Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa
‹ Filocalia (selección)
Cristianismo · Filocalia (selección)

Capítulo 1 · Evagrio Póntico: Sobre la oración (prólogo y capítulos 1–65)

Εὐαγρίου (Νείλου) Περὶ προσευχῆς

pról. 1

Πυρέττοντά με τῷ φλογμῷ τῶν ἀκαθάρτων παθῶν, συνήθως ἀνεκτήσω, τῇ τῶν θεοφιλῶν σου γραμμάτων ἐπαφῇ, τὸν κάμνοντά μου νοῦν ἐν τοῖς ἐσχάτοις παραμυθησάμενος, καὶ τὸν μέγαν μιμησάμενος καθηγητὴν, καὶ διδάσκαλον μακαρίως· καὶ οὐ θαυμαστόν· σὴ γὰρ ἀεὶ μερὶς γέγονε τὰ ἐπίσημα, ὡς καὶ τοῦ εὐλογημένου Ἰακώβ· καλῶς γὰρ δουλεύσας τῆς Ῥαχὴλ χάριν, καὶ λαβὼν τὴν Λείαν, ζητεῖς καὶ τὴν ποθουμένην, ὡς καὶ ταύτης δήπου πληρώσας τὰ ἕβδομα. Ἐγὼ δὲ οὐκ ἀρνηθείην, ὡς ὅλην τὴν νύκτα κοπιάσας, πεπίακα οὐδὲν, πλὴν ἀλλ' ἐπὶ τῷ σῷ λόγῳ χαλάσας τὸ δίκτυον, ἤγρευσα ἰχθύων πληθὺν, οὐκ οἶμαι μὲν μεγάλων, ἑκατὸν δὲ ὅμως καὶ πεντήκοντα τριῶν, καὶ τούτους ἀπέστειλα ἐν τῇ σπυρίδι τῆς ἀγάπης διὰ τῶν ἰσαρίθμων κεφαλαίων, τὴν πρόσταξίν σου πεπληρωκώς·

Cuando ardía en la fiebre de las pasiones inflamadas e inmundas, tú me consolaste grandemente con tus cartas, reanimando como de costumbre mi mente abatida, a semejanza del admirable Jacob, quien, como dice la Escritura, hablaba al corazón de Raquel. Pero como en otro tiempo aquel patriarca sirvió siete años por Raquel y, sin embargo, en su lugar le fue dada Lía, y luego volvió a servir otros siete años para obtener también a la hermosa Raquel, así tampoco me reproches a mí el haber pasado la noche en vela sin lograr de inmediato aquello por lo que trabajé.✦

pról. 2

θαυμάζω δέ σε, καὶ λίαν ζηλῶ τῆς ἀρίστης προθέσεως τῶν περὶ προσευχῆς ἐρῶντα κεφαλαίων. Οὐ γὰρ ἁπλῶς τούτων ἐρᾷς τῶν ὑπὸ χειρῶν, καὶ ἐν χάρτῃ διὰ μέλανος τὸ εἶναι ἐχόντων, ἀλλὰ τῶν ἐν νῷ ἱδρυμένων δι' ἀγάπης, καὶ ἀμνησικακίας. Ἀλλ' ἐπεὶ πάντα δισσὰ, ἓν κατ' ἔναντι τοῦ ἑνὸς, κατὰ τὸν σοφὸν Ἰησοῦν, δέχου πρὸς τῷ γράμματι καὶ τῷ πνεύματι· καὶ σύνες, ὡς πάντως τοῦ γράμματος νοῦς προηγεῖται· οὐκ ὄντος γὰρ τούτου, οὐδὲ γράμμα ἔσται. Οὐκοῦν καὶ προσευχῆς διττὸς ὁ τρόπος, ὁ μέν τις πρακτικὸς, ὁ δὲ θεωρητικὸς, οὕτω καὶ ἀριθμοῦ, τὸ μὲν πρόχειρός ἐστι ποσότης, τὸ δὲ σημαινόμενον ποιότης·

Porque, según las palabras del Evangelio, trabajando toda la noche como Pedro no pesqué nada; mas a tu palabra solté las redes, y hemos recogido una multitud de peces —no grandes, pero sí ciento cincuenta y tres—. Te los envío en el cesto del amor, cumpliendo tu mandato en una serie de otros tantos capítulos.

pról. 3

εἰς ἑκατὸν οὖν πεντήκοντα τριῶν τὸν περὶ προσευχῆς λόγον διειληφότες, εὐαγγελικὸν ὀψώνιόν σοι πεπόμφαμεν, ἵνα εὕρῃς συμβολικοῦ ἀριθμοῦ τερπνότητα καὶ σχῆμα τρίγωνον, καὶ ἑξάγωνον, ὁμοῦ μὲν εὐσεβῆ γνῶσιν Τριάδος, ὁμοῦ δὲ καὶ τῆσδε τῆς διακοσμήσεως τὴν περιγραφὴν ὑποφαῖνον. Ἀλλ' ὁ ἑκατὸν ἀριθμὸς καθ' ἑαυτὸν τετράγωνός ἐστιν, ὁ δὲ πεντήκοντα τρὶς, τρίγωνος, καὶ σφαιρικός· ὁ γὰρ εἰκοστὸς ὄγδοος μὲν τρίγωνος. Σφαιρικὸς δὲ ὁ εἰκοστὸς πέμπτος· πεντάκις γὰρ πέντε κεφάλαια. Οὐκοῦν ἔχεις τὸ τετράγωνον σχῆμα, οὐ μόνον διὰ τῆς τετρακτύος τῶν ἀρετῶν, ἀλλὰ καὶ τοῦδε τοῦ αἰῶνος τὴν ἔνσοφον γνῶσιν τῷ εἰκοστῷ πέμπτῳ ἐοικυῖαν, διὰ τὸ σφαιρικὸν τῶν χρόνων. Ἑβδομὰς γὰρ ἐπὶ ἑβδομάδα, καὶ μὴν ἐπὶ μῆνα κινεῖται, καὶ ἐξ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν ὁ χρόνος κυλινδεῖται καὶ καιρὸς ἐπὶ καιρὸν, ὡς ἐπὶ κινήσεως ἡλίου, καὶ σελήνης, ἔαρος, καὶ τῶν ἑξῆς ὁρῶμεν. Τὸ δὲ τρίγωνον, σημαίνει ἄν σοι τὴν τῆς ἁγίας Τριάδος γνῶσιν. Ἄλλως· εἰ δὲ διὰ τῆς πληθύος τῶν ἀριθμῶν κομίζῃ τὸν ἑκατοστὸν τρίτον τρίγωνον ὄντα, νοεῖν προσήκει πρακτικὴν, φυσικὴν, θεολογικὴν, ἢ καὶ πίστεως, ἐλπίδος, καὶ ἀγάπης, χρυσὸν, ἄργυρον, λίθους τιμίου.

