Saltar al contenido
OriGen Biblioteca de Conciencia Activa
‹ Filocalia (selección)
Cristianismo · Filocalia (selección)

Capítulo 4 · Máximo el Confesor: Centurias sobre el amor (prólogo y primera centuria)

Μαξίμου Ὁμολογητοῦ Κεφάλαια περὶ ἀγάπης

pról.

Ἰδού πρός τῷ περί Ἀσκητικοῦ βίου λόγῳ, καί τόν περί Ἀγάπης λόγον πέπομφα τῇ σῇ τιμιότητι, πάτερ Ἐλπίδιε, ἐν ἰσαρίθμοις κεφαλαίοις τῶν τεσσάρων Εὐαγγελίων ἑκατοντάσιν· οὐδέν μέν ἴσως ἄξιον τῆς σῆς προσδοκίας· τῆς δέ γε ἡμετέρας δυνάμεως οὐκ ἔλαττον. Πλήν γινωσκέτω ἡ σή ἁγιωσύνη, ὅτι οὐδέ ταῦτα εἰσί τῆς ἐμῆς γεώργια διανοίας· ἀλλά τούς τῶν ἁγίων Πατέρων διελθών λόγους, κακεῖθεν τόν εἰς τήν ὑπόθεσιν συντείνοντα νοῦν ἀναλεξάμενος· καί ἐν ὀλίγοις πολλά κεφαλαιωδέστερον συναγαγών, ἵνα εὐσύνοπτα γένωνται διά τό εὐμνημόνευτον· ἀπέστειλα τῇ σῇ ὁσιότητι, παρακαλῶν εὐγνωμόνως ἀναγινώσκειν, καί μόνην θηρεύειν τήν ἐν αὐτοῖς ὠφέλειαν· τό δέ ἀκαλλές τῆς λέξεως παραβλέπειν, καί εὔχεσθαι ὑπέρ τῆς ἡμῶν μετριότητος, τῆς πάσης πνευματικῆς ὠφελείας ἐρήμου. Παρακαλῶ δέ καί τοῦτο, μή εἰς ὄχλησιν ἡγεῖσθαι τά γεγραμμένα. Ἐπιταγήν γάρ πεπλήρωκα. Λέγω δέ τοῦτο, ἐπειδή οἱ λόγοις ἐνοχλοῦντες, πολλοί ἐσμεν σήμερον· οἱ δέ ἔργοις παιδεύοντες, ἤ καί παιδευόμενοι, πάνυ εἰσίν ὀλίγοι. Ἀλλά μᾶλλον ἐμπόνως προσέχειν ἑκάστῳ τῶν κεφαλαίων. Οὐ πάντα γάρ πᾶσιν, ὡς οἶμαι, εἰσίν εὔληπτα· ἀλλά καί πολλῆς τά πολλά τοῖς πολλοῖς δεόμενα τῆς συνεξετάσεως, εἰ καί δοκεῖ ἁπλούστερον εἰρῆσθαι. Ἴσως καί ἄν τι φανείῃ χρήσιμον τῇ ψυχῇ ἐξ αὐτῶν ἀνακαλυπτόμενον. Ἀναφανήσεται δέ πάντως Θεοῦ χάριτι, τῷ ἀπεριέργοις ἐννοίαις καί μετά φόβου Θεοῦ καί ἀγάπης ἀναγινώσκοντι. Τῷ δέ μή ὠφελείας χάριν πνευματικῆς ἐντυγχάνοντι, ἤ τούτῳ τῷ πονήματι, ἤ καί ἄλλῳ οἱῳδήποτε. Ἀλλά τοῦ λέξεις θηρύειν πρός τό κακίζειν τόν συγγραψάμενον, ἵνα σεαυτόν ἐκείνου σοφώτερον δῆθεν, ὡς οἰησίας, παραστήσῃ, οὐδέν ὠφέλιμον οὐδαμόθεν οὐδέποτε ἀναφανήσεται.

He aquí que, además del discurso sobre la vida ascética, te envío también, padre santo Elpidio, el tratado sobre el Amor en cuatro centurias de capítulos, igual en número a los cuatro Evangelios. Quizás no alcance tu espera, pero no es inferior a nuestra capacidad. Conviene que tu santidad sepa que estos capítulos no son invenciones de mi propio pensamiento, sino que, habiendo recorrido los escritos de los santos Padres, entresaqué de allí cuanto conducía al propósito presente, reuniendo muchas cosas en pocas palabras en forma de capítulos concisos, para que sean fáciles de recordar y no causen fastidio. Te ruego, pues, que los leas con benevolencia, buscando únicamente el provecho espiritual y orando por nuestra pequeñez para que no seamos hallados lejos del fruto de lo que aquí está escrito.✦

I.1

α΄. Ἀγάπη μέν ἐστιν, διάθεσις ψυχῆς ἀγαθή, καθ᾿ ἥν οὐδέν τῶν ὄντων, τῆς τοῦ Θεοῦ γνώσεως προτιμᾷ. Ἀδύνατον δέ εἰς ἕξιν ἐλθεῖν ταύτης τῆς ἀγάπης, τόν πρός τι τῶν ἐπιγείων ἔχοντα προσπάθειαν.

