῦτο, ὅσον ἐστὶν ἐν σώματι, ἐλαττούμενος. διὸ καί, εἰ πᾶς ἄνθρωπος τοιοῦτος ἦν, ἢ πλῆθός τι τοιαύταις ψυχαῖς κεχρημένον, οὐδεὶς οὕτως [ἂν] ἦν ἄπιστος, ὡς μὴ πιστεύειν τὸ τῆς ψυχῆς αὐτοῖς πάντη ἀθάνατον εἶναι. νῦν δὲ πολλαχοῦ λελωβημένην τὴν ἐν τοῖς πλείστοις ψυχὴν ὁρῶντες οὔτε ὡς περὶ θείου οὔτε ὡς περὶ ἀθανάτου χρήματος διανοοῦνται. δεῖ δὲ τὴν φύσιν ἑκάστου σκοπεῖσθαι εἰς τὸ καθαρὸν αὐτοῦ ἀφορῶντα, ἐπείπερ τὸ προστεθὲν ἐμπόδιον ἀεὶ πρὸς γνῶσιν τοῦ ᾧ προσετέθη γίγνεται. σκόπει δὴ ἀφελών, μᾶλλον δὲ ὁ ἀφελὼν ἑαυτὸν ἰδέτω καὶ πιστεύσει ἀθάνατος εἶναι, ὅταν ἑαυτὸν θεάσηται ἐν τῷ νοητῷ καὶ ἐν τῷ καθαρῷ γεγενημένον. ὄψεται γὰρ νοῦν ὁρῶντα οὐκ αἰσθητόν τι οὐδὲ τῶν θνητῶν τούτων, ἀλλ’ ἀιδίῳ τὸ ἀίδιον κατανοοῦντα, πάντα ʽτἂ ἐν τῷ νοητῷ, κόσμον καὶ αὐτὸν νοητὸν καὶ φωτεινὸν γεγενημένον, ἀληθείᾳ καταλαμπόμενον τῇ παρὰ τοῦ ἀγαθοῦ, ὃ πᾶσιν ἐπιλάμπει τοῖς νοητοῖς ἀλήθειαν ὡς πολλάκις αὐτῷ δόξαι τοῦτο δὴ καλῶς εἰρῆσθαι: χαίρετ̓ ἐγὼ δ’ ὑμῖν θεὸς ἄμβροτος πρὸς τὸ θεῖον ἀναβὰς καὶ [εἰς] τὴν πρὸς αὐτὸ ὁμοιότητα ἀτενίσας. εἰ δ’ ἡ κάθαρσις ποιεῖ ἐν γνώσει τῶν ἀρίστων εἶναι, καὶ αἱ ἐπιστῆμαι ἔνδον οὖσαι ἀναφαίνονται, αἳ δὴ καὶ ὄντως ἐπιστῆμαί εἰσιν. οὐ γὰρ δὴ ἔξω που δραμοῦσα ἡ ψυχὴ σωφροσύνην καθορᾷ καὶ δικαιοσύνην, ἀλλ’ αὐτὴ παῤ αὑτῇ ἐν τῇ κατανοήσει ἑαυτῆς καὶ τοῦ ὃ πρότερον ην ὥσπερ ἀγάλματα ἐν αὑτῇ ἱδρυμένα ὁρῶσα οἷον ὑπὸ χρόνου ἰοῦ πεπληρωμένα καθαρὰ ποιησαμένη: οἷον εἰ χρυσὸς ἔμψυχος εἴη, εἶτα ἀποκρουσάμενος ὅσον γεηρὸν ἐν αὐτῷ, ἐν ἀγνοίᾳ πρότερον ἑαυτοῦ ὤν, ὅτι μὴ χρυσὸν ἑώρα, τότε δὴ αὑτὸν ἤδη τοῦ χρήματος θαυμάσειεν ὁρῶν μεμονωμένον, καὶ ὡς οὐδὲν ἄρα ἔδει αὐτῷ κάλλους ἐπακτοῦ ἐνθυμοῖτο, αὐτὸς κρατιστεύων, εἴ τις αὐτὸν ἐφ̓ ἑαυτοῦ ἐῴη εἶναι.