En efecto, te admiro y te felicito por el ardentísimo deseo que tienes de estos capítulos sobre la oración. Pues no anhelas tener únicamente los capítulos escritos sobre el pergamino con tinta, sino aquellos fijados en la mente mediante el amor y la ausencia de rencor. Y puesto que de todo hay algo doble, según el sabio Jesús [Ben Sirá], acoge este tratado según su espíritu y su letra, reconociendo que la mente precede a la letra; pues si no hubiera mente, jamás se habría constituido letra alguna. Así también la oración es doble: una según la práctica activa y otra según la contemplación; una en la letra y otra en el espíritu.

pról. 4

Ἀλλ' ὁ μὲν ἀριθμὸς τοιοῦτος, τῶν δὲ κεφαλαίων τὸ ταπεινὸν οὐ περιυβρίσειας, ὡς εἰδὼς καὶ χορτάζεσθαι, καὶ ὑστερεῖσθαι, ναὶ μὴν καὶ ὡς μεμνημένος τοῦ τὰ δύο τῆς χήρας λεπτὰ μὴ ἀποβεβληκότος, ἀλλὰ καὶ ὑπὲρ πλοῦτον πολλῶν ἑτέρων ἀποδεξαμένου· οὐκοῦν εὐνοίας, καὶ ἀγάπης καρπὸν εἰδὼς, φυλάξεις σοῖς γνησίοις ἀδελφοῖς ἐπιτρέπων προσεύχεσθαι ὑπὲρ τοῦ ἀῤῥωστοῦντος, ὅπως ὑγιαίνῃ, καὶ ἑαυτοῦ τὸν κράββατον ἄρας, λοιπὸν πατήσῃ, χάριτι Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Habiendo dividido este discurso sobre la oración en ciento cincuenta y tres capítulos, te hemos enviado un banquete evangélico para que halles deleite en el número simbólico, junto con la figura triangular y la hexagonal: la una manifiesta el piadoso conocimiento de la Trinidad, y la otra la circunscripción ordenada del presente cosmos. El número cien es cuadrado por sí mismo, mientras que el cincuenta y tres es triangular y esférico, pues el veintiocho es triangular y el veinticinco es esférico, ya que cinco por cinco son veinticinco. Tienes, pues, no solo una cifra verdadera para los virtuosos, sino también la plenitud de los tiempos en este número: el veinticinco simboliza el ciclo semanal por la semejanza de retorno del número esférico, pues la semana gira sobre sí misma de sol a sol trayendo el octavo día que anuncia a Cristo resucitado de entre los muertos; y los ciento cincuenta Salmos de David más los tres elementos de la sabiduría —ética, física y teológica— completan estos ciento cincuenta y tres capítulos.

1

Εἴ τις βούλοιτο εὐῶδες θυμίαμα σκευάσαι, τὸν διαφανῆ λίβανον, καὶ τὴν κασσίαν καὶ τὸν ὄνυχα, καὶ τὴν στάκτην ἐξίσου συνθήσει κατὰ τὸν νόμον. Ταῦτα δέ ἐστιν ἡ τετρὰς τῶν ἀρετῶν· ἐὰν γὰρ πληρέσταται, καὶ ἴσαι τυγχάνωσιν, οὐ προδοθήσεται ὁ νοῦς.

Si alguien quisiera preparar un ungüento de buen aroma, mezclará según la ley el incienso diáfano, la casia, el oniche y la mirra en partes iguales. Estas cuatro cosas son las virtudes; si están plena e igualmente presentes, la mente no será traicionada.✦

2

Καθαρθεῖσα ψυχὴ διὰ τῆς τῶν ἀρετῶν πληρότητος ἀκλόνητον τὴν τάξιν τοῦ νοῦ κατασκευάζει, δεκτικὸν αὐτὸν ποιοῦσα τῆς ζητουμένης καταστάσεως.

El alma purificada por la plenitud de las virtudes hace inquebrantable el orden de la mente, volviéndola receptiva del estado buscado.

3

Ἡ προσευχὴ, ὁμιλία ἐστὶ νοῦ πρὸς Θεόν· ποίας οὖν δεῖται καταστάσεως ὁ νοῦς, ἵνα ἡσυχάσῃ ἀμεταστρόφως ἐκσταθῆναι πρὸς τὸν οἰκεῖον Δεσπότην, καὶ συνομιλεῖν αὐτῷ μηδενὸς μεσιτεύοντος;

La oración es el coloquio (ὁμιλία) de la mente con Dios. ¿De qué estado necesita, pues, la mente para poder tender sin volverse atrás hacia su Señor y conversar con Él sin ningún intermediario?

4

Εἰ τῇ ἐπὶ γῆς βάτῳ φλεγομένῃ προσεγγίσαι πειράσας Μωϋσῆς κωλύεται, ἄχρις οὗ λύσει τὸ ὑπόδημα τῶν ποδῶν, πῶς αὐτὸς τὸν ὑπὲρ πᾶσαν ἔννοιαν καὶ αἴσθησιν ἰδεῖν βουλόμενος, καὶ συνόμιλος αὐτῷ γενέσθαι, οὐ λύεις ἐκ σοῦ πᾶν νόημα ἐμπαθές;

Si Moisés, al intentar acercarse a la zarza ardiente de la tierra, fue detenido hasta que desató de sus pies el calzado de piel muerta, ¿cómo tú, queriendo ver a Aquel que está por encima de todo sentido y de todo pensamiento y conversar con Él, no desatas de ti todo pensamiento apasionado (ἐμπαθὲς νόημα)?