El amor (ἀγάπη) es una disposición buena del alma por la cual esta no prefiere ninguno de los seres creados al conocimiento de Dios. Mas es imposible llegar al hábito de este amor para quien tiene algún apego apasionado a cualquiera de las cosas terrenas.✦

I.2

β΄. Ἀγάπην μέν τίκτει ἀπάθεια· ἀπάθειαν δέ, ἡ εἰς Θεόν ἐλπίς· τήν δέ ἐλπίδα, ὑπομονή καί μακροθυμία· ταῦτας δέ, ἡ περιεκτική ἐγκράτεια· ἐγκράτειαν δέ, ὁ τοῦ Θεοῦ φόβος· τόν δέ φόβον, ἡ εἰς τόν Κύριον πίστις.

El amor nace de la impasibilidad (ἀπάθεια); la impasibilidad, de la esperanza en Dios; la esperanza, de la paciencia y la longanimidad; estas, de la templanza en todo; la templanza, del temor de Dios; y el temor, de la fe en el Señor.

I.3

γ΄. Ὁ πιστεύων τῷ Κυρίῳ, φοβεῖται τήν κόλασιν· ὁ δέ φοβούμενος τήν κόλασιν, ἐγκρατεύεται ἀπό τῶν παθῶν· ὁ δέ ἐγκρατευόμενος ἀπό τῶν παθῶν, ὑπομένει τά θλιβερά· ὁ δέ ὑπομένων τά θλιβερά, ἕξει εἰς Θεόν ἐλπίδα· ἡ δέ εἰς Θεόν ἐλπίς, χωρίζει πάσης γηΐνης προσπαθείας τόν νοῦν· ταύτης δέ ὁ νοῦς χωρισθείς, ἕξει τήν εἰς Θεόν ἀγάπην.

El que cree en el Señor teme el castigo; el que teme el castigo domina las pasiones; el que domina las pasiones soporta con paciencia las tribulaciones; el que soporta las tribulaciones tendrá esperanza en Dios; la esperanza en Dios separa a la mente de todo apego terreno; y la mente separada de esto tendrá el amor hacia Dios.

I.4

δ΄. Ὁ ἀγαπῶν τόν Θεόν, πάντων τῶν ὑπ᾿ αὐτοῦ γεγονότων προτιμᾷ τήν γνῶσιν αὐτοῦ, καί ἀδιαλείπτως διά τοῦ πόθου, ταύτῃ προσκαρτερεῖ.

El que ama a Dios prefiere Su conocimiento a todas las cosas hechas por Él, y se entrega a él incesantemente con ardiente deseo.

I.5

ε΄. Εἰ πάντα τά ὄντα διά τοῦ Θεοῦ καί διά τόν Θεόν γέγονε· κρείττων δέ ὁ Θεός τῶν δι᾿ αὐτοῦ γεγονότων· ὁ καταλιμπάνων τόν Θεόν τόν ἀσυγκρίτως κρείττονα, καί τοῖς χείροσιν ἐνασχολούμενος, δείκνυσιν ἑαυτόν προτιμῶντα τοῦ Θεοῦ, τά δι᾿ αὐτοῦ γεγονότα.

Si todas las cosas que existen fueron hechas por Dios y por medio de Dios, y Dios es superior a las cosas hechas por Él, el que abandona lo superior y se entrega a las cosas inferiores muestra que estima en más las cosas hechas por Él que a Dios mismo.

I.6

στ΄. Ὁ τῇ εἰς Θεόν ἀγάπῃ τόν νοῦν ἔχων προσηλωμένον, πάντων τῶν ὁρωμένων, καί αὐτοῦ τοῦ σώματος, ὡς ἀλλοτρίου καταφρονεῖ.

Quien tiene la mente clavada en el amor de Dios desprecia todas las cosas visibles e incluso su propio cuerpo como si fuera ajeno.

I.7

ζ΄. Εἰ κρείττων τοῦ σώματος ἡ ψυχή· καί κρείττων τοῦ κόσμου ἀσυγκρίτως ὁ κτίσας αὐτόν Θεός· ὁ προτιμῶν τῆς ψυχῆς τό σῶμα, καί τοῦ Θεοῦ τόν ὑπό αὐτοῦ κτισθέντα κόσμον, οὐδέν τῶν εἰλωλολατρούντων διενήνοχεν.

Si el alma es superior al cuerpo, y Dios es incomparablemente superior al mundo creado por Él, quien prefiere el cuerpo al alma y el mundo al Dios que lo creó en nada difiere de los adoradores de ídolos.

I.8

η΄. Ὁ τόν νοῦν τῆς εἰς Θεόν ἀγάπης καί προσεδρείας ἀποχωρίσας, καί τινι τῶν αἰσθητῶν προσεδεμένον ἔχων, οὗτός ἐστι ὁ προτιμῶν τῆς ψυχῆς τό σῶμα, καί τοῦ κτίσαντος Θεοῦ, τά ὑπ᾿ αὐτοῦ γεγονότα.

El que aparta a su mente del amor y del deseo permanente hacia Dios, y la ata a alguna de las cosas sensibles prefiriendo el cuerpo al alma y las cosas creadas al Creador, es digno de llanto.