Que el alma es afín a la naturaleza más divina y eterna lo hace evidente también el haberse mostrado que no es cuerpo. Y, además, no tiene figura ni color y es intangible. Sin embargo, también puede mostrarse a partir de lo que sigue. Puesto que estamos de acuerdo en que todo lo divino y lo que realmente es goza de una vida buena y sensata, hay que examinar a continuación, a partir de nuestra alma, cuál es su naturaleza. Tomemos un alma no la que está en el cuerpo, que ha recibido deseos irracionales e iras y ha acogido otras pasiones, sino la que se ha sacudido todo esto y, en cuanto es posible, no comulga con el cuerpo. Esta hace evidente también que los males son añadidos al alma y le vienen de otra parte, y que, una vez purificada, se hallan en ella los bienes supremos, la prudencia y la demás virtud, que le son propios. Si, pues, tal es el alma cuando asciende hacia sí misma, ¿cómo no será de aquella naturaleza que decimos que es la de todo lo divino y eterno? Pues la prudencia y la virtud verdadera, siendo divinas, no podrían darse en una cosa vil y mortal, sino que es necesario que sea divino aquello que las posee, por participar de cosas divinas, por afinidad y por consustancialidad. Por eso también aquel de nosotros que sea así poco diferiría de los de arriba en cuanto al alma misma, rebajado solo en esto: en cuanto está en un cuerpo. Por eso también, si todo hombre fuera así, o una multitud de hombres tuviera almas tales, nadie sería tan incrédulo como para no creer que el alma de ellos es enteramente inmortal. Pero ahora, viendo estropeada de muchas maneras el alma que hay en la mayoría, no piensan de ella como de algo divino ni inmortal. Ahora bien, es preciso examinar la naturaleza de cada cosa mirando a lo puro de ella, puesto que lo añadido es siempre un impedimento para conocer aquello a lo que se añadió. Examina, pues, quitando; o mejor, el que haya quitado, véase a sí mismo, y creerá ser inmortal, cuando se contemple a sí mismo en lo inteligible y vuelto puro. Pues verá un intelecto que ve, no algo sensible ni de estas cosas mortales, sino que con lo eterno intelige lo eterno, todas las cosas [que están] en lo inteligible, vuelto él mismo un cosmos inteligible y luminoso, iluminado por la verdad que viene del Bien, la cual ilumina con verdad todos los inteligibles; de modo que muchas veces le parecerá bien dicho esto: «Salud; yo, para ustedes, [soy] un dios inmortal», por haber ascendido a lo divino y fijado la mirada en la semejanza con ello. Y si la purificación hace estar en conocimiento de lo mejor, también las ciencias que están dentro se manifiestan, las cuales son verdaderamente ciencias. Pues el alma no corre a algún lugar fuera para contemplar la moderación y la justicia, sino que ella, junto a sí misma, en la comprensión de sí misma y de lo que era antes, las ve establecidas en ella como estatuas, como llenas de herrumbre por el tiempo, y las vuelve puras; como si un oro animado, tras sacudirse cuanto hay de terroso en él, que antes, en la ignorancia de sí mismo, no se veía como oro, entonces se admirara ya de sí mismo al verse aislado, y pensara que no necesitaba de ninguna belleza adventicia, siendo él el más poderoso, si se le dejara ser en sí mismo.✦