5

Πρότερον περὶ λήψεως δακρύων προσεύχου, ἵνα διὰ τοῦ πένθους μαλάξῃς τὴν ὑπάρχουσαν ἐν τῇ ψυχῇ σου ἀγριότητα, καὶ ἐξαγορεύσας κατὰ σοῦ τὴν ἀνομίαν σου τῷ Κυρίῳ, παρ' αὐτοῦ ἀφέσεως τεύξῃ.

Ora primero por recibir lágrimas, para ablandar mediante la compunción la dureza salvaje que hay en tu alma y, confesando contra ti tu iniquidad al Señor, obtener de Él el perdón.

6

Κέχρησο τοῖς δάκρυσι πρὸς παντὸς αἰτήματος κατόρθωσιν· λίαν γὰρ χαίρει σου ὁ Δεσπότης ἐν δάκρυσι προσευχὴν δεχόμενος.

Usa de las lágrimas para alcanzar el cumplimiento de toda petición tuya; pues grandemente se complace tu Soberano cuando oras con lágrimas brotadas de un vaso espiritual.

7

Ἐὰν πηγὰς δακρύων ἐκχέῃς ἐν τῇ προσευχῇ σου, μηδαμῶς ἐπαίρου ἐν σεαυτῷ, ὡς ὑπὲρ τοὺς πολλοὺς ὤν· βοήθειαν γὰρ προσείληφεν ἡ προσευχή σου, ἵνα δυνηθῇς προθύμως ἐξαγορεύειν σου τὰς ἁμαρτίας, καὶ ἐξευμενίσασθαι τὸν Δεσπότην διὰ τῶν δακρύων. Μὴ οὖν εἰς πάθος τρέψῃ τὸ τῶν παθῶν ἀλέξημα, ἵνα μὴ πλέον παροργίσῃς τὸν δεδωκότα τὴν χάριν·

Aunque derrames fuentes de lágrimas en tu oración, no te engrías en ti mismo como si fueras superior a los demás; pues tu oración ha recibido un auxilio para que puedas confesar prontamente tus pecados y aplacar al Señor mediante las lágrimas. Por tanto, no conviertas en pasión el antídoto contra las pasiones, no sea que irrites más a quien te dio esa gracia.

8

πολλοὶ δακρύοντες ὑπὲρ ἁμαρτιῶν, ἐπιλαθόμενοι τοῦ τῶν δακρύων σκοποῦ, μανέντες ἐξεπλάγησαν.

Muchos que lloraban por sus pecados, olvidando el propósito de las lágrimas, enloquecieron por orgullo y se extraviaron.

9

Στῆθι ἐμπόνως, καὶ προσεύχου εὐτόνως, καὶ ἀποστρέφου τὰς τῶν φροντίδων καὶ διαλογισμῶν ἐπιτεύξεις· ταράττουσι γὰρ καὶ θορυβοῦσί σε, ἵνα ἐκλύσωσι τοῦ τόνου.

Mantente firme, orando con vigor, y disipa el asalto de las preocupaciones y los pensamientos turbadores, pues te agitan y perturban para relajar tu tensión interior.

10

Ὅταν ἴδωσιν οἱ δαίμονες προθυμούμενόν σε ἀληθῶς προσεύξασθαι, τότε ὑποτίθενται νοήματά τινων πραγμάτων δῆθεν ἀναγκαίων, καὶ μετὰ βραχὺ ἐπαίρουσι τὴν περὶ αὐτῶν μνήμην, κινοῦντες τὸν νοῦν πρὸς ζήτησιν αὐτῶν, καὶ ὡς μὴ εὑρίσκων σφόδρα λυπεῖται, καὶ ἀθυμεῖ· ἡνίκα δὲ στῇ εἰς προσευχὴν, ὑπομιμνήσκουσιν αὐτὸν τῶν ζητηθέντων, καὶ μνημονευθέντων, ἵνα χαυνωθεὶς ὁ νοῦς πρὸς γνῶσιν αὐτῶν ἀπολέσῃ τὴν εὔκαρπον προσευχήν.

Cuando los demonios ven que estás deseoso de orar verdaderamente, te sugieren pensamientos de cosas supuestamente necesarias y poco después borran el recuerdo de ellas, moviendo la mente a buscarlas; y al no encontrarlas, se entristece y lamenta grandemente, y luego, cuando se pone en pie para orar, le recuerdan las cosas buscadas y memorizadas, para que la mente, ablandada hacia ese hallazgo, pierda la oración fructífera.

11

Ἀγωνίζου στῆσαι τὸν νοῦν σου, κατὰ τὸν καιρὸν τῆς προσευχῆς κωφὸν, καὶ ἄλαλον, καὶ δυνήσῃ προσεύξασθαι.

Esfuérzate por mantener sorda y muda a tu mente en el tiempo de la oración, y así podrás orar.

12

Ἡνίκα ἀπαντήσει σοι πειρασμὸς, ἢ ἀντιλογία, ἢ ἐρεθίσῃ, ἢ πρὸς τὴν δι' ἐναντίας ἄμυναν κινῆσαι θυμὸν, ἢ ῥῆξαι φωνήν τινα, μνήσθητι τῆς προσευχῆς καὶ τοῦ κατ' αὐτὴν κρίματος· καὶ εὐθέως ἡ ἔν σοι ἄτακτος κίνησις ἠρεμήσει.

Cuando sobreviene una tentación o te irrita una contradicción, moviéndote a vengar con ira o a proferir alguna palabra destemplada, acuérdate de la oración y del juicio acerca de ella, y al instante se apaciguará en ti el movimiento desordenado.

13

Ὅσα ἂν ποιήσῃς πρὸς ἄμυναν ἀδελφοῦ ἠδικηκότος σε, ἅπαντα εἰς σκάνδαλόν σοι γενήσεται ἐν καιρῷ προσευχῆς.

Todo cuanto hagas para vengarte de un hermano que te ha agraviado se te convertirá en tropiezo en el tiempo de la oración.