I.9

θ΄. Εἰ ἡ ζωή τοῦ νοῦ ὁ φωτισμός ἐστι τῆς γνώσεως· τοῦτον δέ ἡ εἰς Θεόν ἀγάπη τίκτει· καλῶς, Οὐδέν τῆς θείας ἀγάπης, εἴρηται, μεῖζον.

Si la vida de la mente es la iluminación del conocimiento, y esta nace del amor hacia Dios, bellamente se ha dicho que nada es más grande que el amor divino.

I.10

ι΄. Ὅταν τῷ ἔρωτι τῆς ἀγάπης πρός Θεόν ὁ νοῦς ἐκδημῇ, τότε οὔτε τινός τῶν ὄντων παντάπασι ἐπαισθάνεται. Ὑπό γάρ τοῦ θείου καί ἀπείρου φωτός καταλαμπόμενος, ἀναισθητεῖ πρός πάντα τά ὑπ᾿ αὐτοῦ γεγονότα· καθάπερ καί ὁ αἰσθητός ὀφθαλμός πρός τούς ἀστέρας, τοῦ ἡλίου ἀνατέλλοντος.

Cuando la mente es arrebatada por el eros divino (θείῳ ἔρωτι) y sale fuera de todas las cosas creadas, no percibe ni siquiera a sí misma ni a ninguno de los seres, sino que, iluminada por la luz infinita de Dios, se vuelve insensible a todo lo hecho por Él, así como el ojo sensible no percibe ya las estrellas cuando se levanta el sol.

I.11

ια΄. Πᾶσαι μέν αἱ ἀρεταί συνεργοῦσι τῷ νῷ πρός τόν θεῖον ἔρωτα, πλέον δέ πάντων ἡ καθαρά προσευχή. Διά ταύτης γάρ πρός τόν Θεόν πτερούμενος, ἔξω γίνεται πάντων τῶν ὄντων.

Todas las virtudes colaboran con la mente hacia el eros divino, mas por encima de todas la oración pura; pues por medio de ella la mente toma alas hacia Dios y sale fuera de todas las cosas que existen.

I.12

ιβ΄. Ὅταν διά τῆς ἀγάπης ὑπό τῆς θείας γνώσεως ὁ νοῦς ἁρπαγῇ, καί ἔξω γενόμενος τῶν ὄντων τῆς θείας ἐπαισθάνηται ἀπειρίας, τότε κατά τόν θεῖον Ἡσαΐαν ὑπό ἐκπλήξεως εἰς συναίσθησιν ἐλθών τῆς ἑαυτοῦ ταπεινώσεως, μετά διαθέσεως λέγει τά τοῦ προφήτου ῥήματα· Ὤ τάλας ἐγώ, ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὤν, καί ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγώ κατοικῶ, καί τόν βασιλέα Κύριον Σαβαώθ εἶδον τοῖς ὀφθαλμοῖς μου.

Cuando por medio del amor la mente es arrebatada hacia Dios, no percibe ni a sí misma ni a ninguno de los seres en absoluto; pues iluminada por la luz divina e infinita, queda suspensa respecto de todo lo creado.

I.13

ιγ΄. Ὁ ἀγαπῶν τόν Θεόν, οὐ δύναται μή καί πάντα ἄνθρωπον ὡς ἑαυτόν ἀγαπῆσαι, εἰ καί πρός τά πάθη δυσχεραίνει τῶν μήπω κεκαθαρμένων. Διό καί τήν ἐπιστροφήν αὐτῶν βλέπων καί τήν διόρθωσιν, ἀμετρήτῳ καί ἀνεκλαλήτῳ χαίρει χαρᾷ.

El que ama a Dios no puede sino amar también a todo ser humano como a sí mismo, aunque todavía se duela por las pasiones de aquellos que aún no están purificados; por eso se alegra con una alegría incesante e inmensa por la enmienda y la virtud de ellos.

I.14

ιδ΄. Ἀκάθαρτος ἐστι ψυχή ἐμπαθής· λογισμῶν ἐπιθυμίας καί μίσους πεπληρωμένη.

Impura es el alma que está llena de pensamientos de concupiscencia y de odio.

I.15

ιε΄. Ὁ ἴχνος μίσους βλέπων ἐν τῇ ἑαυτοῦ καρδίᾳ διά οἰονδήποτε πταῖσμα πρός τόν οἱονδήποτε ἄνθρωπον, ἀλλότριος τυγχάνει πάμπαν τῆς εἰς Θεόν ἀγάπης· διότι ἡ εἰς Θεόν ἀγάπη, τῆς εἰς ἄνθρωπον μίσους παντελῶς οὐκ ἀνέχεται.

El que ve en su corazón rastro de odio contra cualquier ser humano por cualquier falta que sea es completamente ajeno al amor hacia Dios; porque el amor hacia Dios no admite en absoluto el odio contra ningún ser humano.

I.16

ιστ΄. Ὁ ἀγαπῶν με, φησίν ὁ Κύριος, τάς ἐντολάς μου τηρήσει· αὕτη δέ ἐστιν ἡ ἐντολή ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους. Ὁ οὖν μή ἀγαπῶν τόν πλησίον, τήν ἐντολήν οὐ τηρεῖ. Ὁ δέ τήν ἐντολήν μή τηρῶν, οὐδέ τόν Κύριον ἀγαπῆσαι δύναται.