11

περὶ τοιούτου χρήματος τίς ἂν ἀμφισβητοίη νοῦν ἔχων, ὡς οὐκ ἀθάνατον; ᾧ πάρεστι μὲν ἐξ ἑαυτοῦ ζωή, ἣν οὐχ οἷόν τε ἀπολέσθαι: πῶς γὰρ οὐκ ἐπίκτητόν γε οὖσαν οὐδ’ αὖ οὕτως ἔχουσαν, ὡς τῷ πυρὶ ἡ θερμότης πάρεστι; λέγω δὲ οὐχ ὡς ἐπακτὸν ἡ θερμότης τῷ πυρί, ἀλλ’ ὅτι, εἰ καὶ μὴ τῷ πυρί, ἀλλὰ τῇ ὑποκειμένῃ τῷ πυρὶ ὕλῃ. ταύτῃ γὰρ καὶ διαλύεται τὸ πῦρ. ἡ δὲ ψυχὴ οὐχ οὕτω τὴν ζωὴν ἔχει, ὡς ὕλην μὲν οὖσαν ὑποκεῖσθαι, ζωὴν δὲ ἐπ’ αὐτῇ γενομένην τὴν ψυχὴν ἀποδεῖξαι. ἢ γὰρ οὐσία ἐστὶν ἡ ζωή, καὶ ἔστιν οὐσία ἡ τοιαύτη παῤ αὑτῆς ζῶσα, ὅπερ ἐστὶν ὃ ζητοῦμεν, καὶ τοῦτο ἀθάνατον ὁμολογήσουσιν, ἢ ἀναλύσουσιν ὡς σύνθετον καὶ τοῦτο πάλιν, ἕως ἂν εἰς ἀθάνατον ἔλθωσι παῤ αὑτοῦ κινούμενον, ᾧ μὴ θέμις θανάτου μοῖραν δέχεσθαι: ἢ πάθος ἐπακτὸν τῇ ὕλῃ λέγοντες τὴν ζωήν, παῤ ὅτου τοῦτο τὸ πάθος ἐλήλυθεν εἰς τὴν ὕλην, αὐτὸ ἐκεῖνο ἀναγκασθήσονται ὁμολογεῖν ἀθάνατον εἶναι, ἄδεκτον ὂν τοῦ ἐναντίου ᾧ ἐπιφέρει. ἀλλὰ γάρ ἐστι μία φύσις ἐνεργείᾳ ζῶσα.

Sobre una cosa tal, ¿quién que tenga mente podría discutir que no es inmortal? En ella está presente, desde ella misma, una vida que no es posible que se pierda: pues ¿cómo [podría perderse], no siendo una vida adquirida ni estando en ella como el calor está presente en el fuego? Digo esto no como si el calor fuera adquirido para el fuego, sino que, si no lo es para el fuego, lo es para la materia que subyace al fuego. Pues por esa parte también se disuelve el fuego. Pero el alma no tiene la vida de modo que haya una materia subyacente y que el alma resulte ser una vida sobrevenida en ella. Pues o bien la vida es esencia, y existe una esencia tal que vive por sí misma, que es justamente lo que buscamos, y admitirán que esto es inmortal; o bien la resolverán como un compuesto, y a esto a su vez, hasta llegar a algo inmortal que se mueve por sí mismo, al que no es lícito recibir parte alguna de muerte; o bien, diciendo que la vida es una afección adventicia de la materia, se verán forzados a admitir que aquello mismo de donde vino esta afección a la materia es inmortal, por no ser receptivo de lo contrario de lo que aporta. Pero lo cierto es que hay una única naturaleza que vive en acto.