14

Προσευχή ἐστι πραότητος καὶ ἀοργησίας βλάστημα.

La oración es el vástago de la mansedumbre y de la ausencia de ira.

15

Προσευχή ἐστι χαρᾶς καὶ εὐχαριστίας πρόβλημα.

La oración es el fruto de la alegría y de la acción de gracias.

16

Προσευχή ἐστι λύπης καὶ ἀθυμίας ἀλέξημα.

La oración es el remedio contra la tristeza y el abatimiento.

17

Ἀπελθὼν πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ λαβὼν τὸν σταυρὸν, ἀπάρνησαι ἑαυτὸν, ἵνα δυνηθῇς ἀπερισπάστως προσεύχεσθαι.

«Ve, vende tus bienes y dalos a los pobres, y toma tu cruz y niégate a ti mismo», para que puedas orar sin distracción (ἀπερισπάστως).

18

Εἰ βούλει ἐπαινετῶς προσεύχεσθαι, ἄρνησαι ἑαυτὸν καθ' ὥραν, καὶ πάμπολα δεινὰ πάμπολα ὑπὲρ προσευχῆς φιλοσόφει.

Si quieres orar dignamente, niégate a ti mismo a cada hora y soporta filosóficamente toda clase de tribulaciones por amor a la oración.

19

Ὅπερ ἂν χαλεπὸν ὑπομένων φιλοσοφήσῃς, τούτου τὸν καρπὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς εὑρήσεις.

Cualquier penuria que soportes con sabiduría por amor a la verdad, hallarás su fruto en el tiempo de la oración.

20

Ἐπιθυμῶν προσεύξασθαι ὡς δεῖ, μὴ λυπήσῃς ψυχὴν, εἰ δὲ μήγε, εἰς μάτην τρέχεις.

Si deseas orar como se debe, no entristezcas a ningún alma; de lo contrario, corres en vano.

21

Ἄφες σου τὸ δῶρον, φησὶν, ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν πρότερον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε προσεύξῃ ἀταράχως· ἡ γὰρ μνησικακία ἀμαυροῖ τὸ ἡγεμονικὸν τοῦ προσευχομένου, καὶ σκοτίζει τούτου τὰς προσευχάς.

«Deja tu ofrenda —dice— delante del altar, y ve primero a reconciliarte con tu hermano», y entonces, al regresar, orarás sin turbación. Porque el rencor ciega la parte rectora (τὸ ἡγεμονικόν) del que ora y oscurece sus plegarias.

22

Οἱ λύπας καὶ μνησικακίας ἑαυτοῖς σωρεύοντες, καὶ προσεύχεσθαι δοκοῦντες, ὅμοιοί εἰσι τοῖς ὕδωρ ἀντλοῦσι, καὶ εἰς τετρημένον πίθον βάλλουσιν.

Quienes acumulan en sí mismos tristezas y rencores y creen que oran se parecen a los que sacan agua y la echan en una tinaja agujereada.

23

Ἐὰν ὑπομονητικὸς ᾖς, ἀεὶ μετὰ χαρᾶς προσεύξῃ.

Si eres paciente, orarás siempre con gozo.

24

Προσευχομένου σου δεόντως, τοιαῦτά σοι ἀπαντήσει πράγματα, ἵνα δόξῃς δίκαιον εἶναι πάντως τῷ θυμῷ χρήσασθαι· οὐκ ἔστι δὲ δίκαιος θυμὸς κατὰ τοῦ πέλας τὸ σύνολον· ἐὰν γὰρ ζητήσῃς, εὑρήσεις, ὅτι δυνατὸν, καὶ δίχα θυμοῦ καλῶς διατεθῆναι τὸ πρᾶγμα· πάσῃ οὖν μηχανῇ χρῆσαι πρὸς τὸ μὴ ῥῆξαι θυμόν.

Cuando oras como es debido, se te ocurrirán cosas tales que te parezca enteramente justo usar de la ira; mas no hay absolutamente ninguna ira justa contra el prójimo. Si indagas bien, encontrarás que es posible resolver bien el asunto incluso sin ira; usa, pues, de todos los medios para no estallar en cólera.

25

Ὅρα μὴ δοκῶν ἕτερον ἰᾶσθαι, αὐτὸς ἀνίατος ἔσῃ, καὶ δῷς ἐκκοπὴν τῇ προσευχῇ σου.

Cuida de que, pareciéndote curar a otro, no te vuelvas tú mismo incurable, cortando el progreso de tu oración.

26

Φειδόμενος θυμοῦ, φειδὼ εὑρήσεις, καὶ φρόνιμον ἑαυτὸν ἀναδείξεις πρὸς τὸ εἰς οἴησιν, καὶ ἐν τοῖς προσευχομένοις ἔσῃ.

Si ahorras la ira, hallarás que se te perdona a ti también, mostrándote prudente y contándote en el número de los que oran de verdad.

27

Κατὰ θυμοῦ ὁπλιζόμενος, ἐπιθυμίας οὐκ ἀνέξῃ ποτέ· αὕτη γὰρ ὕλας δίδωσι τῷ θυμῷ, καὶ οὗτος ταράττει τὸν νοερὸν ὀφθαλμὸν, λυμαινόμενος τὴν κατάστασιν τῆς προσευχῆς.

Armado contra la ira, jamás aceptarás la concupiscencia; pues ella suministra materia a la ira, y esta turba el ojo espiritual, arruinando el estado de la oración.

28

Μὴ ἐν μόνοις τοῖς ἐκτὸς σχήμασι προσεύχου, ἀλλὰ τρέπε τὸν νοῦν σου εἰς συναίσθησιν πνευματικῆς προσευχῆς μετὰ πολλοῦ φόβου.

No ores únicamente con las posturas exteriores, sino impulsa tu mente con gran temor a la percepción de la oración espiritual.

29

Ποτὲ μὲν ἀθρόως στὰς εἰς προσευχὴν οὐ προσεύξῃ, ποτὲ δὲ λίαν πονήσας, οὐκ ἐπιτεύξῃ τοῦ σκοποῦ, ἵνα ἔτι μᾶλλον ζητήσας, καὶ λαβὼν, ἕξεις ἄσυλον τὸ κατόρθωμα.