«El que me ama —dice el Señor— guardará mis mandamientos»; y «este es mi mandamiento: que se amen unos a otros». Por tanto, quien no ama al prójimo no guarda el mandamiento, y quien no guarda el mandamiento tampoco puede amar al Señor.✦

I.17

ιζ΄. Μακάριος ἄνθρωπος, ὁ πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι δυνηθείς. .

Bienaventurado el ser humano que puede amar a todo ser humano por igual (μακάριος ὁ ἄνθρωπος ὁ δυνάμενος πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι).

I.18

ιη΄. Μακάριος ἄνθρωπος, ὁ μηδενί πράγματι φθαρτῷ ἤ προσκαίρῳ προσκείμενος.

Bienaventurado el hombre que no se apega a ninguna cosa corruptible o sujeta al tiempo.

I.19

ιθ΄. Μακάριος ὁ νοῦς, ὁ πάντα τά ὄντα περάσας, καί τῆς θείας ὡραιότητος ἀδιαλείπτως κατατρυφῶν.

Bienaventurada la mente que, pasando más allá de todos los seres, goza incesantemente de la belleza divina.

I.20

κ΄. Ὁ πρόνοιαν τῆς σαρκός εἰς ἐπιθυμίας ποιούμενος, καί μνησικακίαν διά πρόσκαιρα πρός τόν πλησίον ἔχων· ὁ τοιοῦτος λατρεύει τῇ κτίσει παρά τόν κτίσαντα.

El que se afana por la carne forzosamente se entristece con su prójimo por causa de las cosas del cuerpo; pero el que se afana por el alma se reconcilia prontamente con quien lo ofendió.

I.21

κα΄. Ὁ ἀνήδονον καί ἄνοσον τό σῶμα διατηρῶν, σύνδουλον αὐτό ἔχει πρός τήν τῶν κρειττόνων ὑπηρεσίαν.

Quien no desprecia la gloria y el placer y la avaricia que las aumenta y sirve a causa de ellas no puede cortar las ocasiones de la ira; y quien no las corta no puede alcanzar el perfecto amor hacia los hermanos.

I.22

κβ΄. Ὁ φεύγων πάσας τάς κοσμικάς ἐπιθυμίας, πάσης λύπης κοσμικῆς ἑαυτόν ἀνώτερον καθίστησι.

El alma que ama el oro no puede amar a Dios ni al prójimo.

I.23

κγ΄. Ὁ τόν Θεόν ἀγαπῶν, καί τόν πλησίον πάντως ἀγαπᾷ. Ὁ δέ τοιοῦτος, χρήματα τηρεῖν οὐ δύναται, ἀλλ᾿ οἰκονομεῖ θεοπρεπῶς, ἑκάστῳ τῶν δεομένων παρέχων.

Obra del amor es hacer bien de corazón al prójimo, ser longánimo y paciente, y usar rectamente de las cosas.

I.24

κδ΄. Ὁ κατά μίμησιν Θεοῦ τήν ἐλεημοσύνην ποιούμενος, οὐκ οἶδε διαφοράν πονηροῦ καί ἀγαθοῦ, δικαίου καί ἀδίκου ἐν τοῖς τοῦ σώματος ἀναγκαίοις· ἀλλά πᾶσιν ἐξ ἴσου κατά τήν χρείαν διανέμει· εἰ καί προτιμᾷ δι᾿ ἀγαθήν προαίρεσιν τοῦ φαύλου τόν ἐνάρετον.

El que ama a Dios vive la vida angélica en la tierra: ayunando y velando, salmodiando y orando, y pensando siempre bien de todo ser humano.

I.25

κε΄. Ὥσπερ ὁ Θεός φύσει ὤν ἀγαθός καί ἀπαθής, πάντας μέν, ἐξ ἴσου ἀγαπᾷ, ὡς ἔργα αὐτοῦ· ἀλλά τόν μέν ἐνάρετον δοξάζει, ὡς καί τῇ γνώμῃ , οἰκειούμενον· τόν δέ φαῦλον, δι᾿ ἀγαθότητα ἐλεεῖ, καί ἐν τῷ αἰῶνι τούτῳ παιδεύων ἐπιστρέφει· οὕτω καί ὁ τῇ γνώμῃ ἀγαθός καί ἀπαθής, πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾶ· τόν μέν ἐνάρετον, διά τε τήν φύσιν καί τήν ἀγαθήν προαίρεσιν· τόν δέ φαῦλον, διά τε τήν φύσιν, καί τήν συμπάθειαν ἐλεῶν ὡς ἄφρονα καί ἐν σκότει διαπορευόμενον.

Si alguien desea a alguna de las cosas que agradan al mundo, es imposible que ame a todos los seres humanos por igual; sino que amará a quienes le ayuden a conseguir su deseo, y odiará a quienes se lo impidan.

I.26

κστ΄. Οὐ μόνον διά μεταδόσεως χρημάτων ἡ διάθεσις τῆς ἀγάπης γνωρίζεται, ἀλλά πολλῷ μᾶλλον διά μεταδόσεως λόγου Θεοῦ καί σωματικῆς διακονίας.

