Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa
‹ Marco Aurelio: Meditaciones
Filosofía griega y hermetismo · Marco Aurelio: Meditaciones

Libro X

Βιβλίον Ι

1

Ἔσῃ ποτὲ ἆρα, ὦ ψυχή, ἀγαθὴ καὶ ἁπλῆ καὶ μία καὶ γυμνή, φανερωτέρα τοῦ περικειμένου σοι σώματος; γεύσῃ ποτὲ ἆρα τῆς φιλητικῆς καὶ στερκτικῆς διαθέσεως; ἔσῃ ποτὲ ἆρα πλήρης καὶ ἀνενδεὴς καὶ οὐδὲν ἐπιποθοῦσα οὐδὲ ἐπιθυμοῦσα οὐδενὸς οὔτε ἐμψύχου οὔτε ἀψύχου πρὸς ἡδονῶν ἀπολαύσεις; οὐδὲ χρόνου, ἐν ᾧ ἐπὶ μακρότερον ἀπολαύσεις; οὐδὲ τόπου ἢ χώρας ἢ ἀέρων εὐκρασίας; οὐδὲ ἀνθρώπων εὐαρμοστίας; ἀλλὰ ἀρκεσθήσῃ τῇ παρούσῃ καταστάσει καὶ ἡσθήσῃ τοῖς παροῦσι πᾶσι καὶ συμπείσεις σεαυτὴν ὅτι πάντα σοι παρὰ τῶν θεῶν πάρεστι, πάντα σοι εὖ ἔχει καὶ εὖ ἕξει, ὅσα φίλον αὐτοῖς καὶ ὅσα μέλλουσι δώσειν ἐπὶ σωτηρίᾳ τοῦ τελείου ζῴου, τοῦ ἀγαθοῦ καὶ δικαίου καὶ καλοῦ καὶ γεννῶντος πάντα καὶ συνέχοντος καὶ περιέχοντος καὶ περιλαμβάνοντος διαλυόμενα εἰς γένεσιν ἑτέρων ὁμοίων; ἔσῃ ποτὲ ἆρα τοιαύτη, οἵα θεοῖς τε καὶ ἀνθρώποις οὕτως συμπολιτεύεσθαι ὡς μήτε μέμφεσθαί τι αὐτοῖς μήτε καταγινώσκεσθαι ὑπ’ αὐτῶν;

¿Serás alguna vez, oh alma, buena, simple, una y desnuda, más visible que el cuerpo que te rodea? ¿Gustarás alguna vez de la disposición amorosa y afectuosa? ¿Serás alguna vez plena y sin carencias, sin añorar nada ni desear nada, ni animado ni inanimado, para gozar de placeres; ni tiempo en que gozarlos más largamente; ni lugar, ni región, ni clima templado; ni armonía con los hombres? ¿Te contentarás, en cambio, con tu condición presente, te complacerás en todo lo presente y te convencerás de que todo lo tienes de parte de los dioses, de que todo te va bien y te irá bien, cuanto a ellos les place y cuanto han de dar para la conservación del ser vivo perfecto, el bueno, justo y bello, que engendra todas las cosas, las mantiene unidas, las contiene y las abarca cuando se disuelven para el nacimiento de otras semejantes? ¿Serás alguna vez tal que convivas como conciudadana con dioses y hombres, de modo que ni les reproches nada ni seas condenada por ellos?✦

2

Παρατήρει τί σου ἡ φύσις ἐπιζητεῖ ὡς ὑπὸ φύσεως μόνον διοικουμένου· εἶτα ποίει αὐτὸ καὶ προσίεσο, εἰ μὴ χεῖρον μέλλει διατίθεσθαί σου ἡ ὡς ζῴου φύσις. ἑξῆς δὲ παρατηρητέον τί ἐπιζητεῖ σου ἡ ὡς ζῴου φύσις, καὶ πᾶν τοῦτο παραληπτέον, εἰ μὴ χεῖρον μέλλει διατίθεσθαι ἡ ὡς ζῴου λογικοῦ φύσις· ἔστι δὲ τὸ λογικὸν εὐθὺς καὶ πολιτικόν. τούτοις δὴ κανόσι χρώμενος μηδὲν περιεργάζου.

Observa qué reclama tu naturaleza, en cuanto [eres un ser] gobernado solo por la naturaleza [como una planta]; luego hazlo y acéptalo, si no ha de quedar peor dispuesta tu naturaleza en cuanto ser vivo. A continuación hay que observar qué reclama tu naturaleza en cuanto ser vivo, y aceptarlo todo, si no ha de quedar peor dispuesta tu naturaleza en cuanto ser vivo racional. Y lo racional es, a la vez, también social. Sirviéndote de estas reglas, no te afanes inútilmente por nada más.✦

3

Πᾶν τὸ συμβαῖνον ἤτοι οὕτω συμβαίνει ὡς πέφυκας αὐτὸ φέρειν ἢ ὡς οὐ πέφυκας αὐτὸ φέρειν. εἰ μὲν οὖν συμβαίνει σοι ὡς πέφυκας φέρειν. μὴ δυσχέραινε, ἀλλ’ ὡς πέφυκας φέρε. εἰ δὲ ὡς μὴ πέφυκας φέρειν, μὴ δυσχέραινε· φθαρήσεται γάρ σε ἀπαναλῶσαν. μέμνησο μέντοι ὅτι πέφυκας φέρειν πᾶν, περὶ οὗ ἐπὶ τῇ ὑπολήψει ἐστὶ τῇ σῇ φορητὸν καὶ ἀνεκτὸν αὐτὸ ποιῆσαι κατὰ φαντασίαν τοῦ συμφέρειν ἢ καθήκειν σεαυτῷ τοῦτο ποιεῖν.

Todo lo que sucede, o bien sucede de modo que estás hecho por naturaleza para soportarlo, o de modo que no lo estás. Si te sucede de modo que estás hecho para soportarlo, no te irrites, sino sopórtalo como estás hecho para ello. Si de modo que no estás hecho para soportarlo, no te irrites: pues perecerá después de haberte consumido. Recuerda, sin embargo, que estás hecho para soportar todo aquello que depende de tu juicio volver soportable y tolerable, representándote que te conviene o que es tu deber hacerlo.✦

4

Εἰ μὲν σφάλλεται, διδάσκειν εὐμενῶς καὶ τὸ παρορώμενον δεικνύναι. εἰ δὲ ἀδυνατεῖς, σεαυτὸν αἰτιᾶσθαι ἢ μηδὲ σεαυτόν.

Si [alguien] se equivoca, enséñale con benevolencia y muéstrale lo que pasa por alto. Si no puedes, cúlpate a ti mismo, o ni siquiera a ti mismo.

5

Ὅ τι ἄν σοι συμβαίνῃ, τοῦτό σοι ἐξ αἰῶνος προκατεσκευάζετο καὶ ἡ ἐπιπλοκὴ τῶν αἰτίων συνέκλωθε τήν τε σὴν ὑπόστασιν ἐξ ἀιδίου καὶ τὴν τούτου σύμβασιν.