A veces, en cuanto te pones a orar, oras bien desde el principio; y otras veces, aunque te fatigues mucho, no alcanzas la meta, para que buscando aún más y después obteniendo, guardes el don a salvo.

30

Ἐπιστάντος ἀγγέλου ἀθρόον ἅπαντες ἀφίστανται οἱ ἐνοχλοῦντες ἡμῖν, καὶ εὑρίσκεται ὁ νοῦς ἐν πολλῇ ἀνέσει, ὑγιῶς προσευχόμενος· ποτὲ δὲ τοῦ συνήθους πολέμου ἡμῖν ἐπικειμένου, πυκτεύει ὁ νοῦς, καὶ οὐ συγχωρεῖται ἀνανεῦσαι, προπεποίωται γὰρ τοῖς ποικίλοις πάθεσιν, ὅμως ἐπὶ πλέον ζητῶν εὑρήσει, καὶ κρούοντι αὐτῷ εὐτόνως, ἀνοιγήσεται.

Cuando se hace presente un ángel, al instante se retiran todos los que nos molestan, y la mente se encuentra en gran distensión, orando saludablemente. Pero otras veces, cuando nos asedia la guerra habitual, la mente forcejea y no se le permite levantar cabeza, porque ha sido afectada de antemano por diversas pasiones; con todo, si sigue buscando aún, encontrará, y al que llama se le abrirá.

31

Μὴ προσεύχου τὰ σὰ θελήματα γενέσθαι· οὐδὲ γὰρ πάντως συμφωνοῦσι τῷ θελήματι τοῦ Θεοῦ, ἀλλὰ μᾶλλον καθὼς ἐδιδάχθης, προσεύχου λέγων· Γενηθήτω τὸ θέλημά σου ἐν ἐμοί· καὶ ἐπὶ παντὶ δὲ πράγματι οὕτως αὐτὸν αἴτει τὸ ἀγαθὸν, καὶ συμφέρον τῇ ψυχῇ, σὺ δὲ οὐ πάντως τοῦτο ζητεῖς.

No ores para que se cumplan tus propias voluntades, pues no concuerdan necesariamente con la voluntad de Dios; más bien, aprende a orar diciendo: «Hágase tu voluntad» en mí. En todo asunto pídele de este modo que se haga lo que Él sabe que es bueno y provechoso para ti.✦

32

Πολλάκις προσευχόμενος ᾐτησάμην γενέσθαι μοι ὃ ἔδοξα καλὸν εἶναί μοι, καὶ ἐπέμενον τῷ αἰτήματι, ἀλόγως βιαζόμενος τὸ θέλημα τοῦ Θεοῦ, καὶ μὴ ἀποδιδοὺς αὐτῷ, ἵνα ὃ οἶδε συμφέρον αὐτὸς μᾶλλον οἰκονομήσῃ, καὶ μέντοι λαβὼν, ὕστερον ἠχθέσθην λίαν, διότι μᾶλλον τὸ βούλημα ἑαυτοῦ ᾐτησάμην γενέσθαι· οὐ γὰρ τοιοῦτόν μοι ἀπήντησε τὸ πρᾶγμα, οἷον ἐνόμιζον.

Muchas veces, orando yo mismo, pedí que se me hiciera lo que me parecía ser bueno, e insistí irracionalmente violentando la voluntad de Dios y no dejándole a Él disponer lo que sabía que me convenía; y sin embargo, tras haberlo obtenido, quedé luego grandemente apesadumbrado por no haber pedido más bien que se hiciera la voluntad de Dios, pues la cosa no resultó serme tal como yo había imaginado.

33

Τί ἄλλο ἀγαθὸν, ἀλλ' ἢ Θεός; Οὐκοῦν αὐτῷ ἀποδῶμεν πάντα τὰ καθ' ἡμᾶς, καὶ εὖ ἡμῖν ἔσται· ὁ γὰρ ἀγαθὸς πάντως, καὶ ἀγαθῶν ἐστι παροχεὺς δωρεῶν.

¿Qué hay que sea bueno fuera de Dios? Por tanto, dejemos a Él todo lo que nos concierne, y todo se hará bien; pues el Bueno es de todo punto dador también de bienes.

34

Μὴ ὡς ἐν δυνάμει κομιζόμενος, εὐθέως τὸ αἴτημα ζήτει· βούλεται γάρ σε ἐπὶ πλέον εὐεργετῆσαι προσκαρτεροῦντα αὐτῷ ἐν τῇ προσευχῇ· τί γὰρ ἀνώτερον τοῦ τῷ Θεῷ προσομιλεῖν, καὶ τῇ πρὸ αὐτὸν συνουσίᾳ περισπᾶσθαι;

No te aflijas si no recibes de inmediato de Dios aquello que pides; pues Él quiere hacerte un bien aún mayor mientras perseveras permaneciendo junto a Él en la oración. Porque ¿qué hay más alto que conversar con Dios y ser atraído a Su trato íntimo?

36

Προσευχή ἐστιν ἀνάβασις νοῦ πρὸς Θεόν.

La oración es una ascensión de la mente hacia Dios (ἀνάβασις νοῦ πρὸς Θεόν).

37

Εἰ προσεύξασθαι ποθεῖς, ἀπόταξαι τοῖς σύμπασιν, ἵνα τὸ πᾶν κληρονομήσῃς.

Si anhelas orar, renuncia a todo para heredar el Todo.

38

Προσεύχου πρότερον περὶ τοῦ καθαρθῆναι τῶν παθῶν, καὶ δεύτερον περὶ τοῦ ῥυσθῆναι ἀπὸ τῆς ἀγνωσίας, καὶ τρίτον ἀπὸ παντὸς πειρασμοῦ καὶ ἐγκαταλείψεως.

Ora primero para ser purificado de las pasiones; segundo, para ser librado de la ignorancia y del olvido; y tercero, de toda tentación y abandono.