Del mismo modo que Dios es bueno por naturaleza y desapasionado, y ama a todos por igual como obras Suyas —aunque glorifica al virtuoso como íntimo por su voluntad y se compadece del malo por bondad corrigiéndolo en este siglo—, así también el hombre bueno y desapasionado en su voluntad ama a todos los seres humanos por igual: al virtuoso por su naturaleza y por su recta intención, y al malo por su naturaleza y por la compasión con que se apiada de él como de quien camina sin sentido en la oscuridad.

I.27

κζ΄. Ὁ τοῖς τοῦ κόσμου πράγμασι γνησίως ἀποταξάμενος, καί τῷ πλησίον διά τῆς ἀγάπης ἀνυποκρίτως δουλεύων, παντός πάθους ταχέως ἐλευθεροῦται, καί τῆς θείας ἀγάπης καί γνώσεως μέτοχος καθίσταται.

No solo mediante la distribución de riquezas se manifiesta la disposición del amor, sino mucho más mediante la comunicación de la palabra de Dios y el servicio corporal.

I.28

κη΄. Ὁ τήν θείαν ἀγάπης ἐν ἑαυτῶ κτησάμενος, οὐ κοπιᾷ κατοκολουθῶν ὀπίσω κυρίου τοῦ Θεοῦ αὐτοῦ, κατά τόν θεῖον Ἱερεμίαν· ἀλλά πάντα πόνον ὀνειδισμόν τε καί φέρει ὕβριν γενναίως, μηδενί τό σύνολον κακόν λογιζόμενος.

El que ha renunciado verdaderamente a las cosas del mundo y sirve sin fingimiento al prójimo mediante el amor se libera pronto de toda pasión y se hace partícipe del amor y del conocimiento divinos.

I.29

κθ΄. Ὅταν ὑβρισθῇς παρά τινος, ἤ ἔν τινι ἐξουδενωθῇς, τότε πρόσεχε ἀπό τῶν λογισμῶν τῆς ὀργῆς, μή σε τῆς ἀγάπης διά τῆς λύπης χωρίσαντες, ἐν τῇ χώρᾳ τοῦ μίσους καταστήσωσιν.

Quien ha adquirido en sí mismo el amor divino no se cansa de seguir en pos del Señor su Dios, según el divino Jeremías, sino que soporta noblemente toda fatiga, injuria y ultraje sin pensar mal de nadie.

I.30

λ΄. Ὅταν ἐφ᾿ ὕβρει ἤ ἀτιμίᾳ πονήσῃς, γίνωσκε σευτόν μεγάλως ὠφεληθέντα, τῆς κενοδοξίας διά τῆς ἀτιμίας οἰκονομικῶς ἀπό σοῦ ἐκβληθείσης.

Cuando seas injuriado por alguien o deshonrado en cualquier cosa, guárdate de los pensamientos de ira, no sea que por la tristeza te separes de la caridad y seas colocado en la región del odio.

I.71

οα΄. Ἡ τελεία ἀγάπη οὐ συνδιασχίζει τήν μίαν τῶν ἀνθρώπων φύσιν, ταῖς διαφόροις αὐτῶν γνώμαις· ἀλλ᾿ εἰς αὐτήν ἀεί ἀποβλεπομένη, πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾷ· τούς μέν σπουδαίους, ὡς φίλους· τούς δέ φαύλους, ὡς ἐχθρούς ἀγαπᾷ, εὐεργετοῦσα καί μακροθυμοῦσα, καί ὑπομένουσα τά παρ᾿ αὐτῶν ἐπαγόμενα· τό κακόν τό συνόλως μή λογιζομένη, ἀλλά καί πάσχουσα ὑπέρ αὐτῶν, εἰ καιρός καλέσειεν, ἵνα καί αὐτούς ποιήσῃ φίλους εἰ οἷόν τε· εἰ δέ μή, τῆς γε ἰδίας διαθέσεως οὐκ ἐκπίπτει, τούς τῆς ἀγάπης καρπούς ἀεί ἐξ ἴσου πρός πάντας ἀνθρώπους ἐνδεικνυμένη. Διό καί ὁ Κύριος ἡμῶν καί Θεός Ἰησοῦς, Χριστός, τήν αὐτοῦ ἀγάπην εἰς ἡμᾶς ἐνδειξάμενος, ὑπέρ ὅλης τῆς ἀνθρωπότητος ἔπαθεν, καί πᾶσιν ἐξ ἴσου τήν ἐλπίδα τῆς ἀναστάσεως ἐχαρίσατο· εἰ καί ἕκαστος ἑαυτόν, εἴτε δόξης, εἴτε κολάσεως καθίστησιν ἄξιον.

Una cosa es estar libre de pensamientos apasionados, y otra es estar libre de los simples pensamientos de las cosas: lo primero se llama continencia y combate; lo segundo, impasibilidad y contemplación.✦

I.72

οβ΄. Ὁ μή καταφρονῶν δόξης καί ἀτιμίας, πλούτου καί πενίας, ἡδονῆς τε καί λύπης, τελείαν ἀγάπην οὔπω ἐκτήσατο. Ἡ γάρ τελεία ἀγάπη οὐ μόνον τούτων καταφρονεῖ, ἀλλά καί αὐτῆς τῆς προσκαίρου ζωῆς τε καί τοῦ θανάτου.