Cualquier cosa que te suceda, eso te estaba preparado desde la eternidad, y el entrelazamiento de las causas hilaba juntos, desde siempre, tu existencia y este acontecimiento.✦

6

Εἴτε ἄτομοι εἴτε φύσις, πρῶτον κείσθω ὅτι μέρος εἰμὶ τοῦ ὅλου ὑπὸ φύσεως διοικουμένου· ἔπειτα, ὅτι ἔχω πως οἰκείως πρὸς τὰ ὁμογενῆ μέρη. τούτων γὰρ μεμνημένος, καθότι μὲν μέρος εἰμί, οὐδενὶ δυσαρεστήσω τῶν ἐκ τοῦ ὅλου ἀπονεμομένων· οὐδὲν γὰρ βλαβερὸν τῷ μέρει ὃ τῷ ὅλῳ συμφέρει. οὐ γὰρ ἔχει τι τὸ ὅλον ὃ μὴ συμφέρει ἑαυτῷ, πασῶν μὲν φύσεων κοινὸν ἐχουσῶν τοῦτο, τῆς δὲ τοῦ κόσμου προσειληφυίας τὸ μηδὲ ὑπό τινος ἔξωθεν αἰτίας ἀναγκάζεσθαι βλαβερόν τι ἑαυτῇ γεννᾶν. κατὰ μὲν δὴ τὸ μεμνῆσθαι ὅτι μέρος εἰμὶ ὅλου τοῦ τοιούτου, εὐαρεστήσω παντὶ τῷ ἀποβαίνοντι, καθόσον δὲ ἔχω πως οἰκείως πρὸς τὰ ὁμογενῆ μέρη, οὐδὲν πράξω ἀκοινώνητον, μᾶλλον δὲ στοχάσομαι τῶν ὁμογενῶν καὶ πρὸς τὸ κοινῇ συμφέρον πᾶσαν ὁρμὴν ἐμαυτοῦ ἄξω καὶ ἀπὸ τοὐναντίου ἀπάξω. τούτων δὲ οὕτως περαινομένων ἀνάγκη τὸν βίον εὐροεῖν, ὡς ἂν καὶ πολίτου βίον εὔρουν ἐπινοήσειας προιόντος διὰ πράξεων τοῖς πολίταις λυσιτελῶν καὶ ὅπερ ἂν ἡ πόλις ἀπονέμῃ, τοῦτο ἀσπαζομένου.

Sean átomos, sea naturaleza, establézcase primero que soy parte del todo gobernado por la naturaleza; luego, que tengo cierto parentesco con las partes de mi mismo género. Pues, recordando esto, en cuanto soy parte, no me disgustaré con nada de lo que el todo me asigna; porque nada que convenga al todo es perjudicial para la parte. En efecto, el todo no tiene nada que no le convenga a sí mismo: esto es común a todas las naturalezas, y la del kósmos tiene además el no ser forzada por ninguna causa exterior a engendrar algo perjudicial para sí misma. Así pues, recordando que soy parte de un todo semejante, me contentaré con todo lo que acontezca; y en cuanto tengo cierto parentesco con las partes de mi mismo género, no haré nada contrario a la comunidad, sino que más bien tendré en mira a los de mi género, dirigiré todo mi impulso hacia lo que es de provecho común y lo apartaré de lo contrario. Cumplido esto así, por fuerza la vida fluirá bien, como podrías imaginar que fluye bien la vida de un ciudadano que avanza mediante acciones provechosas para sus conciudadanos y que acoge con agrado lo que la ciudad le asigne.✦

7

Τοῖς μέρεσι τοῦ ὅλου, ὅσα φύσει περιέχεται ὑπὸ τοῦ κόσμου, ἀνάγκη φθείρεσθαι· λεγέσθω δὲ τοῦτο σημαντικῶς τοῦ ἀλλοιοῦσθαι. εἰ δὲ φύσει κακόν τε καὶ ἀναγκαῖόν ἐστι τοῦτο αὐτοῖς, οὐκ ἂν τὸ ὅλον καλῶς διεξάγοιτο τῶν μερῶν εἰς ἀλλοίωσιν ἰόντων καὶ πρὸς τὸ φθείρεσθαι διαφόρως κατεσκευασμένων. πότερον γὰρ ἐπεχείρησεν ἡ φύσις αὐτὴ τὰ ἑαυτῆς μέρη κακοῦν καὶ περιπτωτικὰ τῷ κακῷ καὶ ἐξ ἀνάγκης ἔμπτωτα εἰς τὸ κακὸν ποιεῖν, ἢ ἔλαθεν αὐτὴν τοιάδε τινὰ γινόμενα; ἀμφότερα γὰρ ἀπίθανα. εἰ δέ τις καὶ ἀφέμενος τῆς φύσεως κατὰ τὸ πεφυκέναι ταῦτα ἐξηγοῖτο, καὶ ὣς γελοῖον ἅμα μὲν φάναι πεφυκέναι τὰ μέρη τοῦ ὅλου μεταβάλλειν, ἅμα δὲ ὡς ἐπί τινι τῶν παρὰ φύσιν συμβαίνοντι θαυμάζειν ἣ δυσχεραίνειν, ἄλλως τε καὶ τῆς διαλύσεως εἰς ταῦτα γινομένης, ἐξ ὧν ἕκαστον συνίσταται. ἤτοι γὰρ σκεδασμὸς στοιχείων, ἐξ ὧν συνεκρίθη, ἢ τροπὴ τοῦ μὲν στερεμνίου εἰς τὸ γεῶδες, τοῦ δὲ πνευματικοῦ εἰς τὸ ἀερῶδες, ὥστε καὶ ταῦτα ἀναληφθῆναι εἰς τὸν τοῦ ὅλου λόγον, εἴτε κατὰ περίοδον ἐκπυρουμένου εἴτε ἀιδίοις ἀμοιβαῖς ἀνανεουμένου. καὶ τὸ στερέμνιον δὲ καὶ τὸ πνευματικὸν μὴ φαντάζου τὸ ἀπὸ τῆς πρώτης γενέσεως· πᾶν γὰρ τοῦτο ἐχθὲς καὶ τρίτην ἡμέραν ἐκ τῶν σιτίων καὶ τοῦ ἑλκομένου ἀέρος τὴν ἐπιρροὴν ἔλαβεν· τοῦτο οὖν ὃ ἔλαβε μεταβάλλει, οὐχ ὃ ἡ μήτηρ ἔτεκεν. ὑπόθου δ’ ὅτι ἐκείνῳ σε λίαν προσπλέκει τῷ ἰδίως ποιῷ, οὐδὲν ὄντι οἶμαι πρὸς τὸ νῦν λεγόμενον.

Para las partes del todo, cuantas están comprendidas por naturaleza en el kósmos, es forzoso perecer; y entiéndase esto en el sentido de «transformarse». Pero si esto fuera para ellas por naturaleza un mal y a la vez algo necesario, el todo no se gobernaría bien, ya que sus partes van hacia la alteración y están constituidas de diversas maneras para perecer. ¿Acaso la naturaleza misma emprendió dañar a sus propias partes y hacerlas expuestas al mal y destinadas por necesidad a caer en el mal, o se le escapó que sucedieran tales cosas? Ambas suposiciones son increíbles. Y si alguien, dejando de lado a la naturaleza, explicara estas cosas por el «estar hechas así», aun así sería ridículo afirmar a la vez que las partes del todo están hechas para cambiar, y a la vez asombrarse o irritarse como ante algo que sucede contra la naturaleza, sobre todo cuando la disolución se produce en aquello mismo de lo que cada cosa se compone. Porque, o es una dispersión de los elementos de que se formó, o una transformación de lo sólido en lo terroso y de lo pneumático en lo aéreo, de modo que también estos son reasumidos en la razón del todo, ya sea que este se consuma por el fuego periódicamente, ya sea que se renueve mediante cambios eternos. Y lo sólido y lo pneumático no te lo imagines como lo [que tenías] desde tu primer nacimiento; pues todo esto recibió su aflujo ayer o anteayer de los alimentos y del aire que se respira. Lo que cambia, pues, es lo que se recibió, no lo que la madre dio a luz. Y aun suponiendo que aquello te ligue demasiado estrechamente a tu cualidad individual, eso, creo, nada tiene que ver con lo que ahora se dice.✦