39

Μόνην ζήτει ἐν τῇ προσευχῇ σου τὴν δικαιοσύνην, καὶ τὴν βασιλείαν, τουτέστι τὴν ἀρετὴν, καὶ τὴν γνῶσιν, καὶ τὰ λοιπὰ πάντα προστεθήσεταί σοι.

Busca en tu oración tan solo la justicia y el Reino, esto es, la virtud y el conocimiento espiritual (γνῶσις), y todo lo demás te será añadido.

40

Δίκαιον, μὴ μόνον περὶ οἰκείας καθάρσεως προσεύχεσθαι, ἀλλὰ καὶ περὶ παντὸς ὁμοφύλου, ἵνα ἀγγελικὸν μιμήσῃ τρόπον.

Justo es que ores no solo por tu propia purificación, sino también por todo ser de tu misma raza, a fin de imitar la manera de obrar de los ángeles.

41

Ὅρα, ἐὰν ἀληθῶς Θεῷ παρέστηκας ἐν τῇ προσευχῇ σου, ἢ ἐπαίνῳ ἀνθρώπων ἡττᾶσαι, καὶ τούτων θηρᾷν ἐπείγῃ, ὥσπερ ἐπικαλύμματι κεχρημένος τῇ παραστάσει τῆς προσευχῆς.

Observa si estás realmente presente ante Dios en tu oración, o si eres vencido por la alabanza humana y te dejas capturar pretendiendo cazarla con el pretexto de la largura de las plegarias.

42

Εἴτε μετὰ ἀδελφῶν προσεύχῃ, εἴτε κατὰ μόνας, ἀγώνισαι, μὴ ἔθει, ἀλλὰ αἰσθήσει προσεύχεσθαι.

Tanto si oras con los hermanos como si oras a solas, lucha por orar no por costumbre rutinaria, sino con percepción interior (αἰσθήσει).

43

Ἦθος ἐστὶ προσευχῆς σύννοια μετ' εὐλαβείας, καὶ κατανύξεως, καὶ ὀδύνης ψυχῆς ἐν ἐξαγορεύσει πταισμάτων μετὰ στεναγμῶν ἀφώνων.

La percepción de la oración es el recogimiento acompañado de reverencia, compunción y dolor del alma en la confesión de las faltas con gemidos silenciosos.

44

Ἐὰν περιβλέπηται ὁ νοῦς σου ἀκμὴν ἐν τῷ καιρῷ τῆς προσευχῆς, οὐδέπω ὡς μοναχὸς προσεύχεται, ἀλλ' ἔτι κοσμικός ἐστι, τὴν ἔξωθεν σκηνὴν καλλωπίζων.

Si tu mente aún mira a su alrededor en el tiempo de la oración, todavía no ha reconocido que ora como monje, sino que sigue siendo mundana y adornando la tienda exterior.

45

Προσευχόμενος, τὴν μνήμην σου δυνάμει φύλαττε, ἵνα μὴ τὰ οἰκεῖα παράθηταί σοι, ἀλλὰ πρὸς τὴν γνῶσιν τῆς παρατάσεώς σε κινῇ· λίαν γὰρ πέφυκε συλᾶσθαι ὁ νοῦς ὑπὸ τῆς μνήμης κατὰ τὸν καιρὸν τῆς προσευχῆς.

Cuando oras, vigila con firmeza tu memoria, para que no te sugiera sus propios recuerdos, sino que la muevas al conocimiento de tu comparecencia ante Dios; porque por naturaleza la mente es sumamente propensa a dejarse saquear por la memoria en el tiempo de la oración.

46

Ἢ παλαιῶν πραγμάτων ἄγει σοι φαντασίας ἡ μνήμη προσευχομένῳ, ἢ νέας φροντίδας, ἢ πρόσωπον λελυπηκότος.

Mientras estás orando, la memoria te trae fantasías o bien de cosas pasadas, o de preocupaciones recientes, o del rostro de quien te entristeció.✦

47

Λίαν βασκαίνει ὁ δαίμων ἀνθρώπῳ προσευχομένῳ, καὶ πάσῃ χρᾶται μηχανῇ, λυμήνασθαι τὸν τούτου σκοπόν· οὐ παύεται οὖν τὰ νοήματα κινῶν τῶν πραγμάτων διὰ τῆς μνήμης, καὶ ὅλα τὰ πάθη ἀναμοχλεύων διὰ τῆς σαρκὸς, ἵνα ἐμποδίσαι δυνηθῇ τῷ ἀρίστῳ αὐτοῦ δρόμῳ, καὶ τῇ πρὸς Θεὸν ἐκδημίᾳ.

El demonio es en extremo envidioso de la persona que ora y emplea todo artificio para frustrar su propósito; por ello no cesa de mover a través de la memoria los pensamientos de diversas cosas y de suscitar mediante la carne todas las pasiones, a fin de poder impedir su excelente curso y su partida hacia Dios.

48

Ὅταν πολλὰ ποιήσας ὁ πονηρότατος δαίμων, μὴ δυνηθῆ ἐμποδίσαι τὴν τοῦ σπουδαίου προσευχὴν, μικρὸν ὑποχαλᾷ, καὶ μετέπειτα ἀμύνεται αὐτὸν προσευξάμενον· ἢ γὰρ εἰς ὀργὴν ἐξάψας ἀφανίζει τὴν ἐκ τῆς εὐχῆς συγκροτουμένην ἀρίστην κατάστασιν ἐν ἑαυτῷ, ἢ πρὸς ἡδονήν τινα ἄλογον ἐρεθίσας ὑβρίζει τὸν νοῦν.

Cuando el perverso demonio ha hecho mucho y no ha podido impedir la oración del virtuoso, afloja un poco, y después, cuando este termina de orar, se venga de él: o bien encendiendo su cólera y destruyendo el excelente estado que se había formado en él por la oración, o bien excitándolo a algún placer irracional y ultrajando su mente.

49

Προσευξάμενος ὡς δεῖ, προσδόκα ἃ μὴ δεῖ, καὶ στῆθι ἀνδρείως φυλάττων τὸν καρπόν σου· εἰς τοῦτο γὰρ ἐξ ἀρχῆς ἐτάχθης, ἐργάζεσθαι, καὶ φυλάττειν· μὴ οὖν ἐργασάμενος ἐάσῃς ἀφύλακτον τὸ πονηθέν· εἰ δὲ μήγε, οὐδὲν ὠφέλησας προσευχόμενος.