Quien todavía combate contra las pasiones aún no goza plenamente de la paz; pero quien ha llegado a la impasibilidad contempla en reposo las razones de los seres.

I.73

ογ΄. Ἄκουε τῶν καταξιωθέντων τῆς τελείας ἀγάπης, ποῖα λέγουσι· Τίς ἡμᾶς χωρίσει ἀπό τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις; ἤ στενοχωρία; ἤ διωγμός; ἤ λιμός; ἤ γυμνότης; ἤ κίνδυνος; ἤ μάχαιρα; καθώς γέγραπται· Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τήν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν, διά τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γάρ, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπό τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

La amistad verdadera y espiritual no se disuelve por las calumnias ni se enfría por las adversidades, porque tiene su raíz en Dios.

I.74

οδ΄. Περί δέ τῆς εἰς τόν πλησίον ἀγάπης, ἄκουε πάλιν οἷα λέγουσιν· Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι καί τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ· ὅτι λύπη μοί ἐστι πολλή, καί ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ηὐχόμην γάρ ἀνάθεμα εἶναι αὐτός ἐγώ ἀπό τοῦ Χριστοῦ ὑπέρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατά σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται, καί τά ἑξῆς. Ὡσαύτως καί ὁ Μωϋσῆς, καί οἱ λοιποί ἅγιοι .

Si te alegras cuando tu hermano es alabado y te entristeces cuando es vituperado, y ruegas a Dios de todo corazón por quien te ofendió, has entrado en los atrios del amor verdadero.

I.75

οε΄. Ὁ μή καταφρονῶν δόξης καί ἡδονῆς, καί τῆς τούτων αὐξητικῆς, καί δι᾿ αὐτάς συνισταμένης, φιλαργυρίας, τάς τοῦ θυμοῦ προφάσεις ἐκκόπτειν οὐ δύναται. Ὁ δέ ταύτας μή ἐκόπτων, τῆς τελείας ἀγάπης τυχεῖν οὐ δύναται.

No juzgues a quien cae en alguna falta, aunque lo vieras con tus propios ojos; pues desconoces el combate que sostuvo antes de caer y las lágrimas con que tal vez ya se ha reconciliado en secreto con Dios.

I.76

οστ΄. Ταπείνωσις καί κακοπάθεια, πάσης ἁμαρτίας ἐλευθεροῦσι τόν ἄνθρωπον· ἡ μέν, τά τῆς ψυχῆς· ἡ δέ, τά τοῦ σώματος περικόπτουσα πάθη. Τοῦτο γάρ ποιῶν καί ὁ μακάριος φαίνεται Δαβίδ, ἐν οἷς εὔχεται πρός τόν Θεόν, λέγων· Ἰδέ τήν ταπείνωσίν μου καί τόν κόπον μου, καί ἄφες πάσας τάς ἁμαρτίας μου.

Las virtudes pertenecen al alma racional; los vicios, en cambio, nacen del uso contra naturaleza de sus potencias naturales.

I.77

οζ΄. Διά μέν τῶν ἐντολῶν ὁ Κύριος, ἀπαθεῖς τούς ἐργαζομένους αὐτάς ἀποτελεῖ· διά δέ τῶν θείων δογμάτων, τόν φωτισμόν τῆς γνώσεως αὐτοῖς χαρίζεται.

Algunos se apartan de los pecados por temor al castigo, otros por esperanza de la recompensa, y otros por disposición de amor al Bien mismo.

I.78

οη΄. Πάντα τά δόγματα, ἤ περί Θεοῦ εἰσιν, ἤ περί ὁρατῶν καί ἀοράτων, ἤ περί τῆς ἐν αὐτοῖς προνοίας καί κρίσεως.

El que obra por temor es como siervo; el que obra por recompensa, como jornalero; pero el que obra por el Bien mismo y por amor es hijo.

I.79

οθ΄. Ἡ μέν ἐλεημοσύνη, τό θυμικόν μέρος τῆς ψυχῆς θεραπεύει· ἡ δέ νηστεία, τήν μέν ἐπιθυμίαν μαραίνει· ἡ δέ προσευχή, τόν νοῦν καθαίρει, καί πρός τήν τῶν ὄντων θεωρίαν παρασκευάζει. Πρός γάρ τάς δυνάμεις τῆς ψυχῆς, καί τάς ἐντολάς ὁ Κύριος ἡμῖν ἐχαρίσατο.

Cuando el intelecto se despoja de las pasiones, ve con claridad sus propias faltas como arenas del mar y deja de escudriñar las ajenas.

I.80

π΄. Μάθετε ἀπ᾿ ἐμοῦ, φησίν, ὅτι πρᾶός εἰμι καί ταπεινός τῇ καρδίᾳ, καί τά ἑξῆς. Ἡ μέν πραότης, ἀτάραχον τόν θυμόν διαφυλάττει· ἡ δέ ταπείνωσις, τύφου καί κενοδοξίας τόν νοῦν ἐλευθεροῖ.

La humildad es la oración incesante de la mente que, conociendo su propia flaqueza, se apoya en cada respiración en el poder de Dios.