12

ἔτι εἰ πᾶσαν ψυχὴν φήσουσι φθαρτήν, πάλαι ἂν ἔδει πάντα ἀπολωλέναι: εἰ δὲ τὴν μέν, τὴν δ’ οὕ, οἷον τὴν τοῦ παντὸς ἀθάνατον εἶναι, τὴν δ’ ἡμετέραν μή, λεκτέον αὐτοῖς τὴν αἰτίαν. ἀρχή τε γὰρ κινήσεως ἑκατέρα, καὶ ζῇ παῤ αὑτῆς ἑκατέρα, καὶ τῶν αὐτῶν τῷ αὐτῷ ἐφάπτεται νοοῦσα τά τε ἐν τῷ οὐρανῷ τά τε οὐρανοῦ ἐπέκεινα καὶ πᾶν ὅ ἐστι κατ’ οὐσίαν ζητοῦσα καὶ μέχρι τῆς πρώτης ἀρχῆς ἀναβαίνουσα. ἥ τε δὴ παῤ αὑτῆς ἐκ τῶν ἐν αὐτῇ θεαμάτων κατανόησις αὐτοῦ ἑκάστου ἐξ ἀναμνήσεως γιγνομένη πρὸ σώματός τε αὐτῇ δίδωσι τὸ εἶναι καὶ ἀιδίοις ἐπιστήμαις κεχρημένην ἀίδιον καὶ αὐτὴν εἶναι. πᾶν τε τὸ λυόμενον σύνθεσιν εἰς τὸ εἶναι εἰληφὸς ταύτῃ διαλύεσθαι πέφυκεν, ᾗ συνετέθη. ψυχὴ δὲ μία καὶ ἁπλῆ ἐνεργείᾳ οὖσα ἐν τῷ ζῆν φύσις: οὐ τοίνυν ταύτῃ φθαρήσεται. ἀλλ’ ἄρα μερισθεῖσα [καὶ] κερματιζομένη ἀπόλοιτο ἄν. ἀλλ’ οὐκ ὄγκος τις οὐδὲ ποσόν, ὡς ἐδείχθη, ἡ ψυχή. ἀλλ’ ἀλλοιωθεῖσα ἥξει εἰς φθοράν. ἀλλ’ ἡ ἀλλοίωσις φθείρουσα τὸ εἶδος ἀφαιρεῖ, τὴν δὲ ὕλην ἐᾷ: τοῦτο δὲ συνθέτου πάθος. εἰ οὖν κατὰ μηδὲν τούτων οἷόν τε φθείρεσθαι, ἄφθαρτον εἶναι ἀνάγκη.

Además, si dicen que toda alma es corruptible, hace tiempo que todo habría debido perecer; y si una sí y otra no, como si la del todo fuera inmortal y la nuestra no, tendrán que decir la causa. Pues ambas son principio de movimiento, ambas viven por sí mismas, y ambas alcanzan las mismas cosas con lo mismo, al inteligir tanto las cosas del cielo como las que están más allá del cielo, buscando todo lo que es según la esencia y ascendiendo hasta el primer principio. Y la comprensión que ella tiene por sí misma, a partir de las visiones que hay en ella, de cada cosa, producida por reminiscencia, le da el ser antes del cuerpo y, por usar ciencias eternas, el ser ella misma eterna. Y todo lo que se disuelve, por haber recibido una composición para ser, se disuelve naturalmente por donde fue compuesto. Pero el alma es una naturaleza una y simple, en acto, en el vivir: así pues, por este lado no se corromperá. Pero ¿acaso dividida y fragmentada perecería? Pero el alma no es una masa ni una cantidad, como se mostró. ¿Acaso, alterada, llegará a la corrupción? Pero la alteración, al corromper, quita la forma y deja la materia: y eso es una afección de un compuesto. Si, pues, no es posible que se corrompa de ninguno de estos modos, es necesario que sea incorruptible.✦