Habiendo orado como es debido, aguarda aquello que no conviene y mantente valientemente en guardia para conservar tu fruto; pues desde el principio fuiste puesto para cultivar y para guardar. No dejes, pues, tras haber trabajado, sin vigilancia tu labor; de lo contrario, nada habrás aprovechado de tu oración.

50

Πᾶς ὁ συγκροτούμενος πόλεμος μεταξὺ ἡμῶν τε, καὶ τῶν ἀκαθάρτων πνευμάτων, οὐ περὶ ἑτέρου γίνεται, ἢ περὶ πνευματικῆς προσευχῆς· λίαν γὰρ πολέμιος αὐτοῖς ἐστι, καὶ ἐπαχθεστάτη, ἡμῖν δὲ σωτήριος, καὶ προσηνεστάτη.

Toda la guerra que se libra entre nosotros y los demonios inmundos no es por ninguna otra cosa sino por la oración espiritual; pues les resulta sumamente hostil y odiosa, y en cambio para nosotros es salvífica y gratísima.

51

Τί βούλεται τοῖς δαίμοσι ἐνεργεῖν ἐν ἡμῖν γαστριμαργίαν, πορνείαν, φιλαργυρίαν, ὀργήν τε καὶ μνησικακίαν, καὶ τὰ λοιπὰ πάθη; ἵνα παχυνθεὶς ὁ νοῦς ἐξ αὐτῶν, μὴ δυνηθῇ ὡς δεῖ προσεύξασθαι· τὰ γὰρ τοῦ ἀλόγου μέρους πάθη ἄρξαντα οὐκ ἐᾷ αὐτὸν λογικῶς κινεῖσθαι καὶ τὸν Θεοῦ Λόγον ἐπιζητεῖν.

¿Por qué quieren los demonios producir en nosotros la gula, la lujuria, la avaricia, la ira, el rencor y las demás pasiones? Para que la mente, engrosada por ellas, no pueda orar como debe; pues cuando señorean las pasiones de la parte irracional, no le permiten moverse racionalmente ni buscar al Verbo de Dios.

52

Τὰς ἀρετὰς μετερχόμεθα διὰ τοὺς λόγους τῶν γεγονότων, καὶ τούτους διὰ τὸν οὐσιώσαντα Κύριον, οὗτος δὲ ἐν τῇ καταστάσει τῆς προσευχῆς ἀναφαίνεσθαι εἴωθε.

Nosotros practicamos las virtudes por razón de los conceptos (λόγοι) de los seres creados, y estos, a su vez, por razón del Señor que los ha constituido; y Él suele manifestarse en el estado de la oración.

53

Κατάστασίς ἐστι προσευχῆς ἕξις ἀπαθὴς, ἔρωτι ἀκροτάτῳ εἰς ὕψος νοητὸν ἁρπάζουσα τὸν φιλόσοφον, καὶ πνευματικὸν νοῦν.

El estado de la oración es un hábito impasible (ἕξις ἀπαθής) que arrebata hacia la cumbre inteligible a la mente amante de la sabiduría y espiritual mediante un amor supremo (ἔρωτι ἀκροτάτῳ).

54

Οὐ μόνον θυμοῦ, καὶ ἐπιθυμίας δεῖ ἄρχειν τὸν ἀληθῶς προσεύξασθαι ἐπειγόμενον, ἄλλα καὶ ἐκτὸς ἐμπαθοῦς νοήματος γενέσθαι.

Quien quiere orar verdaderamente no solo debe dominar la ira y la concupiscencia, sino también despojarse de todo pensamiento apasionado.

55

Ὁ ἀγαπῶν τὸν Θεὸν, τούτῳ ὡς Πατρὶ ἀεὶ συνομιλεῖ, ἀποστρεφόμενος πᾶν νόημα ἐμπαθές.

El que ama a Dios conversa siempre con Él como con un Padre, rechazando todo pensamiento apasionado.

56

Οὐχ ὁ ἀπαθείας τετυχηκὼς, ἤδη καὶ προσεύχεται ἀληθῶς· δύναται γὰρ ἐν τοῖς ψιλοῖς νοήμασι εἶναι καὶ ἐν ταῖς ἱστορίαις αὐτῶν περισπᾶσθαι, καὶ μακρὰν ἀπέχειν ἀπὸ Θεοῦ.

No por haber alcanzado la impasibilidad (ἀπάθεια) ora ya uno verdaderamente; pues es posible estar ocupado en pensamientos simples y distraerse en sus historias, estando aún lejos de Dios.

57

Οὐκ ἂν ὅτε μὴ ἐγχρονίζῃ ὁ νοῦς ἐν τοῖς ψιλοῖς νοήμασι τῶν πραγμάτων, ἤδη καὶ προσευχῆς κατείληφε τόπον· δύναται γὰρ ἐν τῇ θεωρίᾳ εἶναι τῶν πραγμάτων, καὶ ἐν τοῖς λόγοις αὐτῶν ἀδολεσχεῖν, ἅπερ, καὶ εἰ ψιλὰ ῥήματά εἰσιν, ἀλλ' ὡς πραγμάτων ὄντα θεωρήματα, τυποῦσι τὸν νοῦν, καὶ μακρὰν ἀπάγουσιν ἀπὸ Θεοῦ.

Tampoco si la mente logra no demorarse en los simples pensamientos de las cosas ha alcanzado ya por ello el lugar de la oración (τόπος προσευχῆς); pues puede estar en la contemplación de las cosas y charlar sobre las razones (λόγοι) de ellas, las cuales, aunque sean desnudas palabras, en cuanto son contemplaciones de cosas imprimen una huella y dan una forma a la mente, apartándola muy lejos de Dios.

58

Κἂν ὑπὲρ τὴν θεωρίαν τῆς σωματικῆς φύσεως ὁ νοῦς γένηται, οὔπω τέλεον τὸν τοῦ Θεοῦ τόπον ἐθεάσατο· δύναται γὰρ ἐν τῇ τῶν νοητῶν εἶναι γνώσει, καὶ ποικίλλεσθαι πρὸς αὐτήν.