8

Ὀνόματα θέμενος σαυτῷ ταῦτα· ἀγαθός, αἰδήμων, ἀληθής, ἔμφρων, σύμφρων, ὑπέρφρων, πρόσεχε μήποτε μετονομάζῃ, κἂν ἀπολλύῃς ταῦτα τὰ ὀνόματα, [καὶ] ταχέως ἐπάνιθι ἐπ’ αὐτά. μέμνησο δὲ ὅτι τὸ μὲν ἔμφρων ἐβούλετό σοι σημαίνειν τὴν ἐφ’ ἕκαστα διαληπτικὴν ἐπίστασιν καὶ τὸ ἀπαρενθύμητον· τὸ δὲ σύμφρων τὴν ἑκούσιον ἀπόδεξιν τῶν ὑπὸ τῆς κοινῆς φύσεως ἀπονεμομένων· τὸ δὲ ὑπέρφρων τὴν ὑπέρτασιν τοῦ φρονοῦντος μορίου ὑπὲρ λείαν ἣ τραχεῖαν κίνησιν τῆς σαρκὸς καὶ τὸ δοξάριον καὶ τὸν θάνατον καὶ ὅσα τοιαῦτα. ἐὰν οὖν διατηρῇς σεαυτὸν ὲν τούτοις τοῖς ὀνόμασι μὴ γλιχόμενος τοῦ ὑπ’ ἄλλων κατὰ ταῦτα ὀνομάζεσθαι, ἔσῃ ἕτερος καὶ εἰς βίον εἰσελεύσῃ ἕτερον. τὸ γὰρ ἔτι τοιοῦτον εἶναι οἷος μέχρι νῦν γέγονας, καὶ ἐν βίῳ τοιούτῳ σπαράσσεσθαι καὶ μολύνεσθαι, λίαν ἐστὶν ἀναισθήτου καὶ φιλοψύχου καὶ ὁμοίου τοῖς ἡμιβρώτοις θηριομάχοις, οἵτινες μεστοὶ τραυμάτων καὶ λύθρου παρακαλοῦσιν ὅμως εἰς τὴν αὔριον φυλαχθῆναι, παραβληθησόμενοι τοιοῦτοι τοῖς αὐτοῖς ὄνυξι καὶ δήγμασιν. ἐμβίβασον οὖν σαυτὸν εἰς τὰ ὀλίγα ταῦτα ὀνόματα, κἂν μὲν ἐπ’ αὐτῶν μένειν δύνῃ, μένε ὥσπερ εἰς μακάρων τινὰς νήσους μετῳκισμένος· ἐὰν δὲ αἴσθῃ ὅτι ἐκπίπτεις καὶ οὐ περικρατεῖς, ἄπιθι θαρρῶν εἰς γωνίαν τινά, ὅπου κρατήσεις, ἢ καὶ παντάπασιν ἔξιθι τοῦ βίου, μὴ ὀργιζόμενος, ἀλλὰ ἁπλῶς καὶ ἐλευθέρως καὶ αἰδημόνως, ἕν γε τοῦτο μόνον πράξας ἐν τῷ βίῳ τὸ οὕτως ἐξελθεῖν. πρὸς μέντοι τὸ μεμνῆσθαι τῶν ὀνομάτων μεγάλως συλλήψεταί σοι τὸ μεμνῆσθαι θεῶν καὶ ὅτιπερ οὐ κολακεύεσθαι οὗτοι θέλουσιν, ἀλλὰ ἐξομοιοῦσθαι ἑαυτοῖς τὰ λογικὰ πάντα καὶ εἶναι τὴν μὲν συκῆν τὰ συκῆς ποιοῦσαν, τὸν δὲ κύνα τὰ κυνός, τὴν δὲ μέλισσαν τὰ μελίσσης, τὸν δὲ ἄνθρωπον τὰ ἀνθρώπου.

Tras haberte dado estos nombres: bueno, pudoroso, veraz, sensato, conforme, magnánimo, cuida de no cambiarlos por otros; y si llegas a perder estos nombres, vuelve pronto a ellos. Recuerda que «sensato» quería significar para ti la atención que discierne cada cosa y la ausencia de descuido; «conforme», la aceptación voluntaria de lo que asigna la naturaleza común; «magnánimo», la elevación de la parte pensante por encima del movimiento suave o áspero de la carne, de la vanagloria, de la muerte y de todas las cosas semejantes. Si te mantienes, pues, en estos nombres, sin anhelar ser llamado así por otros, serás otro y entrarás en otra vida. Porque seguir siendo tal como has sido hasta ahora, y ser desgarrado y manchado en semejante vida, es propio de un hombre demasiado insensible y apegado a la vida, semejante a esos luchadores contra fieras medio devorados que, cubiertos de heridas y de sangre, ruegan sin embargo que se los guarde para el día siguiente, para ser arrojados en ese mismo estado a las mismas garras y mordeduras. Embárcate, pues, en estos pocos nombres, y si puedes permanecer en ellos, permanece como si hubieras emigrado a unas islas de los bienaventurados; pero si notas que te caes de ellos y que no los dominas, retírate con valor a algún rincón donde los domines, o incluso sal del todo de la vida, no con ira, sino con sencillez, libertad y pudor, habiendo hecho al menos esta única cosa en la vida: salir así de ella. Para recordar estos nombres te ayudará mucho recordar a los dioses, y que ellos no quieren ser adulados, sino que todos los seres racionales se les asemejen, y que la higuera haga lo propio de la higuera, el perro lo del perro, la abeja lo de la abeja y el hombre lo del hombre.✦

9

Μῖμος, πόλεμος, πτοία, νάρκα, δουλεία· καθ’ ἡμέραν ἀπαλείψεταί σου τὰ ἱερὰ ἐκεῖνα δόγματα, ὁπόσα ἀφυσιολογήτως φαντάζῃ καὶ παραπέμπεις. δεῖ δὲ πᾶν οὕτω βλέπειν καὶ πράσσειν ὥστε καὶ τὸ πρακτικὸν ἅμα συντελεῖσθαι καὶ ἅμα τὸ θεωρητικὸν ἐνεργεῖσθαι καὶ τὸ ἐκ τῆς περὶ ἑκάστων ἐπιστήμης αὔθαδες σῴζεσθαι λανθάνον, οὐχὶ κρυπτόμενον. πότε γὰρ ἁπλότητος ἀπολαύσεις; πότε δὲ σεμνότητος; πότε δὲ τῆς ἐφ’ ἑκάστου γνωρίσεως, τί τε ἐστὶ κατ’ οὐσίαν καὶ τίνα χώραν ἔχει ἐν τῷ κόσμῳ καὶ ἐπὶ πόσον πέφυκεν ὑφίστασθαι καὶ ἐκ τίνων συγκέκριται καὶ τίσι δύναται ὑπάρχειν καὶ τίνες δύνανται αὐτὸ διδόναι τε καὶ ἀφαιρεῖσθαι;

Farsa, guerra, sobresalto, entumecimiento, servidumbre: cada día se te borrarán aquellos principios sagrados que concibes y dejas pasar sin estudiarlos a la luz de la naturaleza. Es preciso mirar y hacer todo de tal modo que a la vez se cumpla lo práctico, se ejercite lo contemplativo y se conserve la confianza que nace del conocimiento de cada cosa, inadvertida, pero no escondida. ¿Cuándo, en efecto, gozarás de la sencillez? ¿Cuándo de la dignidad? ¿Cuándo del conocimiento de cada cosa: qué es en su esencia, qué lugar ocupa en el kósmos, cuánto tiempo está hecha para subsistir, de qué está compuesta, a quiénes puede pertenecer y quiénes pueden darla y quitarla?