13

πῶς οὖν τοῦ νοητοῦ χωριστοῦ ὄντος ἥδε εἰς σῶμα ἔρχεται; ὅτι ὅσος μὲν νοῦς μόνος, ἀπαθὴς ἐν τοῖς νοητοῖς ζωὴν μόνον νοερὰν ἔχων ἐκεῖ ἀεὶ μένει — οὐ γὰρ ἔνι ὁρμὴ οὐδ’ ὄρεξις: ὃ δ’ ἂν ὄρεξιν προσλάβῃ ἐφεξῆς ἐκείνῳ τῷ νῷ ὄν, τῇ προσθήκῃ τῆς ὀρέξεως οἷον πρόεισιν ἤδη ἐπὶ πλέον καὶ κοσμεῖν ὀρεγόμενον καθ̓ ἃ ἐν νῷ εἶδεν, ὥσπερ κυοῦν ἀπ’ αὐτῶν καὶ ὠδῖνον γεννῆσαι, ποιεῖν σπεύδει καὶ δημιουργεῖν. καὶ τῇ σπουδῇ ταύτῃ περὶ τὸ αἰσθητὸν τεταμένη, μετὰ μὲν πάσης τῆς τῶν ὅλων ψυχῆς ὑπερέχουσα τοῦ διοικουμένου εἰς τὸ ἔξω καὶ τοῦ παντὸς συνεπιμελουμένη, μέρος δὲ διοικεῖν βουληθεῖσα μονουμένη καὶ ἐν ἐκείνῳ γιγνομένη, ἐν ᾧ ἔστιν, οὐχ ὅλη οὐδὲ πᾶσα τοῦ σώματος γενομένη, ἀλλά τι καὶ ἔξω σώματος ἔχουσα. οὔκουν οὐδὲ ὁ ταύτης νοῦς ἐμπαθής: αὐτὴ δὲ ὁτὲ μὲν ἐν σώματι, ὁτὲ δὲ σώματος ἔξω, ὁρμηθεῖσα μὲν ἀπὸ τῶν πρώτων, εἰς δὲ τὰ τρίτα προελθοῦσα νοῦ ἐνεργείᾳ νοῦ μένοντος ἐν τῷ αὐτῷ καὶ διὰ ψυχῆς πάντα καλῶν πληροῦντος καὶ διακοσμοῦντος, ἀθανάτου δἰ ἀθανάτου, εἴπερ ἀεὶ καὶ αὐτὸς ὢν ἔσται δἰ ἐνεργείας ἀπαύστου.

¿Cómo, pues, siendo lo inteligible separado, ésta viene al cuerpo? Porque todo lo que hay en ella de intelecto solo permanece allí siempre, impasible, entre los inteligibles, teniendo únicamente una vida intelectiva —pues en él no hay impulso ni apetito—; pero lo que, siendo a continuación de aquel intelecto, recibe apetito, con la adición del apetito avanza ya, por así decir, más lejos y, deseando ordenar según lo que vio en el Intelecto, como si estuviera preñado de ello y con dolores de parto para engendrar, se apresura a hacer y a crear. Y tendida con este afán hacia lo sensible, junto con toda el Alma del todo sobresale por encima de lo que es gobernado hacia fuera y cuida conjuntamente del todo; pero [el alma particular], por haber querido gobernar una parte, aislándose y llegando a estar en aquello en que está, no se hizo toda ni entera del cuerpo, sino que tiene algo también fuera del cuerpo. Así pues, tampoco el intelecto de ésta es pasible; y ella misma está unas veces en el cuerpo y otras fuera del cuerpo, habiendo partido de los primeros y llegado hasta los terceros por obra del acto del intelecto, mientras el Intelecto permanece en lo mismo y, por medio del alma, lo llena y ordena todo de cosas bellas, inmortal por medio de lo inmortal, si es que él mismo ha de ser siempre mediante un acto incesante.

14

περὶ δὲ τῆς τῶν ἄλλων ζῴων ψυχῆς, ὅσαι μὲν αὐτῶν σφαλεῖσαι καὶ μέχρι θηρείων ἧκον σωμάτων, ἀνάγκη καὶ ταύτας ἀθανάτους εἶναι. εἰ δὲ ἔστιν ἄλλο τι εἶδος ψυχῆς, οὐκ ἄλλοθεν ἢ ἀπὸ τῆς ζώσης φύσεως δεῖ καὶ ταύτην εἶναι καὶ αὐτὴν οὖσαν ζωῆς τοῖς ζῴοις αἰτίαν, καὶ δὴ καὶ τὴν ἐν τοῖς φυτοῖς: ἅπασαι γὰρ ὡρμήθησαν ἀπὸ τῆς αὐτῆς ἀρχῆς ζωὴν ἔχουσαι οἰκείαν ἀσώματοί τε καὶ αὗται καὶ ἀμερεῖς καὶ οὐσίαι. εἰ δὲ τὴν ἀνθρώπου ψυχὴν τριμερῆ οὖσαν τῶ συνθέτῳ λυθήσεσθαι [φήσουσι], καὶ ἡμεῖς φήσομεν τὰς μὲν καθαρὰς ἀπαλλαττομένας τὸ προσπλασθὲν ἐν τῇ γενέσει ἀφήσειν, τὰς δὲ τούτῳ συνέσεσθαι ἐπὶ πλεῖστον: ἀφειμένον δὲ τὸ χεῖρον οὐδὲ αὐτὸ ἀπολεῖσθαι, ἕως ἂν ᾖ ὅθεν ἔχει τὴν ἀρχήν. οὐδὲν γὰρ ἐκ τοῦ ὄντος ἀπολεῖται.