Y si la mente supera incluso la contemplación de la naturaleza corpórea, aún no ha visto perfectamente el lugar de Dios; pues puede estar en el conocimiento de los seres inteligibles y participar de la multiplicidad de ellos.✦

59

Εἰ προσεύξασθαι βούλει, Θεοῦ χρεία τοῦ διδόντος εὐχὴν τῷ εὐχομένῳ· οὐκοῦν ἐπικαλοῦ αὐτὸν λέγων, «Ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,» τουτέστι τὸ ἅγιον Πνεῦμα, καὶ ὁ μονογενής σου Υἱός· οὕτω γὰρ ἐδίδαξε, λέγων, ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖσθαι τὸν Θεὸν, τουτέστι τὸν Πατέρα, ἐπεὶ καὶ τὰ τρία Θεός.

Si quieres orar, necesitas de Dios, que da la oración al que ora. Invócalo, pues, diciendo: «Santificado sea tu Nombre, venga tu Reino» —esto es, el Espíritu Santo y Tu Hijo Unigénito—; porque así enseñó diciendo: «Adorar al Padre en Espíritu y en Verdad».

60

Ο ἐν Πνεύματι καὶ ἀληθείᾳ προσευχόμενος οὐκέτι ἐκ τῶν κτισμάτων τὸν Δημιουργὸν γεραίρει, ἀλλ' ἐξ αὑτοῦ αὐτὸν ἀνυμνεῖ.

El que ora en espíritu y en verdad ya no alaba al Creador a partir de las criaturas, sino que lo canta desde Él mismo.

61

Εἰ θεολόγος εἶ, προσεύξῃ ἀληθῶς, καὶ εἰ ἀληθῶς προσεύξῃ, θεολόγος εἶ.

Si eres teólogo, orarás verdaderamente; y si oras verdaderamente, eres teólogo (Εἰ θεολόγος εἶ, προσεύξῃ ἀληθῶς· καὶ εἰ ἀληθῶς προσεύξῃ, θεολόγος εἶ).

62

Ὅταν ὁ νοῦς σου τῷ πολλῷ πρὸς τὸν Θεὸν πόθῳ κατὰ μικρὸν οἷον ὑπαναχωρεῖ τῆς σαρκὸς, καὶ πάντα τὰ ἐξ ἐνθυμήσεως, ἢ κράσεως νοήματα ἀποστρέφηται, εὐλαβείας ὁμοῦ, καὶ χαρᾶς ἔμπλεως γενόμενος, τότε νόμιζε ἠγγικέναι ὅροις προσευχῆς.

Cuando tu mente, en un ardiente deseo de Dios, se retira poco a poco por completo de la carne, y rechaza todos los pensamientos que provienen del sentido o de la memoria o del temperamento, llenándose a la vez de reverencia y de alegría, entonces puedes considerar que te has acercado a los confines de la oración.

63

Τὸ ἅγιον Πνεῦμα συμπάσχον τῇ ἡμετέρᾳ ἀσθενείᾳ, καὶ ἀκαθάρτοις οὖσιν ἐπιφοιτᾷ ἡμῖν, καὶ εἰ εὕροι τὸν νοῦν ἡμῶν φιλαλήθως αὐτῷ προσευχόμενον, ἐπιβαίνει αὐτῷ, καὶ ἅπασαν τὴν κυκλοῦσαν αὐτὸν τῶν λογισμῶν, ἢ τῶν νοημάτων φάλαγγα, ἐξαφανίζει, προτρεπόμενον αὐτὸν εἰς ἔργα πνευματικῆς προσευχῆς.

El Espíritu Santo, compadeciéndose de nuestra flaqueza, nos visita incluso cuando aún somos impuros; y si tan solo encuentra a nuestra mente orando a Él con amor a la verdad, sobreviene en ella y disipa toda la falange de pensamientos y razonamientos que la cercan, impulsándola al amor de la oración espiritual.

64

Οἱ μὲν λοιποὶ διὰ τῆς ἀλλοιώσεως τοῦ σώματος ἐμποιοῦσι τῷ νῷ λογισμοὺς, ἢ νοήματα, καὶ θεωρήματα. Ὁ δέ γε Θεὸς τοὐναντίον δρᾷ, αὐτῷ τῷ νῷ ἐπιβαίνει, καὶ ἐντιθεὶς αὐτῷ γνῶσιν, ὡς βούλεται, καὶ διὰ τοῦ νοῦ τὴν τοῦ σώματος ἀκρασίαν κατευνάζων.

Mientras los demás introducen en la mente razonamientos o representaciones e intelecciones por medio de la alteración del cuerpo, Dios obra lo contrario: descendiendo en la misma mente, introduce en ella el conocimiento de cuanto quiere y, por medio de la mente, adormece la intemperancia del cuerpo.

65

Οὐδεὶς ἐρῶν ἀληθοῦς προσευχῆς, καὶ ὀργιζόμενος, ἢ μνησικακῶν ἐκτός ἐστι παραπληξίας· ὅμοιος γάρ ἐστι τῷ ὀξυωπεῖν θέλοντι, καὶ τοὺς οἰκείους ὀφθαλμοὺς ἐκταράσσοντι.

A ninguno de los que anhelan la oración verdadera y se encolerizan o guardan rencor le está exento el haber enloquecido: pues se parece a quien pretende ver con agudeza y se hiere sus propios ojos.

Fuente del texto original: Texto griego: Evagrio, Sobre la oración, según la edición de la Patrologia Graeca 79 en evagriusponticus.net (Joel Kalvesmaki), CC BY 4.0, cotejada; falta en ella el capítulo 35, que por eso no se incluye. Juan Damasceno, Máximo el Confesor y Simeón el Nuevo Teólogo, según las transcripciones de la Filocalia y de las obras de Simeón en Βικιθήκη (Wikisource en griego), con su acentuación moderna, CC BY-SA 4.0; obras de dominio público. Traducción española y notas: Biblioteca Conciencia Activa, Edición 2.0 (2026).