10

Ἀράχνιον μυῖαν θηρᾶσαν μέγα φρονεῖ, ἄλλος δὲ λαγίδιον, ἄλλος δὲ ὑποχῇ ἀφύην, ἄλλος δὲ συίδια, ἄλλος δὲ ἄρκτους, ἄλλος Σαρμάτας. οὗτοι γὰρ οὐ λῃσταί, ἐὰν τὰ δόγματα ἐξετάζῃς;

La arañita, cuando ha cazado una mosca, se enorgullece; otro, una liebrecilla; otro, un pececillo con la red; otro, jabatos; otro, osos; otro, sármatas. ¿No son bandidos todos estos, si examinas sus principios?✦

11

Πῶς εἰς ἄλληλα πάντα μεταβάλλει, θεωρητικὴν μέθοδον κτῆσαι καὶ διηνεκῶς πρόσεχε καὶ συγγυμνάσθητι περὶ τοῦτο τὸ μέρος· οὐδὲν γὰρ οὕτως μεγαλοφροσύνης ποιητικόν. ἐξεδύσατο τὸ σῶμα καὶ ἐννοήσας ὅτι ὅσον οὐδέπω πάντα ταῦτα καταλιπεῖν ἀπιόντα ἐξ ἀνθρώπων δεήσει, ἀνῆκεν ὅλον ἑαυτὸν δικαιοσύνῃ μὲν εἰς τὰ ὑφ’ ἑαυτοῦ ἐνεργούμενα, ἐν δὲ τοῖς ἄλλοις συμβαίνουσι τῇ τῶν ὅλων φύσει. τί δ’ ἐρεῖ τις ἢ ὑπολήψεται περὶ αὐτοῦ ἢ πράξει κατ’ αὐτοῦ, οὐδ’ εἰς νοῦν βάλλεται, δύο τούτοις ἀρκούμενος, εἰ αὐτὸς δικαιοπραγεῖ τὸ νῦν πρασσόμενον καὶ φιλεῖ τὸ νῦν ἀπονεμόμενον ἑαυτῷ· ἀσχολίας δὲ πάσας καὶ σπουδὰς ἀφῆκε καὶ οὐδὲν ἄλλο βούλεται ἢ εὐθεῖαν περαίνειν διὰ τοῦ νόμου καὶ εὐθεῖαν περαίνοντι ἕπεσθαι τῷ θεῷ.

Adquiere un método para contemplar cómo todas las cosas se transforman unas en otras, préstale atención continua y ejercítate en esta parte; pues nada produce tanta grandeza de ánimo. [Quien lo hace] se ha despojado del cuerpo y, pensando que dentro de muy poco tendrá que dejar todo esto al partir de entre los hombres, se ha entregado por entero a la justicia en lo que él mismo obra, y a la naturaleza del todo en lo demás que sucede. Qué dirá alguien, o pensará de él, o hará contra él, ni siquiera se le pasa por la mente; le bastan estas dos cosas: obrar con justicia lo que ahora hace y amar lo que ahora se le asigna. Ha abandonado toda ocupación y todo afán, y no quiere otra cosa que ir derecho por medio de la ley y, yendo derecho, seguir al dios.

12

Τίς ὑπονοίας χρεία παρὸν σκοπεῖν τί δεῖ πραχθῆναι, κἂν μὲν συνορᾷς, εὐμενῶς, ἀμεταστρεπτὶ ταύτῃ χωρεῖν· ἐὰν δὲ μὴ συνορᾷς, ἐπέχειν καὶ συμβούλοις τοῖς ἀρίστοις χρῆσθαι· ἐὰν δὲ ἕτερά τινα πρὸς ταῦτα ἀντιβαίνῃ, προιέναι κατὰ τὰς παρούσας ἀφορμὰς λελογισμένως, ἐχόμενον τοῦ φαινομένου δικαίου; ἄριστον γὰρ κατατυγχάνειν τούτου, ἐπεί τοι ἥ γε ἀπόπτωσις ἀπὸ τούτου ἐστίν. σχολαῖόν τι καὶ ἅμα εὐκίνητόν ἐστι καὶ φαιδρὸν ἅμα καὶ συνεστηκὸς ὁ τῷ λόγῳ κατὰ πᾶν ἑπόμενος.

¿Qué necesidad hay de sospechas, cuando puedes examinar qué debe hacerse? Si lo ves claro, avanza por ese camino con benevolencia, sin volverte atrás; si no lo ves, detente y sírvete de los mejores consejeros; y si otras cosas se oponen a esto, avanza con reflexión según los recursos presentes, ateniéndote a lo que parezca justo. Lo mejor es alcanzar esto, ya que el fracaso consiste precisamente en apartarse de ello. Sosegado y a la vez ágil, alegre y a la vez firme es quien sigue a la razón en todo.

13

Πυνθάνεσθαι ἑαυτοῦ εὐθὺς ἐξ ὕπνου γενόμενον· μήτι διοίσει σοι, ἐὰν ὑπὸ ἄλλου ψέγηται τὰ δίκαια καὶ καλῶς ἔχοντα; οὐ διοίσει. μήτι ἐπιλέλησαι ὅτι οὗτοι οἱ ἐν τοῖς περὶ ἄλλων ἐπαίνοις καὶ ψόγοις φρυαττόμενοι τοιοῦτοι μὲν ἐπὶ τῆς κλίνης εἰσί, τοιοῦτοι δὲ ἐπὶ τῆς τραπέζης, οἷα δὲ ποιοῦσιν, οἷα δὲ φεύγουσιν, οἷα δὲ διώκουσιν, οἷα δὲ κλέπτουσιν, οἷα δὲ ἁρπάζουσιν, οὐ χερσὶ καὶ ποσίν, ἀλλὰ τῷ τιμιωτάτῳ ἑαυτῶν μέρει, ὃ γίνεται ὅταν θέλῃ, πίστις, αἰδώς, ἀλήθεια, νόμος, ἀγαθὸς δαίμων;

Pregúntate, en cuanto despiertes del sueño: ¿Te importará que otro censure lo justo y lo que está bien? No te importará. ¿Acaso has olvidado que esos que se pavonean en sus alabanzas y censuras de otros son tales en la cama, tales en la mesa; y qué cosas hacen, qué cosas evitan, qué cosas persiguen, qué cosas roban, qué cosas arrebatan, no con manos y pies, sino con la parte más preciosa de sí mismos, aquella que, cuando quiere, llega a ser fidelidad, pudor, verdad, ley, un buen daímon?✦

14

Τῇ πάντα διδούσῃ καὶ ἀπολαμβανούσῃ φύσει ὁ πεπαιδευμένος καὶ αἰδήμων λέγει· δὸς ὃ θέλεις· ἀπόλαβε ὃ θέλεις. λέγει δὲ τοῦτο οὐ καταθρασυνόμενος, ἀλλὰ πειθαρχῶν μόνον καὶ εὐνοῶν αὐτῇ.

A la naturaleza que todo lo da y todo lo recobra, el hombre instruido y pudoroso le dice: «Da lo que quieras; recobra lo que quieras». Y no lo dice con arrogancia, sino solo por obediencia y benevolencia hacia ella.

15

Ὀλίγον ἐστὶ τὸ ὑπολειπόμενον τοῦτο. ζῆσον ὡς ἐν ὄρει· οὐδὲν γὰρ διαφέρει ἐκεῖ ἢ ὧδε, ἐάν τις πανταχοῦ ὡς ἐν πόλει τῷ κόσμῳ. ἰδέτωσαν, ἱστορησάτωσαν οἱ ἄνθρωποι ἄνθρωπον ἀληθινὸν κατὰ φύσιν ζῶντα. εἰ μὴ φέρουσιν, ἀποκτεινάτωσαν· κρεῖττον γὰρ ἢ οὕτως ζῆν.

Poco es lo que te queda. Vive como en un monte; pues no importa [vivir] allí o aquí, si en todas partes se vive en el kósmos como en una ciudad. Que los hombres vean, que observen a un hombre verdadero que vive conforme a la naturaleza. Si no lo soportan, que lo maten: mejor eso que vivir así.

16

Μηκέθ’ ὅλως περὶ τοῦ οἷόν τινα εἶναι τὸν ἀγαθὸν ἄνδρα διαλέγεσθαι, ἀλλὰ εἶναι τοιοῦτον.

No discutir ya en absoluto acerca de cómo debe ser el hombre bueno, sino serlo.

17

Τοῦ ὅλου αἰῶνος καὶ τῆς ὅλης οὐσίας συνεχῶς φαντασία καὶ ὅτι πάντα τὰ κατὰ μέρος, ὡς μὲν πρὸς οὐσίαν, κεγχραμίς, ὡς δὲ πρὸς χρόνον, τρυπάνου περιστροφή.

Representarse continuamente la eternidad entera y la sustancia entera, y que todas las cosas particulares son, respecto de la sustancia, una semilla de higo; respecto del tiempo, una vuelta de barrena.