En cuanto al alma de los demás animales: las que, habiendo errado, llegaron hasta cuerpos de bestias, es necesario que también éstas sean inmortales. Y si hay alguna otra especie de alma, no puede proceder de otra parte sino de la naturaleza que vive, y ella misma ser causa de vida para los animales; y lo mismo la que hay en las plantas. Pues todas partieron del mismo principio, teniendo una vida propia, y también éstas son incorpóreas, sin partes y esencias. Y si [dicen] que el alma del hombre, por ser tripartita, se disolverá a causa de lo compuesto, también nosotros diremos que las almas puras, al liberarse, dejarán lo que se les adhirió en el nacimiento, y que las otras permanecerán con ello muchísimo tiempo; pero lo peor, una vez dejado, tampoco perecerá mientras exista aquello de donde tiene su principio. Pues nada de lo que procede del ser perecerá.✦

15

ἃ μὲν οὖν πρὸς τοὺς ἀποδείξεως δεομένους ἐχρῆν λέγεσθαι, εἴρηται. ἃ δὲ καὶ πρὸς τοὺς δεομένους πίστεως αἰσθήσει κεκραμένης, ἐκ τῆς ἱστορίας τῆς περὶ τὰ τοιαῦτα πολλῆς οὔσης ἐκλεκτέον, ἔκ τε ὧν θεοὶ ἀνεῖλον κελεύοντες μῆνιν ψυχῶν ἠδικημένων ἱλάσκεσθαι τιμάς τε νέμειν τεθνηκόσιν ὡς ἐν αἰσθήσει οὖσι, καθὰ καὶ πάντες ἄνθρωποι ποιοῦσιν εἰς τοὺς ἀπεληλυθότας. πολλαὶ δὲ ψυχαὶ πρότερον ἐν ἀνθρώποις οὖσαι σωμάτων ἔξω γενόμεναι οὐκ ἀπέστησαν τοῦ εὐεργετεῖν ἀνθρώπους: αἳ δὴ καὶ μαντεῖα ἀποδειξάμεναι εἴς τε τὰ ἄλλα χρῶσαι ὠφελοῦσι, καὶ δεικνύουσι δἰ αὐτῶν καὶ περὶ τῶν ἄλλων ψυχῶν, ὅτι μή εἰσιν ἀπολωλυῖαι.

Lo que había que decir a quienes necesitan demostración, ya está dicho. Pero lo que [hay que decir] a quienes necesitan una convicción mezclada con sensación, debe tomarse de la historia, que es abundante sobre tales asuntos, y de lo que los dioses sentenciaron, mandando aplacar la ira de almas agraviadas y rendir honras a los muertos como si estuvieran en sensación, tal como todos los hombres hacen con los que se han ido. Y muchas almas que antes estaban en hombres, habiendo salido de los cuerpos, no cesaron de beneficiar a los hombres; ellas, estableciendo oráculos y sirviendo también para otras cosas, nos aprovechan, y muestran por medio de sí mismas, también acerca de las demás almas, que no han perecido.

Fuente del texto original: Texto griego: edición de R. Volkmann (Leipzig, Teubner, 1883–1884, dominio público), transcripción digital de Open Greek and Latin (First1KGreek), CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.