I.81

πα΄. Διττός ἐστιν ὁ τοῦ Θεοῦ φόβος· ὁ μέν ἐκ τῶν ἀπειλῶν τῆς κολάσεως ἡμῖν ἐντικτόμενος, δι᾿ ὅν ἡ ἐγκράτεια καί ἡ ὑπομονή, καί ἡ εἰς Θεόν ἐλπίς, καί ἡ ἀπάθεια, ἐξ ἧς ἡ ἀγάπη, κατά τάξιν ἡμῖν ἐγγίνονται· ὁ δέ, αὐτῇ τῇ ἀγάπῃ συνέζευκται, εὐλάβειαν τῇ ψυχῇ ἀεί ἐμποιῶν, ἵνα μή διά τήν τῆς ἀγάπης παῤῥησίαν, εἰς καταφρόνησιν Θεοῦ ἔλθῃ.

La caridad cura la parte irascible del alma; el ayuno y la oración extinguen la concupiscencia; y la lectura santa y la contemplación iluminan la parte racional.

I.82

πβ΄. Τόν μέν πρῶτον φόβον ἔξω βάλλει ἡ τελεία ἀγάπη τῆς ψυχῆς τῆς κεκτημένης αὐτήν, μηκέτι τήν κόλασιν φοβουμένης· τόν δέ δεύτερον, ἑαυτῇ ἔχει ἀεί, ὡς εἴρηται συνεζευγμένον. Καί τῷ μέν πρώτῳ φόβῳ, ἁρμόζει τό, Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπό κακοῦ. Καί, Ἀρχή σοφίας φόβος Κυρίου. Τῷ δέ δευτέρῳ, τό, Ὁ φόβος Κυρίου ἁγνός διαμένων εἰς αἰῶνα αἰῶνος. Καί τό, Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.

Los demonios debilitan el alma mediante los pensamientos de placer y de tristeza; los santos ángeles la fortalecen mediante la esperanza y el gozo espiritual.

I.83

πγ΄. Νεκρώσατε τά μέλη ὑμῶν τά ἐπί τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καί τήν πλεονεξίαν, καί τά ἑξῆς. Γῆν μέν ὠνόμασε, τό φρόνημα τῆς σαρκός· πορνείαν δέ εἶπε, τήν κατ᾿ ἐνέργειαν ἁμαρτίαν· ἀκαθαρσίαν δέ, τήν συγκατάθεσιν ἐκάλεσε· πάθος δέ, τόν ἐμπαθῆ λογισμόν ὠνόμασεν· ἐπιθυμίαν δέ κακήν, τήν ψιλήν τοῦ λογισμοῦ τῆς ἐπιθυμίας παραδοχήν· πλεονεξίαν δέ, τήν γεννητικήν τε καί αὐξητικήν τοῦ πάθους ὠνόμασεν ὕλην. Ταῦτα οὖν πάντα ὡς μέλη ὄντα τοῦ φρονήματος τῆς σαρκός, ἐκέλευσεν ὁ θεῖος Ἀπόστολος νεκρῶσαι.

Entre los que aún son imperfectos, unos se acercan a la impasibilidad y otros están lejos de ella, según el grado en que todavía se dejan turbar por los recuerdos de las ofensas.

I.84

πδ΄. Πρῶτον μέν ἡ μνήμη, ψιλόν τόν λογισμόν ἐπί τόν νοῦν ἀναφέρει· καί τούτου ἐγχρονίζοντος, κινεῖται τό πάθος· τούτου δέ μή ἀναιρουμένου, κάμπτει τόν νοῦν εἰς συγκατάθεσιν· ταύτης δέ γενομένης, ἔρχεται λοιπόν εἰς τήν κατ᾿ ἐνέργειαν ἁμαρτίαν. Ὁ οὖν πάνσοφος Ἀπόστολος πρός τούς ἀπό ἐθνῶν γράφων, τό ἀποτέλεσμα πρῶτον κελεύει ἀναιρεῖν τῆς ἁμαρτίας· εἶτα κατά τάξιν ἀναποδίζοντας, εἰς τήν αἰτίαν καταλήγειν. Ἡ δέ αἰτία ἐστίν, ἡ γεννητική, ὡς προείρηται, καί αὐξητική τοῦ πάθους πλεονεξία. Οἶμαι δέ ἐνταῦθα τήν γαστριμαργίαν σημαίνειν, ὡς μητέρα καί τροφόν τῆς πορνείας ὑπάρχουσαν. Ἡ γάρ πλεονεξία, οὐ μόνον ἐπί χρημάτων, ἀλλά καί ἐπί βρωμάτων κακή. Ὥσπερ καί ἡ ἐγκράτεια, οὐ μόνον ἐπί βρωμάτων, ἀλλά καί ἐπί χρημάτων καλή.

Toda pasión tiene una causa sensible que la despierta a través de los sentidos o de la memoria; mas la mente vigilante corta la causa antes de que nazca la perturbación.

I.85

πε΄. Ὥσπερ στρουθίον τόν πόδα δεδεμένον ἀρχόμενον πέτεσθαι, ἐπί τήν γῆν κατασπᾶται σχοινίῳ ἑλκόμενον· οὕτω καί ὁ νοῦς μήπω ἀπάθειαν κτησάμενος, καί ἐπί τήν τῶν οὐρανίων γνῶσιν πετόμενος, ὑπό τῶν παθῶν καθελκόμενος, ἐπί τήν γῆν κατασπᾶται.