18

Εἰς ἕκαστον τῶν ὑποκειμένων ἐφιστάντα ἐπινοεῖν αὐτὸ ἤδη διαλυόμενον καὶ ἐν μεταβολῇ καὶ οἷον σήψει ἢ σκεδάσει γινόμενον ἢ καθότι ἕκαστον πέφυκεν ὥσπερ θνῄσκειν.

Detenerse en cada uno de los objetos y concebirlo ya en disolución y en transformación, y como en putrefacción o dispersión, o [considerar] cómo cada cosa está hecha, por así decir, para morir.

19

Οἷοί εἰσιν ἐσθίοντες, καθεύδοντες, ὀχεύοντες, ἀποπατοῦντες, τὰ ἄλλα· εἶτα οἷοι ἀνδρονομούμενοι καὶ γαυρούμενοι ἢ χαλεπαίνοντες καὶ ἐξ ὑπεροχῆς ἐπιπλήττοντες, πρὸ ὀλίγου δὲ ἐδούλευον πόσοις καὶ δι’ οἷα· καὶ μετ’ ὀλίγον ἐν τοιούτοις ἔσονται.

Cómo son cuando comen, duermen, copulan, evacúan, y lo demás; luego, cómo son cuando se dan aires de hombres, se envanecen, o se irritan y reprenden desde lo alto. Y hace poco, ¡de cuántos eran esclavos y por qué cosas!; y dentro de poco estarán en una situación semejante.

20

Συμφέρει ἑκάστῳ ὃ φέρει ἑκάστῳ ἡ τῶν ὅλων φύσις, καὶ τότε συμφέρει ὅτε ἐκείνη φέρει.

A cada uno le conviene lo que le trae la naturaleza del todo, y le conviene en el momento en que ella se lo trae.

21

ʽἘρᾷ μὲν ὄμβρου γαῖα, ἐρᾷ δὲ ὁ σεμνὸς αἰθήρ,ʼ ἐρᾷ δὲ ὁ κόσμος ποιῆσαι ὃ ἂν μέλλῃ γίνεσθαι. λέγω οὖν τῷ κόσμῳ ὅτι σοὶ συνερῶ. μήτι δὲ οὕτω κἀκεῖνο λέγεται, ὅτι· φιλεῖ τοῦτο γίνεσθαι;

«Ama la tierra la lluvia, ama el venerable éter»; y ama el kósmos hacer lo que haya de suceder. Digo, pues, al kósmos: «Contigo amo yo». ¿Y no se dice así también aquello de que «esto ama suceder»?✦

22

Ἤτοι ἐνταῦθα ζῇς καὶ ἤδη εἴθικας· ἢ ἔξω ὑπάγεις καὶ τοῦτο ἤθελες· ἢ ἀποθνῄσκεις καὶ ἀπελειτούργησας. παρὰ δὲ ταῦτα οὐδέν. οὐκοῦν εὐθύμει.

O vives aquí, y ya estás acostumbrado; o te vas fuera, y eso querías; o mueres, y has terminado tu servicio. Fuera de esto, nada. Ten, pues, buen ánimo.

23

Ἐναργὲς ἔστω ἀεὶ τὸ ὅτι τοιοῦτο ἐκεῖνο ὁ ἀγρός ἐστι καὶ πῶς πάντα ἐστὶ τὰ αὐτὰ ἐνθάδε τοῖς ἐν ἄκρῳ τῷ ὄρει ἢ ἐπὶ τοῦ αἰγιαλοῦ ἢ ὅπου θέλεις. ἄντικρυς γὰρ εὑρήσεις τὰ τοῦ Πλάτωνος· ʽσηκὸν ἐν ὄρει, φησί, περιβαλλόμενος καὶ βδάλλων βληχήματα.ʼ

Que te sea siempre evidente que el campo es eso mismo [que cualquier otro lugar], y cómo todo es aquí lo mismo que en la cima del monte, o en la playa, o donde quieras. Encontrarás exactamente lo de Platón: «cercándose —dice— de un redil en el monte y ordeñando a las que balan».✦

24

Τί ἐστί μοι τὸ ἡγεμονικόν μου καὶ ποῖόν τι αὐτὸ ἐγὼ ποιῶ νῦν καὶ πρὸς τί ποτε αὐτῷ νῦν χρῶμαι; μήτι κενὸν νοῦ ἐστι; μήτι ἀπόλυτον καὶ ἀπεσπασμένον κοινωνίας; μήτι προστετηκὸς καὶ ἀνακεκραμένον τῷ σαρκιδίῳ, ὥστε τούτῳ συντρέπεσθαι;

¿Qué es para mí mi parte rectora? ¿Qué hago yo de ella ahora, y para qué la uso ahora? ¿Está acaso vacía de inteligencia? ¿Desligada y arrancada de la comunidad? ¿Fundida y mezclada con la carne, de modo que se vuelve con ella?✦

25

Ὁ τὸν κύριον φεύγων δραπέτης· κύριος δὲ ὁ νόμος καὶ ὁ παρανομῶν ⟨οὖν⟩ δραπέτης. ἀλλὰ καὶ ὁ λυπούμενος ἢ ὀργιζόμενος ἢ φοβούμενος οὐ βούλεταί τι γεγονέναι ἢ γίνεσθαι ἢ γενήσεσθαι τῶν ὑπὸ τοῦ τὰ πάντα διοικοῦντος τεταγμένων, ὅς ἐστι νόμος, νέμων ὅσα ἑκάστῳ ἐπιβάλλει. ὁ ἄρα φοβούμενος ἢ λυπούμενος ἢ ὀργιζόμενος δραπέτης.

El que huye de su amo es un esclavo fugitivo; ahora bien, amo es la ley, y [por tanto] el que viola la ley es un fugitivo. Pero también el que se aflige, se irrita o teme no quiere que algo haya sucedido, suceda o vaya a suceder de lo dispuesto por quien gobierna todas las cosas, que es la ley, pues asigna a cada uno lo que le corresponde. Así pues, el que teme, se aflige o se irrita es un fugitivo.✦

26

Σπέρμα εἰς μήτραν ἀφεὶς ἀπεχώρησε καὶ λοιπὸν ἄλλη αἰτία παραλαβοῦσα ἐργάζεται καὶ ἀποτελεῖ βρέφος· ἐξ οἵου οἷον; πάλιν· τροφὴν διὰ φάρυγγος ἀφῆκε καὶ λοιπὸν ἄλλη αἰτία παραλαβοῦσα αἴσθησιν καὶ ὁρμὴν καὶ τὸ ὅλον ζωὴν καὶ ῥώμην καὶ ἄλλα (ὅσα καὶ οἷα;) ποιεῖ. ταῦτα οὖν ἐν τοιαύτῃ ἐγκαλύψει γινόμενα θεωρεῖν καὶ τὴν δύναμιν οὕτως ὁρᾶν, ὡς καὶ τὴν βρίθουσαν καὶ τὴν ἀνωφερῆ ὁρῶμεν, οὐχὶ τοῖς ὀφθαλμοῖς, ἀλλ’ οὐχ ἧττον ἐναργῶς.

Tras depositar el semen en la matriz, se retiró; y a partir de ahí otra causa lo toma, trabaja y lleva a término un niño. ¡De qué cosa, qué cosa! Y de nuevo: hizo pasar alimento por la garganta, y a partir de ahí otra causa lo toma y produce sensación e impulso y, en suma, vida, fuerza y otras cosas (¡cuántas y cuáles!). Contemplar, pues, estas cosas que suceden en tan gran ocultamiento, y ver la fuerza [que las produce] así como vemos la que hace pesar hacia abajo y la que lleva hacia arriba: no con los ojos, pero no con menos claridad.

27

Συνεχῶς ἐπινοεῖν πῶς πάντα τοιαῦτα, ὁποῖα νῦν γίνεται, καὶ πρόσθεν ἐγίνετο, καὶ ἐπινοεῖν γενησόμενα· καὶ ὅλα δράματα καὶ σκηνὰς ὁμοειδεῖς, ὅσα ἐκ πείρας τῆς σῆς ἢ τῆς πρεσβυτέρας ἱστορίας ἔγνως, πρὸ ὀμμάτων τίθεσθαι, οἷον αὐλὴν ὅλην Ἁδριανοῦ καὶ αὐλὴν ὅλην Ἀντωνίνου καὶ αὐλὴν ὅλην Φιλίππου, Ἀλεξάνδρου, Κροίσου· πάντα γὰρ ἐκεῖνα τοιαῦτα ἦν, μόνον δι’ ἑτέρων.

Pensar continuamente cómo todas las cosas que suceden ahora sucedían también antes, y pensar que sucederán; y poner ante tus ojos dramas enteros y escenas semejantes, cuantos conociste por tu propia experiencia o por la historia más antigua, como la corte entera de Adriano, la corte entera de Antonino, la corte entera de Filipo, de Alejandro, de Creso: pues todo aquello era igual, solo que con otros [personajes].✦

28

Φαντάζου πάντα τὸν ἐφ’ ᾡτινιοῦν λυπούμενον ἢ δυσαρεστοῦντα ὅμοιον τῷ θυομένῳ χοιριδίῳ καὶ ἀπολακτίζοντι καὶ κεκραγότι· ὅμοιος καὶ ὁ οἰμώζων ἐπὶ τοῦ κλινιδίου μόνος σιωπῇ. τὴν ἔνδεσιν ἡμῶν καὶ ὅτι μόνῳ τῷ λογικῷ ζῴῳ δέδοται τὸ ἑκουσίως ἕπεσθαι τοῖς γινομένοις, τὸ δὲ ἕπεσθαι ψιλὸν πᾶσιν ἀναγκαῖον.

Imagínate que todo el que se aflige o se disgusta por cualquier cosa es semejante al lechón que se sacrifica, que patalea y chilla. Semejante es también el que, en su lecho, solo y en silencio, se lamenta. [Considera] nuestra atadura, y que solo al ser vivo racional le ha sido dado seguir voluntariamente lo que sucede, mientras que el mero seguir es forzoso para todos.

29

Κατὰ μέρος ἐφ’ ἑκάστου ὧν ποιεῖς ἐφιστάνων ἐπερώτα σεαυτὸν εἰ ὁ θάνατος δεινὸν διὰ τὸ τούτου στέρεσθαι.

En cada una de las cosas que haces, deteniéndote en ella, pregúntate si la muerte es terrible porque te priva de esto.

30

Ὅταν προσκόπτῃς ἐπί τινος ἁμαρτίᾳ, εὐθὺς μεταβὰς ἐπιλογίζου τί παρόμοιον ἁμαρτάνεις· οἷον, ἀργύριον ἀγαθὸν εἶναι κρίνων ⟨ἢ⟩ τὴν ἡδονὴν ἢ τὸ δοξάριον καὶ κατ’ εἶδος. τούτῳ γὰρ ἐπιβάλλων ταχέως ἐπιλήσῃ τῆς ὀργῆς, συμπροσπίπτοντος τοῦ ὅτι βιάζεται· τί γὰρ ποιήσει; ἤ, εἰ δύνασαι, ἄφελε αὐτοῦ τὸ βιαζόμενον.

Cuando te ofenda la falta de alguien, vuélvete enseguida y considera en qué faltas tú de modo semejante: por ejemplo, juzgando que es un bien el dinero, o el placer, o la vanagloria, y así en cada caso. Al atender a esto, pronto olvidarás tu ira, si a la vez se te ocurre que está forzado: ¿qué otra cosa va a hacer? O bien, si puedes, quítale lo que lo fuerza.

31

Σατυρίωνα ἰδὼν Σωκρατικὸν φαντάζου ἢ Εὐτύχην ἢ Ὑμένα, καὶ Εὐφράτην ἰδὼν Εὐτυχίωνα ἢ Σιλουανὸν φαντάζου, καὶ Ἀλκίφρονα Τροπαιοφόρον φαντάζου, καὶ Σευῆρον ἰδὼν Κρίτωνα ἢ Ξενοφῶντα φαντάζου, καὶ εἰς σεαυτὸν ἀπιδὼν τῶν Καισάρων τινὰ φαντάζου, καὶ ἐφ’ ἑκάστου τὸ ἀνάλογον. εἶτα συμπροσπιπτέτω σοι· ποῦ οὖν ἐκεῖνοι; οὐδαμοῦ ἢ ὁπουδή. οὕτως γὰρ συνεχῶς θεάσῃ τὰ ἀνθρώπινα καπνὸν καὶ τὸ μηδέν, μάλιστα ἐὰν συμμνημονεύσῃς ὅτι τὸ ἅπαξ μεταβαλὸν οὐκέτι ἔσται ἐν τῷ ἀπείρῳ χρόνῳ. τί οὖν ἐντείνῃ; τί δ’ οὐκ ἀρκεῖ σοι τὸ βραχὺ τοῦτο κοσμίως διαπερᾶσαι; Οἵαν ὕλην καὶ ὑπόθεσιν φεύγεις· τί γάρ ἐστι πάντα ταῦτα ἄλλο πλὴν γυμνάσματα λόγου ἑωρακότος ἀκριβῶς καὶ φυσιολόγως τὰ ἐν τῷ βίῳ; μένε οὖν, μέχρι ἐξοικειώσῃς σεαυτῷ καὶ ταῦτα, ὡς ὁ ἐρρωμένος στόμαχος πάντα ἐξοικειοῖ, ὡς τὸ λαμπρὸν πῦρ, ὅ τι ἂν ἐμβάλῃς, φλόγα ἐξ αὐτοῦ καὶ αὐγὴν ποιεῖ.

Al ver a Satirión, imagina a Socrático, o a Eutiques, o a Himen; y al ver a Éufrates, imagina a Eutiquión o a Silvano; y [al ver] a Alcifrón, imagina a Tropeóforo; y al ver a Severo, imagina a Critón o a Jenofonte; y al mirarte a ti mismo, imagina a alguno de los Césares; y en cada caso, lo análogo. Luego, que se te ocurra a la vez: ¿Dónde están, pues, aquellos? En ninguna parte, o en cualquiera. Así, en efecto, verás continuamente que las cosas humanas son humo y nada, sobre todo si recuerdas también que lo que una vez ha cambiado ya no existirá en el tiempo infinito. ¿Por qué te esfuerzas, pues? ¿Por qué no te basta atravesar con orden este breve [tiempo]? ¡Qué materia y qué tarea rehúyes! Pues, ¿qué son todas estas cosas sino ejercicios de una razón que ha visto con exactitud y según la naturaleza las cosas de la vida? Permanece, pues, hasta que hayas asimilado también estas cosas, como el estómago robusto asimila todo, como el fuego brillante hace llama y resplandor de cualquier cosa que le eches.✦

32

Μηδενὶ ἐξέστω εἰπεῖν ἀληθεύοντι περὶ σοῦ ὅτι οὐχ ἁπλοῦς ἢ ὅτι οὐκ ἀγαθός, ἀλλὰ ψευδέσθω, ὅστις τούτων τι περὶ σοῦ ὑπολήψεται. πᾶν δὲ τοῦτο ἐπὶ σοί· τίς γὰρ ὁ κωλύων ἀγαθὸν εἶναί σε καὶ ἁπλοῦν; σὺ μόνον κρῖνον μηκέτι ζῆν, εἰ μὴ τοιοῦτος ἔσῃ· οὐδὲ γὰρ αἱρεῖ λόγος μὴ τοιοῦτον ὄντα.

Que no le sea posible a nadie decir con verdad de ti que no eres sencillo o que no eres bueno; sino que mienta quien piense de ti algo de esto. Todo esto depende de ti: ¿quién te impide, en efecto, ser bueno y sencillo? Tú solo decide no vivir más si no has de ser tal; pues tampoco la razón admite [que vivas] no siendo tal.