Conoce que has sido curado de una pasión cuando el recuerdo de la cosa o de la persona que te hirió ya no mueve en absoluto a tu corazón a la amargura.

I.86

πστ΄. Ὅτε νοῦς τελείως τῶν παθῶν ἐλευθερωθῇ, τότε καί ἐπί τήν θεωρίαν τῶν ὄντων ἀμεταστρεπτί ὁδεύει, ἐπί τήν γνῶσιν τῆς ἁγίας Τριάδος τήν πορείαν ποιούμενος.

Una cosa es el conocimiento de las cosas que conciernen a Dios, y otra el conocimiento de las cosas que existen después de Dios; el primero es don de la pura gracia, el segundo se alcanza también por el estudio natural.

I.87

πζ΄. Καθαρός ὑπάρχων ὁ νοῦς, τά νοήματα τῶν πραγμάτων ἀναλαμβάνων, εἰς τήν πνευματικήν θεωρίαν αὐτῶν κινεῖται· ἀκάθαρτος δέ ἐκ ῥᾳθυμίας γεγονώς, τά μέν τῶν λοιπῶν πραγμάτων νοήματα ψιλά φαντάζεται· τά δέ ἀνθρώπινα δεχόμενος, εἰς αἰσχρούς ἤ πονηρούς λογισμούς μετατρέπεται.

Como la luz del sol atrae hacia sí el ojo sano, así el conocimiento de Dios atrae naturalmente hacia sí por medio del amor al intelecto purificado.

I.88

πη΄. Ὅταν ἀεί ἐν τῷ καιρῷ προσευχῆς μηδέν τῶν τοῦ κόσμου νοημάτων διενοχλήσῃ τῷ νῷ, τότε γίνωσκε σαυτόν μή ἔξω εἶναι τῶν ὄρων τῆς ἀπαθείας.

Imposible es que el intelecto impuro contemple con pureza las razones espirituales de las cosas; porque las imágenes apasionadas se interponen como una niebla ante su vista.

I.89

πθ΄. Ὅταν ἡ ψυχή ἄρχηται τῆς ἰδίας ὑγείας ἐπαισθάνεσθαι, τότε καί τάς ἐν τοῖς ὕπνοις φαντασίας, ψιλάς καί ἀταράχους ἄρχεται βλέπειν.

Purifícate, pues, primero mediante las obras del amor y de la templanza, y entonces resplandecerá en tu corazón la luz sin ocaso de la sabiduría.

I.100

ρ΄. Ἐν δέ Θεῷ γενόμενος, τούς περί τῆς οὐσίας αὐτοῦ πρῶτον λόγους, ζητεῖ μέν ὑπό τοῦ πόθου φλεγόμενος, οὐκ ἐκ τῶν κατ᾿ αὐτόν δέ τήν παραμυθίαν εὑρίσκει· ἀμήχανον γάρ τοῦτο, καί ἀνένδεκτον πάσῃ γενητῇ φύσει ἐξ ἴσου· ἐκ δέ τῶν περί αὐτόν παραμυθεῖται· λέγω δή, τῶν περί ἀϊδιότητος, ἀπειρίας τε καί ἀοριστίας· ἀγαθότητός τε καί σοφίας καί δυνάμεως, δημιουργικῆς τε καί προνοητικῆς καί κριτικῆς τῶν ὄντων. Καί τοῦτο πάντη καταληπτόν αὐτοῦ μόνον, ἡ ἀπειρία, καί αὐτό τό μηδέν γινώσκειν, ὑπέρ νοῦν γινώσκειν, ὥς που οἱ θεολόγοι ἄνδρες εἰρήκασι, Γρηγόριός τε καί Διονύσιος.

Cuando la mente llega a estar en Dios, ardiendo de deseo busca primero las razones acerca de Su esencia (οὐσία), pero no halla su consuelo en lo que Dios es en Sí mismo —pues eso es imposible e inaccesible por igual a toda naturaleza creada—, sino que recibe consuelo a partir de las cosas que rodean a Dios (ἐκ τῶν περὶ αὐτόν): digo las que conciernen a Su eternidad, infinitud e indeterminación, y a Su bondad, sabiduría y potencia creadora, providente y juzgadora de los seres. Y esto solo es enteramente comprensible de Él: Su infinitud; y el mismo no conocer nada es conocer por encima de la mente (καὶ αὐτὸ τὸ μηδὲν γινώσκειν, ὑπὲρ νοῦν γινώσκειν), como han dicho en algún lugar los varones teólogos Gregorio [de Nisa / Nacianceno] y Dionisio [Areopagita].

Fuente del texto original: Texto griego: Evagrio, Sobre la oración, según la edición de la Patrologia Graeca 79 en evagriusponticus.net (Joel Kalvesmaki), CC BY 4.0, cotejada; falta en ella el capítulo 35, que por eso no se incluye. Juan Damasceno, Máximo el Confesor y Simeón el Nuevo Teólogo, según las transcripciones de la Filocalia y de las obras de Simeón en Βικιθήκη (Wikisource en griego), con su acentuación moderna, CC BY-SA 4.0; obras de dominio público. Traducción española y notas: Biblioteca Conciencia Activa, Edición 2.0 (2026).