33

Τί ἐστι τὸ ἐπὶ ταύτης τῆς ὕλης δυνάμενον κατὰ τὸ ὑγιέστατον πραχθῆναι ἢ ῥηθῆναι; ὅ τι γὰρ ἂν τοῦτο ᾖ, ἔξεστιν αὐτὸ πρᾶξαι ἢ εἰπεῖν καὶ μὴ προφασίζου ὡς κωλυόμενος. Οὐ πρότερον παύσῃ στένων πρὶν ἢ τοῦτο πάθῃς, ὅτι οἷόν ἐστι τοῖς ἡδυπαθοῦσιν ἡ τρυφή; τοιοῦτό σοι τὸ ἐπὶ τῆς ὑποβαλλομένης καὶ ὑποπιπτούσης ὕλης ποιεῖν τὰ οἰκεῖα τῇ τοῦ ἀνθρώπου κατασκευῇ· ἀπόλαυσιν γὰρ δεῖ ὑπολαμβάνειν πᾶν ὃ ἔξεστι κατὰ τὴν ἰδίαν φύσιν ἐνεργεῖν. πανταχοῦ δὲ ἔξεστι. τῷ μὲν οὖν κυλίνδρῳ οὐ πανταχοῦ δίδοται φέρεσθαι τὴν ἰδίαν κίνησιν οὐδὲ τῷ ὕδατι οὐδὲ πυρὶ οὐδὲ τοῖς ἄλλοις ὅσα ὑπὸ φύσεως ἢ ψυχῆς ἀλόγου διοικεῖται· τὰ γὰρ διείργοντα καὶ ἐνιστάμενα πολλά· νοῦς δὲ καὶ λόγος διὰ παντὸς τοῦ ἀντιπίπτοντος οὕτως πορεύεσθαι δύναται ὡς πέφυκε καὶ ὡς θέλει. ταύτην τὴν ῥᾳστώνην πρὸ ὀμμάτων τιθέμενος, καθ’ ἣν ἐνεχθήσεται ὁ λόγος διὰ πάντων ὡς πῦρ ἄνω, ὡς λίθος κάτω, ὡς κύλινδρος κατὰ πρανοῦς, μηκέτι μηδὲν ἐπιζήτει· τὰ γὰρ λοιπὰ ἐγκόμματα ἤτοι τοῦ σωματίου ἐστὶ τοῦ νεκροῦ, ἢ χωρὶς ὑπολήψεως καὶ τῆς αὐτοῦ τοῦ λόγου ἐνδόσεως οὐ θραύει οὐδὲ ποιεῖ κακὸν οὐδ’ ὁτιοῦν. ἐπεί τοι καὶ ὁ πάσχων αὐτὸς κακὸς ἂν εὐθὺς ἐγίνετο· ἐπὶ γοῦν τῶν ἄλλων κατασκευασμάτων πάντων, ὅ τι ἂν κακόν τινι αὐτῶν συμβῇ, παρὰ τοῦτο χεῖρον γίνεται αὐτὸ τὸ πάσχον, ἐνταῦθα δέ, εἰ δεῖ εἰπεῖν, καὶ κρείττων γίνεται ὁ ἄνθρωπος καὶ ἐπαινετώτερος, ὀρθῶς χρώμενος τοῖς προσπίπτουσιν. ὅλως δὲ μέμνησο ὅτι τὸν φύσει πολίτην οὐδὲν βλάπτει ὃ πόλιν οὐ βλάπτει, οὐδέ γε πόλιν βλάπτει ὃ νόμον οὐ βλάπτει· τούτων δὲ τῶν καλουμένων ἀκληρημάτων οὐδὲν βλάπτει νόμον. ὃ τοίνυν νόμον οὐ βλάπτει, οὔτε πόλιν οὔτε πολίτην.

¿Qué es lo que, con esta materia, puede hacerse o decirse del modo más sano? Sea lo que sea, te es posible hacerlo o decirlo; y no pongas pretextos como si estuvieras impedido. No dejarás de gemir hasta que experimentes esto: que lo que para los voluptuosos es el lujo, eso sea para ti hacer, con la materia que se te presenta y te sale al paso, lo propio de la constitución del hombre; pues hay que considerar como goce todo lo que es posible obrar según la propia naturaleza. Y es posible en todas partes. Al cilindro no le es dado en todas partes moverse con su propio movimiento, ni al agua, ni al fuego, ni a las demás cosas gobernadas por una naturaleza o por un alma irracional: pues son muchas las cosas que las detienen y se les interponen. Pero la inteligencia y la razón pueden avanzar a través de todo lo que se les opone, como están hechas y como quieren. Poniendo ante tus ojos esta facilidad con la que la razón se moverá a través de todas las cosas, como el fuego hacia arriba, como la piedra hacia abajo, como el cilindro por una pendiente, no busques ya nada más. Pues los demás obstáculos, o son del cuerpecillo, que es un cadáver, o bien, sin el juicio y la concesión de la razón misma, no quebrantan ni hacen mal alguno; de lo contrario, el que los sufre se volvería al instante malo. En efecto, en todas las demás estructuras, cualquier mal que le ocurra a alguna de ellas hace peor a lo que lo sufre; aquí, en cambio, si hay que decirlo, el hombre se vuelve mejor y más digno de alabanza usando rectamente lo que le sobreviene. En suma, recuerda que al que es ciudadano por naturaleza no le daña nada que no dañe a la ciudad, y a la ciudad no le daña nada que no dañe a la ley; y ninguno de esos llamados infortunios daña a la ley. Lo que no daña a la ley, por tanto, no daña ni a la ciudad ni al ciudadano.✦

34

Τῷ δεδευμένῳ ὑπὸ τῶν ἀληθῶν δογμάτων ἀρκεῖ καὶ τὸ βραχύτατον καὶ ἐν μέσῳ κείμενον εἰς ὑπόμνησιν ἀλυπίας καὶ ἀφοβίας, οἷον· ʽφύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει· ὣς ἀνδρῶν γενεή.ʼ φυλλάρια δὲ καὶ τὰ τεκνία σου, φυλλάρια δὲ καὶ ταῦτα τὰ ἐπιβοῶντα ἀξιοπίστως καὶ ἐπευφημοῦντα ἢ ἐκ τῶν ἐναντίων καταρώμενα ἢ ἡσυχῇ ψέγοντα καὶ χλευάζοντα, φυλλάρια δὲ ὁμοίως καὶ τὰ διαδεξόμενα τὴν ὑστεροφημίαν. πάντα γὰρ ταῦτα ʽἔαρος ἐπιγίγνεται ὥρῃʼ. εἶτα ἄνεμος καταβέβληκεν· ἔπειθ’ ὕλη ἕτερα ἀντὶ τούτων φύει. τὸ δὲ ὀλιγοχρόνιον κοινὸν πᾶσιν, ἀλλὰ σὺ πάντα ὡς αἰώνια ἐσόμενα φεύγεις καὶ διώκεις. μικρὸν καὶ καταμύσεις, τὸν δὲ ἐξενεγκόντα σε ἤδη ἄλλος θρηνήσει.

Al que está impregnado de los principios verdaderos le basta incluso lo más breve y lo más común como recordatorio para vivir sin aflicción y sin temor, por ejemplo: «Las hojas, unas las esparce el viento por el suelo; así la generación de los hombres». Hojitas son también tus hijitos; hojitas también estos que aclaman con aire digno de fe y bendicen, o al contrario maldicen, o en secreto censuran y se burlan; hojitas igualmente los que recibirán tu fama póstuma. Pues todas estas cosas «brotan en la estación de la primavera»; luego el viento las abate; después el bosque hace brotar otras en su lugar. La brevedad es común a todo; pero tú huyes de todo y todo lo persigues como si fuera a ser eterno. Un poco más y cerrarás los ojos; y al que te lleve a enterrar lo llorará pronto otro.✦

35

Τὸν ὑγιαίνοντα ὀφθαλμὸν πάντα ὁρᾶν δεῖ τὰ ὁρατὰ καὶ μὴ λέγειν· τὰ χλωρὰ θέλω· τοῦτο γὰρ ὀφθαλμιῶντός ἐστι. καὶ τὴν ὑγιαίνουσαν ἀκοὴν καὶ ὄσφρησιν εἰς πάντα δεῖ τὰ ἀκουστὰ καὶ ὀσφραντὰ ἑτοίμην εἶναι, καὶ τὸν ὑγιαίνοντα στόμαχον πρὸς πάντα τὰ τρόφιμα ὁμοίως ἔχειν ὡς μύλην πρὸς πάντα ὅσα ἀλέσουσα κατεσκεύασται. καὶ τοίνυν τὴν ὑγιαίνουσαν διάνοιαν πρὸς πάντα δεῖ τὰ συμβαίνοντα ἑτοίμην εἶναι, ἡ δὲ λέγουσα· τὰ τεκνία σῳζέσθω, καί· πάντες ὅ τι ἂν πράξω ἐπαινείτωσαν, ὀφθαλμός ἐστι τὰ χλωρὰ ζητῶν ἢ ὀδόντες τὰ ἁπαλά.

El ojo sano debe ver todo lo visible y no decir: «Quiero lo verde», pues eso es propio de quien tiene los ojos enfermos. Y el oído y el olfato sanos deben estar dispuestos para todo lo audible y lo oloroso; y el estómago sano debe estar igualmente dispuesto ante todos los alimentos, como el molino ante todo lo que está hecho para moler. Así también la mente sana debe estar dispuesta para todo lo que sucede; la que dice: «Que se salven mis hijitos», y «Que todos alaben cualquier cosa que yo haga», es un ojo que busca lo verde o unos dientes que buscan lo blando.

36

Οὐδείς ἐστιν οὕτως εὔποτμος ᾧ ἀποθνῄσκοντι οὐ παρεστήξονταί τινες ἀσπαζόμενοι τὸ συμβαῖνον κακόν. σπουδαῖος καὶ σοφὸς ἦν· μὴ τὸ πανύστατον ἔσται τις ὁ καθ’ αὑτὸν λέγων· ἀναπνεύσομέν ποτε ἀπὸ τούτου τοῦ παιδαγωγοῦ; χαλεπὸς μὲν οὐδενὶ ἡμῶν ἦν, ἀλλὰ ᾐσθανόμην ὅτι ἡσυχῇ καταγινώσκει ἡμῶν. ταῦτα μὲν οὖν ἐπὶ τοῦ σπουδαίου, ἐφ’ ἡμῶν δὲ πόσα ἄλλα ἐστί, δι’ ἃ πολὺς ὁ ἀπαλλακτιῶν ἡμῶν. τοῦτο οὖν ἐννοήσεις ἀποθνῄσκων καὶ εὐκολώτερον ἐξελεύσῃ, λογιζόμενος· ἐκ τοιούτου βίου ἀπέρχομαι, ἐν ᾧ αὐτοὶ οἱ κοινωνοί, ὑπὲρ ὧν τὰ τοσαῦτα ἠγωνισάμην, ηὐξάμην, ἐφρόντισα, αὐτοὶ ἐκεῖνοι θέλουσί με ὑπάγειν, ἄλλην τινὰ τυχὸν ἐκ τούτου ῥᾳστώνην ἐλπίζοντες. τί ἂν οὖν τις ἀντέχοιτο τῆς ἐνταῦθα μακροτέρας διατριβῆς; μὴ μέντοι διὰ τοῦτο ἔλαττον εὐμενὴς αὐτοῖς ἄπιθι, ἀλλὰ τὸ ἴδιον ἔθος διασῴζων, φίλος καὶ εὔνους καὶ ἵλεως· καὶ μὴ πάλιν ὡς ἀποσπώμενος, ἀλλ’ ὥσπερ ἐπὶ τοῦ εὐθανατοῦντος εὐκόλως τὸ ψυχάριον ἀπὸ τοῦ σώματος ἐξειλεῖται, τοιαύτην καὶ τὴν ἀπὸ τούτων ἀποχώρησιν δεῖ γίνεσθαι· καὶ γὰρ τούτοις ἡ φύσις συνῆψε καὶ συνέκρινεν, ἀλλὰ νῦν διαλύει. διαλύομαι ὡς ἀπὸ οἰκείων μέν, οὐ μὴν ἀνθελκόμενος ἀλλʼ ἀβιάστως· ἓν γὰρ καὶ τοῦτο τῶν κατὰ φύσιν.

No hay nadie tan afortunado que, al morir, no tenga junto a sí a algunos que acojan con gusto el mal que le sucede. ¿Era diligente y sabio? ¿No habrá al final alguno que diga para sí: «¡Respiraremos por fin libres de este pedagogo! No era duro con ninguno de nosotros, pero yo notaba que en silencio nos condenaba»? Esto, en el caso del hombre virtuoso; pero en el nuestro, ¡cuántas otras cosas hay por las que son muchos los que desean librarse de nosotros! Pensarás, pues, esto al morir, y partirás más fácilmente, razonando: «Me voy de una vida tal, en la que mis propios compañeros, por los que tanto luché, oré y me preocupé, ellos mismos quieren que me vaya, esperando quizá de ello algún otro alivio». ¿Por qué, entonces, aferrarse a una estancia más larga aquí? Sin embargo, no te vayas por esto menos benévolo con ellos, sino conservando tu propio carácter: amigo, bienintencionado y propicio; y tampoco como quien es arrancado, sino que, así como en quien tiene una buena muerte la pobre alma se desprende fácilmente del cuerpo, así debe ser también tu separación de ellos. Pues la naturaleza te unió y te combinó con ellos, pero ahora te desata. Me desato, sí, como de los míos, pero no resistiéndome, sino sin violencia; pues también esto es una de las cosas conformes a la naturaleza.

37

Ἔθισον ἐπὶ παντός, ὡς οἷόν τε, τοῦ πρασσομένου ὑπό τινος ἐπιζητεῖν κατὰ σαυτόν· οὗτος τοῦτο ἐπὶ τί ἀναφέρει; ἄρχου δὲ ἀπὸ σαυτοῦ καὶ σαυτὸν πρῶτον ἐξέταζε.

Acostúmbrate, en la medida de lo posible, ante todo lo que alguien hace, a preguntarte en tu interior: «¿A qué fin refiere este esto?». Pero empieza por ti mismo y examínate primero a ti.

38

Μέμνησο ὅτι τὸ νευροσπαστοῦν ἐστιν ἐκεῖνο τὸ ἔνδον ἐγκεκρυμμένον· ἐκεῖνο ῥητορεία, ἐκεῖνο ζωή, ἐκεῖνο, εἰ δεῖ εἰπεῖν, ἄνθρωπος. μηδέποτε συμπεριφαντάζου τὸ περικείμενον ἀγγειῶδες καὶ τὰ ὀργάνια ταῦτα τὰ περιπεπλασμένα· ὅμοια γάρ ἐστι σκεπάρνῳ, μόνον διαφέροντα, καθότι προσφυῆ ἐστιν. ἐπεί τοι οὐ μᾶλλόν τι τούτων ὄφελός ἐστι τῶν μορίων χωρὶς τῆς κινούσης καὶ ἰσχούσης αὐτὰ αἰτίας, ἢ τῆς κερκίδος τῇ ὑφαντρίᾳ καὶ τοῦ καλάμου τῷ γράφοντι καὶ τοῦ μαστιγίου τῷ ἡνιόχῳ.

Recuerda que lo que mueve los hilos es aquello que está escondido dentro: eso es la elocuencia, eso la vida, eso, si hay que decirlo, el hombre. No imagines nunca junto con ello el recipiente que lo rodea ni estos pequeños órganos modelados en torno suyo: son semejantes a un hacha, y solo se diferencian en que están adheridos [al cuerpo]. Porque, en verdad, estas partes no son de más utilidad sin la causa que las mueve y las detiene, que la lanzadera para la tejedora, el cálamo para el que escribe y el látigo para el auriga.

Fuente del texto original: Texto griego: edición de J. H. Leopold (Oxford, 1908, dominio público), transcripción digital de Perseus Digital Library, CC BY-SA 4.0. La columna griega se distribuye con esa misma licencia.